|
Chapter 14
|
Κεφάλαιο 14
|
|
1
|
1
|
| Let not your heart be troubled: believe in God, believe also in me. | Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. |
|
2
|
2
|
| In my Father’s house are many mansions; if it were not so, I would have told you. I go to prepare a place for you. | Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. |
|
3
|
3
|
| And if I go, I will prepare for you a place; I come again, and will receive you unto myself; that where I am, there ye may be also. | Καὶ ἐὰν πορευθῶ, ἑτοιμάσω ὑμῖν τόπον· πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. |
|
4
|
4
|
| And whither I go ye know, and the way ye know. | Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. |
|
5
|
5
|
| Thomas saith unto him, Lord, we know not whither thou goest; and how can we know the way? | Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; |
|
6
|
6
|
| Jesus saith unto him, I am the way, and the truth, and the life: no one cometh unto the Father, but by me. | Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ. |
|
7
|
7
|
| If ye had known me, ye would have known my Father also: and from henceforth ye know him, and have seen him. | Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτόν, καὶ ἑωράκατε αὐτόν. |
|
8
|
8
|
| Philip saith unto him, Lord, show us the Father, and it sufficeth us. | Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. |
|
9
|
9
|
| Jesus saith unto him, Have I been so long time with you, and dost thou not know me, Philip? he that hath seen me hath seen the Father; and how sayest thou, Show us the Father? | Λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακεν τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; |
|
10
|
10
|
| Believest thou not that I am in the Father, and the Father in me? the words that I speak unto you I speak not from myself: but the Father that abideth in me, he doeth the works. | Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. |
|
11
|
11
|
| Believe me that I am in the Father, and the Father in me: or else believe me for the very works’ sake. | Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. |
|
12
|
12
|
| Verily, verily, I say unto you, He that believeth on me, the works that I do shall he do also; and greater works than these shall he do; because I go unto my Father. | Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι. |
|
13
|
13
|
| And whatsoever ye shall ask in my name, that will I do, that the Father may be glorified in the Son. | Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. |
|
14
|
14
|
| If ye shall ask me anything in my name, I will do it. | Ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. |
|
15
|
15
|
| If ye love me, keep my commandments. | Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. |
|
16
|
16
|
| And I will pray the Father, and he shall give you another Comforter, that he may abide with you forever, | Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, |
|
17
|
17
|
| even the Spirit of truth: whom the world cannot receive; for it beholdeth him not, neither knoweth him: but ye know him; for he abideth with you, and shall be in you. | τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. |
|
18
|
18
|
| I will not leave you desolate: I come unto you. | Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. |
|
19
|
19
|
| Yet a little while, and the world beholdeth me no more; but ye behold me: because I live, ye shall live also. | Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. |
|
20
|
20
|
| In that day ye shall know that I am in my Father, and ye in me, and I in you. | Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, καὶ ἐγὼ ἐν ὑμῖν. |
|
21
|
21
|
| He that hath my commandments, and keepeth them, he it is that loveth me: and he that loveth me shall be loved of my Father, and I will love him, and will manifest myself unto him. | Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. |
|
22
|
22
|
| Judas (not Iscariot) saith unto him, Lord, and what is come to pass that thou wilt manifest thyself unto us, and not unto the world? | Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; |
|
23
|
23
|
| Jesus answered and said unto him, If a man love me, he will keep my word: and my Father will love him, and we will come unto him, and make our abode with him. | Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. |
|
24
|
24
|
| He that loveth me not keepeth not my words: and the word which ye hear is not mine, but the Father’s who sent me. | Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός. |
|
25
|
25
|
| These things have I spoken unto you, while yet abiding with you. | Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων. |
|
26
|
26
|
| But the Comforter, even the Holy Spirit, whom the Father will send in my name, he shall teach you all things, and bring to your remembrance all that I said unto you. | Ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. |
|
27
|
27
|
| Peace I leave with you; my peace I give unto you: not as the world giveth, give I unto you. Let not your heart be troubled, neither let it be fearful. | Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. |
|
28
|
28
|
| Ye heard how I said to you, I go away, and I come unto you. If ye loved me, ye would have rejoiced, because I said, I go unto the Father: for my Father is greater than I. | Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν. |
|
29
|
29
|
| And now I have told you before it come to pass, that, when it is come to pass, ye may believe. | Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. |
|
30
|
30
|
| I will no more speak much with you, for the prince of the world cometh: and he hath nothing in me; | Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· |
|
31
|
31
|
| but that the world may know that I love the Father, and as the Father gave me commandment, even so I do. Arise, let us go hence. | ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.