|
Ephesians
|
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| Paul, an apostle of Jesus Christ through the will of God, to the saints that are at Ephesus, and the faithful in Christ Jesus: | Παῦλος, ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ Ἰησοῦ· |
|
2
|
2
|
| Grace to you and peace from God our Father and the Lord Jesus Christ. | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. |
|
3
|
3
|
| Blessed be the God and Father of our Lord Jesus Christ, who hath blessed us with every spiritual blessing in the heavenly places in Christ: | Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ· |
|
4
|
4
|
| even as he chose us in him before the foundation of the world, that we should be holy and without blemish before him in love: | καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, |
|
5
|
5
|
| having foreordained us unto adoption as sons through Jesus Christ unto himself, according to the good pleasure of his will, | προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, |
|
6
|
6
|
| to the praise of the glory of his grace, wherein he hath made us accepted in the Beloved: | εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ· |
|
7
|
7
|
| in whom we have our redemption through his blood, the forgiveness of our trespasses, according to the riches of his grace, | ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, |
|
8
|
8
|
| which he made to abound toward us in all wisdom and prudence, | ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, |
|
9
|
9
|
| making known unto us the mystery of his will, according to his good pleasure which he purposed in him | γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ |
|
10
|
10
|
| unto a dispensation of the fullness of the times, to sum up all things in Christ, the things in the heavens, and the things upon the earth; in him, I say, | εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· |
|
11
|
11
|
| in whom also we were made a heritage, having been foreordained according to the purpose of him who worketh all things after the counsel of his will; | ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, |
|
12
|
12
|
| to the end that we should be unto the praise of his glory, we who had before hoped in Christ: | εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ χριστῷ· |
|
13
|
13
|
| in whom ye also, having heard the word of the truth, the gospel of your salvation—in whom, having also believed, ye were sealed with the Holy Spirit of promise, | ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, |
|
14
|
14
|
| who is an earnest of our inheritance, unto the redemption of God’s own possession, unto the praise of his glory. | ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. |
|
15
|
15
|
| For this cause I also, having heard of the faith in the Lord Jesus which is among you, and the love which ye show toward all the saints, | Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, |
|
16
|
16
|
| cease not to give thanks for you, making mention of you in my prayers; | οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου· |
|
17
|
17
|
| that the God of our Lord Jesus Christ, the Father of glory, may give unto you a spirit of wisdom and revelation in the knowledge of him; | ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ· |
|
18
|
18
|
| having the eyes of your heart enlightened, that ye may know what is the hope of his calling, and what the riches of the glory of his inheritance in the saints, | πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, |
|
19
|
19
|
| and what the exceeding greatness of his power to us-ward who believe, according to that working of the strength of his might | καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ |
|
20
|
20
|
| which he wrought in Christ, when he raised him from the dead, and he made him to sit at his right hand in the heavenly places, | ἣν ἐνήργησεν ἐν τῷ χριστῷ, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, |
|
21
|
21
|
| far above all rule, and authority, and power, and dominion, and every name that is named, not only in this world, but also in that which is to come: | ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· |
|
22
|
22
|
| and he put all things in subjection under his feet, and gave him to be head over all things to the church, | καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, |
|
23
|
23
|
| which is his body, the fullness of him that filleth all in all. | ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| And you did he make alive, when ye were dead in trespasses and sins, | Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις, |
|
2
|
2
|
| wherein ye once walked according to the course of this world, according to the prince of the powers of the air, of the spirit that now worketh in the sons of disobedience; | ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· |
|
3
|
3
|
| among whom we also all once lived in the lusts of our flesh, doing the desires of the flesh and of the mind, and were by nature children of wrath, even as the rest— | ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· |
|
4
|
4
|
| but God, being rich in mercy, for his great love wherewith he loved us, | ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, |
|
5
|
5
|
| even when we were dead through our trespasses, made us alive together with Christ (by grace have ye been saved), | καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζῳοποίησεν τῷ χριστῷ- χάριτί ἐστε σεσῳσμένοι- |
|
6
|
6
|
| and raised us up with him, and made us to sit with him in the heavenly places, in Christ Jesus: | καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ Ἰησοῦ· |
|
7
|
7
|
| that in the ages to come he might show the exceeding riches of his grace in kindness toward us in Christ Jesus: | ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ Ἰησοῦ· |
|
8
|
8
|
| for by grace have ye been saved through faith; and that not of yourselves, it is the gift of God; | τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· |
|
9
|
9
|
| not of works, that no man should glory. | οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. |
|
10
|
10
|
| For we are his workmanship, created in Christ Jesus for good works, which God afore prepared that we should walk in them. | Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. |
|
11
|
11
|
| Wherefore remember that ye, once Gentiles in the flesh, who are called Uncircumcision by that which is called Circumcision, in the flesh, made by hands; | Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, |
|
12
|
12
|
| that ye were at that time separate from Christ, alienated from the commonwealth of Israel, and strangers from the covenants of the promise, having no hope and without God in the world. | ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. |
|
13
|
13
|
| But now in Christ Jesus ye that once were far off are made nigh in the blood of Christ. | Νυνὶ δὲ ἐν χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ. |
|
14
|
14
|
| For he is our peace, who made both one, and brake down the middle wall of partition, | Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, |
|
15
|
15
|
| having abolished in his flesh the enmity, even the law of commandments contained in ordinances; that he might create in himself of the two one new man, so making peace; | τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, |
|
16
|
16
|
| and might reconcile them both in one body unto God through the cross, having slain the enmity thereby: | καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· |
|
17
|
17
|
| and he came and preached peace to you that were far off, and to them that were nigh: | καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· |
|
18
|
18
|
| for through him we both have our access in one Spirit unto the Father. | ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. |
|
19
|
19
|
| So then ye are no more strangers and sojourners, but fellow citizens with the saints, and of the household of God, | Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, |
|
20
|
20
|
| being built upon the foundation of the apostles and prophets, Jesus Christ himself being the chief cornerstone; | ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ χριστοῦ, |
|
21
|
21
|
| in whom each several building, fitly framed together, groweth into a holy temple in the Lord; | ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, |
|
22
|
22
|
| in whom ye also are built together for a habitation of God in the Spirit. | ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| For this cause I Paul, the prisoner of Christ Jesus in behalf of you Gentiles— | Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, |
|
2
|
2
|
| if so be that ye have heard of the dispensation of that grace of God which was given me to you-ward; | εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, |
|
3
|
3
|
| how that by revelation he made known unto me the mystery, as I wrote before in few words, | ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, |
|
4
|
4
|
| whereby, when ye read, ye can perceive my understanding in the mystery of Christ; | πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ· |
|
5
|
5
|
| which in other generations was not made known unto the sons of men, as it hath now been revealed unto his holy apostles and prophets in the Spirit; | ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· |
|
6
|
6
|
| to wit, that the Gentiles are fellow heirs, and fellow members of the body, and fellow partakers of his promise in Christ through the gospel, | εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ, διὰ τοῦ εὐαγγελίου, |
|
7
|
7
|
| whereof I became a minister, according to the gift of that grace of God which was given me according to the working of his power. | οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. |
|
8
|
8
|
| Unto me, who am less than the least of all saints, was this grace given, to preach among the Gentiles the unsearchable riches of Christ; | Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ, |
|
9
|
9
|
| and to make all men see what is the dispensation of the mystery which for ages hath been hidden in God who created all things through Jesus Christ; | καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ χριστοῦ, |
|
10
|
10
|
| to the intent that now unto the principalities and the powers in the heavenly places might be made known through the church the manifold wisdom of God, | ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, |
|
11
|
11
|
| according to the eternal purpose which he purposed in Christ Jesus our Lord: | κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· |
|
12
|
12
|
| in whom we have boldness and access in confidence through our faith in him. | ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. |
|
13
|
13
|
| Wherefore I ask that ye may not faint at my tribulations for you, which are your glory. | Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. |
|
14
|
14
|
| For this cause I bow my knees unto the Father of our Lord Jesus Christ, | Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, |
|
15
|
15
|
| from whom every family in heaven and on earth is named, | ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, |
|
16
|
16
|
| that he would grant you, according to the riches of his glory, that ye may be strengthened with power through his Spirit in the inward man; | ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, |
|
17
|
17
|
| that Christ may dwell in your hearts through faith; | κατοικῆσαι τὸν χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· |
|
18
|
18
|
| to the end that ye, being rooted and grounded in love, may be strong to apprehend with all the saints what is the breadth and length and depth and height, | ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, |
|
19
|
19
|
| and to know the love of Christ which passeth knowledge, that ye may be filled unto all the fullness of God. | γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. |
|
20
|
20
|
| Now unto him that is able to do exceeding abundantly above all that we ask or think, according to the power that worketh in us, | Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, |
|
21
|
21
|
| unto him be the glory in the church in Christ Jesus unto all generations forever and ever. Amen. | αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| I therefore, the prisoner in the Lord, beseech you to walk worthily of the calling wherewith ye were called, | Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, |
|
2
|
2
|
| with all lowliness and meekness, with long-suffering, forbearing one another in love; | μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, |
|
3
|
3
|
| giving diligence to keep the unity of the Spirit in the bond of peace. | σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. |
|
4
|
4
|
| There is one body, and one Spirit, even as also ye were called in one hope of your calling; | Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· |
|
5
|
5
|
| one Lord, one faith, one baptism, | εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, |
|
6
|
6
|
| one God and Father of all, who is over all, and through all, and in us all. | εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. |
|
7
|
7
|
| But unto each one of us was grace given according to the measure of the gift of Christ. | Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ. |
|
8
|
8
|
| Wherefore he saith, When he ascended on high, he led captivity captive, And gave gifts unto men. | Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. |
|
9
|
9
|
| (Now this, He ascended, what is it but that he also descended first into the lower parts of the earth? | Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; |
|
10
|
10
|
| He that descended is the same also that ascended far above all the heavens, that he might fill all things.) | Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. |
|
11
|
11
|
| And he gave some to be apostles; and some, prophets; and some, evangelists; and some, pastors and teachers; | Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, |
|
12
|
12
|
| for the perfecting of the saints, unto the work of ministering, unto the building up of the body of Christ: | πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ· |
|
13
|
13
|
| till we all attain unto the unity of the faith, and of the knowledge of the Son of God, unto a full-grown man, unto the measure of the stature of the fullness of Christ: | μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ χριστοῦ· |
|
14
|
14
|
| that we may be no longer children, tossed to and fro and carried about with every wind of doctrine, by the sleight of men, in craftiness, after the wiles of error; | ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· |
|
15
|
15
|
| but speaking truth in love, may grow up in all things into him, who is the head, even Christ; | ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ χριστός, |
|
16
|
16
|
| from whom all the body fitly framed and knit together through that which every joint supplieth, according to the working in due measure of each several part, maketh the increase of the body unto the building up of itself in love. | ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. |
|
17
|
17
|
| This I say therefore, and testify in the Lord, that ye no longer walk as the other Gentiles walk, in the vanity of their mind, | Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, |
|
18
|
18
|
| being darkened in their understanding, being alienated from the life of God, because of the ignorance that is in them, because of the hardening of their heart; | ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· |
|
19
|
19
|
| who being past feeling gave themselves up to lasciviousness, to work all uncleanness with greediness. | οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. |
|
20
|
20
|
| But ye did not so learn Christ; | Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστόν, |
|
21
|
21
|
| if so be that ye heard him, and were taught in him, even as truth is in Jesus: | εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· |
|
22
|
22
|
| that ye put away, as concerning your former manner of life, the old man, that waxeth corrupt after the lusts of deceit; | ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· |
|
23
|
23
|
| and that ye be renewed in the spirit of your mind, | ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, |
|
24
|
24
|
| and put on the new man, that after God hath been created in righteousness and holiness of truth. | καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. |
|
25
|
25
|
| Wherefore, putting away falsehood, speak ye truth each one with his neighbor: for we are members one of another. | Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. |
|
26
|
26
|
| Be ye angry, and sin not: let not the sun go down upon your wrath: | Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· |
|
27
|
27
|
| neither give place to the devil. | μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. |
|
28
|
28
|
| Let him that stole steal no more: but rather let him labor, working with his hands the thing that is good, that he may have whereof to give to him that hath need. | Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. |
|
29
|
29
|
| Let no corrupt speech proceed out of your mouth, but such as is good for edifying as the need may be, that it may give grace to them that hear. | Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. |
|
30
|
30
|
| And grieve not the Holy Spirit of God, in whom ye were sealed unto the day of redemption. | Καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. |
|
31
|
31
|
| Let all bitterness, and wrath, and anger, and clamor, and railing, be put away from you, with all malice: | Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ· |
|
32
|
32
|
| and be ye kind one to another, tenderhearted, forgiving each other, even as God also in Christ forgave us. | γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ἡμῖν. |
|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
| Be ye therefore imitators of God, as beloved children; | Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά· |
|
2
|
2
|
| and walk in love, even as Christ also loved us, and gave himself up for us, an offering and a sacrifice to God for an odor of a sweet smell. | καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. |
|
3
|
3
|
| But fornication, and all uncleanness, or covetousness, let it not even be named among you, as becometh saints; | Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· |
|
4
|
4
|
| nor filthiness, nor foolish talking, or jesting, things that are not befitting: but rather giving of thanks. | καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία. |
|
5
|
5
|
| For this ye know, that no fornicator, nor unclean person, nor covetous man, who is an idolater, hath any inheritance in the kingdom of Christ and God. | Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ. |
|
6
|
6
|
| Let no man deceive you with empty words: for because of these things cometh the wrath of God upon the sons of disobedience. | Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. |
|
7
|
7
|
| Be not ye therefore partakers with them; | Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· |
|
8
|
8
|
| for ye were once darkness, but are now light in the Lord: walk as children of light | ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε- |
|
9
|
9
|
| (for the fruit of the Spirit is in all goodness and righteousness and truth), | ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ- |
|
10
|
10
|
| proving what is well-pleasing unto the Lord; | δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· |
|
11
|
11
|
| and have no fellowship with the unfruitful works of darkness, but rather even reprove them; | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· |
|
12
|
12
|
| for the things which are done by them in secret it is a shame even to speak of. | τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. |
|
13
|
13
|
| But all things when they are reproved are made manifest by the light: for everything that is made manifest is light. | Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. |
|
14
|
14
|
| Wherefore he saith, Awake, thou that sleepest, and arise from the dead, and Christ shall shine upon thee. | Διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός. |
|
15
|
15
|
| See then that ye walk carefully, not as unwise, but as wise; | Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, |
|
16
|
16
|
| redeeming the time, because the days are evil. | ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. |
|
17
|
17
|
| Wherefore be ye not foolish, but understanding what the will of the Lord is. | Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. |
|
18
|
18
|
| And be not drunken with wine, wherein is riot, but be filled with the Spirit; | Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, |
|
19
|
19
|
| speaking one to another in psalms and hymns and spiritual songs, singing and making melody with your heart to the Lord; | λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, |
|
20
|
20
|
| giving thanks always for all things in the name of our Lord Jesus Christ to God, even the Father; | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί, |
|
21
|
21
|
| subjecting yourselves one to another in the fear of God. | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ χριστοῦ. |
|
22
|
22
|
| Wives, be in subjection unto your own husbands, as unto the Lord. | Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ κυρίῳ. |
|
23
|
23
|
| For the husband is the head of the wife, as Christ also is the head of the church, and he is the savior of the body. | Ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστιν σωτὴρ τοῦ σώματος. |
|
24
|
24
|
| But as the church is subject to Christ, so let the wives also be to their own husbands in everything. | Ἀλλ’ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. |
|
25
|
25
|
| Husbands, love your own wives, even as Christ also loved the church, and gave himself up for it; | Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· |
|
26
|
26
|
| that he might sanctify it, having cleansed it by the washing of water with the word, | ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, |
|
27
|
27
|
| that he might present it to himself a glorious church, not having spot or wrinkle or any such thing; but that it should be holy and without blemish. | ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. |
|
28
|
28
|
| So ought husbands to love their own wives as their own bodies. He that loveth his own wife loveth himself: | Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· |
|
29
|
29
|
| for no man ever hated his own flesh; but nourisheth and cherisheth it, even as the Lord also the church; | οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ κύριος τὴν ἐκκλησίαν· |
|
30
|
30
|
| because we are members of his body, of his flesh, and of his bones. | ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. |
|
31
|
31
|
| For this cause shall a man leave his father and mother, and shall cleave to his wife; and the two shall become one flesh. | Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. |
|
32
|
32
|
| This mystery is great: but I speak in regard of Christ and of the church. | Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. |
|
33
|
33
|
| Nevertheless do ye also severally love each one his own wife even as himself; and let the wife see that she fear her husband. | Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. |
|
Chapter 6
|
Κεφάλαιο 6
|
|
1
|
1
|
| Children, obey your parents in the Lord: for this is right. | Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. |
|
2
|
2
|
| Honor thy father and mother (which is the first commandment with promise), | Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, |
|
3
|
3
|
| that it may be well with thee, and thou mayest live long on the earth. | ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. |
|
4
|
4
|
| And, ye fathers, provoke not your children to wrath: but nurture them in the chastening and admonition of the Lord. | Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. |
|
5
|
5
|
| Servants, be obedient unto them that are your masters according to the flesh, with fear and trembling, in singleness of your heart, as unto Christ; | Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ χριστῷ· |
|
6
|
6
|
| not in the way of eye-service, as men-pleasers; but as servants of Christ, doing the will of God from the heart; | μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, |
|
7
|
7
|
| with good will doing service, as unto the Lord, and not unto men: | μετ’ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· |
|
8
|
8
|
| knowing that whatsoever good thing each one doeth, the same shall he receive again from the Lord, whether he be bond or free. | εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. |
|
9
|
9
|
| And, ye masters, do the same things unto them, and forbear threatening: knowing that the Master of you yourselves also is in heaven, and there is no respect of persons with him. | Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ. |
|
10
|
10
|
| Finally, my brethren, be strong in the Lord, and in the strength of his might. | Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. |
|
11
|
11
|
| Put on the whole armor of God, that ye may be able to stand against the wiles of the devil. | Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. |
|
12
|
12
|
| For our wrestling is not against flesh and blood, but against the principalities, against the powers, against the world rulers of the darkness of this world, against the spiritual hosts of wickedness in the heavenly places. | Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. |
|
13
|
13
|
| Wherefore take up the whole armor of God, that ye may be able to withstand in the evil day, and, having done all, to stand. | Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. |
|
14
|
14
|
| Stand therefore, having girded your loins with truth, and having put on the breastplate of righteousness, | Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, |
|
15
|
15
|
| and having shod your feet with the preparation of the gospel of peace; | καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· |
|
16
|
16
|
| above all, taking up the shield of faith, wherewith ye shall be able to quench all the fiery darts of the evil one. | ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. |
|
17
|
17
|
| And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God: | Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ· |
|
18
|
18
|
| with all prayer and supplication praying at all seasons in the Spirit, and watching unto this very thing in all perseverance and supplication for all the saints, | διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, |
|
19
|
19
|
| and on my behalf, that utterance may be given unto me in opening my mouth, to make known with boldness the mystery of the gospel, | καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, |
|
20
|
20
|
| for which I am an ambassador in chains; that in it I may speak boldly, as I ought to speak. | ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. |
|
21
|
21
|
| But that ye also may know my affairs, how I do, Tychicus, the beloved brother and faithful minister in the Lord, shall make known to you all things: | Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· |
|
22
|
22
|
| whom I have sent unto you for this very purpose, that ye may know our state, and that he may comfort your hearts. | ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. |
|
23
|
23
|
| Peace be to the brethren, and love with faith, from God the Father and the Lord Jesus Christ. | Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ. |
|
24
|
24
|
| Grace be with all them that love our Lord Jesus Christ with a love incorruptible. Amen. | Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.