|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| And the child Samuel ministered to the Lord before Heli the priest: and the word of the Lord was precious in those days, there was no distinct vision. | ΚΑΙ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον ῾Ηλὶ τοῦ ἱερέως· καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. |
|
2
|
2
|
| And it came to pass at that time that Heli was sleeping in his place; and his eyes began to fail, and could not see. | καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ῾Ηλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν. |
|
3
|
3
|
| And the lamp of God was burning before it was trimmed, and Samuel slept in the temple, where was the ark of God. | καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ. |
|
4
|
4
|
| And the Lord called, Samuel, Samuel; and he said, Behold, here am I. | καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν· ἰδοὺ ἐγώ. |
|
5
|
5
|
| And he ran to Heli, and said, Here am I, for thou didst call me: and he said, I did not call thee; return, go to sleep; and he returned and went to sleep. | καὶ ἔδραμε πρὸς ῾Ηλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε. |
|
6
|
6
|
| And the Lord called again, Samuel, Samuel: and he went to Heli the second time, and said, Behold here am I, for thou didst call me: and he said, I called thee not; return, go to sleep. | καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε· Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς ῾Ηλὶ τὸ δεύτερον καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· |
|
7
|
7
|
| And it was before Samuel knew the Lord, and before the word of the Lord was revealed to him. | καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου. |
|
8
|
8
|
| And the Lord called Samuel again for the third time: and he arose and went to Heli, and said, Behold, I am here, for thou didst call me: and Heli perceived that the Lord had called the child. | καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς ῾Ηλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο ῾Ηλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον, |
|
9
|
9
|
| And he said, Return, child, go to sleep; and it shall come to pass if he shall call thee, that thou shalt say, Speak, for thy servant hears: and Samuel went and lay down in his place. | καὶ εἶπεν· ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθῃ Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. |
|
10
|
10
|
| And the Lord came, and stood, and called him as before: and Samuel said, Speak, for thy servant hears. | καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπε Σαμουήλ· λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. |
|
11
|
11
|
| And the Lord said to Samuel, Behold, I execute my words in Israel; whoever hears them, both his ears shall tingle. | καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν ᾿Ισραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. |
|
12
|
12
|
| In that day I will raise up against Heli all things that I have said against his house; I will begin, and I will make an end. | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ ῾Ηλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. |
|
13
|
13
|
| And I have told him that I will be avenged on his house perpetually for the iniquities of his sons, because his sons spoke evil against God, and he did not admonish them. | καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς |
|
14
|
14
|
| And it shall not go on so; I have sworn to the house of Eli, the iniquity of the house of Eli shall not be atoned for with incense or sacrifices for ever. | καὶ οὐδ᾿ οὕτως. ὤμοσα τῷ οἴκῳ ῾Ηλί· εἰ ἐξιλασθήσεται ἀδικία οἴκου ῾Ηλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. |
|
15
|
15
|
| And Samuel slept till morning, and rose early in the morning, and opened the doors of the house of the Lord; and Samuel feared to tell Heli the vision. | καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ καὶ ὤρθρισε τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ ῾Ηλί. |
|
16
|
16
|
| And Heli said to Samuel, Samuel, my son; and he said, Behold, here am I. | καὶ εἶπεν ῾Ηλὶ πρὸς Σαμουήλ· Σαμουὴλ τέκνον· καὶ εἶπεν· ἰδοὺ ἐγώ. |
|
17
|
17
|
| And he said, What was the word that was spoken to thee? I pray thee hide it not from me: may God do these things to thee, and more also, if thou hide from me any thing of all the words that were spoken to thee in thine ears. | καὶ εἶπε· τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου. |
|
18
|
18
|
| And Samuel reported all the words, and hid them not from him. And Heli said, He is the Lord, he shall do that which is good in his sight. | καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ηλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. |
|
19
|
19
|
| And Samuel grew, and the Lord was with him, and there did not fall one of his words to the ground. | καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. |
|
20
|
20
|
| And all Israel knew from Dan even to Bersabee, that Samuel was faithful as a prophet to the Lord. | καὶ ἔγνωσαν πᾶς ᾿Ισραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ. |
|
21
|
21
|
| And the Lord manifested himself again in Selom, for the Lord revealed himself to Samuel; and Samuel was accredited to all Israel as a prophet to the Lord from one end of the land to the other: and Heli was very old, and his sons kept advancing in wickedness, and their way was evil before the Lord. | καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα ᾿Ισραὴλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ ῾Ηλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.