|
Habakkuk
|
ΑΜΒΑΚΟΥΜ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| The burden which the prophet Ambacum saw. | ΤΟ λῆμμα ὃ εἶδεν ᾿Αμβακοὺμ ὁ προφήτης. |
|
2
|
2
|
| How long, O Lord, shall I cry out, and thou wilt not hearken? how long shall I cry out to thee being injured, and thou wilt not save? | ῞Εως τίνος, Κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρός σε ἀδικούμενος καὶ οὐ σώσεις; |
|
3
|
3
|
| Wherefore hast thou shewn me troubles and griefs to look upon, misery and ungodliness? judgment is before me, and the judge receives a reward. | ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. |
|
4
|
4
|
| Therefore the law is frustrated, and judgment proceeds not effectually, for the ungodly man prevails over the just; therefore perverse judgment will proceed. | διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. |
|
5
|
5
|
| Behold, ye despisers, and look, and wonder marvellously, and vanish: for I work a work in your days, which ye will in no wise believe, though a man declare it to you. | ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται. |
|
6
|
6
|
| Wherefore, behold, I stir up the Chaldeans, the bitter and hasty nation, that walks upon the breadth of the earth, to inherit tabernacles not his own. | διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ᾿ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινόν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ. |
|
7
|
7
|
| He is terrible and famous; his judgment shall proceed of himself, and his dignity shall come out of himself. | φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. |
|
8
|
8
|
| And his horses shall bound more swiftly than leopards, and they are fiercer than the wolves of Arabia: and his horsemen shall ride forth, and shall rush from far; and they shall fly as an eagle hasting to eat. | καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾿Αραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν. |
|
9
|
9
|
| Destruction shall come upon ungodly men, resisting with their adverse front, and he shall gather the captivity as the sand. | συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. |
|
10
|
10
|
| And he shall be at his ease with kings, and princes are his toys, and he shall mock at every strong-hold, and shall cast a mound, and take possession of it. | καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ. |
|
11
|
11
|
| Then shall he change his spirit, and he shall pass through, and make an atonement, saying, This strength belongs to my god. | τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. |
|
12
|
12
|
| Art not thou from the beginning, O Lord God, my Holy One? and surely we shall not die. O Lord, thou hast established it for judgment, and he has formed me to chasten with his correction. | οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς, Κύριε, ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. Κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. |
|
13
|
13
|
| His eye is too pure to behold evil doings, and to look upon grievous afflictions: wherefore dost thou look upon despisers? wilt thou be silent when the ungodly swallows up the just? | καθαρὸς ὁ ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; |
|
14
|
14
|
| And wilt thou make men as the fishes of the sea, and as the reptiles which have no guide? | καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον; |
|
15
|
15
|
| He has brought up destruction with a hook, and drawn one with a casting net, and caught another in his drags: therefore shall his heart rejoice and be glad. | συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ. |
|
16
|
16
|
| Therefore will he sacrifice to his drag, and burn incense to his casting-net, because by them he has made his portion fat, and his meats choice. | ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. |
|
17
|
17
|
| Therefore will he cast his net, and will not spare to slay the nations continually. | διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| I will stand upon my watch, and mount upon the rock, and watch to see what he will say by me, and what I shall answer when I am reproved. | ΕΠΙ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου. |
|
2
|
2
|
| And the Lord answered me and said, Write the vision, and that plainly on a tablet, that he that reads it may run. | καὶ ἀπεκρίθη πρός με Κύριος καὶ εἶπε· γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. |
|
3
|
3
|
| For the vision is yet for a time, and it shall shoot forth at the end, and not in vain: though he should tarry, wait for him; for he will surely come, and will not tarry. | διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. |
|
4
|
4
|
| If he should draw back, my soul has no pleasure in him: but the just shall live by my faith. | ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. |
|
5
|
5
|
| But the arrogant man and the scorner, the boastful man, shall not finish anything; who has enlarged his desire as the grave, and like death he is never satisfied, and he will gather to himself all the nations, and will receive to himself all the peoples. | ὁ δὲ κατοιόμενος καὶ καταφρονητής, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ, ὃς ἐπλάτυνε καθὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ᾿ αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. |
|
6
|
6
|
| Shall not all these take up a parable against him? and a proverb to tell against him? and they shall say, Woe to him that multiplies to himself the possessions which are not his! how long? and who heavily loads his yoke. | οὐχὶ ταῦτα πάντα κατ᾿ αὐτοῦ παραβολὴν λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. |
|
7
|
7
|
| For suddenly there shall arise up those that bite him, and they that plot against thee shall awake, and thou shalt be a plunder to them. | ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς. |
|
8
|
8
|
| Because thou hast spoiled many nations, all the nations that are left shall spoil thee, because of the blood of men, and the sins of the land and city, and of all that dwell in it. | διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. |
|
9
|
9
|
| Woe to him that covets an evil covetousness to his house, that he may set his nest on high, that he may be delivered from the power of evils. | ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν. |
|
10
|
10
|
| Thou hast devised shame to thy house, thou hast utterly destroyed many nations, and thy soul has sinned. | ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας πολλοὺς λαούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου· |
|
11
|
11
|
| For the stone shall cry out of the wall, and the beetle out of the timber shall speak. | διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά. |
|
12
|
12
|
| Woe to him that builds a city with blood, and establishes a city by unrighteousness. | οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. |
|
13
|
13
|
| Are not these things of the Lord Almighty? surely many people have been exhausted in the fire, and many nations have fainted. | οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν. |
|
14
|
14
|
| For the earth shall be filled with the knowledge of the glory of the Lord; it shall cover them as water. | ὅτι ἐπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς. |
|
15
|
15
|
| Woe to him that gives his neighbour to drink the thick lees of wine, and intoxicates him, that he may look upon their secret parts. | ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. |
|
16
|
16
|
| Drink thou also thy fill of disgrace instead of glory: shake, O heart, and quake, the cup of the right hand of the Lord has come round upon thee, and dishonour has gathered upon thy glory. | πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ, καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. |
|
17
|
17
|
| For the ungodliness of Libanus shall cover thee, and distress because of wild beasts shall dismay thee, because of the blood of men, and the sins of the land and city, and of all that dwell in it. | διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. |
|
18
|
18
|
| What profits it the graven image, that they have graven it? one has made it a molten work, a false image; for the maker has trusted in his work, to make dumb idols. | τί ὠφελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά. |
|
19
|
19
|
| Woe to him that says to the wood, Awake, arise; and to the stone, Be thou exalted! whereas it is an image, and this is a casting of gold and silver, and there is no breath in it. | οὐαὶ ὁ λέγων τῷ ξύλῳ· ἔκνηψον, ἐξεγέρθητι, καὶ τῷ λίθῳ· ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. |
|
20
|
20
|
| But the Lord is in his holy temple: let all the earth fear before him. | ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| A Prayer of the Prophet Ambacum, with a Song. | Προσευχὴ ᾿Αμβακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς. ΚΥΡΙΕ, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· |
|
2
|
2
|
| O Lord, I have heard thy report, and was afraid: I considered thy works, and was amazed: thou shalt be known between the two living creatures, thou shalt be acknowledged when the years draw nigh; thou shalt be manifested when the time is come; when my soul is troubled, thou wilt in wrath remember mercy. | Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ. |
|
3
|
3
|
| God shall come from Thæman, and the Holy One from the dark shady mount Pharan. Pause. | ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. (διάψαλμα). ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. |
|
4
|
4
|
| His excellence covered the heavens, and the earth was full of his praise. And his brightness shall be as light; there were horns in his hands, and he caused a mighty love of his strength. | καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. |
|
5
|
5
|
| Before his face shall go a report, and it shall go forth into the plains, | πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ |
|
6
|
6
|
| the earth stood at his feet and trembled: he beheld, and the nations melted away: the mountains were violently burst through, the everlasting hills melted at his everlasting going forth. | ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ διετάκη ἔθνη. διεβρύθη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι. |
|
7
|
7
|
| Because of troubles I looked upon the tents of the Ethiopians: the tabernacles also of the land of Madiam shall be dismayed. | πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον· σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ. |
|
8
|
8
|
| Wast thou angry, O Lord, with the rivers? or was thy wrath against the rivers, or thine anger against the sea? for thou wilt mount on thine horses, and thy chariots are salvation. | μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. |
|
9
|
9
|
| Surely thou didst bend thy bow at sceptres, saith the Lord. Pause. The land of rivers shall be torn asunder. | ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος. (διάψαλμα). ποταμῶν ραγήσεται γῆ. |
|
10
|
10
|
| The nations shall see thee and be in pain, as thou dost divide the moving waters: the deep uttered her voice, and raised her form on high. | ὄψονταί σε καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας αὐτοῦ· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. |
|
11
|
11
|
| The sun was exalted, and the moon stood still in her course: thy darts shall go forth at the light, at the brightness of the gleaming of thine arms. | ἐπῄρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου. |
|
12
|
12
|
| Thou wilt bring low the land with threatening, and in wrath thou wilt break down the nations. | ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη. |
|
13
|
13
|
| Thou wentest forth for the salvation of thy people, to save thine anointed: thou shalt bring death on the heads of transgressors; thou hast brought bands upon their neck. Pause. | ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τὸν χριστόν σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. (διάψαλμα). |
|
14
|
14
|
| Thou didst cut asunder the heads of princes with amazement, they shall tremble in it; they shall burst their bridles, they shall be as a poor man devouring in secret. | διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὐτῶν ὡς ἐσθίων πτωχὸς λάθρᾳ. |
|
15
|
15
|
| And thou dost cause thine horses to enter the sea, disturbing much water. | καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά. |
|
16
|
16
|
| I watched, and my belly trembled at the sound of the prayer of my lips, and trembling entered into my bones, and my frame was troubled within me; I will rest in the day of affliction, from going up to the people of my sojourning. | ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου. |
|
17
|
17
|
| For though the fig-tree shall bear no fruit, and there shall be no produce on the vines; the labour of the olive shall fail, and the fields shall produce no food: the sheep have failed from the pasture, and there are no oxen at the cribs; | διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσι βόες ἐπὶ φάτναις. |
|
18
|
18
|
| yet I will exult in the Lord, I will joy in God my Saviour. | ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
|
19
|
19
|
| The Lord God is my strength, and he will perfectly strengthen my feet; he mounts me upon high places, that I may conquer by his song. | Κύριος ὁ Θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.