|
Colossians
|
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| Paul, an apostle of Jesus Christ through the will of God, and Timothy our brother, | Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, |
|
2
|
2
|
| to the saints and faithful brethren in Christ that are at Colossae: Grace to you and peace from God our Father and the Lord Jesus Christ. | τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. |
|
3
|
3
|
| We give thanks to the God and Father of our Lord Jesus Christ, praying always for you, | Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι, |
|
4
|
4
|
| having heard of your faith in Christ Jesus, and of your love toward all the saints, | ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, |
|
5
|
5
|
| because of the hope which is laid up for you in the heavens, whereof ye heard before in the word of the truth of the gospel, | διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου, |
|
6
|
6
|
| which is come unto you; even as it is also in all the world, and is bearing fruit, as it doth in you also, since the day ye heard and knew the grace of God in truth; | τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστιν καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· |
|
7
|
7
|
| even as ye also learned of Epaphras our beloved fellow servant, who is a faithful minister of Christ on your behalf, | καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ χριστοῦ, |
|
8
|
8
|
| who also declared unto us your love in the Spirit. | ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. |
|
9
|
9
|
| For this cause we also, since the day we heard it, do not cease to pray and make request for you, that ye may be filled with the knowledge of his will in all spiritual wisdom and understanding, | Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, |
|
10
|
10
|
| that ye may walk worthily of the Lord unto all pleasing, bearing fruit in every good work, and increasing in the knowledge of God; | περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ θεοῦ· |
|
11
|
11
|
| strengthened with all power, according to the might of his glory, unto all patience and long-suffering with joy; | ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς· |
|
12
|
12
|
| giving thanks unto the Father, who made us meet to be partakers of the inheritance of the saints in light; | εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, |
|
13
|
13
|
| who delivered us out of the power of darkness, and translated us into the kingdom of the Son of his love; | ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, |
|
14
|
14
|
| in whom we have our redemption, the forgiveness of our sins: | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· |
|
15
|
15
|
| who is the image of the invisible God, the firstborn of all creation; | ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· |
|
16
|
16
|
| for by him were all things created, things in the heavens and things upon the earth, things visible and things invisible, whether thrones or dominions or principalities or powers; all things have been created through him, and unto him; | ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· |
|
17
|
17
|
| and he is before all things, and in him all things consist. | καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. |
|
18
|
18
|
| And he is the head of the body, the church: who is the beginning, the firstborn from the dead; that in all things he might have the preeminence. | Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· |
|
19
|
19
|
| For it was the good pleasure of the Father that in him should all the fullness dwell; | ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, |
|
20
|
20
|
| and through him to reconcile all things unto himself, having made peace through the blood of his cross; through him, I say, whether things upon the earth, or things in the heavens. | καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐπὶ τοῖς οὐρανοῖς. |
|
21
|
21
|
| And you, being in time past alienated and enemies in your mind in your evil works, | Καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν |
|
22
|
22
|
| yet now hath he reconciled in the body of his flesh through death, to present you holy and without blemish and unreprovable before him: | ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ· |
|
23
|
23
|
| if so be that ye continue in the faith, grounded and steadfast, and not moved away from the hope of the gospel which ye heard, which was preached in all the creation under heaven; whereof I Paul was made a minister. | εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. |
|
24
|
24
|
| Now I rejoice in my sufferings for your sake, and fill up on my part that which is lacking of the afflictions of Christ in my flesh for his body’s sake, which is the church; | Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία· |
|
25
|
25
|
| whereof I was made a minister, according to the dispensation of God which was given me to you-ward, to fulfill the word of God, | ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, |
|
26
|
26
|
| even the mystery which hath been hidden for ages and generations: but now hath been manifested to his saints, | τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, |
|
27
|
27
|
| to whom God was pleased to make known what is the riches of the glory of this mystery among the Gentiles, which is Christ in you, the hope of glory: | οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· |
|
28
|
28
|
| whom we proclaim, admonishing every man and teaching every man in all wisdom, that we may present every man perfect in Christ Jesus; | ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν χριστῷ Ἰησοῦ· |
|
29
|
29
|
| whereunto I labor also, striving according to his working, which worketh in me mightily. | εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| For I would have you know what great conflict I have for you, and for them at Laodicea, and for as many as have not seen my face in the flesh; | Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασιν τὸ πρόσωπόν μου ἐν σαρκί, |
|
2
|
2
|
| that their hearts may be comforted, being knit together in love, and unto all riches of the full assurance of understanding, that they may know the mystery of God, even the Father, and of Christ, | ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ, |
|
3
|
3
|
| in whom are all the treasures of wisdom and knowledge hidden. | ἐν ᾧ εἰσὶν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. |
|
4
|
4
|
| And this I say, lest any man should delude you with persuasiveness of speech. | Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. |
|
5
|
5
|
| For though I am absent in the flesh, yet am I with you in the spirit, joying and beholding your order, and the steadfastness of your faith in Christ. | Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως ὑμῶν. |
|
6
|
6
|
| As therefore ye received Christ Jesus the Lord, so walk in him, | Ὡς οὖν παρελάβετε τὸν χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, |
|
7
|
7
|
| rooted and built up in him, and established in your faith, even as ye were taught, abounding therein with thanksgiving. | ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. |
|
8
|
8
|
| Take heed lest there shall be anyone that maketh spoil of you through his philosophy and vain deceit, after the tradition of men, after the rudiments of the world, and not after Christ: | Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ χριστόν· |
|
9
|
9
|
| for in him dwelleth all the fullness of the Godhead bodily, | ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, |
|
10
|
10
|
| and in him ye are made full, who is the head of all principality and power: | καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· |
|
11
|
11
|
| in whom ye were also circumcised with a circumcision not made with hands, in the putting off of the body of the sins of the flesh, in the circumcision of Christ; | ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ, |
|
12
|
12
|
| having been buried with him in baptism, wherein ye were also raised with him through faith in the working of God, who raised him from the dead. | συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν. |
|
13
|
13
|
| And you, being dead in your trespasses and the uncircumcision of your flesh, you, I say, did he make alive together with him, having forgiven us all our trespasses; | Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζῳοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, |
|
14
|
14
|
| having blotted out the bond written in ordinances that was against us, which was contrary to us: and he hath taken it out of the way, nailing it to the cross; | ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· |
|
15
|
15
|
| having despoiled the principalities and the powers, he made a show of them openly, triumphing over them in it. | ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. |
|
16
|
16
|
| Let no man therefore judge you in meat, or in drink, or in respect of a feast day or a new moon or a sabbath day: | Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων· |
|
17
|
17
|
| which are a shadow of the things to come; but the body is Christ’s. | ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα χριστοῦ. |
|
18
|
18
|
| Let no man rob you of your prize by a voluntary humility and worshiping of the angels, dwelling in things which he hath not seen, vainly puffed up by his fleshly mind, | Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, |
|
19
|
19
|
| and not holding fast the Head, from whom all the body, being supplied and knit together through the joints and bands, increaseth with the increase of God. | καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. |
|
20
|
20
|
| Wherefore if ye died with Christ from the rudiments of the world, why, as though living in the world, do ye subject yourselves to ordinances, | Εἰ ἀπεθάνετε σὺν χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, |
|
21
|
21
|
| Handle not, nor taste, nor touch | Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς- |
|
22
|
22
|
| (all which things are to perish with the using), after the precepts and doctrines of men? | ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει- κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; |
|
23
|
23
|
| Which things have indeed a show of wisdom in will-worship, and humility, and severity to the body; but are not of any value against the indulgence of the flesh. | Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| If then ye were raised together with Christ, seek the things that are above, where Christ is, seated on the right hand of God. | Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. |
|
2
|
2
|
| Set your mind on the things that are above, not on the things that are upon the earth. | Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. |
|
3
|
3
|
| For ye died, and your life is hidden with Christ in God. | Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. |
|
4
|
4
|
| When Christ, who is our life, shall be manifested, then shall ye also with him be manifested in glory. | Ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. |
|
5
|
5
|
| Put to death therefore your members which are upon the earth: fornication, uncleanness, passion, evil desire, and covetousness, which is idolatry; | Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, |
|
6
|
6
|
| for which things’ sake cometh the wrath of God upon the sons of disobedience: | δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· |
|
7
|
7
|
| wherein ye also once walked, when ye lived in them; | ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. |
|
8
|
8
|
| but now do ye also put them all away: anger, wrath, malice, railing, shameful speaking out of your mouth: | Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· |
|
9
|
9
|
| lie not one to another; seeing that ye have put off the old man with his doings, | μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, |
|
10
|
10
|
| and have put on the new man, that is being renewed unto knowledge after the image of him that created him: | καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· |
|
11
|
11
|
| where there cannot be Greek and Jew, circumcision and uncircumcision, barbarian, Scythian, bondman, freeman; but Christ is all, and in all. | ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν χριστός. |
|
12
|
12
|
| Put on therefore, as God’s elect, holy and beloved, a heart of mercy, kindness, lowliness, meekness, long-suffering; | Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· |
|
13
|
13
|
| forbearing one another, and forgiving each other, if any man have a complaint against any; even as Christ forgave you, so also do ye: | ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· |
|
14
|
14
|
| and above all these things put on love, which is the bond of perfectness. | ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος τῆς τελειότητος. |
|
15
|
15
|
| And let the peace of God rule in your hearts, to which also ye were called in one body; and be ye thankful. | Καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. |
|
16
|
16
|
| Let the word of Christ dwell in you richly; in all wisdom teaching and admonishing one another with psalms and hymns and spiritual songs, singing with grace in your heart unto the Lord. | Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ. |
|
17
|
17
|
| And whatsoever ye do, in word or in deed, do all in the name of the Lord Jesus, giving thanks to God, even the Father, through him. | Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι’ αὐτοῦ. |
|
18
|
18
|
| Wives, be in subjection to your own husbands, as is fitting in the Lord. | Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. |
|
19
|
19
|
| Husbands, love your wives, and be not bitter against them. | Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. |
|
20
|
20
|
| Children, obey your parents in all things, for this is well-pleasing in the Lord. | Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν κυρίῳ. |
|
21
|
21
|
| Fathers, provoke not your children, that they be not discouraged. | Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. |
|
22
|
22
|
| Servants, obey in all things them that are your masters according to the flesh; not with eye-service, as men-pleasers, but in singleness of heart, fearing God: | Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν θεόν· |
|
23
|
23
|
| and whatsoever ye do, work heartily, as unto the Lord, and not unto men; | καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· |
|
24
|
24
|
| knowing that from the Lord ye shall receive the recompense of the inheritance: for ye serve the Lord Christ. | εἰδότες ὅτι ἀπὸ κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ κυρίῳ χριστῷ δουλεύετε. |
|
25
|
25
|
| But he that doeth wrong shall receive again for the wrong that he hath done: and there is no respect of persons. | Ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| Masters, render unto your servants that which is just and equal; knowing that ye also have a Master in heaven. | Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανοῖς. |
|
2
|
2
|
| Continue steadfastly in prayer, watching therein with thanksgiving; | Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ· |
|
3
|
3
|
| withal praying for us also, that God may open unto us a door for the word, to speak the mystery of Christ, for which I am also in bonds; | προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ χριστοῦ, δι’ ὃ καὶ δέδεμαι· |
|
4
|
4
|
| that I may make it manifest, as I ought to speak. | ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι. |
|
5
|
5
|
| Walk in wisdom toward them that are without, redeeming the time. | Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. |
|
6
|
6
|
| Let your speech be always with grace, seasoned with salt, that ye may know how ye ought to answer each one. | Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. |
|
7
|
7
|
| All my affairs shall Tychicus make known unto you, the beloved brother and faithful minister and fellow servant in the Lord: | Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ· |
|
8
|
8
|
| whom I have sent unto you for this very purpose, that he may know your state, and that he may comfort your hearts; | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· |
|
9
|
9
|
| together with Onesimus, the faithful and beloved brother, who is one of you. They shall make known unto you all things that are done here. | σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσιν τὰ ὧδε. |
|
10
|
10
|
| Aristarchus my fellow prisoner saluteth you, and Mark, the cousin of Barnabas (touching whom ye received commandments; if he come unto you, receive him), | Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς- ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν· |
|
11
|
11
|
| and Jesus that is called Justus, who are of the circumcision: these only are my fellow workers unto the kingdom of God, men that have been a comfort unto me. | καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. |
|
12
|
12
|
| Epaphras, who is one of you, a servant of Christ, saluteth you, always striving for you in his prayers, that ye may stand perfect and complete in all the will of God. | Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. |
|
13
|
13
|
| For I bear him witness, that he hath much zeal for you, and for them in Laodicea, and for them in Hierapolis. | Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. |
|
14
|
14
|
| Luke, the beloved physician, and Demas salute you. | Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς. |
|
15
|
15
|
| Salute the brethren that are in Laodicea, and Nymphas, and the church that is in his house. | Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς, καὶ Νυμφᾶν, καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν. |
|
16
|
16
|
| And when this epistle hath been read among you, cause that it be read also in the church of the Laodiceans; and that ye also read the epistle from Laodicea. | Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικαίων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. |
|
17
|
17
|
| And say to Archippus, Take heed to the ministry which thou hast received in the Lord, that thou fulfill it. | Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς. |
|
18
|
18
|
| The salutation of me Paul with mine own hand. Remember my bonds. Grace be with you. Amen. | Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.