Завантаження...
Old Testament

• Gen. • Exod. • Lev. • Num. • Deut.

• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.

• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.

• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.

• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.

New Testament

• Matt. • Mark • Luke • John

• Acts

• Jas. • 1 Pet. • 2 Pet. • 1 John • 2 John • 3 John • Jude

• Rom. • 1 Cor. • 2 Cor. • Gal. • Eph. • Phil. • Col. • 1 Thess. • 2 Thess. • 1 Tim. • 2 Tim. • Titus • Philem. • Heb.

• Rev.

Порівняти:

Chapter 2
Κεφάλαιο 2
1
1
And the days of David drew near that he should die: and he addressed his son Solomon, saying, I go the way of all the earth: ΚΑΙ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων·
2
2
but be thou strong, and shew thyself a man; ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα.
3
3
and keep the charge of the Lord thy God, to walk in his ways, to keep the commandments and the ordinances and the judgments which are written in the law of Moses; that thou mayest understand what thou shalt do in all things that I command thee: καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῶ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι,
4
4
that the Lord may confirm his word which he spoke, saying, If thy children shall take heed to their way to walk before me in truth with all their heart, I promise thee, saying, there shall not fail thee a man on the throne of Israel. ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησε λέγων· ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν λέγων· οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου ᾿Ισραήλ.
5
5
Moreover thou knowest all that Joab the son of Saruia did to me, what he did to the two captains of the forces of Israel, to Abenner the son of Ner, and to Amessai the son of Jether, that he slew them, and shed the blood of war in peace, and put innocent blood on his girdle that was about his loins, and on his sandal that was on his foot. καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι ᾿Ιωὰβ υἱὸς Σαρουΐας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων ᾿Ισραήλ, τῷ ᾿Αβεννὴρ υἱῷ Νὴρ καὶ τῷ ᾿Αμεσσαΐ υἱῷ ᾿Ιεθέρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῶ ποδὶ αὐτοῦ·
6
6
Therefore thou shalt deal with him according to thy wisdom, and thou shalt not bring down his grey hairs in peace to the grave. καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου·
7
7
But thou shalt deal kindly with the sons of Berzelli the Galaadite, and they shall be among those that eat at thy table; for thus they drew nigh to me when I fled from the face of thy brother Abessalom. καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου ᾿Αβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.
8
8
And, behold, there is with thee Semei the son of Gera, a Benjamite of Baurim: and he cursed me with a grievous curse in the day when I went into the camp; and he came down to Jordan to meet me, and I swore to him by the Lord, saying, I will not put thee to death with the sword. καὶ ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ ᾿Ιεμενὶ ἐκ Βαουρίμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν ᾿Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων· εἰ θανατώσω σε ἐν ρομφαίᾳ·
9
9
But thou shalt by no means hold him guiltless, for thou art a wise man, and wilt know what thou shalt do to him, and shalt bring down his grey hairs with blood to the grave. καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
10
10
And David slept with his fathers, and was buried in the city of David. καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ.
11
11
And the days which David reigned over Israel were forty years; he reigned seven years in Chebron, and thirty-three years in Jerusalem. καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν ᾿Ισραὴλ τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτὰ ἔτη καὶ ἐν ῾Ιερουσαλὴμ τριακοντατρία ἔτη.
12
12
And Solomon sat on the throne of his father David, and his kingdom was established greatly. Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
13
13
And Adonias the son of Aggith came in to Bersabee the mother of Solomon, and did obeisance to her: and she said, Dost thou enter peaceably? and he said, Peaceably: καὶ εἰσῆλθεν ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν· εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν· εἰρήνη·
14
14
I have business with thee. And she said to him, Say on. λόγος μοι πρός σε· καὶ εἶπεν αὐτῷ· λάλησον.
15
15
And he said to her, Thou knowest that the kingdom was mine, and all Israel turned their face toward me for a king; but the kingdom was turned from me and became my brother's: for it was appointed to him from the Lord. καὶ εἶπεν αὐτῇ· σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ᾿ ἐμὲ ἔθετο πᾶς ᾿Ισραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ·
16
16
And now I make one request of thee, do not turn away thy face. And Bersabee said to him, Speak on. καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεέ· λάλει.
17
17
And he said to her, Speak, I pray thee, to king Solomon, for he will not turn away his face from thee, and let him give me Abisag the Somanite for a wife. καὶ εἶπεν αὐτῇ· εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν εἰς γυναῖκα.
18
18
And Bersabee said, Well; I will speak for thee to the king. καὶ εἶπε Βηρσαβεέ· καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
19
19
And Bersabee went in to king Solomon to speak to him concerning Adonias; and the king rose up to meet her, and kissed her, and sat on the throne, and a throne was set for the mother of the king, and she sat on his right hand. καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ ᾿Αδωνίου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου, καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
20
20
And she said to him, I ask of thee one little request; turn not away my face from thee. And the king said to her, Ask, my mother, and I will not reject thee. καὶ εἶπεν αὐτῷ· αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· αἴτησαι, μῆτερ ἐμή, καὶ οὐκ ἀποστρέψω σε.
21
21
And she said, Let, I pray thee, Abisag the Somanite be given to Adonias thy brother to wife. καὶ εἶπε· δοθήτω δὴ ᾿Αβισὰγ ἡ Σωμανῖτις τῷ ᾿Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
22
22
And king Solomon answered and said to his mother, And why hast thou asked Abisag for Adonias? ask for him the kingdom also; for he is my elder brother, and he has for his companion Abiathar the priest, and Joab the son of Saruia the commander-in-chief. καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· καὶ ἱνατί σὺ ᾔτησαι τὴν ᾿Αβισὰγ τῷ ᾿Αδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ ᾿Αβιάθαρ ὁ ἱερεὺς καὶ αὐτῷ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἀρχιστράτηγος ἑταῖρος.
23
23
And king Solomon swore by the Lord, saying, God do so to me, and more also, if it be not that Adonias has spoken this word against his own life. καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν ᾿Αδωνίας τὸν λόγον τοῦτον·
24
24
And now as the Lord lives who has established me, and set me on the throne of my father David, and he has made me a house, as the Lord spoke, this day shall Adonias be put to death. καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασέ με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον, καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται ᾿Αδωνίας.
25
25
So king Solomon sent by the hand of Banæas the son of Jodae, and he slew him, and Adonias died in that day. καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ ᾿Ιωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν ᾿Αδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
26
26
And the king said to Abiathar the priest, Depart thou quickly to Anathoth to thy farm, for thou art worthy of death this day; but I will not slay thee, because thou hast borne the ark of the covenant of the Lord before my father, and because thou wast afflicted in all things wherein my father was afflicted. Καὶ τῷ ᾿Αβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς· ἀπότρεχε σὺ εἰς ᾿Αναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου.
27
27
And Solomon removed Abiathar from being a priest of the Lord, that the word of the Lord might be fulfilled, which he spoke concerning the house of Heli in Selom. καὶ ἐξέβαλε Σαλωμὼν τὸν ᾿Αβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον ῾Ηλὶ ἐν Σηλώμ.
28
28
And the report came to Joab son of Saruia; for Joab had turned after Adonias, and he went not after Solomon: and Joab fled to the tabernacle of the Lord, and caught hold of the horns of the altar. καὶ ἡ ἀκοὴ ἦλθεν ἕως ᾿Ιωὰβ υἱοῦ Σαρουΐας (ὅτι ᾿Ιωὰβ ἦν κεκλικὼς ὀπίσω ᾿Αδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε), καὶ ἔφυγεν ᾿Ιωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου.
29
29
And it was told Solomon, saying, Joab has fled to the tabernacle of the Lord, and lo! he has hold of the horns of the altar. And king Solomon sent to Joab, saying, What ails thee, that thou hast fled to the altar? and Joab said, Because I was afraid of thee, and fled for refuge to the Lord. And Solomon sent Banæas son of Jodae, saying, Go and slay him, and bury him. καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι πέφυγεν ᾿Ιωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς ᾿Ιωὰβ λέγων· τί γέγονέ σοι, ὅτι πέφυγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν ᾿Ιωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν ᾿Ιωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν.
30
30
And Banæas son of Jodae came to Joab to the tabernacle of the Lord, and said to him, Thus says the king, Come forth. And Joab said, I will not come forth, for I will die here. And Banæas son of Jodae returned and spoke to the king, saying, Thus has Joab spoken, and thus has he answered me. καὶ ἦλθε Βαναίας υἱὸς ᾿Ιωδαὲ πρὸς ᾿Ιωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ εἶπεν αὐτῷ· τάδε λέγει ὁ βασιλεύς· ἔξελθε. καὶ εἶπεν ᾿Ιωάβ· οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. καὶ ἐπέστρεψε Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ εἶπε τῷ βασιλεῖ λέγων· τάδε λελάληκεν ᾿Ιωὰβ καὶ τάδε ἀποκέκριταί μοι.
31
31
And the king said to him, Go, and do to him as he has spoken, and kill him: and thou shalt bury him, and thou shalt remove this day the blood which he shed without cause, from me and from the house of my father. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου·
32
32
And the Lord has returned upon his own head the blood of his unrighteousness, inasmuch as he attacked two men more righteous and better than himself, and slew them with the sword, and my father David knew not of their blood, even Abenner the son of Ner the commander-in-chief of Israel, and Amessa the son of Jether the commander-in-chief of Juda. καὶ ἐπέστεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ρομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν ᾿Αβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον ᾿Ισραὴλ καὶ τὸν ᾿Αμεσσὰ υἱὸν ᾿Ιεθὲρ ἀρχιστράτηγον ᾿Ιούδα·
33
33
And their blood is returned upon his head, and upon the head of his seed for ever: but to David, and his seed, and his house, and his throne, may there be peace for ever from the Lord. καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.
34
34
So Banæas son of Jodae went up, and attacked him, and slew him, and buried him in his house in the wilderness. καὶ ἀνέβη Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ἀπήντησε αὐτῷ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
35
35
And the king appointed Banæas son of Jodae in his place over the host; and the kingdom was established in Jerusalem; and as for Sadoc the priest, the king appointed him to be high priest in the room of Abiathar. And Solomon son of David reigned over Israel and Juda in Jerusalem: καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν ᾿Ιωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν ῾Ιερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ ᾿Αβιάθαρ. 35α Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 35β καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 35γ καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. 35δ καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει. 35ε καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. 35ζ καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν. 35η καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. 35θ καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. 35ι καὶ ᾠκοδόμησε τὴν ᾿Ασσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ· 35κ πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. 35λ καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ ᾿Ιεμενὶ ἐκ Χεβρών· 35μ οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, 35ν καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν ᾿Ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ· 35ξ καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
35a
and the Lord gave understanding to Solomon, and very much wisdom, and largeness of heart, as the sand by the sea-shore.
35b
And the wisdom of Solomon abounded exceedingly beyond the wisdom of all the ancients, and beyond all the wise men of Egypt;
35c
and he took the daughter of Pharao, and brought her into the city of David, until he had finished building his own house, and the house of the Lord first, and the wall of Jerusalem round about. In seven years he made and finished them.
35d
And Solomon had seventy thousand bearers of burdens, and eighty thousand hewers of stone in the mountain:
35e
and Solomon made the sea, and the bases, and the great lavers, and the pillars, and the fountain of the court, and the brazen sea— and he built the citadel as a defence above it, he made a breach in the wall of the city of David;
35f
thus the daughter of Pharao went up out of the city of David to her house which he built for her. Then he built the citadel;
35g
and Solomon offered up three whole-burnt-offerings in the year, and peace-offerings on the altar which he built to the Lord, and he burnt incense before the Lord, and finished the house.
35h
And these are the chief persons who presided over the works of Solomon; three thousand and six hundred masters of the people that wrought the works.
35i
And he built Assur, and Magdo, and Gazer, and upper Bæthoron, and Ballath:
35k
only after he had built the house of the Lord, and the wall of Jerusalem round about, afterwards he built these cities.
35l
And when David was yet living, he charged Solomon, saying, Behold, there is with thee Semei the son of Gera, of the seed of Benjamin out of Chebron:
35m
he cursed me with a grievous curse in the day when I went into the camp;
35n
and he came down to meet me at Jordan, and I swore to him by the Lord, saying, He shall not be slain with the sword.
35o
But now do not thou hold him guiltless, for thou art a man of understanding, and thou wilt know what thou shalt do to him, and thou shalt bring down his grey hairs with blood to the grave.
36
36
And the king called Semei, and said to him, Build thee a house in Jerusalem, and dwell there, and thou shalt not go out thence any whither. Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεΐ καὶ εἶπεν αὐτῷ· οἰκοδόμησον σεαυτῷ οἶκον ἐν ῾Ιερουσαλὴμ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ·
37
37
And it shall come to pass in the day that thou shalt go forth and cross over the brook Kedron, know assuredly that thou shalt certainly die: thy blood shall be upon thine head. And the king caused him to swear in that day. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
38
38
And Semei said to the king, Good is the word that thou hast spoken, my lord O king: thus will thy servant do. And Semei dwelt in Jerusalem three years. καὶ εἶπε Σεμεΐ πρὸς τὸν βασιλέα· ἀγαθὸν τὸ ρῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισε Σεμεΐ ἐν ῾Ιερουσαλὴμ τρία ἔτη.
39
39
And it came to pass after the three years, that two servants of Semei ran away to Anchus son of Maacha king of Geth: and it was told Semei, saying, Behold, thy servants are in Geth. καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεΐ πρὸς ᾿Αγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ, καὶ ἀπηγγέλη τῷ Σεμεΐ λέγοντες· ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.
40
40
And Semei rose up, and saddled his ass, and went to Geth to Anchus to seek out his servants: and Semei went, and brought his servants out of Geth. καὶ ἀνέστη Σεμεΐ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς ᾿Αγχοὺς τοῦ ἐκζητῆσαι τοὺ δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεΐ καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
41
41
And it was told Solomon, saying, Semei is gone out of Jerusalem to Geth, and has brought back his servants. καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι ἐπορεύθη Σεμεΐ ἐξ ῾Ιερουσαλὴμ εἰς Γέθ, καὶ ἀπέστρεψε τοὺς δούλους αὐτοῦ,
42
42
And the king sent and called Semei, and said to him, Did I not adjure thee by the Lord, and testify to thee, saying, In whatsoever day thou shalt go out of Jerusalem, and go to the right or left, know certainly that thou shalt assuredly die? καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεΐ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων· ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ ῾Ιερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;
43
43
And why hast thou not kept the oath of the Lord, and the commandment which I commanded thee? καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ;
44
44
And the king said to Semei, Thou knowest all thy mischief which thy heart knows, which thou didst to David my father: and the Lord has recompensed thy mischief on thine own head. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου·
45
45
And king Solomon is blessed, and the throne of David shall be established before the Lord for ever. καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.
46
46
And Solomon commanded Banæas the son of Jodae, and he went forth and slew him. καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ ᾿Ιωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε. 46α Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες. 46β καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 46γ καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, 46δ καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω. 46ε καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· 46ζ ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ· 46η καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει ᾿Ιούδα καὶ ᾿Ισραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών. 46θ καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· ᾿Αζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ ᾿Ορνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ ᾿Εδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς ᾿Αχιθαλὰμ ἀναμιμνήσκων καὶ ᾿Αβὶ υἱὸς ᾿Ιωὰβ ἀρχιστράτηγος καὶ ᾿Αχιρὲ υἱὸς ᾿Εδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος. 46ι καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων. 46κ καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 46λ καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα ἐν ῾Ιερουσαλήμ.
46a
And king Solomon was very prudent and wise: and Juda and Israel were very many, as the sand which is by the sea for multitude, eating, and drinking, and rejoicing:
46b
and Solomon was chief in all the kingdoms, and they brought gifts, and served Solomon all the days of his life.
46c
And Solomon began to open the domains of Libanus,
46d
and he built Thermæ in the wilderness.
46e
And this was the daily provision of Solomon, thirty measures of fine flour, and sixty measures of ground meal, ten choice calves, and twenty oxen from the pastures, and a hundred sheep, besides stags, and does, and choice fed birds.
46f
For he ruled in all the country on this side the river, from Raphi unto Gaza, over all the kings on this side the river:
46g
and he was at peace on all sides round about; and Juda and Israel dwelt safely, every one under his vine and under his fig tree, eating and drinking, and feasting, from Dan even to Bersabee, all the days of Solomon.
46h
And these were the princes of Solomon; Azariu son of Sadoc the priest, and Orniu son of Nathan chief of the officers, and he went to his house; and Suba the scribe, and Basa son of Achithalam recorder, and Abi son of Joab commander-in-chief, and Achire son of Edrai was over the levies, and Banæas son of Jodae over the household and over the brickwork, and Cachur the son of Nathan was counsellor.
46i
And Solomon had forty thousand brood mares for his chariots, and twelve thousand horses.
46k
And he reigned over all the kings from the river and to the land of the Philistines, and to the borders of Egypt:
46l
so Solomon the son of David reigned over Israel and Juda in Jerusalem.

Old Testament

• Gen. • Exod. • Lev. • Num. • Deut.

• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.

• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.

• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.

• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.

New Testament

• Matt. • Mark • Luke • John

• Acts

• Jas. • 1 Pet. • 2 Pet. • 1 John • 2 John • 3 John • Jude

• Rom. • 1 Cor. • 2 Cor. • Gal. • Eph. • Phil. • Col. • 1 Thess. • 2 Thess. • 1 Tim. • 2 Tim. • Titus • Philem. • Heb.

• Rev.