|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| And in those days cometh John the Baptist, preaching in the wilderness of Judea, | Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, |
|
2
|
2
|
| and saying, Repent ye; for the kingdom of heaven is at hand. | καὶ λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. |
|
3
|
3
|
| For this is he that was spoken of by Isaiah the prophet, saying, The voice of one crying in the wilderness, Make ye ready the way of the Lord, Make his paths straight. | Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. |
|
4
|
4
|
| Now John himself had his raiment of camel’s hair, and a leathern girdle about his loins; and his food was locusts and wild honey. | Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. |
|
5
|
5
|
| Then went out unto him Jerusalem, and all Judea, and all the region round about the Jordan; | Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· |
|
6
|
6
|
| and they were baptized of him in the Jordan, confessing their sins. | καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. |
|
7
|
7
|
| But when he saw many of the Pharisees and Sadducees coming to his baptism, he said unto them, Ye offspring of vipers, who warned you to flee from the wrath to come? | Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; |
|
8
|
8
|
| Bring forth therefore fruit worthy of repentance: | Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας· |
|
9
|
9
|
| and think not to say within yourselves, We have Abraham to our father: for I say unto you, that God is able of these stones to raise up children unto Abraham. | καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. |
|
10
|
10
|
| And even now the axe lieth at the root of the trees: every tree therefore that bringeth not forth good fruit is hewn down, and cast into the fire. | Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. |
|
11
|
11
|
| I indeed baptize you in water unto repentance: but he that cometh after me is mightier than I, whose shoes I am not worthy to bear: he shall baptize you in the Holy Spirit: | Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. |
|
12
|
12
|
| whose fan is in his hand, and he will thoroughly cleanse his threshing floor; and he will gather his wheat into the garner, but the chaff he will burn up with unquenchable fire. | Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. |
|
13
|
13
|
| Then cometh Jesus from Galilee to the Jordan unto John, to be baptized of him. | Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. |
|
14
|
14
|
| But John would have hindered him, saying, I have need to be baptized of thee, and comest thou to me? | Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; |
|
15
|
15
|
| But Jesus answered and said unto him, Suffer it now: for thus it becometh us to fulfill all righteousness. Then he suffereth him. | Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. |
|
16
|
16
|
| And Jesus, when he was baptized, went up straightaway from the water: and lo, the heavens were opened unto him, and he saw the Spirit of God descending as a dove, and coming upon him; | Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν. |
|
17
|
17
|
| and lo, a voice out of the heavens, saying, This is my beloved Son, in whom I am well pleased. | Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.