|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
|
And Adam knew Eve his wife, and she conceived and brought forth Cain and said, I have gained a man through God.
|
ΑΔΑΜ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ.
|
|
2
|
2
|
|
And she again bore his brother Abel. And Abel was a keeper of sheep, but Cain was a tiller of the ground.
|
καὶ προσέθηκε τεκεῖν τὸ ἀδελφὸν αὐτοῦ, τὸν ῎Αβελ. καὶ ἐγένετο ῎Αβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.
|
|
3
|
3
|
|
And it was so after some time that Cain brought of the fruits of the earth a sacrifice to the Lord.
|
καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ,
|
|
4
|
4
|
|
And Abel also brought of the firstborn of his sheep and of his fatlings, and God looked upon Abel and his gifts,
|
καὶ ῎Αβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπί ῎Αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
|
|
5
|
5
|
|
but Cain and his sacrifices he regarded not, and Cain was exceedingly sorrowful and his countenance fell.
|
ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ.
|
|
6
|
6
|
|
And the Lord God said to Cain, Why art thou become very sorrowful and why is thy countenance fallen?
|
καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
|
|
7
|
7
|
|
Hast thou not sinned if thou hast brought it rightly, but not rightly divided it? be still, to thee shall be his submission, and thou shalt rule over him.
|
οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.
|
|
8
|
8
|
|
And Cain said to Abel his brother, Let us go out into the plain; and it came to pass that when they were in the plain Cain rose up against Abel his brother, and slew him.
|
καὶ εἶπε Κάϊν πρὸς ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.
|
|
9
|
9
|
|
And the Lord God said to Cain, Where is Abel thy brother? and he said, I know not, am I my brother's keeper?
|
καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν ῎Αβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;
|
|
10
|
10
|
|
And the Lord said, What hast thou done? the voice of thy brother's blood cries to me out of the ground.
|
καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
|
|
11
|
11
|
|
And now thou art cursed from the earth which has opened her mouth to receive thy brother's blood from thy hand.
|
καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου·
|
|
12
|
12
|
|
When thou tillest the earth, then it shall not continue to give its strength to thee: thou shalt be groaning and trembling on the earth.
|
ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.
|
|
13
|
13
|
|
And Cain said to the Lord God, My crime is too great for me to be forgiven.
|
καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με·
|
|
14
|
14
|
|
If thou castest me out this day from the face of the earth, and I shall be hidden from thy presence, and I shall be groaning and trembling upon the earth, then it will be that any one that finds me shall slay me.
|
εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
|
|
15
|
15
|
|
And the Lord God said to him, Not so, any one that slays Cain shall suffer seven-fold vengeance; and the Lord God set a mark upon Cain that no one that found him might slay him.
|
καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
|
|
16
|
16
|
|
So Cain went forth from the presence of God and dwelt in the land of Nod over against Edem.
|
ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι ᾿Εδέμ.
|
|
17
|
17
|
|
And Cain knew his wife, and having conceived she bore Enoch; and he built a city; and he named the city after the name of his son, Enoch.
|
Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν ᾿Ενώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, ᾿Ενώχ.
|
|
18
|
18
|
|
And to Enoch was born Gaidad; and Gaidad begot Maleleel; and Maleleel begot Mathusala; and Mathusala begot Lamech.
|
ἐγεννήθη δὲ τῷ ᾿Ενὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
|
|
19
|
19
|
|
And Lamech took to himself two wives; the name of the one was Ada, and the name of the second Sella.
|
καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ ᾿Αδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.
|
|
20
|
20
|
|
And Ada bore Jobel; he was the father of those that dwell in tents, feeding cattle.
|
καὶ ἔτεκεν ᾿Αδὰ τὸν ᾿Ιωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρο‘φων.
|
|
21
|
21
|
|
And the name of his brother was Jubal; he it was who invented the psaltery and harp.
|
καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
|
|
22
|
22
|
|
And Sella also bore Thobel; he was a smith, a manufacturer both of brass and iron; and the sister of Thobel was Noëma.
|
Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά.
|
|
23
|
23
|
|
And Lamech said to his wives, Ada and Sella, Hear my voice, ye wives of Lamech, consider my words, because I have slain a man to my sorrow and a youth to my grief.
|
εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· ᾿Αδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
|
|
24
|
24
|
|
Because vengeance has been exacted seven times on Cain's behalf, on Lamech's it shall be seventy times seven.
|
ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.
|
|
25
|
25
|
|
And Adam knew Eve his wife, and she conceived and bore a son, and called his name Seth, saying, For God has raised up to me another seed instead of Abel, whom Cain slew.
|
῎Εγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ ῎Αβελ, ὃν ἀπέκτεινε Κάϊν.
|
|
26
|
26
|
|
And Seth had a son, and he called his name Enos: he hoped to call on the name of the Lord God.
|
καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ᾿Ενώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.
|
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.