|
Chapter 22
|
Κεφάλαιο 22
|
|
1
|
1
|
|
The Word of the Valley of Sion. What has happened to thee, that now ye are all gone up to the housetops which help you not?
|
Τὸ ρῆμα τῆς φάραγγος Σιών. ΤΙ ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια;
|
|
2
|
2
|
|
The city is filled with shouting men: thy slain are not slain with swords, nor are thy dead those who have died in battle.
|
ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμων.
|
|
3
|
3
|
|
All thy princes have fled, and thy captives are tightly bound, and the mighty men in thee have fled far away.
|
πάντες οἱ ἄρχοντές σου πεφεύγασι, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσί, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασι.
|
|
4
|
4
|
|
Therefore I said, Let me alone, I will weep bitterly; labour not to comfort me for the breach of the daughter of my people.
|
διὰ τοῦτο εἶπα· ἄφετέ με, πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.
|
|
5
|
5
|
|
For it is a day of trouble, and of destruction, and of treading down, and there is perplexity sent from the Lord of hosts: they wander in the valley of Sion; they wander from the least to the greatest on the mountains.
|
ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ Κυρίου σαβαὼθ ἐν φάραγγι Σιών· πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.
|
|
6
|
6
|
|
And the Elamites took their quivers, and there were men mounted on horses, and there was a gathering for battle.
|
οἱ δὲ ᾿Ελαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ᾿ ἵπποις καὶ συναγωγὴ παρατάξεως.
|
|
7
|
7
|
|
And it shall be that thy choice valleys shall be filled with chariots, and horsemen shall block up thy gates.
|
καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου·
|
|
8
|
8
|
|
And they shall uncover the gates of Juda, and they shall look in that day on the choice houses of the city.
|
καὶ ἀνακαλύψουσι τὰς πύλας ᾿Ιούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως
|
|
9
|
9
|
|
And they shall uncover the secret places of the houses of the citadel of David: and they saw that they were many, and that one had turned the water of the old pool into the city;
|
καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσὶ καὶ ὅτι ἀπέστρεψε τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
|
|
10
|
10
|
|
and that they had pulled down the houses of Jerusalem, to fortify the wall of the city.
|
καὶ ὅτι καθείλοσαν τοὺς οἴκους ῾Ιερουσαλὴμ εἰς ὀχύρωμα τείχους τῇ πόλει.
|
|
11
|
11
|
|
And ye procured to yourselves water between the two walls within the ancient pool: but ye looked not to him that made it from the beginning, and regarded not him that created it.
|
καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ᾿ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.
|
|
12
|
12
|
|
And the Lord, the Lord of hosts, called in that day for weeping, and lamentation, and baldness, and for girding with sackcloth:
|
καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,
|
|
13
|
13
|
|
but they engaged in joy and gladness, slaying calves, and killing sheep, so as to eat flesh, and drink wine; saying, Let us eat and drink; for to-morrow we die.
|
αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα καὶ πιεῖν οἶνον λέγοντες· φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
|
|
14
|
14
|
|
And these things are revealed in the ears of the Lord of hosts: for this sin shall not be forgiven you, until ye die.
|
καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε.
|
|
15
|
15
|
|
Thus saith the Lord of hosts, Go into the chamber, to Somnas the treasurer, and say to him, Why art thou here?
|
Τάδε λέγει Κύριος σαβαώθ· πορεύου εἰς τὸ παστοφόριον, πρὸς Σομνᾶν τὸν ταμίαν καὶ εἶπον αὐτῷ·
|
|
16
|
16
|
|
and what hast thou to do here, that thou hast here hewn thyself a sepulchre, and madest thyself a sepulchre on high, and hast graven for thyself a dwelling in the rock?
|
τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρα σκηνήν;
|
|
17
|
17
|
|
Behold now, the Lord of hosts casts forth and will utterly destroy such a man, and will take away thy robe and thy glorious crown,
|
ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον
|
|
18
|
18
|
|
and will cast thee into a great and unmeasured land, and there thou shalt die: and he will bring thy fair chariot to shame, and the house of thy prince to be trodden down.
|
καὶ ρίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα·
|
|
19
|
19
|
|
And thou shalt be removed from thy stewardship, and from thy place.
|
καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.
|
|
20
|
20
|
|
And it shall come to pass in that day, that I will call my servant Eliakim the son of Chelcias:
|
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου ᾿Ελιακεὶμ τὸν τοῦ Χελκίου
|
|
21
|
21
|
|
and I will put on him thy robe, and I will grant him thy crown with power, and I will give thy stewardship into his hands: and he shall be as a father to them that dwell in Jerusalem, and to them that dwell in Juda.
|
καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν ῾Ιερουσαλὴμ καὶ τοῖς ἐνοικοῦσιν ἐν ᾿Ιούδᾳ.
|
|
22
|
22
|
|
And I will give him the glory of David; and he shall rule, and there shall be none to speak against him: and I will give him the key of the house of David upon his shoulder; and he shall open, and there shall be none to shut; and he shall shut, and there shall be none to open.
|
καὶ δώσω τὴν δόξαν Δαυὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων. καὶ δώσω αὐτῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων.
|
|
23
|
23
|
|
And I will make him a ruler in a sure place, and he shall be for a glorious throne of his father's house.
|
καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ.
|
|
24
|
24
|
|
And every one that is glorious in the house of his father shall trust in him, from the least to the greatest; and they shall depend upon him in that day.
|
καὶ ἔσται πεποιθὼς ἐπ᾿ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ.
|
|
25
|
25
|
|
Thus saith the Lord of hosts, The man that is fastened in the sure place shall be removed and be taken away, and shall fall; and the glory that is upon him shall be utterly destroyed: for the Lord has spoken it.
|
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ — τάδε λέγει Κύριος σαβαώθ — κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ ἀφαιρεθήσεται· καὶ πεσεῖται, καὶ ἐξολοθρευθήσεται ἡ δόξα ἡ ἐπ᾿ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.
|
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.