|
ΣΟΦΟΝΙΑΣ
|
Zephaniah
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσί, υἱὸν Γοδολίου, τοῦ ᾿Αμορίου, τοῦ ᾿Εζεκίου, ἐν ἡμέραις ᾿Ιωσίου υἱοῦ ᾿Αμὼν βασιλέως ᾿Ιούδα. | The word of the Lord which came to Sophonias the son of Chusi, the son of Godolias, the son of Amorias, the son of Ezekias, in the days of Josias son of Amon, king of Juda. |
|
2
|
2
|
| ᾿Εκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος, | Let there be an utter cutting off from the face of the land, saith the Lord. |
|
3
|
3
|
| ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. | Let man and cattle be cut off; let the birds of the air and the fishes of the sea be cut off; and the ungodly shall fail, and I will take away the transgressors from the face of the land, saith the Lord. |
|
4
|
4
|
| καί ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ ᾿Ιούδαν καὶ ἐπί πάντας τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων | And I will stretch out mine hand upon Juda, and upon all the inhabitants of Jerusalem; and I will remove the names of Baal out of this place, and the names of the priests; |
|
5
|
5
|
| καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ Κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν | and them that worship the host of heaven upon the house-tops; and them that worship and swear by the Lord, and them that swear by their king; |
|
6
|
6
|
| καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μή ζητοῦντας τὸν Κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου. — | and them that turn aside from the Lord, and them that seek not the Lord, and them that cleave not to the Lord. |
|
7
|
7
|
| Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμακε Κύριος τὴν θυσίαν αὐτοῦ, καὶ ἡγίακε τοὺς κλητοὺς αὐτοῦ. | Fear ye before the Lord God; for the day of the Lord is near; for the Lord has prepared his sacrifice, and has sanctified his guests. |
|
8
|
8
|
| καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· | And it shall come to pass in the day of the Lord's sacrifice, that I will take vengeance on the princes, and on the king's house, and upon all that wear strange apparel. |
|
9
|
9
|
| καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. | And I will openly take vengeance on the porches in that day, on the men that fill the house of the Lord their God with ungodliness and deceit. |
|
10
|
10
|
| καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. | And there shall be in that day, saith the Lord, the sound of a cry from the gate of men slaying, and a howling from the second gate, and a great crashing from the hills. |
|
11
|
11
|
| θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναάν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπῃρμένοι ἀργυρίῳ. | Lament, ye that inhabit the city that has been broken down, for all the people has become like Chanaan; and all that were exalted by silver have been utterly destroyed. |
|
12
|
12
|
| καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν ῾Ιερουσαλὴμ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν. οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν· οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ, | And it shall come to pass in that day, that I will search Jerusalem with a candle, and will take vengeance on the men that despise the things committed to them; but they say in their hearts, The Lord will not do any good, neither will he do any evil. |
|
13
|
13
|
| καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσι τὸν οἶνον αὐτῶν. — | And their power shall be for a spoil, and their houses for utter desolation; and they shall build houses, but shall not dwell in them; and they shall plant vineyards, but shall not drink the wine of them. |
|
14
|
14
|
| ῞Οτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται. | For the great day of the Lord is near, it is near, and very speedy; the sound of the day of the Lord is made bitter and harsh. |
|
15
|
15
|
| δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα γνόφου καὶ σκότους, ἡμέρα νεφέλης καὶ ὁμίχλης, | A mighty day of wrath is that day, a day of affliction and distress, a day of desolation and destruction, a day of gloominess and darkness, a day of cloud and vapour, |
|
16
|
16
|
| ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. | a day of the trumpet and cry against the strong cities, and against the high towers. |
|
17
|
17
|
| καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. | And I will greatly afflict the men, and they shall walk as blind men, because they have sinned against the Lord; therefore he shall pour out their blood as dust, and their flesh as dung. |
|
18
|
18
|
| καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, καὶ ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. | And their silver and their gold shall in nowise be able to rescue them in the day of the Lord's wrath; but the whole land shall be devoured by the fire of his jealousy; for he will bring a speedy destruction on all them that inhabit the land. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΣΥΝΑΧΘΗΤΕ καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, | Be ye gathered and closely joined together, O unchastened nation; |
|
2
|
2
|
| πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου. | before ye become as the flower that passes away, before the anger of the Lord come upon you, before the day of the wrath of the Lord come upon you. |
|
3
|
3
|
| ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνασθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. | Seek ye the Lord, all ye meek of the earth; do judgment, and seek justice, and answer accordingly; that ye may be hid in the day of the wrath of the Lord. |
|
4
|
4
|
| διότι Γάζα διηρπασμένη ἔσται, καὶ ᾿Ασκάλων εἰς ἀφανισμόν, καὶ ῎Αζωτος μεσημβρίας ἐκριφήσεται, καὶ ᾿Ακκαρὼν ἐκριζωθήσεται. | For Gaza shall be utterly spoiled, and Ascalon shall be destroyed; and Azotus shall be cast forth at noon-day, and Accaron shall be rooted up. |
|
5
|
5
|
| οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ᾿ ὑμᾶς, Χαναὰν γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. | Woe to them that dwell on the border of the sea, neighbours of the Cretans! the word of the Lord is against you, O Chanaan, land of the Philistines, and I will destroy you out of your dwelling-place. |
|
6
|
6
|
| καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων. | And Crete shall be a pasture of flocks, and a fold of sheep. |
|
7
|
7
|
| καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου ᾿Ιούδα· ἐπ᾿ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις ᾿Ασκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν ᾿Ιούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν. — | And the sea coast shall be for the remnant of the house of Juda; they shall pasture upon them in the houses of Ascalon; they shall rest in the evening because of the children of Juda; for the Lord their God has visited them, and he will turn away their captivity. |
|
8
|
8
|
| ῎Ηκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν ᾿Αμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. | I have heard the revilings of Moab, and the insults of the children of Ammon, wherewith they have reviled my people, and magnified themselves against my coasts. |
|
9
|
9
|
| διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς ᾿Ισραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται καὶ υἱοὶ ᾿Αμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. | Therefore, as I live, saith the Lord of hosts, the God of Israel, Moab shall be as Sodoma, and the children of Ammon as Gomorrha; and Damascus shall be left as a heap of the threshing-floor, and desolate for ever: and the remnant of my people shall plunder them, and the remnant of my nation shall inherit them. |
|
10
|
10
|
| αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. | This is their punishment in return for their haughtiness, because they have reproached and magnified themselves against the Lord Almighty. |
|
11
|
11
|
| ἐπιφανήσεται Κύριος ἐπ᾿ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. — | The Lord shall appear against them, and shall utterly destroy all the gods of the nations of the earth; and they shall worship him every one from his place, even all the islands of the nations. |
|
12
|
12
|
| Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ρομφαίας μού ἐστε. | Ye Ethiopians also are the slain of my sword. |
|
13
|
13
|
| καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν ᾿Ασσύριον καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. | And he shall stretch forth his hand against the north and destroy the Assyrian, and make Nineve a dry wilderness, even as a desert. |
|
14
|
14
|
| καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καί ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. | And flocks, and all the wild beasts of the land, and chameleons shall feed in the midst thereof: and hedgehogs shall lodge in the ceilings thereof; and wild beasts shall cry in the breaches thereof, and ravens in her porches, whereas her loftiness was as a cedar. |
|
15
|
15
|
| αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ᾿ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ. | This is the scornful city that dwells securely, that says in her heart, I am, and there is no longer any to be after me: how is she become desolate, a habitation of wild beasts! every one that passes through her shall hiss, and shake his hands. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| Ω ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά· | Alas the glorious and ransomed city. |
|
2
|
2
|
| οὐκ εἰσήκουσε φωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγισεν. | The dove hearkened not to the voice; she received not correction; she trusted not in the Lord, and she drew not near to her God. |
|
3
|
3
|
| οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς ᾿Αραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ· | Her princes within her were as roaring lions, her judges as the wolves of Arabia; they remained not till the morrow. |
|
4
|
4
|
| οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσι νόμον· | Her prophets are light and scornful men: her priests profane the holy things, and sinfully transgress the law. |
|
5
|
5
|
| ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωΐ πρωΐ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν. | But the just Lord is in the midst of her, and he will never do an unjust thing: morning by morning he will bring out his judgment to the light, and it is not hidden, and he knows not injustice by extortion, nor injustice in strife. |
|
6
|
6
|
| ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. | I have brought down the proud with destruction; their corners are destroyed: I will make their ways completely waste, so that none shall go through: their cities are come to an end, by reason of no man living or dwelling in them. |
|
7
|
7
|
| εἶπα· πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ᾿ αὐτήν· ἑτοιμάζου, ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. — | I said, But do ye fear me, and receive instruction, and ye shall not be cut off from the face of the land for all the vengeance I have brought upon her: prepare thou, rise early: all their produce is spoilt. |
|
8
|
8
|
| Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. | Therefore wait upon me, saith the Lord, until the day when I rise up for a witness: because my judgment shall be on the gatherings of the nations, to draw to me kings, to pour out upon them all my fierce anger: for the whole earth shall be consumed with the fire of my jealousy. |
|
9
|
9
|
| ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. | For then will I turn to the peoples a tongue for her generation, that all may call on the name of the Lord, to serve him under one yoke. |
|
10
|
10
|
| ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσι θυσίας μοι. | From the boundaries of the rivers of Ethiopia will I receive my dispersed ones; they shall offer sacrifices to me. |
|
11
|
11
|
| ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. | In that day thou shalt not be ashamed of all thy practices, wherein thou hast transgressed against me: for then will I take away from thee thy disdainful pride, and thou shalt no more magnify thyself upon my holy mountain. |
|
12
|
12
|
| καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳΰν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου | And I will leave in thee a meek and lowly people; |
|
13
|
13
|
| οἱ κατάλοιποι τοῦ ᾿Ισραὴλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. — | and the remnant of Israel shall fear the name of the Lord, and shall do no iniquity, neither shall they speak vanity; neither shall a deceitful tongue be found in their mouth: for they shall feed, and lie down, and there shall be none to terrify them. |
|
14
|
14
|
| Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ ῾Ιερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ ῾Ιερουσαλήμ. | Rejoice, O daughter of Sion; cry aloud, O daughter of Jerusalem; rejoice and delight thyself with all thine heart, O daughter of Jerusalem. |
|
15
|
15
|
| περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς ᾿Ισραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. | The Lord has taken away thine iniquities, he has ransomed thee from the hand of thine enemies: the Lord, the King of Israel, is in the midst of thee: thou shalt not see evil any more. |
|
16
|
16
|
| ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ ῾Ιερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου· | At that time the Lord shall say to Jerusalem, Be of good courage, Sion; let not thine hands be slack. |
|
17
|
17
|
| Κύριος ὁ Θεός σου ἐν σοί, δύνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. | The Lord thy God is in thee; the Mighty One shall save thee: he shall bring joy upon thee, and shall refresh thee with his love; and he shall rejoice over thee with delight as in a day of feasting. |
|
18
|
18
|
| καὶ συνάξω τοὺς συντετριμμένους σου. οὐαί, τίς ἔλαβεν ἐπ᾿ αὐτὴν ὀνειδισμόν; | And I will gather thine afflicted ones. Alas! who has taken up a reproach against her? |
|
19
|
19
|
| ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. | Behold, I will work in thee for thy sake at that time, saith the Lord: and I will save her that was oppressed, and receive her that was rejected; and I will make them a praise, and honoured in all the earth. |
|
20
|
20
|
| καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τήν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος. | And their enemies shall be ashamed at that time, when I shall deal well with you, and at the time when I shall receive you: for I will make you honoured and a praise among all the nations of the earth, when I turn back your captivity before you, saith the Lord. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.