|
Κεφάλαιο 1
|
Глава 1
|
|
1
|
|
|
ΒΙΒΛΟΣ λόγων Τωβίτ, τοῦ Τωβιήλ, τοῦ ᾿Ανανιήλ, τοῦ ᾿Αδουήλ, τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος ᾿Ασιήλ, ἐκ τῆς φυλῆς Νεφθαλίμ,
|
|
|
2
|
|
|
ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις ᾿Ενεμεσσάρου τοῦ βασιλέως ᾿Ασσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδίως τῆς Νεφθαλὶ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω ᾿Ασήρ. —ἐγὼ Τωβὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου
|
|
|
3
|
|
|
καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει, τοῖς προπορευθεῖσι μετ᾿ ἐμοῦ εἰς χώραν ᾿Ασσυρίων εἰς Νινευῆ.
|
|
|
4
|
|
|
καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ ᾿Ισραὴλ νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου ῾Ιερουσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν ᾿Ισραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ῾Υψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
|
|
|
5
|
|
|
καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου.
|
|
|
6
|
|
|
κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς ῾Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ ᾿Ισραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γεννημάτων καὶ τὰς πρωτοκουρίας ἔχων·
|
|
|
7
|
|
|
καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσι τοῖς υἱοῖς ᾿Ααρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γεννημάτων. τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν εἰς ῾Ιερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν ῾Ιεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν.
|
|
|
8
|
|
|
καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.
|
|
|
9
|
|
|
καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον ῎Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν.
|
|
|
10
|
|
|
καὶ ὅτε ᾐχμαλωτίσθημεν εἰς Νινευῆ, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν·
|
|
|
11
|
|
|
ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν,
|
|
|
12
|
|
|
καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.
|
|
|
13
|
|
|
καὶ ἔδωκεν ὁ ῞Υψιστος χάριν καὶ μορφὴν ἐνώπιον ᾿Ενεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής·
|
|
|
14
|
|
|
καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ράγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.
|
|
|
15
|
|
|
Καὶ ὅτε ἀπέθανεν ᾿Ενεμεσσάρ, ἐβασίλευσε Σενναχηρὶμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάθησαν, καὶ οὐκ ἔτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν.
|
|
|
16
|
|
|
καὶ ἐν ταῖς ἡμέραις ᾿Ενεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου·
|
|
|
17
|
|
|
τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευῆ, ἔθαπτον αὐτόν.
|
|
|
18
|
|
|
καὶ εἴ τινα ἀπέκτεινε Σενναχηρὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς ᾿Ιουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.
|
|
|
19
|
|
|
πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευῆ, ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.
|
|
|
20
|
|
|
καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν ῎Αννας τῆς γυναικός μου καὶ Τωβίου τοῦ υἱοῦ μου.
|
|
|
21
|
|
|
καὶ οὐ διῆλθον ἡμέρας πεντήκοντα, ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη ᾿Αραράθ, καὶ ἐβασίλευσε Σαχερδονὸς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ ἔταξεν ᾿Αχιάχαρον τὸν ᾿Αναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τήν διοίκησιν.
|
|
|
22
|
|
|
καὶ ἠξίωσεν ᾿Αχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευῆ. ᾿Αχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονὸς ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.