|
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ А’
|
1 Chronicles
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΑΔΑΜ, Σήθ, ᾿Ενώς, | Adam, Seth, Enos, |
|
2
|
2
|
| Καϊνᾶν, Μαλελεήλ, ᾿Ιάρεδ, | and Cainan, Maleleel, Jared, |
|
3
|
3
|
| ᾿Ενώχ, Μαθουσάλα, Λάμεχ, | Enoch, Mathusala, Lamech, |
|
4
|
4
|
| Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, ᾿Ιάφεθ. | Noe: the sons of Noe, Sem, Cham, Japheth. |
|
5
|
5
|
| υἱοὶ ᾿Ιάφεθ· Γαμέρ, Μαγώγ, Μαδαΐμ, ᾿Ιωϋάν, ῾Ελισά, Θοβέλ, Μοσὸχ καὶ Θίρας. | The sons of Japheth, Gamer, Magog, Madaim, Jovan, Helisa, Thobel, Mosoch, and Thiras. |
|
6
|
6
|
| καὶ οἱ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. | And the sons of Gamer, Aschanaz, and Riphath, and Thorgama. |
|
7
|
7
|
| καὶ οἱ υἱοὶ ᾿Ιωϋάν· ῾Ελισὰ καὶ Θαρσίς, Κίτιοι καὶ Ρόδιοι. | And the sons of Jovan, Helisa, and Tharsis, the Citians, and Rhodians. |
|
8
|
8
|
| καὶ οἱ υἱοὶ Χάμ· Χοὺς καὶ Μεσραΐμ, Φούδ, καὶ Χαναάν. | And the sons of Cham, Chus, and Mesraim, Phud and Chanaan. |
|
9
|
9
|
| καὶ υἱοὶ Χούς· Σαβὰ καὶ Εὐιλὰ καὶ Σαβαθὰ καὶ Ρεγμά, καὶ Σεβεθαχά. καὶ υἱοὶ Ρεγμά· Σαβὰ καὶ Δαδάν. | And the sons of Chus, Saba, and Evila, and Sabatha, and Regma, and Sebethaca: and the sons of Regma, Saba, and Dadan. |
|
10
|
10
|
| καὶ Χοὺς ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.* | And Chus begot Nebrod: he began to be a mighty hunter on the earth. |
|
17
|
17
|
| υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασσοὺδ καὶ ᾿Αρφαξάδ.** | The sons of Sem, Ælam, and Assur, |
|
25
|
25
|
| ῎Εβερ, Φαλέγ, Ραγαῦ, | Eber, Pheleg, Ragan, |
|
26
|
26
|
| Σερούχ, Νεχώρ, Θάρα, | Seruch, Nachor, Tharrha, |
|
27
|
27
|
| ῾Αβραάμ. | Abraam. |
|
28
|
28
|
| υἱοὶ δὲ ῾Αβραάμ· ᾿Ισαὰκ καὶ ᾿Ισμαήλ. | And the sons of Abraam, Isaac, and Ismael. |
|
29
|
29
|
| αὗται δὲ αἱ γενέσεις πρωτοτόκου ᾿Ισμαήλ· Ναβαιὼθ καὶ Κηδάρ, Ναβδεήλ, Μαβσάμ, | And these are their generations: the first-born of Ismael, Nabæoth, and Kedar, Nabdeel, Massam, |
|
30
|
30
|
| Μασμά, ᾿Ιδουμά, Μασσή, Χονδάν, Θαιμάν, | Masma, Iduma, Masse, Chondan, Thæman, |
|
31
|
31
|
| ᾿Ιεττούρ, Ναφὲς καὶ Κεδμά. οὗτοί εἰσιν υἱοὶ ᾿Ισμαήλ. | Jettur, Naphes, Kedma: these are the sons of Ismael. |
|
32
|
32
|
| καὶ υἱοὶ Χεττούρας παλλακῆς ῾Αβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράμ, ᾿Ιεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σωέ. καὶ υἱοὶ ᾿Ιεξάν· Δαιδὰν καὶ Σαβά. | And the sons of Chettura Abraam's concubine:—and she bore him Zembram, Jexan, Madiam, Madam, Sobac, Soe: and the sons of Jexan; Dædan, and Sabai; |
|
33
|
33
|
| καὶ υἱοὶ Μαδιάμ· Γαιφὰρ καὶ ᾿Οφὲρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβιδὰ καὶ ᾿Ελλαδά. πάντες οὗτοι υἱοὶ Χεττούρας. | and the sons of Madiam; Gephar, and Opher, and Enoch, and Abida, and Eldada; all these were the sons of Chettura. |
|
34
|
34
|
| καὶ ἐγέννησεν ῾Αβραὰμ τὸν ᾿Ισαάκ. καὶ υἱοὶ ᾿Ισαάκ· ᾿Ιακὼβ καὶ ῾Ησαῦ. | And Abraam begot Isaac: and the sons of Isaac were Jacob, and Esau. |
|
35
|
35
|
| υἱοὶ ῾Ησαῦ· ᾿Ελιφὰζ καὶ Ραγουὴλ καὶ ᾿Ιεοὺλ καὶ ᾿Ιεγλὸμ καὶ Κορέ. | The sons of Esau, Eliphaz, and Raguel, and Jeul, and Jeglom, and Core. |
|
36
|
36
|
| υἱοὶ ᾿Ελιφάζ· Θαιμὰν καὶ ᾿Ωμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ ᾿Αμαλήκ. | The sons of Eliphaz: Thæman, and Omar, Sophar, and Goötham, and Kenez, and Thamna, and Amalec. |
|
37
|
37
|
| καὶ υἱοὶ Ραγουήλ· Ναχές, Ζαρέ, Σομὲ καὶ Μοζέ. | And the sons of Raguel, Naches, Zare, Some, and Moze. |
|
38
|
38
|
| υἱοὶ Σηΐρ· Λωτάν, Σωβάλ, Σεβεγών, ᾿Ανά, Δησών, ῾Ωσὰρ καὶ Λισάν. | The sons of Seir, Lotan, Sobal, Sebegon, Ana, Deson, Osar, and Disan. |
|
39
|
39
|
| καὶ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν, ἀδελφὴ δὲ Λωτὰν Θαμνά. | And the sons of Lotan, Chorri, and Æman; and the sister of Lotan was Thamna. |
|
40
|
40
|
| υἱοὶ Σωβάλ· Γωλάμ, Μαναχάθ, Γαιβήλ, Σὼβ καὶ ᾿Ωνάν. υἱοὶ δὲ Σεβεγών· ᾿Αϊὰ καὶ ᾿Ανά. | The sons of Sobal; Alon, Machanath, Tæbel, Sophi, and Onan: and the sons of Sebegon; Æth, and Sonan. |
|
41
|
41
|
| υἱοὶ ᾿Ανά· Δαισών. υἱοὶ δὲ Δαισών· ᾿Εμερὼν καὶ ᾿Εσεβὰν καὶ ᾿Ιεθρὰν καὶ Χαρράν. | The sons of Sonan, Dæson: and the sons of Dæson; Emeron, and Asebon, and Jethram, and Charran. |
|
42
|
42
|
| καὶ υἱοὶ ῾Ωσάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιωκάν. υἱοὶ Δαισάν· ῍Ως καὶ ᾿Αράν. | And the sons of Hosar, Balaam, and Zucam, and Acan: the sons of Disan, Os, and Aran. |
|
43
|
43
|
| καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. | And these are their kings, Balac the son of Beor; and the name of his city was Dennaba. |
|
44
|
44
|
| καὶ ἀπέθανε Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. | And Balac died, and Jobab the son of Zara of Bosorrha reigned in his stead. |
|
45
|
45
|
| καὶ ἀπέθανεν ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὸμ ἐκ γῆς Θαιμανών. | And Jobab died, and Asom of the land of the Thæmanites reigned in his stead. |
|
46
|
46
|
| καὶ ἀπέθανεν ᾿Ασόμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. | And Asom died, and Adad the son of Barad reigned in his stead, who smote Madiam in the plain of Moab: and the name of his city was Gethaim. |
|
47
|
47
|
| καὶ ἀπέθανεν ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σεβλὰ ἐκ Μασεκκᾶς. | And Adad died, and Sebla of Masecca reigned in his stead. |
|
48
|
48
|
| καὶ ἀπέθανε Σεβλά, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. | And Sebla died, and Saul of Rhoboth by the river reigned in his stead. |
|
49
|
49
|
| καὶ ἀπέθανε Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼρ υἱὸς ᾿Αχοβώρ. | And Saul died, and Balaennor son of Achobor reigned in his stead. |
|
50
|
50
|
| καὶ ἀπέθανε Βαλαεννώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ. | And Balaennor died, and Adad son of Barad reigned in his stead; and the name of his city was Phogor. |
|
51
|
51
|
| ἡγεμόνες ᾿Εδώμ· ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλαδά, ἡγεμὼν ᾿Ιεθέρ, | The princes of Edom: prince Thamna, prince Golada, prince Jether, |
|
52
|
52
|
| ἡγεμὼν ᾿Ελιβαμάς, ἡγεμὼν ᾿Ηλάς, ἡγεμὼν Φινών, | prince Elibamas, prince Elas, prince Phinon, |
|
53
|
53
|
| ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαβσάρ, ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωΐν. οὗτοι ἡγεμόνες ᾿Εδώμ. —————————————— * | prince Kenez, prince Thæman, prince Babsar, prince Magediel, |
|
11
|
|
| Καὶ Μεσραΐμ ἐγέννησε τοὺς Λωδιεὶμ καὶ τοὺς ᾿Αναμιεὶμ καὶ τοὺς Λαβεὶν καὶ τοὺς Νεφθαλὶμ | |
|
12
|
|
| καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφοριεὶμ | |
|
13
|
|
| καὶ Χαναὰν ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον | |
|
14
|
|
| καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον | |
|
15
|
|
| καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον καὶ τὸν ᾿Ασενναῖον | |
|
16
|
|
| καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί. ** | |
|
18
|
|
| Καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, καὶ Σαλὰ ἐγέννησε τὸν ᾿Εβέρ, | |
|
19
|
|
| καὶ τῷ ᾿Εβὲρ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν. | |
|
20
|
|
| καὶ ᾿Ιεκτὰν ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ τὸν Σαλὲφ καὶ τὸν ᾿Αραμὼθ | |
|
21
|
|
| καὶ τὸν Κεδουρὰν καὶ τὸν Αἰγὴν καὶ τὸν Δεκλὰμ | |
|
22
|
|
| καὶ τὸν Γεμιὰν καὶ τὸν ᾿Αβιμέκλ καὶ τὸν Σαβὰν | |
|
23
|
|
| καὶ τὸν Οὐφεὶρ καὶ τὸν Εὐὶ καὶ τὸν ᾿Ωράμ· πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν. | |
|
24
|
24
|
| υἱοὶ Σήμ· Αἰλὰμ καὶ ᾿Ασοὺρ καὶ ᾿Αρφαξάδ. | and Arphaxad, Sala, |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραήλ· Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδα, ᾿Ισσάχαρ, Ζαβουλών, | These are the names of the sons of Israel; |
|
2
|
2
|
| Δάν, ᾿Ιωσήφ, Βενιαμίν, Νεφθαλί, Γάδ, ᾿Ασήρ. | Ruben, Symeon, Levi, Juda, Issachar, Zabulon, Dan, Joseph, Benjamin, Nephthali, Gad, Aser. |
|
3
|
3
|
| υἱοὶ ᾿Ιούδα· ῎Ηρ, Αὐνάν, Σηλώμ, τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος. καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν. | The sons of Juda; Er, Aunan, Selom. These three were born to him of the daughter of Sava the Chananitish woman: and Er, the first-born of Juda, was wicked before the Lord, and he slew him. |
|
4
|
4
|
| καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς καὶ τὸν Ζαρά. πάντες υἱοὶ ᾿Ιούδα πέντε. | And Thamar his daughter-in-law bore to him Phares, and Zara: all the sons of Juda were five. |
|
5
|
5
|
| υἱοὶ Φαρές· ᾿Εσρὼμ καὶ ᾿Ιεμουήλ. | The sons of Phares, Esrom, and Jemuel. |
|
6
|
6
|
| καὶ υἱοὶ Ζαρά· Ζαμβρὶ καὶ Αἰθὰν καὶ Αἰμὰν καὶ Καλχὰλ καὶ Δαράδ, πάντες πέντε. | And the sons of Zara, Zambri, and Ætham, and Æmuan, and Calchal, and Darad, in all five. |
|
7
|
7
|
| καὶ υἱοὶ Χαρμί· ῎Αχαρ ὁ ἐμποδοστάτης ᾿Ισραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. | And the sons of Charmi; Achar the troubler of Israel, who was disobedient in the accursed thing. |
|
8
|
8
|
| καὶ υἱοὶ Αἰθάν, ᾿Αζαρίας. | And the sons of Ætham; Azarias, |
|
9
|
9
|
| καὶ υἱοὶ ᾿Εσρώμ, οἳ ἐτέχθησαν αὐτῷ· ὁ ῾Ιεραμεὴλ καὶ ὁ ᾿Αρὰμ καὶ ὁ Χαλέβ. | and the sons of Esrom who were born to him; Jerameel, and Aram, and Chaleb. |
|
10
|
10
|
| καὶ ᾿Αρὰμ ἐγέννησε τὸν ᾿Αμιναδὰβ καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου ᾿Ιούδα, | And Aram begot Aminadab, and Aminadab begot Naasson, chief of the house of Juda. |
|
11
|
11
|
| καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ, | And Naasson begot Salmon, and Salmon begot Booz, |
|
12
|
12
|
| καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ, καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί, | and Booz begot Obed, and Obed begot Jessæ. |
|
13
|
13
|
| καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν ᾿Ελιάβ· ᾿Αμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος, | And Jessæ begot his first-born Eliab, Aminadab was the second, Samaa the third, |
|
14
|
14
|
| Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαΐ ὁ πέμπτος, | Nathanael the fourth, Zabdai the fifth, |
|
15
|
15
|
| ᾿Ασὸμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος, | Asam the sixth, David the seventh. |
|
16
|
16
|
| καὶ ἡ ἀδελφὴ αὐτῶν Σαρουία καὶ ᾿Αβιγαία· καὶ υἱοὶ Σαρουία· ᾿Αβισὰ καὶ ᾿Ιωὰβ καὶ ᾿Ασαήλ, τρεῖς. | And their sister was Saruia, and another Abigaia: and the sons of Saruia were Abisa, and Joab, and Asael, three. |
|
17
|
17
|
| καὶ ᾿Αβιγαία ἐγέννησε τὸν ᾿Αμεσσά· καὶ πατὴρ ᾿Αμεσσὰ ᾿Ιοθὸρ ὁ ᾿Ισμαηλίτης. | And Abigaia bore Amessab: and the father of Amessab was Jothor the Ismaelite. |
|
18
|
18
|
| καὶ Χαλὲβ υἱὸς ᾿Εσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν ῾Ιεριώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· ᾿Ιασὰρ καὶ Σουβὰβ καὶ ᾿Ορνά. | And Chaleb the son of Esrom took Gazuba to wife, and Jerioth: and these were her sons; Jasar, and Subab, and Ardon. |
|
19
|
19
|
| καὶ ἀπέθανε Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν ᾿Εφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν ῎Ωρ· | And Gazuba died; and Chaleb took to himself Ephrath, and she bore to him Or. |
|
20
|
20
|
| καὶ ῍Ωρ ἐγέννησε τὸν Οὐρί, καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ. | And Or begot Uri, and Uri begot Beseleel. |
|
21
|
21
|
| καὶ μετὰ ταῦτα εἰσῆλθεν ᾿Εσρὼν πρὸς τὴν θυγατέρα Μαχὶρ πατρὸς Γαλαάδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξηκονταπέντε ἐτῶν ἦν. καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ. | And after this Esron went in to the daughter of Machir the father of Galaad, and he took her when he was sixty-five years old; and she bore him Seruch. |
|
22
|
22
|
| καὶ Σεροὺχ ἐγέννησε τὸν ᾿Ιαΐρ. καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ. | And Seruch begot Jair, and he had twenty-three cities in Galaad. |
|
23
|
23
|
| καὶ ἔλαβε Γεδσοὺρ καὶ ᾿Αρὰμ τὰς κώμας ᾿Ιαΐρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ. | And he took Gedsur and Aram, the towns of Jair from them; with Canath and its towns, sixty cities. All these belonged to the sons of Machir the father of Galaad. |
|
24
|
24
|
| καὶ μετὰ τὸ ἀποθανεῖν ᾿Εσρὼν ἦλθε Χαλὲβ εἰς ᾿Εφραθά. καὶ ἡ γυνὴ ᾿Εσρὼν ᾿Αβιά, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Ασχὼδ πατέρα Θεκωέ. | And after the death of Esron, Chaleb came to Ephratha; and the wife of Esron was Abia; and she bore him Ascho the father of Thecoe. |
|
25
|
25
|
| καὶ ἦσαν οἱ υἱοὶ ῾Ιεραμεὴλ πρωτοτόκου ᾿Εσρών, ὁ πρωτότοκος Ράμ, καὶ Βαανὰ καὶ ᾿Αρὰν καὶ ᾿Ασὸμ ἀδελφὸς αὐτοῦ. | And the sons of Jerameel the first-born of Esron were, the first-born Ram, and Banaa, and Aram, and Asan his brother. |
|
26
|
26
|
| καὶ ἦν γυνὴ ἑτέρα τῷ ῾Ιεραμεήλ, καὶ ὄνομα αὐτῇ ᾿Ατάρα· αὕτη ἐστὶ μήτηρ ᾿Οζόμ. | And Jerameel had another wife, and her name was Atara: she is the mother of Ozom. |
|
27
|
27
|
| καὶ ἦσαν υἱοὶ Ρὰμ πρωτοτόκου ῾Ιεραμεήλ· Μαὰς καὶ ᾿Ιαμὶν καὶ ᾿Ακόρ. | And the sons of Ram the first-born of Jerameel were Maas, and Jamin, and Acor. |
|
28
|
28
|
| καὶ ἦσαν υἱοὶ ᾿Οζόμ· Σαμαΐ καὶ ᾿Ιαδαέ. καὶ υἱοὶ Σαμαΐ· Ναδὰβ καὶ ᾿Αβισούρ. | And the sons of Ozom were, Samai, and Jadae: and the sons of Samai; Nadab, and Abisur. |
|
29
|
29
|
| καὶ ὄνομα τῆς γυναικὸς ᾿Αβισοὺρ ᾿Αβιχαία, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Αχαβὰρ καὶ τὸν Μωήλ. | And the name of the wife of Abisur was Abichaia, and she bore him Achabar, and Moel. |
|
30
|
30
|
| καὶ υἱοὶ Ναδάβ· Σαλὰδ καὶ ᾿Απφαίν. καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα. | And the sons of Nadab; Salad and Apphain; and Salad died without children. |
|
31
|
31
|
| καὶ υἱοὶ ᾿Απφαίν· ᾿Ισεμιήλ. καὶ υἱοὶ ᾿Ισεμιήλ· Σωσάν. καὶ υἱοὶ Σωσάν· ᾿Ααδαί. | And the sons of Apphain, Isemiel; and the sons of Isemiel, Sosan; and the sons of Sosan, Dadai. |
|
32
|
32
|
| καὶ υἱοὶ ᾿Ααδαί· ᾿Αχισαμάς, ᾿Ιεθέρ, ᾿Ιωνάθαν· καὶ ἀπέθανεν ᾿Ιεθὲρ οὐκ ἔχων τέκνα. | And the sons of Dadai, Achisamas, Jether, Jonathan: and Jether died childless. |
|
33
|
33
|
| καὶ υἱοὶ ᾿Ιωνάθαν· Φαλὲδ καὶ ῾Οζάμ. οὗτοι ἦσαν υἱοὶ ῾Ιεραμεήλ. | And the sons of Jonathan; Phaleth, and Hozam. These were the sons of Jerameel. |
|
34
|
34
|
| καὶ οὐκ ἦσαν τῷ Σωσὰν υἱοί, ἀλλ᾿ ἢ θυγατέρες· καὶ τῷ Σωσὰν παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ ᾿Ιωχήλ, | And Sosan had no sons, but daughters. And Sosan had an Egyptian servant, and his name was Jochel. |
|
35
|
35
|
| καὶ ἔδωκε Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ ᾿Ιωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Εθθί. | And Sosan gave his daughter to Jochel his servant to wife; and she bore him Ethi. |
|
36
|
36
|
| καὶ ᾿Εθθὶ ἐγέννησε τὸν Ναθάν, καὶ Ναθὰν ἐγέννησε τὸν Ζαβέδ, | And Ethi begot Nathan, and Nathan begot Zabed, |
|
37
|
37
|
| καὶ Ζαβὲδ ἐγέννησε τὸν ᾿Αφαμήλ, καὶ ᾿Αφαμὴλ ἐγέννησε τὸν ᾿Ωβήδ, | and Zabed begot Aphamel, and Aphamel begot Obed. |
|
38
|
38
|
| καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιηού, καὶ ᾿Ιηοὺ ἐγέννησε τὸν ᾿Αζαρίαν, | And Obed begot Jeu, and Jeu begot Azarias, |
|
39
|
39
|
| καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Χελλής, καὶ Χελλὴς ἐγέννησε τὸν ᾿Ελεασά, | and Azarias begot Chelles, and Chelles begot Eleasa, |
|
40
|
40
|
| καὶ ᾿Ελεασὰ ἐγέννησε τὸν Σοσομαΐ, καὶ Σοσομαΐ ἐγέννησε τὸν Σαλούμ, | and Eleasa begot Sosomai, and Sosomai begot Salum, |
|
41
|
41
|
| καὶ Σαλοὺμ ἐγέννησε τὸν ᾿Ιεχεμίαν, καὶ ᾿Ιεχεμίας ἐγέννησε τὸν ᾿Ελισαμά, καὶ ᾿Ελισαμὰ ἐγέννησε τὸν ᾿Ισμαήλ. | and Salum begot Jechemias, and Jechemias begot Elisama, and Elisama begot Ismael. |
|
42
|
42
|
| καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ ῾Ιεραμεήλ· Μαρισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζίφ· καὶ υἱοὶ Μαρισὰ πατρὸς Χεβρών. | And the sons of Chaleb the brother of Jerameel were, Marisa his first-born, he is the father of Ziph:—and the sons of Marisa the father of Chebron. |
|
43
|
43
|
| καὶ υἱοὶ Χεβρών· Κορὲ καὶ Θαπφοὺς καὶ Ρεκὸμ καὶ Σαμαά. | And the sons of Chebron; Core, and Thapphus, and Recom, and Samaa. |
|
44
|
44
|
| καὶ Σαμαὰ ἐγέννησε τὸν Ραὲμ πατέρα ᾿Ιεκλάν, καὶ ᾿Ιεκλὰν ἐγέννησε τὸν Σαμαΐ· | And Samaa begot Raem the father of Jeclan: and Jeclan begot Samai. |
|
45
|
45
|
| καὶ υἱὸς αὐτοῦ Μαών, καὶ Μαὼν πατὴρ Βαιθσούρ. | And his son was Maon: and Maon is the father of Bæthsur. |
|
46
|
46
|
| καὶ Γαιφὰ ἡ παλλακὴ Χαλὲβ ἐγέννησε τὸν ᾿Αρρὰν καὶ τὸν Μωσὰ καὶ τὸν Γεζουέ. | And Gæpha the concubine of Chaleb bore Aram, and Mosa, and Gezue. |
|
47
|
47
|
| καὶ υἱοὶ ᾿Αδδαΐ· Ραγὲμ καὶ ᾿Ιωάθαμ καὶ Σωγὰρ καὶ Φαλὲκ καὶ Γαιφὰ καὶ Σαγαέ. | And the sons of Addai were Ragem, and Joatham, and Sogar, and Phalec, and Gæpha, and Sagae. |
|
48
|
48
|
| καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησε τὸν Σαβὲρ καὶ τὸν Θαράμ. | And Chaleb's concubine Mocha bore Saber, and Tharam. |
|
49
|
49
|
| καὶ ἐγέννησε Σαγαὲ πατέρα Μαρμηνὰ καὶ τὸν Σαοὺ πατέρα Μαχαμηνὰ καὶ πατέρα Γαιβαά· καὶ θυγάτηρ Χαλὲβ ᾿Ασχά. | She bore also Sagae the father of Madmena, and Sau the father of Machabena, and the father of Gæbal: and the daughter of Chaleb was Ascha. |
|
50
|
50
|
| οὗτοι ἦσαν υἱοὶ Χαλέβ. υἱοὶ ῍Ωρ πρωτοτόκου ᾿Εφραθά· Σωβὰλ πατὴρ Καριαθιαρίμ. | These were the sons of Chaleb: the sons of Or the first-born of Ephratha; Sobal the father of Cariathiarim, |
|
51
|
51
|
| Σαλωμὼν πατὴρ Βαιθλαὲμ καὶ ᾿Αρὶμ πατὴρ Βαιθγεδώρ. | Salomon the father of Bætha, Lammon the father of Bæthalaem, and Arim the father of Bethgedor. |
|
52
|
52
|
| καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρίμ· ᾿Αραὰ καὶ Αἰσὶ καὶ ᾿Αμμανὶθ | And the sons of Sobal the father of Cariathiarim were Araa, and Æsi, and Ammanith, |
|
53
|
53
|
| καὶ Οὐμασφαέ, πόλις ᾿Ιαΐρ, Αἰθαλὶμ καὶ Μιφιθὶμ καὶ ῾Ησαμαθὶμ καὶ ῾Ημασαραΐμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ υἱοὶ ᾿Εσθαάμ. | and Umasphaë, cities of Jair; Æthalim, and Miphithim, and Hesamathim, and Hemasaraim; from these went forth the Sarathæans, and the sons of Esthaam. |
|
54
|
54
|
| υἱοὶ Σαλωμών· Βαιθλαέμ, Νετωφαθί, ᾿Αταρὼθ οἴκου ᾿Ιωὰβ καὶ ἥμισυ τῆς Μαλαθί, ᾿Ησαρί, | The sons of Salomon; Bæthalaem, the Netophathite, Ataroth of the house of Joab, and half of the family of Malathi, Esari. |
|
55
|
55
|
| πατριαὶ γραμματέων κατοικοῦντες ἐν ᾿Ιάβις, Θαργαθιΐμ, Σαμαθιΐμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ρηχάβ. | The families of the scribes dwelling in Jabis; Thargathiim, and Samathiim, and Sochathim, these are the Kinæans that came of Hemath, the father of the house of Rechab. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος ᾿Αμνὼν τῇ ᾿Αχιναὰμ τῇ ᾿Ιεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ ᾿Αβιγαίᾳ τῇ Καρμηλίᾳ, | Now these were the sons of David that were born to him in Chebron; the first-born Amnon, born of Achinaam the Jezraelitess; the second Damniel, of Abigaia the Carmelitess. |
|
2
|
2
|
| ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος ᾿Αδωνία υἱὸς ᾿Αγγίθ, | The third, Abessalom, the son of Mocha the daughter of Tholmai king of Gedsur; the fourth, Adonia the son of Aggith. |
|
3
|
3
|
| ὁ πέμπτος Σαφατία τῆς ᾿Αβιτάλ, ὁ ἕκτος ᾿Ιεθραὰμ τῇ ᾿Αγλᾷ γυναικὶ αὐτοῦ. | The fifth, Saphatia, the son of Abital; the sixth, Jethraam, born of Agla his wife. |
|
4
|
4
|
| ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. | Six were born to him in Chebron; and he reigned there seven years and six months: and he reigned thirty-three years in Jerusalem. |
|
5
|
5
|
| καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ ᾿Αμιήλ, | And these were born to him in Jerusalem; Samaa, Sobab, Nathan, and Solomon; four of Bersabee the daughter of Amiel: |
|
6
|
6
|
| καὶ ᾿Ιεβαὰρ καὶ ᾿Ελισὰ καὶ ᾿Ελιφαλὴθ | and Ebaar, and Elisa, and Eliphaleth, |
|
7
|
7
|
| καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ ᾿Ιαφιὲ | and Nagai, and Naphec, and Japhie, |
|
8
|
8
|
| καὶ ῾Ελισαμὰ καὶ ᾿Ελιαδὰ καὶ ᾿Ελιφαλά, ἐννέα. | and Helisama, and Eliada, and Eliphala, nine. |
|
9
|
9
|
| πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν. | All these were the sons of David, besides the sons of the concubines, and there was also Themar their sister. |
|
10
|
10
|
| υἱοὶ Σαλωμών· Ροβοάμ, ᾿Αβιὰ υἱὸς αὐτοῦ, ᾿Ασὰ υἱὸς αὐτοῦ, ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ, | The sons of Solomon; Roboam, Abia his son, Asa his son, Josaphat his son, |
|
11
|
11
|
| ᾿Ιωρὰμ υἱὸς αὐτοῦ, ᾿Οχοζίας υἱὸς αὐτοῦ, ᾿Ιωὰς υἱὸς αὐτοῦ, | Joram his son, Ochozias his son, Joas his son, |
|
12
|
12
|
| ᾿Αμασίας υἱὸς αὐτοῦ, ᾿Αζαρίας υἱὸς αὐτοῦ, ᾿Ιωάθαμ υἱὸς αὐτοῦ, | Amasias his son, Azarias his son, Joathan his son, |
|
13
|
13
|
| ῎Αχαζ υἱὸς αὐτοῦ, ᾿Εζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ, | Achaz his son, Ezekias his son, Manasses his son, |
|
14
|
14
|
| ᾿Αμὼν υἱὸς αὐτοῦ, ᾿Ιωσία υἱὸς αὐτοῦ. | Amon his son, Josia his son. |
|
15
|
15
|
| καὶ υἱοὶ ᾿Ιωσία· πρωτότοκος ᾿Ιωανάν, ὁ δεύτερος ᾿Ιωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ. | And the sons of Josia; the first-born Joanan, the second Joakim, the third Sedekias, the fourth Salum. |
|
16
|
16
|
| καὶ υἱοὶ ᾿Ιωακίμ· ᾿Ιεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ. | And the sons of Joakim; Jechonias his son, Sedekias his son. |
|
17
|
17
|
| καὶ υἱοὶ ᾿Ιεχονία· ᾿Ασίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ, | And the sons of Jechonias; Asir, Salathiel his son, |
|
18
|
18
|
| Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ ᾿Ιεκεμία καὶ ῾Ωσαμὰθ καὶ Ναβαδίας. | Melchiram, and Phadaias, and Sanesar, and Jekimia, and Hosamath, and Nabadias. |
|
19
|
19
|
| καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ ᾿Ανανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν | And the sons of Phadaias; Zorobabel, and Semei: and the sons of Zorobabel; Mosollam, and Anania, and Salomethi was their sister. |
|
20
|
20
|
| καὶ ᾿Ασουβὲ καὶ ᾿Οὸλ καὶ Βαραχία καὶ ᾿Ασαδία καὶ ᾿Ασοβέδ, πέντε. | And Asube, and Ool, and Barachia, and Asadia, and Asobed, five. |
|
21
|
21
|
| καὶ υἱοὶ ᾿Ανανία· Φαλεττία καὶ ᾿Ιεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, ᾿Ορνὰ υἱὸς αὐτοῦ, ᾿Αβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ. | And the sons of Anania, Phalettia, and Jesias his son, Raphal his son, Orna his son, Abdia his son, Sechenias his son. |
|
22
|
22
|
| καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ ᾿Ιωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ. | And the son of Sechenias; Samaia: and the sons of Samaia; Chattus, and Joel, and Berri and Noadia, and Saphath, six. |
|
23
|
23
|
| καὶ υἱοὶ Νωαδία· ᾿Ελιθενὰν καὶ ᾿Εζεκία καὶ ᾿Εζρικάμ, τρεῖς. | And the sons of Noadia: Elithenan, and Ezekia, and Ezricam, three. |
|
24
|
24
|
| καὶ υἱοὶ ᾿Ελιθενάν· ᾿Οδολία καὶ ῾Ελιασεβὼν καὶ Φαδαΐα καὶ ᾿Ακοὺβ καὶ ᾿Ιωανὰν καὶ Δαλααΐα καὶ ᾿Ανάν, ἑπτά. | And the sons of Elithenan; Odolia, and Heliasebon, and Phadaia, and Akub, and Joanan, and Dalaaïa, and Anan, seven. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΚΑΙ υἱοὶ ᾿Ιούδα· Φαρές, ᾿Εσρὼμ καὶ Χαρμὶ καὶ ῎Ωρ, Σουβὰλ | And the sons of Juda; Phares, Esrom, and Charmi, and Or, Subal, |
|
2
|
2
|
| καὶ Ράδα υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησε τὸν ᾿Ιέθ, καὶ ᾿Ιὲθ ἐγέννησε τὸν ᾿Αχιμαΐ, καὶ τὸν Λαάδ· αὗται αἱ γενέσεις τοῦ Σαραθί. | and Rada his son; and Subal begot Jeth; and Jeth begot Achimai, and Laad: these are the generations of the Arathites. |
|
3
|
3
|
| καὶ οὗτοι υἱοὶ Αἰτάμ· ᾿Ιεζραὴλ καὶ ᾿Ιεσμὰν καὶ ᾿Ιεβδάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν ᾿Εσηλεββών. | And these are the sons of Ætam; Jezrael and Jesman, and Jebdas: and their sister's name was Eselebbon. |
|
4
|
4
|
| καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ ᾿Αζὴρ πατὴρ ᾿Ωσάν. οὗτοι υἱοὶ ῍Ωρ τοῦ πρωτοτόκου ᾿Εφραθὰ πατρὸς Βαθαλαέν. | And Phanuel the father of Gedor, and Jazer the father of Osan: these are the sons of Or, the first-born of Ephratha, the father of Bæthalaen. |
|
5
|
5
|
| καὶ τῷ ᾿Ασοὺρ πατρὶ Θεκωὲ ἦσαν δύο γυναῖκες, ᾿Αωδὰ καὶ Θοαδά. | And Asur the father of Thecoe had two wives, Aoda and Thoada. |
|
6
|
6
|
| καὶ ἔτεκεν αὐτῷ ᾿Αωδὰ τὸν ᾿Ωχαία καὶ τὸν ᾿Ηφὰλ καὶ τὸν Θεμὰν καὶ τὸν ᾿Αασθήρ· πάντες οὗτοι υἱοὶ ᾿Αωδᾶς. | And Aoda bore to him Ochaia, and Ephal, and Thæman, and Aasther: all these were the sons of Aoda. |
|
7
|
7
|
| καὶ υἱοὶ Θοαδᾶς· Σερὲθ καὶ Σαὰρ καὶ ᾿Εθνάν. | And the sons of Thoada; Sereth, and Saar, and Esthanam. |
|
8
|
8
|
| καὶ Κὼς ἐγέννησε τὸν ᾿Ενὼβ καὶ τὸν Σαβαθά. καὶ γεννήσεις ἀδελφοῦ Ρηχὰβ υἱοῦ ᾿Ιαρίν. | And Coe begot Enob, and Sabatha, and the progeny of the brother of Rechab, the son of Jarin. |
|
9
|
9
|
| καὶ ἦν ᾿Ιγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιγαβὴς λέγουσα· ἔτεκον ὡς γαβής. | And Igabes was more famous than his brethren; and his mother called his name Igabes, saying, I have born as a sorrowful one. |
|
10
|
10
|
| καὶ ἐπεκαλέσατο ᾿Ιγαβὴς τὸν Θεὸν ᾿Ισραὴλ λέγων· ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ᾿ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα, ὅσα ᾐτήσατο. | And Igabes called on the God of Israel, saying, O that thou wouldest indeed bless me, and enlarge my coasts, and that thy hand might be with me, and that thou wouldest make me know that thou wilt not grieve me! And God granted him all that he asked. |
|
11
|
11
|
| καὶ Χαλὲβ πατὴρ ᾿Ασχὰ ἐγέννησε τὸν Μαχίρ· οὗτος πατὴρ ᾿Ασσαθών. | And Chaleb the father of Ascha begot Machir; he was the father of Assathon. |
|
12
|
12
|
| καὶ ᾿Ασσαθὼν ἐγέννησε τὸν Βαθραίαν καὶ τὸν Βεσσηὲ καὶ τὸν Θανὰ πατέρα πόλεως Ναᾶς ἀδελφοῦ ᾿Εσελὼμ τοῦ Κενεζί· οὗτοι ἄνδρες Ρηφά. | He begot Bathraias, and Besseë, and Thæman the founder of the city of Naas the brother of Eselom the Kenezite: these were the men of Rechab. |
|
13
|
13
|
| καὶ υἱοὶ Κενέζ· Γοθονιὴλ καὶ Σαραΐα. καὶ υἱοὶ Γοθονιήλ, ᾿Αθάθ. | And the sons of Kenez; Gothoniel, and Saraia: and the sons of Gothoniel; Athath. |
|
14
|
14
|
| καὶ Μαναθὶ ἐγέννησε τὸν Γοφερά. καὶ Σαραΐα ἐγέννησε τὸν ᾿Ιωὰβ πατέρα ᾿Αγεαδδαΐρ, ὅτι τέκτονες ἦσαν. | And Manathi begot Gophera: and Saraia begot Jobab, the father of Ageaddair, for they were artificers. |
|
15
|
15
|
| καὶ υἱοὶ Χαλὲβ υἱοῦ ᾿Ιεφοννή· ᾿Ηρά, ᾿Αδὰ καὶ Νοόμ. καὶ υἱοὶ ᾿Αδά, Κενέζ. | And the sons of Chaleb the son of Jephonne; Er, Ada, and Noom: and the sons of Ada, Kenez. |
|
16
|
16
|
| καὶ υἱοὶ Γεσεήλ· Ζὶφ καὶ Ζεφὰ καὶ Θεφιὰ καὶ ᾿Εσεραήλ. | And the sons of Aleel, Zib, and Zepha, and Thiria, and Eserel. |
|
17
|
17
|
| καὶ υἱοὶ ᾿Εσρί· ᾿Ιεθέρ, Μωρὰδ καὶ ῎Αφερ καὶ ᾿Ιαμών. καὶ ἐγέννησεν ᾿Ιεθὲρ τὸν Μαρὼν καὶ τὸν Σεμαΐ καὶ τὸν Μαρὲθ πατέρα ᾿Εσθαιμών. | And the sons of Esri; Jether, Morad, and Apher, and Jamon: and Jether begot Maron, and Semei, and Jesba the father of Esthæmon. |
|
18
|
18
|
| καὶ ἡ γυνὴ αὐτοῦ (αὕτη ᾿Αδία) ἔτεκε τὸν ᾿Ιάρεδ πατέρα Γεδὼρ καὶ τὸν ᾿Αβὲρ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών. καὶ οὗτοι υἱοὶ Βετθία θυγατρὸς Φαραώ, ἣν ἔλαβε Μωρήδ. | And his wife, that is Adia, bore Jared the father of Gedor, and Aber the father of Sochon, and Chetiel the father of Zamon: and these are the sons of Betthia the daughter of Pharao, whom Mored took. |
|
19
|
19
|
| καὶ υἱοὶ γυναικὸς τῆς ᾿Ιδουΐας ἀδελφῆς Ναχὲμ πατρὸς Κεϊλά, Γαρμὶ καὶ ᾿Εσθαιμών, Νωχαθί. | And the sons of the wife of Iduia the sister of Nachaim the father of Keila; Garmi, and Esthæmon the Nochathite. |
|
20
|
20
|
| καὶ υἱοὶ Σεμιών· ᾿Αμνὼν καὶ ᾿Ανὰ υἱὸς Φανὰ καὶ Θιλών. καὶ υἱοὶ Σεΐ· Ζωὰθ καὶ υἱοὶ Ζωάβ, | And the sons of Semon; Amnon, and Ana the son of Phana, and Inon: and the sons of Sei, Zoan, and the sons of Zoab. |
|
21
|
21
|
| υἱοὶ Σηλὼμ υἱοῦ ᾿Ιούδα· ῍Ηρ πατὴρ Ληχάβ, καὶ Λααδὰ πατὴρ Μαρισὰ καὶ γενέσεις οἰκείων ᾿Εφραδαβὰκ τῷ οἴκῳ ᾿Εσοβὰ | The sons of Selom the son of Juda; Er the father of Lechab, and Laada the father of Marisa, and the offspring of the family of Ephrathabac belonging to the house of Esoba. |
|
22
|
22
|
| καὶ ᾿Ιωακὶμ καὶ ἄνδρες Χωζηβὰ καὶ ᾿Ιωὰς καὶ Σαράφ, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἀβεδηρὶν ἀθουκιΐμ. | And Joakim, and the men of Chozeba, and Joas, and Saraph, who dwelt in Moab, and he changed their names to Abederin and Athukiim. |
|
23
|
23
|
| οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν ᾿Αταΐμ καὶ Γαδηρὰ μετὰ τοῦ βασιλέως, ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ. | These are the potters who dwelt in Ataim and Gadira with the king: they grew strong in his kingdom, and dwelt there. |
|
24
|
24
|
| υἱοὶ Συμεών· Ναμουὴλ καὶ ᾿Ιαμίν, ᾿Ιαρίβ, Ζαρέ, Σαούλ· | The sons of Semeon; Namuel, and Jamin, Jarib, Zares, Saul: |
|
25
|
25
|
| Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, | Salem his son, Mabasam his son, Masma his son: |
|
26
|
26
|
| ᾿Αμουὴλ υἱὸς αὐτοῦ, Σαβοὺδ υἱὸς αὐτοῦ, Ζακχοὺρ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ. | Amuel his son, Sabud his son, Zacchur his son, Semei his son. |
|
27
|
27
|
| Καὶ τῷ Σεμεΐ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί· καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ ᾿Ιούδα. | Semei had sixteen sons, and six daughters; and his brethren had not many sons, neither did all their families multiply as the sons of Juda. |
|
28
|
28
|
| καὶ κατῴκησαν ἐν Βηρσαβεὲ καὶ Σαμὰ καὶ Μωλαδά, καὶ ἐν ᾿Εσηρσουὰλ | And they dwelt in Bersabee, and Molada, and in Esersual, |
|
29
|
29
|
| καὶ ἐν Βαλαὰ καὶ ἐν Βοασὸμ καὶ ἐν Θουλὰδ | and in Balaa, and in Æsem, and in Tholad, |
|
30
|
30
|
| καὶ ἐν Βαθουὴλ καὶ ἐν ῾Ερμὰ καὶ ἐν Σικελὰγ | and in Bathuel, and in Herma, and in Sikelag, |
|
31
|
31
|
| καὶ ἐν Βαιθμαριμὼθ καὶ ῾Ημισουσεωσὶν καὶ οἶκον Βαρουσεωρίμ· αὗται αἱ πόλεις αὐτῶν ἕως βασιλέως Δαυίδ. | and in Bæthmarimoth, and Hemisuseosin, and the house of Baruseorim: these were their cities until the time of king David. |
|
32
|
32
|
| καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ ᾿Ηνρεμμὼν καὶ Θοκκὰν καὶ Αἰσάν, πόλεις πέντε. | And their villages were Ætan, and En, Remnon, and Thocca, and Æsar, five cities. |
|
33
|
33
|
| καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάαλ· αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. | And all their villages were round about these cities, as far as Baal: this was their possession, and their distribution. |
|
34
|
34
|
| καὶ Μοσωβὰβ καὶ ᾿Ιεμολὸχ καὶ ᾿Ιωσία υἱὸς ᾿Αμασία | And Mosobab, and Jemoloch, and Josia the son of Amasia; |
|
35
|
35
|
| καὶ ᾿Ιωὴλ (καὶ οὗτος υἱὸς ᾿Ασαβία), υἱὸς Σαραία, υἱὸς ᾿Ασιὴλ | and Joel, and Jeu the son of Asabia, the son of Sarau, the son of Asiel; |
|
36
|
36
|
| καὶ ᾿Ελιωναΐ καὶ ᾿Ιακαβὰ καὶ ᾿Ιασουΐα καὶ ᾿Ασαΐα καὶ ᾿Ιεδιὴλ καὶ ᾿Ισμαὴλ καὶ Βαναίας | and Elionai, and Jocaba, and Jasuia, and Asaia, and Jediel, and Ismael, and Banaias; |
|
37
|
37
|
| καὶ Ζουζὰ υἱὸς Σαφαΐ υἱοῦ ᾿Αλὼν υἱοῦ ᾿Ιεδιὰ υἱοῦ Σεμρὶ υἱοῦ Σαμαίου. | and Zuza the son of Saphai, the son of Alon, the son of Jedia, the son of Semri, the son of Samaias. |
|
38
|
38
|
| οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος, | These went by the names of princes in their families, and they increased abundantly in their fathers' households. |
|
39
|
39
|
| καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαὶ τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν· | And they went till they came to Gerara, to the east of Gai, to seek pasture for their cattle. |
|
40
|
40
|
| καὶ εὗρον νομὰς πλείονας καὶ ἀγαθάς, καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶν Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. | And they found abundant and good pastures, and the land before them was wide, and there was peace and quietness; for there were some of the children of Cham who dwelt there before. |
|
41
|
41
|
| καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ. | And these who are written by name came in the days of Ezekias king of Juda, and they smote the people's houses, and the Minæans whom they found there, and utterly destroyed them until this day: and they dwelt in their place, because there was pasture there for their cattle. |
|
42
|
42
|
| καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηὶρ ἄνδρες πεντακόσιοι, καὶ Φαλαεττία καὶ Νωαδία καὶ Ραφαΐα καὶ ᾿Οζιὴλ υἱοὶ ᾿Ιεσὶ ἄρχοντες αὐτῶν· | And some of them, even of the sons of Symeon, went to mount Seir, even five hundred men; and Phalaettia, and Noadia, and Raphaia, and Oziel, sons of Jesi, were their rulers. |
|
43
|
43
|
| καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας τοῦ ᾿Αμαλὴκ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. | And they smote the remnant that were left of Amalec, until this day. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΚΑΙ υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ, ὅτι οὖτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ ᾿Ιωσὴφ υἱῷ ᾿Ισραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια· | And the sons of Ruben the first-born of Israel (for he was the first-born; but because of his going up to his father's couch, his father gave his blessing to his son Joseph, even the son of Israel; and he was not reckoned as first-born; |
|
2
|
2
|
| ὅτι ᾿Ιούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ ᾿Ιωσήφ. | for Judas was very mighty even among his brethren, and one was to be a ruler out of him: but the blessing was Joseph's). |
|
3
|
3
|
| υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼμ καὶ Χαρμί. | The sons of Ruben the first-born of Israel; Enoch, and Phallus, Asrom, and Charmi. |
|
4
|
4
|
| υἱοὶ ᾿Ιωήλ· Σεμεΐ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ· | The sons of Joel; Semei, and Banaia his son: and the sons of Gug the son of Semei. |
|
5
|
5
|
| υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ρηχά, υἱὸς αὐτοῦ ᾿Ιωήλ, | His son was Micha, his son Recha, his son Joel, |
|
6
|
6
|
| υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς ᾿Ασσούρ· οὗτος ἄρχων τῶν Ρουβήν. | his son Beël, whom Thagla-phallasar king of Assyria carried away captive: he is the chief of the Rubenites. |
|
7
|
7
|
| καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων ᾿Ιωὴλ καὶ Ζαχαρία | And his brethren in his family, in their distribution according to their generations; the chief, Joel, and Zacharia. |
|
8
|
8
|
| καὶ Βαλὲκ υἱὸς ᾿Αζοὺζ υἱὸς Σαμά, υἱὸς ᾿Ιωήλ· οὗτος κατῴκησεν ἐν ᾿Αροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν | And Balec the son of Azuz, the son of Sama, the son of Joel: he dwelt in Aroer, and even to Naban, and Beelmasson. |
|
9
|
9
|
| καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ. | And he dwelt eastward to the borders of the wilderness, from the river Euphrates: for they had much cattle in the land of Galaad. |
|
10
|
10
|
| καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ᾿ ἀνατολὰς τῆς Γαλαάδ. | And in the days of Saul they made war upon the sojourners in the land; and they fell into their hands, all of them dwelling in their tents eastward of Galaad. |
|
11
|
11
|
| υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελχά. | The sons of Gad dwelt over against them in the land of Basan even to Sela. |
|
12
|
12
|
| ᾿Ιωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ ᾿Ιανὶν ὁ γραμματεὺς ἐν Βασάν. | Joel the first-born, and Sapham the second, and Janin the scribe in Basan. |
|
13
|
13
|
| καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ ᾿Ιωρεὲ καὶ ᾿Ιωαχὰν καὶ Ζουέ, καὶ ᾿Ωβήδ, ἑπτά. | And their brethren according to the houses of their fathers; Michael, Mosollam, and Sebee, and Joree, and Joachan, and Zue, and Obed, seven. |
|
14
|
14
|
| οὗτοι υἱοὶ ᾿Αβιχαία υἱοῦ Οὐρὶ υἱοῦ ᾿Ιδαΐ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ ᾿Ιεσαΐ υἱοῦ ᾿Ιεδδαΐ υἱοῦ Ζαβουχὰμ | These are the sons of Abichaia the son of Uri, the son of Idai, the son of Galaad, the son of Michael, the son of Jesai, the son of Jeddai, the son of Buz, |
|
15
|
15
|
| ἀδελφοῦ υἱοῦ ᾿Αβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν. | who was the brother of the son of Abdiel, the son of Guni, he was chief of the house of their families. |
|
16
|
16
|
| κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις· αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου. | They dwelt in Galaad, in Basan, and in their villages, and in all the country round about Saron to the border. |
|
17
|
17
|
| πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις ᾿Ιωάθαμ βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ βασιλέως ᾿Ισραήλ. | The enumeration of them all took place in the days of Joatham king of Juda, and in the days of Jeroboam king of Israel. |
|
18
|
18
|
| υἱοὶ Ρουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. | The sons of Ruben and Gad, and the half-tribe of Manasse, of mighty men, bearing shields and sword, and bending the bow, and skilled in war, were forty and four thousand and seven hundred and sixty, going forth to battle. |
|
19
|
19
|
| καὶ ἐποίουν πόλεμον μετὰ τῶν ᾿Αγαρηνῶν καὶ ᾿Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων | And they made war with the Agarenes, and Itureans, and Naphiseans, and Nadabeans, |
|
20
|
20
|
| καὶ κατίσχυσαν ἐπ᾿ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ ᾿Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν. | and they prevailed against them: and the Agaræans were given into their hands, they and all their tents: for they cried to God in the battle, and he hearkened to them, because they trusted on him. |
|
21
|
21
|
| καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας· | And they took captive their store; five thousand camels, and two hundred and fifty thousand sheep, two thousand asses, and a hundred thousand men. |
|
22
|
22
|
| ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾿ αὐτῶν ἕως τῆς μετοικεσίας. | For many fell slain, because the war was of God. And they dwelt in their place until the captivity. |
|
23
|
23
|
| καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βαὰλ ᾿Ερμὼν καὶ Σανὶρ καὶ ὄρος ᾿Αερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. | And the half-tribe of Manasse dwelt from Basan to Baal, Ermon, and Sanir, and to the mount Aërmon: and they increased in Libanus. |
|
24
|
24
|
| καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· ᾿Οφὲρ καὶ Σεΐ καὶ ᾿Ελιὴλ καὶ ῾Ιερμία καὶ ᾿Ωδουΐα καὶ ᾿Ιεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. | And these were the heads of the houses of their families; Opher, and Sei, and Eliel, and Jeremia, and Oduia, and Jediel, mighty men of valour, men of renown, heads of the houses of their families. |
|
25
|
25
|
| καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν. | But they rebelled against the God of their fathers, and went a-whoring after the gods of the nations of the land, whom God cast out from before them. |
|
26
|
26
|
| καὶ ἐπήγειρεν ὁ Θεὸς ᾿Ισραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως ᾿Ασσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως ᾿Ασσούρ, καὶ μετῴκισε τὸν Ρουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης. | And the God of Israel stirred up the spirit of Phaloch king of Assyria, and the spirit of Thagla-phallasar king of Assyria, and carried away Ruben and Gaddi, and the half-tribe of Manasse, and brought them to Chaach, and Chabor, and to the river Gozan, until this day. |
|
27
|
27
|
| Υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. | The sons of Levi: Gedson, Caath, and Merari. |
|
28
|
28
|
| καὶ υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. | And the sons of Caath; Ambram, and Issaar, Chebron, and Oziel. |
|
29
|
29
|
| καὶ υἱοὶ ῎Αμβραμ· ᾿Ααρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ ᾿Ααρών· Ναδὰβ καὶ ᾿Αβιούδ, ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. | And the sons of Ambram; Aaron, and Moses, and Mariam: and the sons of Aaron; Nadab, and Abiud, Eleazar, and Ithamar. |
|
30
|
30
|
| ᾿Ελεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν ᾿Αβισού, | Eleazar begot Phinees, Phinees begot Abisu; |
|
31
|
31
|
| ᾿Αβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαΐ ἐγέννησε τὸν ᾿Οζί, | Abisu begot Bokki, and Bokki begot Ozi; |
|
32
|
32
|
| ᾿Οζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ | Ozi begot Zaraia, Zaraia begot Mariel; |
|
33
|
33
|
| καὶ Μαριὴλ ἐγέννησε τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ, | and Mariel begot Amaria, and Amaria begot Achitob; |
|
34
|
34
|
| καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν ᾿Αχιμάας, | and Achitob begot Sadoc, and Sadoc begot Achimaas; |
|
35
|
35
|
| καὶ ᾿Αχιμάας ἐγέννησε τὸν ᾿Αζαρίαν, καὶ ᾿Αζαρίας ἐγέννησε τὸν ᾿Ιωανάν, | and Achimaas begot Azarias, and Azarias begot Joanan; |
|
36
|
36
|
| καὶ ᾿Ιωανὰν ἐγέννησε τὸν ᾿Αζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν ῾Ιερουσαλήμ. | and Joanan begot Azarias: he ministered as priest in the house which Solomon built in Jerusalem. |
|
37
|
37
|
| καὶ ἐγέννησεν ᾿Αζαρίας τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ, | And Azarias begot Amaria, and Amaria begot Achitob; |
|
38
|
38
|
| καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ, | and Achitob begot Sadoc, and Sadoc begot Salom; |
|
39
|
39
|
| καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν ᾿Αζαρίαν, | and Salom begot Chelcias, and Chelcias begot Azarias; |
|
40
|
40
|
| καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν ᾿Ιωσαδάκ, | and Azarias begot Saraia, and Saraias begot Josadac. |
|
41
|
41
|
| καὶ ᾿Ιωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικεσίᾳ μετὰ ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ. | And Josadac went into captivity with Juda and Jerusalem under Nabuchodonosor. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΥΙΟΙ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. | The sons of Levi: Gedson, Caath, and Merari. |
|
2
|
2
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. | And these are the names of the sons of Gedson; Lobeni, and Semei. |
|
3
|
3
|
| υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ. | The sons of Caath; Ambram, and Issaar, Chebron, and Oziel. |
|
4
|
4
|
| υἱοὶ Μεραρί· Μοολὶ καὶ ῾Ομουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. | The sons of Merari; Mooli and Musi: and these are the families of Levi, according to their families. |
|
5
|
5
|
| τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ ᾿Ιὲθ υἱὸς αὐτοῦ, Ζαμμὰ υἱὸς αὐτοῦ, | To Gedson—to Lobeni his son—were born Jeth his son, Zammath his son, |
|
6
|
6
|
| ᾿Ιωὰχ υἱὸς αὐτοῦ, ᾿Αδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, ᾿Ιεθρὶ υἱὸς αὐτοῦ. | Joab his son, Addi his son, Zara his son, Jethri his son. |
|
7
|
7
|
| υἱοὶ Καάθ· ᾿Αμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, ᾿Ασὴρ υἱὸς αὐτοῦ. | The sons of Caath; Aminadab his son, Core his son, Aser his son; |
|
8
|
8
|
| ῾Ελκανὰ υἱὸς αὐτοῦ, ᾿Αβισὰφ υἱὸς αὐτοῦ, | Helcana his son, Abisaph his son, Aser his son: |
|
9
|
9
|
| Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, ᾿Οζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. | Thaath his son, Uriel his son, Ozia his son, Saul his son. |
|
10
|
10
|
| καὶ υἱοὶ ῾Ελκανά, ᾿Αμασὶ καὶ ᾿Αχιμώθ, | And the sons of Helcana; Amessi, and Achimoth. |
|
11
|
11
|
| ῾Ελκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, | Helcana his son, Suphi his son, Cainaath his son; |
|
12
|
12
|
| ᾿Ελιὰβ υἱὸς αὐτοῦ, ῾Ιερεὰμ υἱὸς αὐτοῦ, ῾Ελκανὰ υἱὸς αὐτοῦ. | Eliab his son, Jeroboam his son, Helcana his son. |
|
13
|
13
|
| υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ ᾿Αβιά. | The sons of Samuel; the first-born Sani, and Abia. |
|
14
|
14
|
| υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεΐ υἱὸς αὐτοῦ, ᾿Οζὰ υἱὸς αὐτοῦ, | The sons of Merari; Mooli, Lobeni his son, Semei his son, Oza his son; |
|
15
|
15
|
| Σαμαὰ υἱὸς αὐτοῦ, ᾿Αγγία υἱὸς αὐτοῦ, ᾿Ασαΐας υἱὸς αὐτοῦ. | Samaa his son, Angia his son, Asaias his son. |
|
16
|
16
|
| καὶ οὗτοι, οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ἆδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, | And these were the men whom David set over the service of the singers in the house of the Lord when the ark was at rest. |
|
17
|
17
|
| καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν ῾Ιερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. | And they ministered in front of the tabernacle of witness playing on instruments, until Solomon built the house of the Lord in Jerusalem; and they stood according to their order for their services. |
|
18
|
18
|
| καὶ οὗτοι οἱ ἑστηκότες καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς ᾿Ιωήλ, υἱοῦ Σαμουήλ, | And these were the men that stood, and their sons, of the sons of Caath: Æman the psalm singer, son of Joel, the son of Samuel, |
|
19
|
19
|
| υἱοῦ ῾Ελκανά, υἱοῦ ῾Ιερεβὰμ υἱοῦ ᾿Ελιὴλ υἱοῦ Θοοὺ | the son of Helcana, the son of Jeroboam, the son of Eliel, the son of Thoas, |
|
20
|
20
|
| υἱοῦ Σοὺφ υἱοῦ ῾Ελκανὰ υἱοῦ Μαὰθ υἱοῦ ᾿Αμαθὶ | the son of Suph, the son of Helcana, the son of Maath, the son of Amathi, |
|
21
|
21
|
| υἱοῦ ῾Ελκανὰ υἱοῦ ᾿Ιωὴλ υἱοῦ ᾿Αζαρία υἱοῦ Σαφανία | the son of Helcana, the son of Joel, the son of Azarias, the son of Japhanias, |
|
22
|
22
|
| υἱοῦ Θαὰθ υἱοῦ ᾿Ασὴρ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορὲ | the son of Thaath, the son of Aser, the son of Abiasaph, the son of Core, |
|
23
|
23
|
| υἱοῦ ᾿Ισάαρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ ᾿Ισραήλ. | the son of Isaar, the son of Caath, the son of Levi, the son of Israel. |
|
24
|
24
|
| καὶ ὁ ἀδελφὸς αὐτοῦ ᾿Ασὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· ᾿Ασὰφ υἱὸς Βαραχία υἱοῦ Σαμαὰ | And his brother Asaph, who stood at his right hand; Asaph the son of Barachias, the son of Samaa, |
|
25
|
25
|
| υἱοῦ Μιχαὴλ υἱοῦ Βαασία υἱοῦ Μελχία | the son of Michael, the son of Baasia, the son of Melchia, |
|
26
|
26
|
| υἱοῦ ᾿Αθανὶ υἱοῦ Ζαραΐ υἱοῦ ᾿Αδαΐ | the son of Athani, the son of Zaarai, |
|
27
|
27
|
| υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεΐ | the son of Adai, the son of Ætham, the son of Zammam, the son of Semei, |
|
28
|
28
|
| υἱοῦ ᾿Ιεὲθ υἱοῦ Γεθσὼν υἱοῦ Λευί. | the son of Jeeth, the son of Gedson, the son of Levi. |
|
29
|
29
|
| καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισὰ υἱοῦ ᾿Αβαΐ υἱοῦ Μαλὼχ | And the sons of Merari their brethren on the left hand: Ætham the son of Kisa, the son of Abai, the son of Maloch, |
|
30
|
30
|
| υἱοῦ ᾿Ασεβὶ υἱοῦ ᾿Αμεσία υἱοῦ Χελκίου | the son of Asebi, |
|
31
|
31
|
| υἱοῦ ᾿Αμασαΐ υἱοῦ Βανὶ υἱοῦ Σεμὴρ | the son of Amessias, the son of Bani, the son of Semer, |
|
32
|
32
|
| υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί. | the son of Mooli, the son of Musi, the son of Merari, the son of Levi. |
|
33
|
33
|
| καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. | And their brethren according to the houses of their fathers, were the Levites who were appointed to all the work of ministration of the tabernacle of the house of God. |
|
34
|
34
|
| καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ. | And Aaron and his sons were to burn incense on the altar of whole-burnt-offerings, and on the altar of incense, for all the ministry in the holy of holies, and to make atonement for Israel, according to all things that Moses the servant of the Lord commanded. |
|
35
|
35
|
| καὶ οὗτοι υἱοὶ ᾿Ααρών· ᾿Ελεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, ᾿Αβισοὺ υἱὸς αὐτοῦ, | And these are the sons of Aaron; Eleazar his son, Phinees his son, Abisu his son, |
|
36
|
36
|
| Βωκαὶ υἱὸς αὐτοῦ, ᾿Οζὶ υἱὸς αὐτοῦ, Ζαραΐα υἱὸς αὐτοῦ, | Bokki his son, Ozi his son, Saraia his son, |
|
37
|
37
|
| Μαριὴλ υἱὸς αὐτοῦ, ᾿Αμαρία υἱὸς αὐτοῦ, ᾿Αχιτὼβ υἱὸς αὐτοῦ, | Mariel his son, Amaria his son, Achitob his son, |
|
38
|
38
|
| Σαδὼκ υἱὸς αὐτοῦ, ᾿Αχιμάας υἱὸς αὐτοῦ. | Sadoc his son, Achimaas his son. |
|
39
|
39
|
| καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς ᾿Ααρὼν τῇ πατριᾷ τοῦ Κααθὶ —ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος— | And these are their residences in their villages, in their coasts, to the sons of Aaron, to their family the Caathites: for they had the lot. |
|
40
|
40
|
| καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ ᾿Ιούδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· | And they gave them Chebron in the land of Juda, and its suburbs round about it. |
|
41
|
41
|
| καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ ᾿Ιεφοννή. | But the fields of the city, and its villages, they gave to Chaleb the son of Jephonne. |
|
42
|
42
|
| καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Εσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς | And to the sons of Aaron they gave the cities of refuge, even Chebron, and Lobna and her suburbs round about, and Selna and her suburbs, and Esthamo and her suburbs, |
|
43
|
43
|
| καὶ τὴν ᾿Ιεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς | and Jethar and her suburbs, and Dabir and her suburbs, |
|
44
|
44
|
| καὶ τὴν ᾿Ασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς. | and Asan and her suburbs, and Bæthsamys and her suburbs: |
|
45
|
45
|
| καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. | and of the tribe of Benjamin Gabai and her suburbs, and Galemath and her suburbs, and Anathoth and her suburbs: all their cities were thirteen cities according to their families. |
|
46
|
46
|
| καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα. | And to the sons of Caath that were left of their families, there were given out of the tribe, namely, out of the half-tribe of Manasse, by lot, ten cities. |
|
47
|
47
|
| καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς ᾿Ισσάχαρ, ἐκ φυλῆς ᾿Ασήρ, ἀπὸ φυλῆς Νεφθαλί, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. | And to the sons of Gedson according to their families there were given thirteen cities of the tribe of Issachar, of the tribe of Aser, of the tribe of Nephthali, of the tribe of Manasse in Basan. |
|
48
|
48
|
| καὶ τοῖς υἱοῖς Μεραρί κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβήν, ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δεκαδύο. | And to the sons of Merari according to their families there were given, by lot, twelve cities of the tribe of Ruben, of the tribe of Gad, and of the tribe of Zabulon. |
|
49
|
49
|
| καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· | So the children of Israel gave to the Levites the cities and their suburbs. |
|
50
|
50
|
| καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν ᾿Ιούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος. | And they gave by lot out of the tribe of the children of Juda, and out of the tribe of the children of Symeon, and out of the tribe of the children of Benjamin, these cities which they call by name. |
|
51
|
51
|
| καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς ᾿Εφραίμ. | And to the members of the families of the sons of Caath there were also given the cities of their borders out of the tribe of Ephraim. |
|
52
|
52
|
| καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει ᾿Εφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς | And they gave them the cities of refuge, Sychem and her suburbs in mount Ephraim, and Gazer and her suburbs, |
|
53
|
53
|
| καὶ τὴν ᾿Ιεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς | and Jecmaan and her suburbs, and Bæthoron and her suburbs, |
|
54
|
54
|
| καὶ τὴν ᾿Εγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς | and Ælon and her suburbs, and Gethremmon and her suburbs: |
|
55
|
55
|
| καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν ᾿Ανὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. | and of the half-tribe of Manasse Anar and her suburbs, and Jemblaan and her suburbs, to the sons of Caath that were left, according to each several family. |
|
56
|
56
|
| τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ασηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· | To the sons of Gedson from the families of the half-tribe of Manasse they gave Golan of Basan and her suburbs, and Aseroth and her suburbs. |
|
57
|
57
|
| καὶ ἐκ φυλῆς ᾿Ισσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς | And out of the tribe of Issachar, Kedes and her suburbs, and Deberi and her suburbs, and Dabor and her suburbs, |
|
58
|
58
|
| καὶ τὴν Ζαβὼρ καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς· | and Ramoth, and Ænan and her suburbs. |
|
59
|
59
|
| καὶ ἐκ φυλῆς ᾿Ασὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Αβδὼν καὶ τὰ περισπόρια αὐτῆς | And of the tribe of Aser; Maasal and her suburbs, and Abdon and her suburbs, |
|
60
|
60
|
| καὶ τὴν ᾿Ακὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροὼβ καὶ τὰ περισπόρια αὐτῆς· | and Acac and her suburbs, and Roob and her suburbs. |
|
61
|
61
|
| καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαΐμ καὶ τὰ περισπόρια αὐτῆς. | And of the tribe of Nephthali; Kedes in Galilee and her suburbs, and Chamoth and her suburbs, and Kariathaim and her suburbs. |
|
62
|
62
|
| τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαλλιὰ καὶ τὰ περισπόρια αὐτῆς, | To the sons of Merari that were left, they gave out of the tribe of Zabulon Remmon and her suburbs, and Thabor and her suburbs: |
|
63
|
63
|
| ἐκ τοῦ πέραν τοῦ ᾿Ιορδάνου τὴν ῾Ιεριχὼ κατὰ δυσμὰς τοῦ ᾿Ιορδάνου· ἐκ φυλῆς Ρουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιασὰ καὶ τὰ περισπόρια αὐτῆς | out of the country beyond Jordan; Jericho westward of Jordan: out of the tribe of Ruben; Bosor in the wilderness and her suburbs, and Jasa and her suburbs, |
|
64
|
64
|
| καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς | and Kadmoth and her suburbs, and Maephla and her suburbs. |
|
65
|
65
|
| καὶ ἐκ φυλῆς Γὰδ τὴν Ραμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναΐμ καὶ τὰ περισπόρια αὐτῆς | Out of the tribe of Gad; Rammoth Galaad and her suburbs, and Maanaim and her suburbs, |
|
66
|
66
|
| καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς. | and Esebon and her suburbs, and Jazer and her suburbs. |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ τοῖς υἱοῖς ᾿Ισσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ ᾿Ιασοὺβ καὶ Σεμερών, τέσσαρες. | And as to the sons of Issachar, they were Thola, and Phua, and Jasub, and Semeron, four. |
|
2
|
2
|
| καὶ υἱοὶ Θωλά· ᾿Οζί, Ραφαΐα καὶ ᾿Ιεριὴλ καὶ ᾿Ιαμαΐ καὶ ᾿Ιεβασὰμ καὶ Σαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλά, ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. | And the sons of Thola; Ozi, Raphaia, and Jeriel, and Jamai, and Jemasan, and Samuel, chiefs of their fathers' houses belonging to Thola, men of might according to their generations; their number in the days of David was twenty and two thousand and six hundred. |
|
3
|
3
|
| καὶ υἱοὶ ᾿Οζί· ᾿Ιεζραΐα καὶ υἱοὶ ᾿Ιεζραΐα· Μιχαήλ, ᾿Αβδιοὺ καὶ ᾿Ιωὴλ καὶ ᾿Ιεσία, πέντε, ἄρχοντες πάντες. | And the sons of Ozi; Jezraia: and the sons of Jezraia; Michael, Abdiu, and Joel, and Jesia, five, all rulers. |
|
4
|
4
|
| καὶ ἐπ᾿ αὐτῶν κατὰ γενέσεις αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. | And with them, according to their generations, according to the houses of their families, were men mighty to set armies in array for war, thirty and six thousand, for they had multiplied their wives and children. |
|
5
|
5
|
| καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς ᾿Ισσάχαρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. | And their brethren among all the families of Issachar, also mighty men, were eighty-seven thousand—this was the number of them all. |
|
6
|
6
|
| υἱοὶ Βενιαμίν· Βαλὲ καὶ Βαχὶρ καὶ ᾿Ιαδιήλ, τρεῖς. | The sons of Benjamin; Bale, and Bachir, and Jediel, three. |
|
7
|
7
|
| καὶ υἱοὶ Βαλέ· ᾿Ασεβὼν καὶ ᾿Οζὶ καὶ ᾿Οζιὴλ καὶ ᾿Ιεριμὼθ καὶ Οὐρί, πέντε, ἄρχοντες οἴκων πατριῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριακοντατέσσαρες. | And the sons of Bale; Esebon, and Ozi, and Oziel, and Jerimuth, and Uri, five; heads of houses of families, mighty men; and their number was twenty and two thousand and thirty-four. |
|
8
|
8
|
| καὶ υἱοὶ Βαχίρ· Ζεμιρὰ καὶ ᾿Ιωὰς καὶ ᾿Ελιέζερ καὶ ᾿Ελιθενὰν καὶ ᾿Αμαρία καὶ ᾿Ιεριμὼθ καὶ ᾿Αβιοὺδ καὶ ᾿Αναθὼθ καὶ ᾿Ελμεμέθ· πάντες οὗτοι υἱοὶ Βαχίρ. | And the sons of Bachir; Zemira, and Joas, and Eliezer, and Elithenan, and Amaria, and Jerimuth, and Abiud, and Anathoth, and Eleemeth: all these were the sons of Bachir. |
|
9
|
9
|
| καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. | And their number according to their generations, (they were chiefs of their fathers' houses, men of might), was twenty thousand and two hundred. |
|
10
|
10
|
| καὶ υἱοὶ ᾿Ιαδιήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· ᾿Ιαοὺς καὶ Βενιαμὶν καὶ ᾿Αὼθ καὶ Χανανὰ καὶ Ζαιθὰν καὶ Θαρσὶ καὶ ᾿Αχισαάρ. | And the sons of Jediel; Balaan: and the sons of Balaan; Jaüs, and Benjamin, and Aoth, and Chanana, and Zæthan, and Tharsi, and Achisaar. |
|
11
|
11
|
| πάντες οὗτοι υἱοὶ ᾿Ιαδιήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν. | All these were the sons of Jediel, chiefs of their families, men of might, seventeen thousand and two hundred, going forth to war with might. |
|
12
|
12
|
| καὶ Σαπφὶν καὶ ᾿Απφὶν καὶ υἱοὶ Ραώμ· υἱὸς αὐτοῦ ᾿Αέρ. | And Sapphin, and Apphin, and the sons of Or, Asom, whose son was Aor. |
|
13
|
13
|
| υἱοὶ Νεφθαλί· ᾿Ιασιήλ, Γωνὶ καὶ ᾿Ισσιὴρ καὶ Σαλλούρ, υἱοὶ Βαλαά. | The sons of Nephthali; Jasiel, Goni, and Aser, and Sellum, his sons, Balam his son. |
|
14
|
14
|
| υἱοὶ Μανασσῆ· ᾿Ασεριήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκε δὲ αὐτῷ καὶ Μαχὶρ πατέρα Γαλαάδ. | The sons of Manasse; Esriel, whom his Syrian concubine bore; and she bore to him also Machir the father of Galaad. |
|
15
|
15
|
| καὶ Μαχὶρ ἔλαβε γυναῖκα τῷ ᾿Αμφὶν καὶ Μαμφίν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά. καὶ ὄνομα τῷ δευτέρῳ Σαλπαάδ, καὶ ἐγεννήθησαν τῷ Σαλπαὰδ θυγατέρες. | And Machir took a wife for Apphin and Sapphin, and his sister's name was Moöcha; and the name of the second son was Sapphaad; and to Sapphaad were born daughters. |
|
16
|
16
|
| καὶ ἔτεκε Μοωχὰ γυνὴ Μαχὶρ υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές, καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σόρος· υἱοὶ αὐτοῦ Οὐλὰμ καὶ Ροκόμ. | And Moöcha the wife of Machir bore a son, and called his name Phares; and his brother's name was Surus; his sons were Ulam, and Rocom. |
|
17
|
17
|
| καὶ υἱοὶ Οὐλάμ, Βαδάν. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχὶρ υἱοῦ Μανασσῆ. | And the sons of Ulam; Badam. These were the sons of Galaad, the son of Machir, the son of Manasse. |
|
18
|
18
|
| καὶ ἡ ἀδελφὴ αὐτοῦ ἡ Μαλεχὲθ ἔτεκε τὸν ᾿Ισαδὲκ καὶ τὸν ᾿Αβιέζερ καὶ τὸν Μαελά. | And his sister Malecheth bore Isud, and Abiezer, and Maela. |
|
19
|
19
|
| καὶ ἦσαν υἱοὶ Σεμιρά· ᾿Ιααὶμ καὶ Συχὲμ καὶ Λαχὶμ καὶ ᾿Ανιάν. | And the sons of Semira were, Aim, and Sychem, and Lakim, and Anian. |
|
20
|
20
|
| καὶ υἱοὶ ᾿Εφραίμ· Σωθαλὰ καὶ Βαρὰδ υἱὸς αὐτοῦ καὶ Θαὰθ υἱὸς αὐτοῦ, ᾿Ελεαδὰ υἱὸς αὐτοῦ, Νομεὲ υἱὸς αὐτοῦ, | And the sons of Ephraim; Sothalath, and Barad his son, and Thaath his son, Elada his son, Saath his son, |
|
21
|
21
|
| Ζαβὲδ υἱὸς αὐτοῦ, Σωθελὲ υἱὸς αὐτοῦ καὶ ᾿Αζὲρ καὶ ᾿Ελεάδ. καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν τῇ γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. | and Zabad his son, Sothele his son, and Azer, and Elead: and the men of Geth who were born in the land slew them, because they went down to take their cattle. |
|
22
|
22
|
| καὶ ἐπένθησεν ᾿Εφραὶμ ὁ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν. | And their father Ephraim mourned many days, and his brethren came to comfort him. |
|
23
|
23
|
| καὶ εἰσῆλθε πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βαραγά, ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου. | And he went in to his wife, and she conceived, and bore a son, and he called his name Beria, because, said he, He was afflicted in my house. |
|
24
|
24
|
| καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησε τὴν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ ᾿Οζάν· Σεηρά, | And his daughter was Saraa, and he was among them that were left, and he built Bæthoron the upper and the lower. And the descendants of Ozan were Seera, |
|
25
|
25
|
| καὶ Ραφὴ υἱοὶ αὐτοῦ, Σαρὰφ καὶ Θαλεὲς υἱοὶ αὐτοῦ, Θαὲν υἱὸς αὐτοῦ. | and Raphe his son, Saraph and Thalees his sons, Thaen his son. |
|
26
|
26
|
| τῷ Λααδὰν υἱῷ αὐτοῦ υἱὸς ᾿Αμιούδ, ᾿Ελισαμαΐ υἱὸς αὐτοῦ, | To Laadan his son was born his son Amiud, his son Helisamai, his son |
|
27
|
27
|
| Νοὺμ υἱὸς αὐτοῦ, ᾿Ιησουὲ υἱὸς αὐτοῦ. | Nun, his son Jesue, these were his sons. |
|
28
|
28
|
| καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾿ ἀνατολὰς Νοαράν, πρὸς δυσμαῖς Γαζὲρ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς. | And their possession and their dwelling were Bæthel and her towns, to the east Noaran, westward Gazer and her towns, and Sychem and her towns, as far as Gaza and her towns. |
|
29
|
29
|
| καὶ ἕως ὁρίων υἱῶν Μανασσῆ· Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαανὰχ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδὼ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς. ἐν ταύταις κατῴκησαν υἱοὶ ᾿Ιωσὴφ υἱοῦ ᾿Ισραήλ. | And as far as the borders of the sons of Manasse, Bæthsaan and her towns, Thanach and her towns, Mageddo and her towns, Dor and her towns. In this the children of Joseph the son of Israel dwelt. |
|
30
|
30
|
| υἱοὶ ᾿Ασήρ· ᾿Ιεμνὰ καὶ Σουΐα. καὶ ᾿Ισουΐ καὶ Βεριὰ καὶ Σορὲ ἀδελφὴ αὐτῶν. | The sons of Aser; Jemna, and Suia, and Isui, and Beria, and Sore their sister. |
|
31
|
31
|
| καὶ υἱοὶ Βεριά· Χάβερ καὶ Μελχιήλ, οὗτος πατὴρ Βερζαΐθ. | And the sons of Beria; Chaber, and Melchiel; he was the father of Berthaith. |
|
32
|
32
|
| καὶ Χάβερ ἐγέννησε τὸν ᾿Ιαφλὴτ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰμ καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. | And Chaber begot Japhlet, and Samer, and Chothan, and Sola their sister. |
|
33
|
33
|
| καὶ υἱοὶ ᾿Ιαφλήτ· Φασὲκ καὶ Βαβαὴλ καὶ ᾿Ασίθ· οὗτοι υἱοὶ ᾿Ιαφλήτ. | And the sons of Japhlet; Phasec, and Bamael, and Asith: these are the sons of Japhlet. |
|
34
|
34
|
| καὶ υἱοὶ Σεμμήρ· ᾿Αχιουραογὰ καὶ ᾿Οβὰ καὶ ᾿Αρὰμ | And the sons of Semmer; Achir, and Rooga, and Jaba, and Aram. |
|
35
|
35
|
| καὶ Βανηελάμ· ἀδελφοὶ αὐτοῦ Σοφὰ καὶ ᾿Ιμανὰ καὶ Σελλὴς καὶ ᾿Αμάλ. | And the sons of Elam his brother; Sopha, and Imana, and Selles, and Amal. |
|
36
|
36
|
| υἱοὶ Σωφά· Σουὲ καὶ ᾿Αρναφὰρ καὶ Σουδὰ καὶ Βαρὶν καὶ ᾿Ιμρὰν | The sons of Sopha; Sue, and Arnaphar, and Suda, and Barin, and Imran, |
|
37
|
37
|
| καὶ Σοβὰλ καὶ ῍Ωδ καὶ Σεμμὰ καὶ Σαλισὰ καὶ ᾿Ιεθρὰν καὶ Βεηρά. | and Basan, and Oa, and Sama, and Salisa, and Jethra, and Beëra. |
|
38
|
38
|
| καὶ υἱοὶ ᾿Ιεθήρ· ᾿Ιεφινὰ καὶ Φασφὰ καὶ ᾿Αρά. | And the sons of Jether, Jephina, and Phaspha, and Ara. |
|
39
|
39
|
| καὶ υἱοὶ ῾Ωλά· ᾿Ορέχ, ᾿Ανιὴλ καὶ Ρασιά. | And the sons of Ola; Orech, Aniel, and Rasia. |
|
40
|
40
|
| πάντες οὗτοι υἱοὶ ᾿Ασήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ὁ ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἰκοσιὲξ χιλιάδες. | All these were the sons of Aser, all heads of families, choice, mighty men, chief leaders: their number for battle array—their number was twenty-six thousand men. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΚΑΙ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ ᾿Ασβὴλ τὸν δεύτερον, ᾿Ααρὰ τὸν τρίτον, | Now Benjamin begot Bale his first-born, and Asbel his second son, Aara the third, Noa the fourth, |
|
2
|
2
|
| Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον. | and Rapha the fifth. |
|
3
|
3
|
| καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· ᾿Αδὶρ καὶ Γηρὰ καὶ ᾿Αβιοὺδ | And the sons of Bale were, Adir, and Gera, and Abiud, |
|
4
|
4
|
| καὶ ᾿Αβισουὲ καὶ Νοαμὰ καὶ ᾿Αχιὰ | and Abessue, and Noama, and Achia, |
|
5
|
5
|
| καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ. | and Gera, and Sephupham, and Uram. |
|
6
|
6
|
| οὗτοι υἱοὶ ᾿Αώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί· | These were the sons of Aod: these are the heads of families to them that dwell in Gabee, and they removed them to Machanathi: |
|
7
|
7
|
| καὶ Νοομὰ καὶ ᾿Αχιὰ καὶ Γηρά· οὗτος ᾿Ιεγλαὰμ καὶ ἐγέννησε τὸν ᾿Αζὰ καὶ τὸν ᾿Ιαχιχώ. | and Nooma, and Achia and Gera, he removed them, and he begot Aza, and Jachicho. |
|
8
|
8
|
| καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν ῾Ωσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ. | And Saarin begot children in the plain of Moab, after that he had sent away Osin and Baada his wives. |
|
9
|
9
|
| καὶ ἐγέννησεν ἐκ τῆς ᾿Αδὰ γυναικὸς αὐτοῦ τὸν ᾿Ιωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ | And he begot of his wife Ada, Jolab, and Sebia, and Misa, and Melchas, |
|
10
|
10
|
| καὶ τὸν ᾿Ιαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν. | and Jebus, and Zabia, and Marma: these were heads of families. |
|
11
|
11
|
| καὶ ἐκ τῆς ῾Ωσὶν ἐγέννησε τὸν ᾿Αβιτὼλ καὶ τὸν ᾿Αλφαάλ. | And of Osin he begot Abitol, and Alphaal. |
|
12
|
12
|
| καὶ υἱοὶ ᾿Αλφαάλ· ᾿Ωβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν ᾿Ωνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς· | And the sons of Alphaal; Obed, Misaal, Semmer: he built Ona, and Lod, and its towns: |
|
13
|
13
|
| καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ. | and Beria, and Sama; these were heads of families among the dwellers in Elam, and they drove out the inhabitants of Geth. |
|
14
|
14
|
| καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ ᾿Αριμὼθ | And his brethren were Sosec, and Arimoth, |
|
15
|
15
|
| καὶ Ζαβαδία, καὶ ᾿Ωρὴδ καὶ ῎Εδερ | and Zabadia, and Ored, and Eder, |
|
16
|
16
|
| καὶ Μιχαὴλ καὶ ᾿Ιεσφὰ καὶ ᾿Ιωδά, υἱοὶ Βεριά. | and Michael, and Jespha, and Joda, the sons of Beria: |
|
17
|
17
|
| καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ ᾿Αζακὶ καὶ ᾿Αβὰρ | and Zabadia, and Mosollam, and Azaki, and Abar, |
|
18
|
18
|
| καὶ ᾿Ισαμαρὶ καὶ ᾿Ιεζλίας καὶ ᾿Ιωβάβ, υἱοὶ ᾿Ελφαάλ. | and Isamari, and Jexlias, and Jobab, the sons of Elphaal: |
|
19
|
19
|
| καὶ ᾿Ιακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ | and Jakim, and Zachri, and Zabdi, |
|
20
|
20
|
| καὶ ᾿Ελιωναΐ καὶ Σαλαθὶ καὶ ᾿Ελιηλὶ | and Elionai, and Salathi, |
|
21
|
21
|
| καὶ ᾿Αδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ. | and Elieli, and Adaia, and Baraia, and Samarath, sons of Samaith: |
|
22
|
22
|
| καὶ ᾿Ιεσφὰν καὶ ᾿Ωβὴδ καὶ ᾿Ελεὴλ | and Jesphan, and Obed, and Eliel, |
|
23
|
23
|
| καὶ ᾿Αβδιὼν καὶ Ζεχρὶ καὶ ᾿Ανὰν | and Abdon, and Zechri, and Anan, |
|
24
|
24
|
| καὶ ᾿Ανανία καὶ ᾿Αμβρὶ καὶ Αἰλὰμ καὶ ᾿Αναθὼθ | and Anania, and Ambri, and Ælam, and Anathoth, |
|
25
|
25
|
| καὶ ᾿Ιαθὶν καὶ ᾿Ιεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ, | and Jathin, and Jephadias, and Phanuel, the sons of Sosec: |
|
26
|
26
|
| καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία | and Samsari, and Saarias, and Gotholia, |
|
27
|
27
|
| καὶ ᾿Ιαρασία καὶ ᾿Εριὰ καὶ Ζεχρί, υἱοὶ ῾Ιεροάμ. | and Jarasia, and Eria, and Zechri, son of Iroam. |
|
28
|
28
|
| οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ· | These were heads of families, chiefs according to their generations: these dwelt in Jerusalem. |
|
29
|
29
|
| καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά. | And the father of Gabaon dwelt in Gabaon; and his wife's name was Moacha. |
|
30
|
30
|
| καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ | And her first-born son was Abdon, and Sur, and Kis, and Baal, and Nadab, and Ner, |
|
31
|
31
|
| καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ· | and Gedur and his brother, and Zacchur, and Makeloth. |
|
32
|
32
|
| καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. | And Makeloth begot Samaa: for these dwelt in Jerusalem in the presence of their brethren with their brethren. |
|
33
|
33
|
| καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ. | And Ner begot Kis, and Kis begot Saul, and Saul begot Jonathan, and Melchisue, and Aminadab, and Asabal. |
|
34
|
34
|
| καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. | And the son of Jonathan was Meribaal; and Meribaal begot Micha. |
|
35
|
35
|
| καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ ᾿Αχάζ. | And the sons of Micha; Phithon, and Melach, and Tharach, and Achaz. |
|
36
|
36
|
| καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν ᾿Ασμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά, | And Achaz begot Jada, and Jada begot Salæmath, and Asmoth, and Zambri; and Zambri begot Mæsa; |
|
37
|
37
|
| καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ. | and Mæsa begot Baana: Rhaphæa, was his son, Elasa his son, Esel his son. |
|
38
|
38
|
| καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά· πάντες οὗτοι υἱοὶ ᾿Εσήλ. | And Esel had six sons, and these were their names; Ezricam his first-born, and Ismael, and Saraia, and Abdia, and Anan, and Asa: all these were the sons of Esel. |
|
39
|
39
|
| καὶ υἱοὶ ᾿Ασήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ιὰς ὁ δεύτερος καὶ ᾿Ελιφαλὲτ ὁ τρίτος. | And the sons of Asel his brother; Ælam his first-born, and Jas the second, and Eliphalet the third. |
|
40
|
40
|
| καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν. | And the sons of Ælam were mighty men, bending the bow, and multiplying sons and grandsons, a hundred and fifty. All these were of the sons of Benjamin. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΚΑΙ πᾶς ᾿Ισραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν, | And this is all Israel, even their enrolment: and these are written down in the book of the kings of Israel and Juda, with the names of them that were carried away to Babylon for their transgressions. |
|
2
|
2
|
| καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν ᾿Ισραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι. | And they that dwelt before in their possessions in the cities of Israel, the priests, the Levites, and the appointed ones. |
|
3
|
3
|
| καὶ ἐν ῾Ιερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν ᾿Ιούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν ᾿Εφραὶμ καὶ Μανασσῆ· | And there dwelt in Jerusalem some of the children of Juda, and of the children of Benjamin, and of the children of Ephraim, and Manasse. |
|
4
|
4
|
| Γνωθὶ καὶ υἱὸς ᾿Αμμιούδ, υἱοῦ ᾿Αμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ ᾿Ιούδα. | And Gnothi, and the son of Samiud, the son of Amri, the son of Ambraim, the son of Buni, son of the sons of Phares, the son of Juda. |
|
5
|
5
|
| καὶ ἐκ τῶν Σηλωνί· ᾿Ασαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ. | And of the Selonites; Asaia his first-born, and his sons. |
|
6
|
6
|
| ἐκ τῶν υἱῶν Ζαρά· ᾿Ιεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα. | Of the sons of Zara; Jeel, and their brethren, six hundred and ninety. |
|
7
|
7
|
| καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ ᾿Ωδουΐα υἱοῦ ᾿Ασινοῦ | And of the sons of Benjamin; Salom, son of Mosollam, son of Odouia, son of Asinu. |
|
8
|
8
|
| καὶ ᾿Ιεμναὰ υἱὸς ῾Ιεροβοὰμ καὶ ᾿Ηλώ· οὗτοι υἱοὶ ᾿Οζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ραγουὴλ υἱοῦ ᾿Ιεμναΐ | And Jemnaa son of Jeroboam, and Elo: these are the sons of Ozi the son of Machir: and Mosollam, son of Saphatia, son of Raguel, son of Jemnai; |
|
9
|
9
|
| καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. | and their brethren according to their generations, nine hundred and fifty-six, all the men were heads of families according to the houses of their fathers. |
|
10
|
10
|
| καὶ ἀπὸ τῶν ἱερέων· ᾿Ιωδαὲ καὶ ᾿Ιωαρὶμ καὶ ᾿Ιαχὶν | And of the priests; Jodaë, and Joarim, and Jachin, |
|
11
|
11
|
| καὶ ᾿Αζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ ᾿Αχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ | and Azaria the son of Chelcias, the son of Mosollam, the son of Sadoc, the son of Maraïoth, the son of Achitob, the ruler of the house of God; |
|
12
|
12
|
| καὶ ᾿Αδαΐα υἱὸς ᾿Ιραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς ᾿Αδιὴλ υἱοῦ ᾿Εζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ ᾿Εμμὴρ | and Adaia son of Iraam, son of Phascor, son of Melchia, and Maasaia son of Adiel, son of Ezira, son of Mosollam, son of Maselmoth, son of Emmer; |
|
13
|
13
|
| καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ. | and their brethren, chiefs of their families, a thousand seven hundred and sixty, mighty men for the work of the ministration of the house of God. |
|
14
|
14
|
| καὶ ἐκ τῶν Λευιτῶν· Σαμαΐα υἱὸς ᾿Ασὼβ υἱοῦ ᾿Εζρικὰμ υἱοῦ ᾿Ασαβία ἐκ τῶν υἱῶν Μεραρί, | And of the Levites; Samaia son of Asob, son of Ezricam, son of Asabia, of the sons of Merari. |
|
15
|
15
|
| καὶ Βακβακὰρ καὶ ᾿Αρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ ᾿Ασὰφ | And Bacbacar, and Ares, and Galaal, and Matthanias son of Micha, son of Zechri, son of Asaph; |
|
16
|
16
|
| καὶ ᾿Αβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ ᾿Ιδιθοῦν καὶ Βαραχία υἱὸς ᾿Οσσὰ υἱοῦ ῾Ελκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί. | and Abdia, son of Samia, son of Galaal, son of Idithun, and Barachia son of Ossa, son of Helcana—who dwelt in the villages of the Notephatites. |
|
17
|
17
|
| οἱ πυλωροί· Σαλώμ, ᾿Ακούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· | The door-keepers; Salom, Acum, Telmon, and Diman, and their brethren; Salom was the chief; |
|
18
|
18
|
| καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί. | and he waited hitherto in the king's gate eastward: these are the gates of the companies of the sons of Levi. |
|
19
|
19
|
| καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον. | And Sellum the son of Core, the son of Abiasaph, the son of Core, and his brethren belonging to the house of his father, the Corites were over the works of the service, keeping the watches of the tabernacle, and their fathers over the camp of the Lord, keeping the entrance. |
|
20
|
20
|
| καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ᾿ αὐτοῦ. | And Phinees son of Eleazar was head over them before the Lord, and these were with him. |
|
21
|
21
|
| Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. | Zacharias the son of Mosollami was keeper of the door of the tabernacle of witness. |
|
22
|
22
|
| πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. | All the chosen porters in the gates were two hundred and twelve, these were in their courts, this was their distribution: these David and Samuel the seer established in their charge. |
|
23
|
23
|
| καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν. | And these and their sons were over the gates in the house of the Lord, and in the house of the tabernacle, to keep watch. |
|
24
|
24
|
| κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. | The gates were toward the four winds, eastward, westward, northward, southward. |
|
25
|
25
|
| καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων. | And their brethren were in their courts, to enter in weekly from time to time with these. |
|
26
|
26
|
| ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν, | For four strong men have the charge of the gates; and the Levites were over the chambers, and they keep watch over the treasures of the house of God. |
|
27
|
27
|
| ὅτι ἐπ᾿ αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. | For the charge was upon them, and these were charged with the keys to open the doors of the temple every morning. |
|
28
|
28
|
| καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι. | And some of them were appointed over the vessels of service, that they should carry them in by number, and carry them out by number. |
|
29
|
29
|
| καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων. | And some of them were appointed over the furniture, and over all the holy vessels, and over the fine flour, the wine, the oil, the frankincense, and the spices. |
|
30
|
30
|
| καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα. | And some of the priests were makers of the ointment, and appointed to prepare the spices. |
|
31
|
31
|
| καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. | And Matthathias of the Levites, (he was the first-born of Salom the Corite,) was set in charge over the sacrifices of meat-offering of the pan belonging to the high priest. |
|
32
|
32
|
| καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. | And Banaias the Caathite, from among their brethren, was set over the shewbread, to prepare it every sabbath. |
|
33
|
33
|
| καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις. | And these were the singers, heads of families of the Levites, to whom were established daily courses, for they were employed in the services day and night. |
|
34
|
34
|
| οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ. | These were the heads of the families of the Levites according to their generations; these chiefs dwelt in Jerusalem. |
|
35
|
35
|
| καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν ᾿Ιεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά. | And Jeël the father of Gabaon dwelt in Gabaon; and his wife's name was Moöcha. |
|
36
|
36
|
| καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ | And his first-born son was Abdon, and he had Sur, and Kis, and Baal, and Ner, and Nadab, |
|
37
|
37
|
| καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ. | and Gedur and his brother, and Zacchur, and Makeloth. |
|
38
|
38
|
| καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. | And Makeloth begot Samaa: and these dwelt in the midst of their brethren in Jerusalem, even in the midst of their brethren. |
|
39
|
39
|
| καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ. | And Ner begot Kis, and Kis begot Saul, and Saul begot Jonathan, and Melchisue, and Aminadab, and Asabal. |
|
40
|
40
|
| καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. | And the son of Jonathan was Meribaal: and Meribaal begot Micha. |
|
41
|
41
|
| καὶ υἱοὶ Μιχά· Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ. | And the sons of Micha were Phithon and Malach, and Tharach. |
|
42
|
42
|
| καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά, | And Achaz begot Jada: and Jada begot Galemeth, and Gazmoth, and Zambri; and Zambri begot Massa. |
|
43
|
43
|
| καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ. | And Massa begot Baana, and Rhaphaïa was his son, Elasa his son, Esel his son. |
|
44
|
44
|
| καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά. οὗτοι υἱοὶ ᾿Εσήλ. | And Esel had six sons, and these were their names; Esricam his first-born, and Ismael, and Saraia, and Abdia, and Anan, and Asa: these were the sons of Esel. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΚΑΙ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν ᾿Ισραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ. | Now the Philistines warred against Israel; and they fled from before the Philistines, and fell down slain in mount Gelbue. |
|
2
|
2
|
| καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ. | And the Philistines pursued after Saul, and after his sons; and the Philistines smote Jonathan, and Aminadab, and Melchisue, sons of Saul. |
|
3
|
3
|
| καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων. | And the battle prevailed against Saul, and the archers hit him with bows and arrows, and they were wounded of the bows. |
|
4
|
4
|
| καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. | And Saul said to his armour-bearer, Draw thy sword, and pierce me through with it, lest these uncircumcised come and mock me. But his armour-bearer would not, for he was greatly afraid: so Saul took a sword, and fell upon it. |
|
5
|
5
|
| καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε. | And his armour-bearer saw that Saul was dead, and he also fell upon his sword. |
|
6
|
6
|
| καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε. | So Saul died, and his three sons on that day, and all his family died at the same time. |
|
7
|
7
|
| καὶ εἶδε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν ᾿Ισραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς. | And all the men of Israel that were in the valley saw that Israel fled, and that Saul and his sons were dead, and they left their cities, and fled: and the Philistines came and dwelt in them. |
|
8
|
8
|
| καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ. | And it came to pass on the next day that the Philistines came to strip the slain, and they found Saul and his sons fallen on mount Gelbue. |
|
9
|
9
|
| καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ· | And they stripped him, and took his head, and his armour, and sent them into the land of the Philistines round about, to proclaim the glad tidings to their idols, and to the people. |
|
10
|
10
|
| καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών. | And they put their armour in the house of their god, and they put his head in the house of Dagon. |
|
11
|
11
|
| καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ ᾿Ισραήλ. | And all the dwellers in Galaad heard of all that the Philistines had done to Saul and to Israel. |
|
12
|
12
|
| καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς ᾿Ιαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν ᾿Ιαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας. | And all the mighty men rose up from Galaad, and they took the body of Saul, and the bodies of his sons, and brought them to Jabis, and buried their bones under the oak in Jabis, and fasted seven days. |
|
13
|
13
|
| καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης· | So Saul died for his transgressions, wherein he transgressed against God, against the word of the Lord, forasmuch as he kept it not, because Saul enquired of a wizard to seek counsel, and Samuel the prophet answered him: |
|
14
|
14
|
| καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαί. | and he sought not the Lord: so he slew him, and turned the kingdom to David the son of Jesse. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΑΙ ἦλθε πᾶς ᾿Ισραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· | And all Israel came to David in Chebron, saying, Behold, we are thy bones and thy flesh. |
|
2
|
2
|
| καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ισραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ᾿Ισραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ. | And heretofore when Saul was king, thou wast he that led Israel in and out, and the Lord of Israel said to thee, Thou shalt feed my people Israel, and thou shalt be for a ruler over Israel. |
|
3
|
3
|
| καὶ ἦλθον πάντες πρεσβύτεροι ᾿Ισραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ ᾿Ισραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ. | And all the elders of Israel came to the king to Chebron; and king David made a covenant with them in Chebron before the Lord: and they anointed David to be king over Israel, according to the word of the Lord by Samuel. |
|
4
|
4
|
| Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς ῾Ιερουσαλὴμ (αὕτη ᾿Ιεβούς), καὶ ἐκεῖ οἱ ᾿Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ· | And the king and his men went to Jerusalem, this is Jebus; and there the Jebusites the inhabitants of the land said to David, |
|
5
|
5
|
| οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ). | Thou shalt not enter in hither. But he took the strong hold of Sion: this is the city of David. |
|
6
|
6
|
| καὶ εἶπε Δαυίδ· πᾶς τύπτων ᾿Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις ᾿Ιωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα. | And David said, Whoever first smites the Jebusite, even he shall be chief and captain. And Joab the son of Saruia went up first, and became chief. |
|
7
|
7
|
| καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ· | And David dwelt in the strong hold; therefore he called it the city of David. |
|
8
|
8
|
| καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν. | And he fortified the city round about. |
|
9
|
9
|
| καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ. | And David continued to increase, and the Lord Almighty was with him. |
|
10
|
10
|
| Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς ᾿Ισραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ ᾿Ισραήλ· | And these are the chiefs of the mighty men, whom David had, who strengthened themselves with him in his kingdom, with all Israel, to make him king, according to the word of the Lord concerning Israel. |
|
11
|
11
|
| καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· ᾿Ιεσεβάαλ υἱὸς ᾿Αχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. | And this is the list of the mighty men of David; Jesebada, son of Achaman, first of the thirty: he drew his sword once against three hundred whom he slew at one time. |
|
12
|
12
|
| καὶ μετ᾿ αὐτὸν ᾿Ελεάζαρ υἱὸς Δωδαΐ ὁ ᾿Αχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς. | And after him Eleazar son of Dodai, the Achochite: he was among the three mighty men. |
|
13
|
13
|
| οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων· | He was with David in Phasodamin, and the Philistines were gathered there to battle, and there was a portion of the field full of barley; and the people fled before the Philistines. |
|
14
|
14
|
| καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην. | And he stood in the midst of the portion, and rescued it, and smote the Philistines; and the Lord wrought a great deliverance. |
|
15
|
15
|
| καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων. | And three of the thirty chiefs went down to the rock to David, to the cave of Odollam, and the camp of the Philistines was in the giants' valley. |
|
16
|
16
|
| καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ. | And David was then in the hold, and the garrison of the Philistines was then in Bethleem. |
|
17
|
17
|
| καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; | And David longed, and said, Who will give me water to drink of the well of Bethleem, that is in the gate? |
|
18
|
18
|
| καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν· | And the three broke through the camp of the Philistines, and they drew water out of the well that was in Bethleem, which was in the gate, and they took it, and came to David: but David would not drink it, and poured it out to the Lord, and said, |
|
19
|
19
|
| ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. | God forbid that I should do this thing: shall I drink the blood of these men with their lives? for with the peril of their lives they brought it. So he would not drink it. These things did the three mighty men. |
|
20
|
20
|
| καὶ ᾿Αβεσαὰ ἀδελφὸς ᾿Ιωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν, | And Abisa the brother of Joab, he was chief of three: he drew his sword against three hundred slain at one time, and he had a name among the second three. |
|
21
|
21
|
| ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. | He was more famous than the two others of the three, and he was chief over them; yet he reached not to the first three. |
|
22
|
22
|
| καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος· | And Banaia the son of Jodae was the son of a mighty man: many were his acts for Cabasael: he smote two lion-like men of Moab, and he went down and smote a lion in a pit on a snowy day. |
|
23
|
23
|
| καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. | And he smote an Egyptian, a wonderful man five cubits high; and in the hand of the Egyptian there was a spear like a weavers' beam; and Banaia went down to him with a staff, and took the spear out of the Egyptian's hand, and slew him with his own spear. |
|
24
|
24
|
| ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς· | These things did Banaia son of Jodae, and his name was among the three mighties. |
|
25
|
25
|
| ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ. | He was distinguished beyond the thirty, yet he reached not to the first three: and David set him over his family. |
|
26
|
26
|
| καὶ δυνατοὶ τῶν δυνάμεων· ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωάβ, ᾿Ελεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ, | And the mighty men of the forces were, Asael the brother of Joab, Eleanan the son of Dodoe of Bethleem, |
|
27
|
27
|
| Σαμμὼθ ὁ ᾿Αρωρί, Χελλὴς ὁ Φελωνί, | Samaoth the Arorite, Chelles the Phelonite, |
|
28
|
28
|
| ῾Ωρὰ υἱὸς ᾿Εκκὶς ὁ Θεκωί, ᾿Αβιέζερ ὁ ᾿Αναθωθί, | Ora the son of Ekkis the Thecoite, Abiezer the Anathothite, |
|
29
|
29
|
| Σοβοχαὶ ὁ ᾿Ασωθί, ᾿Ηλὶ ὁ ᾿Αχωνί, | Sobochai the Usathite, Eli the Achonite, |
|
30
|
30
|
| Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί, | Marai the Netophathite, Chthaod the son of Nooza the Netophathite, |
|
31
|
31
|
| Αἰρὶ υἱὸς Ρεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί, | Airi the son of Rebie of the hill of Benjamin, Banaias the Pharathonite, |
|
32
|
32
|
| Οὐρὶ ἐκ Ναχαλὶ Γάας, ᾿Αβιὴλ ὁ Γαραβαιθί, | Uri of Nachali Gaas, Abiel the Garabæthite, |
|
33
|
33
|
| ᾿Αζμὼθ ὁ Βαρωμί, ᾿Ελιαβὰ ὁ Σαλαβωνί, | Azbon the Baromite, Eliaba the Salabonite, |
|
34
|
34
|
| υἱὸς ᾿Ασὰμ τοῦ Γιζωνίτου, ᾿Ιωνάθαν υἱὸς Σωλὰ ὁ ᾿Αραρί, | the son of Asam the Gizonite, Jonathan the son of Sola the Ararite, |
|
35
|
35
|
| ᾿Αχὶμ υἱὸς ᾿Αχὰρ ὁ ᾿Αραρί, ᾿Ελφὰτ υἱὸς Θυροφὰρ | Achim the son of Achar the Ararite, Elphat the son of Thyrophar |
|
36
|
36
|
| ὁ Μεχωραθρί, ᾿Αχία ὁ Φελλωνί, | the Mechorathrite, Achia the Phellonite, |
|
37
|
37
|
| ᾿Ησερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς ᾿Αζοβαί, | Esere the Charmadaite, Naarai the son of Azobai, |
|
38
|
38
|
| ᾿Ιωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς ᾿Αγαρί, | Joel the son of Nathan, Mebaal son of Agari, |
|
39
|
39
|
| Σελὴ ὁ ᾿Αμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη ᾿Ιωὰβ υἱῷ Σαρουΐα, | Sele the son of Ammoni, Nachor the Berothite, armour-bearer to the son of Saruia, |
|
40
|
40
|
| ᾿Ιρὰ ὁ ᾿Ιεθρί, Γαρὴβ ὁ ᾿Ιεθρί, | Ira the Jethrite, Gaber the Jethrite, |
|
41
|
41
|
| Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς ᾿Αχαϊά, | Uria the Chettite, Zabet son of Achaia, |
|
42
|
42
|
| ᾿Αδινὰ υἱὸς Σαιζὰ τοῦ Ρουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα. | Adina son of Sæza, a chief of Ruben, and thirty with him, |
|
43
|
43
|
| ᾿Ανὰν υἱὸς Μοωχά, καὶ ᾿Ιωσαφὰτ ὁ Ματθανί, | Anan the son of Moöcha, and Josaphat the Matthanite, |
|
44
|
44
|
| ᾿Οζία ὁ ᾿Ασταρωθί, Σαμαθὰ καὶ ᾿Ιειὴλ υἱοὶ Χωθὰμ τοῦ ᾿Αραρί, | Ozia the Astarothite, Samatha and Jeiel sons of Chotham the Ararite, |
|
45
|
45
|
| ᾿Ιεδιὴλ υἱὸς Σαμερὶ καὶ ᾿Ιωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ, | Jediel the son of Sameri, and Jozae his brother the Thosaite, |
|
46
|
46
|
| ᾿Ελιὴλ ὁ Μαωΐ καὶ ᾿Ιαριβί, καὶ ᾿Ιωσία υἱὸς αὐτοῦ, ᾿Ελλαὰμ καὶ ᾿Ιεθαμὰ ὁ Μωαβίτης, | Eliel the Maoite, and Jaribi, and Josia his son, Ellaam, and Jethama the Moabite, |
|
47
|
47
|
| Δαλιὴλ καὶ ᾿Ωβὴδ καὶ ᾿Ιεσσιὴλ ὁ Μεσωβία. | Daliel, and Obeth, and Jessiel of Mesobia. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ | And these are they that came to Sikelag, when he yet kept himself close because of Saul the son of Kis; and these were among the mighty, aiding him in war, |
|
2
|
2
|
| καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν· | and using the bow with the right hand and with the left, and slingers with stones, and shooters with bows. Of the brethren of Saul of Benjamin, |
|
3
|
3
|
| ὁ ἄρχων ᾿Αχιέζερ καὶ ᾿Ιωὰς υἱὸς ᾿Ασμὰ τοῦ Γαβαθίτου καὶ ᾿Ιωὴλ καὶ ᾿Ιωφαλὴτ υἱοὶ ᾿Ασμὼθ καὶ Βερχία καὶ ᾿Ιηοὺλ ὁ ᾿Αναθωθὶ | the chief was Achiezer, and Joas son of Asma the Gabathite, and Joel and Jophalet, sons of Asmoth, and Berchia, and Jeul of Anathoth, |
|
4
|
4
|
| καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα | and Samaias the Gabaonite a mighty man among the thirty, and over the thirty; |
|
5
|
5
|
| ῾Ιερεμία καὶ ᾿Ιεζιὴλ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιωζαβὰθ ὁ Γαδαραθιίμ, | and Jeremia, and Jeziel, and Joanan, and Jozabath of Gadarathiim, |
|
6
|
6
|
| ᾿Αζαΐ καὶ ᾿Ιαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ, | Azai and Arimuth, and Baalia, and Samaraia, and Saphatias of Charæphiel, |
|
7
|
7
|
| ῾Ηλκανὰ καὶ ᾿Ιησουνὶ καὶ ᾿Οζριὴλ καὶ ᾿Ιωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται | Helcana, and Jesuni, and Ozriel, and Jozara, and Sobocam, and the Corites, |
|
8
|
8
|
| καὶ ᾿Ιελία καὶ Ζαβαδία υἱοὶ ᾿Ιραὰμ καὶ οἱ τοῦ Γεδώρ. | and Jelia and Zabadia, sons of Iroam, and the men of Gedor. |
|
9
|
9
|
| καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· | And from Gad these separated themselves to David from the wilderness, strong mighty men of war, bearing shields and spears, and their faces were as the face of a lion, and they were nimble as roes upon the mountains in speed. |
|
10
|
10
|
| ᾿Αζὲρ ὁ ἄρχων, ᾿Αβδία ὁ δεύτερος, ᾿Ελιὰβ ὁ τρίτος, | Aza the chief, Abdia the second, Eliab the third, |
|
11
|
11
|
| Μασμανὰ ὁ τέταρτος, ῾Ιερμιὰ ὁ πέμπτος, | Masmana the fourth, Jeremias the fifth, |
|
12
|
12
|
| ᾿Ιεθὶ ὁ ἕκτος, ᾿Ελιὰβ ὁ ἕβδομος, | Jethi the sixth, Eliab the seventh, |
|
13
|
13
|
| ᾿Ιωανὰν ὁ ὄγδοος, ᾿Ελιαζὲρ ὁ ἔνατος, | Joanan the eighth, Eleazer the ninth, |
|
14
|
14
|
| ῾Ιερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος. | Jeremia the tenth, Melchabanai the eleventh. |
|
15
|
15
|
| οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. | These were chiefs of the army of the sons of Gad, the least one commander of a hundred, and the greatest one of a thousand. |
|
16
|
16
|
| οὗτοι οἱ διαβάντες τὸν ᾿Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. | These are the men that crossed over Jordan in the first month, and it had overflowed all its banks; and they drove out all the inhabitants of the valleys, from the east to the west. |
|
17
|
17
|
| καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ᾿Ιούδα εἰς βοήθειαν τοῦ Δαυίδ, | And there came some of the sons of Benjamin and Juda to the assistance of David. |
|
18
|
18
|
| καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο. | And David went out to meet them, and said to them, If ye are come peaceably to me, let my heart be at peace with you: but if ye are come to betray me to my enemies unfaithfully, the God of your fathers look upon it, and reprove it. |
|
19
|
19
|
| καὶ πνεῦμα ἐνέδυσε τὸν ᾿Αμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε· πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς ᾿Ιεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων. | And the Spirit came upon Amasai, a captain of the thirty, and he said, Go, David, son of Jesse, thou and thy people, peace, peace be to thee, and peace to thy helpers, for thy God has helped thee. And David received them, and made them captains of the forces. |
|
20
|
20
|
| καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων· ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ· | And some came to David from Manasse, when the Philistines came against Saul to war: and he helped them not, because the captains of the Philistines took counsel, saying, With the heads of those men will he return to his master Saul. |
|
21
|
21
|
| ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ ᾿Εδνὰ καὶ ᾿Ιωζαβὰθ καὶ Ρωδιὴλ καὶ Μιχαὴλ καὶ ᾿Ιωσαβαὶθ καὶ ᾿Ελιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ. | When David was going to Sikelag, there came to him of Manasse, Edna and Jozabath, and Rodiel, and Michael, and Josabaith, and Elimuth, and Semathi: these are the captains of thousands of Manasse. |
|
22
|
22
|
| καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει· | And they fought on the side of David against a troop, for they were all men of might; and they were commanders in the army, because of their might. |
|
23
|
23
|
| ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ. | For daily men came to David, till they amounted to a great force, as the force of God. |
|
24
|
24
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. | And these are the names of the commanders of the army, who came to David to Chebron, to turn the kingdom of Saul to him according to the word of the Lord. |
|
25
|
25
|
| υἱοὶ ᾿Ιούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. | The sons of Juda, bearing shields and spears, six thousand and eight hundred mighty in war. |
|
26
|
26
|
| τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. | Of the sons of Symeon mighty for battle, seven thousand and a hundred. |
|
27
|
27
|
| τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι. | Of the sons of Levi, four thousand and six hundred. |
|
28
|
28
|
| καὶ ᾿Ιωδαὲ ὁ ἡγούμενος τῷ ᾿Ααρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι. | And Joadas the chief of the family of Aaron, and with him three thousand and seven hundred. |
|
29
|
29
|
| καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο. | And Sadoc, a young man mighty in strength, and there were twenty-two leaders of his father's house. |
|
30
|
30
|
| καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. | And of the sons of Benjamin, the brethren of Saul, three thousand: and still the greater part of them kept the guard of the house of Saul. |
|
31
|
31
|
| καὶ ἀπὸ υἱῶν ᾿Εφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν. | And of the sons of Ephraim, twenty thousand and eight hundred mighty men, famous in the houses of their fathers. |
|
32
|
32
|
| καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ. | And of the half-tribe of Manasse, eighteen thousand, even those who were named by name, to make David king. |
|
33
|
33
|
| καὶ ἀπὸ τῶν υἱῶν ᾿Ισσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι ᾿Ισραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν. | And of the sons of Issachar having wisdom with regard to the times, knowing what Israel should do, two hundred; and all their brethren with them. |
|
34
|
34
|
| καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως. | And of Zabulon they that went out to battle, with all weapons of war, were fifty thousand to help David, not weak-handed. |
|
35
|
35
|
| καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες. | And of Nephthali a thousand captains, and with them men with shields and spears, thirty-seven thousand. |
|
36
|
36
|
| καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. | And of the Danites men ready for war twenty-eight thousand and eight hundred. |
|
37
|
37
|
| καὶ ἀπὸ τοῦ ᾿Ασὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες. | And of Aser, they that went out to give aid in war, forty thousand. |
|
38
|
38
|
| καὶ ἐκ πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ Ρουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες. | And from the country beyond Jordan, from Ruben, and the Gadites, and from the half-tribe of Manasse, a hundred and twenty thousand, with all weapons of war. |
|
39
|
39
|
| πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα ᾿Ισραήλ· καὶ ὁ κατάλοιπος ᾿Ισραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ. | All these were men of war, setting the army in battle array, with a peaceful mind towards him, and they came to Chebron to make David king over all Israel: and the rest of Israel were of one mind to make David king. |
|
40
|
40
|
| καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν. | And they were there three days eating and drinking, for their brethren had made preparations. |
|
41
|
41
|
| καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως ᾿Ισσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν ᾿Ισραήλ. | And their neighbours, as far as Issachar and Zabulon and Nephthali, brought to them upon camels, and asses, and mules, and upon calves, victuals, meal, cakes of figs, raisins, wine, and oil, calves and sheep abundantly: for there was joy in Israel. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΚΑΙ ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ, | And David took counsel with the captains of thousands and captains of hundreds, even with every commander. |
|
2
|
2
|
| καὶ εἶπε Δαυὶδ τῇ πάσῃ ἐκκλησίᾳ ᾿Ισραήλ· εἰ ἐφ᾿ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ ᾿Ισραήλ, καὶ μετ᾿ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσι κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, | And David said to the whole congregation of Israel, If it seem good to you, and it should be prospered by the Lord our God, let us send to our brethren that are left in all the land of Israel, and let the priests the Levites who are with them in the cities of their possession come, and let them be gathered to us. |
|
3
|
3
|
| καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾿ ἡμερῶν Σαούλ. | And let us bring over to us the ark of our God; for men have not enquired at it since the days of Saul. |
|
4
|
4
|
| καὶ εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ. | And all the congregation said that they would do thus; for the saying was right in the eyes of all the people. |
|
5
|
5
|
| καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου ῾Ημὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως ᾿Ιαρίμ. | So David assembled all Israel, from the borders of Egypt even to the entering in of Hemath, to bring in the ark of God from the city of Jarim. |
|
6
|
6
|
| καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ, καὶ πᾶς ᾿Ισραὴλ ἀνέβη εἰς πόλιν Δαυίδ, ἣ ἦν τοῦ ᾿Ιούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ Κυρίου καθημένου ἐπὶ Χερουβίμ, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. | And David brought it up: and all Israel went up to the city of David, which belonged to Juda, to bring up thence the ark of the Lord God who sits between the cherubim, whose name is called on it. |
|
7
|
7
|
| καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐφ᾿ ἅμαξαν καινὴν ἐξ οἴκου ᾿Αμαναδάβ, καὶ ᾿Οζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. | And they set the ark of God on a new waggon brought out of the house of Aminadab: and Oza and his brethren drove the waggon. |
|
8
|
8
|
| καὶ Δαυὶδ καὶ πᾶς ᾿Ισραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξι. | And David and all Israel were playing before the Lord with all their might, and that together with singers, and with harps, and with lutes, with timbrels, and with cymbals, and with trumpets. |
|
9
|
9
|
| καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος, καὶ ἐξέτεινεν ᾿Οζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος. | And they came as far as the threshing-floor: and Oza put forth his hand to hold the ark, because the bullock moved it from its place. |
|
10
|
10
|
| καὶ ἐθυμώθη Κύριος ὀργῇ ἐπὶ ᾿Οζὰ καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ Θεοῦ. | And the Lord was very angry with Oza, and smote him there, because of his stretching forth his hand upon the ark: and he died there before God. |
|
11
|
11
|
| καὶ ἠθύμησε Δαυίδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν ᾿Οζά, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Διακοπὴ ᾿Οζὰ ἕως τῆς ἡμέρας ταύτης. | And David was dispirited, because the Lord had made a breach on Oza: and he called that place the Breach of Oza until this day. |
|
12
|
12
|
| καὶ ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ Θεοῦ πρὸς ἐμαυτόν; | And David feared God that day, saying, How shall I bring the ark of God in to myself? |
|
13
|
13
|
| καὶ οὐκ ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυίδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον ᾿Αβεδδαρὰ τοῦ Γεθθαίου. | So David brought not the ark home to himself into the city of David, but he turned it aside into the house of Abeddara the Gethite. |
|
14
|
14
|
| καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν οἴκῳ ᾿Αβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ Θεὸς ᾿Αβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ. | And the ark of God abode in the house of Abeddara three months: and God blessed Abeddara and all that he had. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. | And Chiram king of Tyre sent messengers to David, and cedar timbers, and masons, and carpenters, to build a house for him. |
|
2
|
2
|
| καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ. | And David knew that the Lord had designed him to be king over Israel; because his kingdom was highly exalted, on account of his people Israel. |
|
3
|
3
|
| Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν ῾Ιερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. | And David took more wives in Jerusalem: and there were born to David more sons and daughters. |
|
4
|
4
|
| καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν | And these are the names of those that were born, who were born to him in Jerusalem; Samaa, Sobab, Nathan, and Solomon, |
|
5
|
5
|
| καὶ ᾿Ιβαὰρ καὶ ᾿Ελισαὲ καὶ ᾿Ελιφαλὲτ | and Baar, and Elisa, and Eliphaleth, |
|
6
|
6
|
| καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ ᾿Ιαφιὲ | and Nageth, and Naphath, and Japhie, |
|
7
|
7
|
| καὶ ᾿Ελισαμαὲ καὶ ᾿Ελιαδὲ καὶ ᾿Ελιφαλέτ. | and Elisamae, and Eliade, and Eliphala. |
|
8
|
8
|
| Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. | And the Philistines heard that David was anointed king over all Israel: and all the Philistines went up to seek David; and David heard it, and went out to meet them. |
|
9
|
9
|
| καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. | And the Philistines came and assembled together in the giants' valley. |
|
10
|
10
|
| καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. | And David enquired of God, saying, Shall I go up against the Philistines? and wilt thou deliver them into my hand? And the Lord said to him, Go up, and I will deliver them into thy hands. |
|
11
|
11
|
| καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν. | And he went up to Baal Pharasin, and David smote them there; and David said, God has broken through enemies by my hand like a breach of water: therefore he called the name of that place, the Breach of Pharasin. |
|
12
|
12
|
| καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί. | And the Philistines left their gods there; and David gave orders to burn them with fire. |
|
13
|
13
|
| καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. | And the Philistines once more assembled themselves in the giants' valley. |
|
14
|
14
|
| καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων· | And David enquired of God again; and God said to him, Thou shalt not go after them; turn away from them, and thou shalt come upon them near the pear trees. |
|
15
|
15
|
| καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. | And it shall be, when thou shalt hear the sound of their tumult in the tops of the pear trees, then thou shalt go into the battle: for God has gone out before thee to smite the army of the Philistines. |
|
16
|
16
|
| καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά. | And he did as God commanded him: and he smote the army of the Philistines from Gabaon to Gazera. |
|
17
|
17
|
| καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη. | And the name of David was famous in all the land; and the Lord put the terror of him on all the nations. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν. | And David made for himself houses in the city of David, and he prepared a place for the ark of God, and made a tent for it. |
|
2
|
2
|
| τότε εἶπε Δαυίδ· οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος. | Then said David, It is not lawful for any to bear the ark of God, but the Levites; for the Lord has chosen them to bear the ark of the Lord, and to minister to him for ever. |
|
3
|
3
|
| καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ. | And David assembled all Israel at Jerusalem, to bring up the ark of the Lord to the place which he had prepared for it. |
|
4
|
4
|
| καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς Λευίτας. | And David gathered together the sons of Aaron the Levites. |
|
5
|
5
|
| τῶν υἱῶν Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι. | Of the sons of Caath; there was Uriel the chief, and his brethren, a hundred and twenty. |
|
6
|
6
|
| τῶν υἱῶν Μεραρί· ᾿Ασαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι. | Of the sons of Merari; Asaia the chief, and his brethren, two hundred and twenty. |
|
7
|
7
|
| τῶν υἱῶν Γηρσάμ· ᾿Ιωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα. | Of the sons of Gedson; Joel the chief, and his brethren, a hundred and thirty. |
|
8
|
8
|
| τῶν υἱῶν ᾿Ελισαφάν· Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι. | Of the sons of Elisaphat; Semei the chief, and his brethren, two hundred. |
|
9
|
9
|
| τῶν υἱῶν Χεβρών· ᾿Ελιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα. | Of the sons of Chebrom; Eliel the chief, and his brethren eighty. |
|
10
|
10
|
| τῶν υἱῶν ᾿Οζιήλ· ᾿Αμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο. | Of the sons of Oziel; Aminadab the chief, and his brethren a hundred and twelve. |
|
11
|
11
|
| καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ ᾿Αβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, ᾿Ασαΐαν καὶ ᾿Ιωὴλ καὶ Σαμαίαν καὶ ᾿Ελιὴλ καὶ ᾿Αμιναδάβ, | And David called Sadoc and Abiathar the priests, and the Levites, Uriel, Asaia, and Joel, and Semaia, and Eliel, and Aminadab, |
|
12
|
12
|
| καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, οὗ ἡτοίμασα αὐτῇ· | and said to them, Ye are the heads of the families of the Levites: sanctify yourselves, you and your brethren, and ye shall carry up the ark of the God of Israel, to the place which I have prepared for it. |
|
13
|
13
|
| ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι. | For because ye were not ready at the first, our God made a breach upon us, because we sought him not according to the ordinance. |
|
14
|
14
|
| καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ ᾿Ισραήλ. | So the priests and the Levites sanctified themselves, to bring up the ark of the God of Israel. |
|
15
|
15
|
| καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς. | And the sons of the Levites took the ark of God, (as Moses commanded by the word of God according to the scripture) upon their shoulders with staves. |
|
16
|
16
|
| καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης. | And David said to the chiefs of the Levites, Set your brethren the singers with musical instruments, lutes, harps, and cymbals, to sound aloud with a voice of joy. |
|
17
|
17
|
| καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν ᾿Ιωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ ᾿Ασὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου. | So the Levites appointed Æman the son of Joel; Asaph the son of Barachias was one of his brethren; and Æthan the son of Kisæus was of the sons of Merari their brethren; |
|
18
|
18
|
| καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ ᾿Οζιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Ελιωὴλ καὶ ᾿Ελιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ ᾿Ελιφαλία καὶ Μακενία καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας, οἱ πυλωροί. | and with them their brethren of the second rank, Zacharias, and Oziel, and Semiramoth, and Jeiel, and Elioel, and Eliab, and Banaia, and Maasaia, and Matthathia, and Eliphena, and Makellia, and Abdedom, and Jeiel, and Ozias, the porters. |
|
19
|
19
|
| καὶ οἱ ψαλτῳδοί, Αἰμάν, ᾿Ασὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι· | And the singers, Æman, Asaph, and Æthan, with brazen cymbals to make a sound to be heard. |
|
20
|
20
|
| Ζαχαρίας καὶ ᾿Οζιήλ, Σεμιραμώθ, ᾿Ιεϊήλ, ᾿Ωνί, ᾿Ελιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ. | Zacharias, and Oziel, Semiramoth, Jeiel, Oni, Eliab, Maasæas, Banæas, with lutes, on alæmoth. |
|
21
|
21
|
| καὶ Ματταθίας καὶ ᾿Ελιφαλίας καὶ Μακενίας καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι. | And Mattathias, and Eliphalu, and Makenia, and Abdedom, and Jeiel, and Ozias, with harps of Amasenith, to make a loud noise. |
|
22
|
22
|
| καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν. | And Chonenia chief of the Levites was master of the bands, because he was skilful. |
|
23
|
23
|
| καὶ Βαραχία καὶ ᾿Ελκανὰ πυλωροὶ τῆς κιβωτοῦ. | And Barachia and Elcana were door-keepers of the ark. |
|
24
|
24
|
| καὶ Σοβνία καὶ ᾿Ιωσαφὰτ καὶ Ναθαναὴλ καὶ ᾿Αμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ ᾿Ελιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. | And Somnia, and Josaphat, and Nathanael, and Amasai, and Zacharia, and Banæa, and Eliezer, the priests, were sounding with trumpets before the ark of God: and Abdedom and Jeia were door-keepers of the ark of God. |
|
25
|
25
|
| καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι ᾿Ισραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου ᾿Αβδεδὸμ ἐν εὐφροσύνῃ. | So David, and the elders of Israel, and the captains of thousands, went to bring up the ark of the covenant from the house of Abdedom with gladness. |
|
26
|
26
|
| καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. | And it came to pass when God strengthened the Levites bearing the ark of the covenant of the Lord, that they sacrificed seven calves and seven rams. |
|
27
|
27
|
| καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἆδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη. | And David was girt with a fine linen robe, and all the Levites who were bearing the ark of the covenant of the Lord, and the singers, and Chonenias the master of the band of singers; also upon David there was a robe of fine linen. |
|
28
|
28
|
| καὶ πᾶς ᾿Ισραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις. | And all Israel brought up the ark of the covenant of the Lord with shouting, and with the sound of a horn, and with trumpets, and with cymbals, playing loudly on lutes and harps. |
|
29
|
29
|
| καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς. | And the ark of the covenant of the Lord arrived, and came to the city of David; and Melchol the daughter of Saul looked down through the window, and saw king David dancing and playing: and she despised him in her heart. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΚΑΙ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ Θεοῦ. | So they brought in the ark of God, and set it in the midst of the tabernacle which David pitched for it; and they offered whole-burnt-offerings and peace-offerings before God. |
|
2
|
2
|
| καὶ συνετέλεσε Δαυὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου. | And David finished offering up whole-burnt-offerings and peace-offerings, and blessed the people in the name of the Lord. |
|
3
|
3
|
| καὶ διεμέρισε παντὶ ἀνδρὶ ᾿Ισραὴλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην. | And he divided to every man of Israel (both men and women), to every man one baker's loaf, and a cake. |
|
4
|
4
|
| καὶ ἔταξε κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν Θεὸν ᾿Ισραήλ· | And he appointed before the ark of the covenant of the Lord, Levites to minister and lift up the voice, and to give thanks and praise the Lord God of Israel: |
|
5
|
5
|
| ᾿Ασὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, ᾿Ιεϊήλ, Σεμιραμώθ, ᾿Ιεϊήλ, Ματταθίας, ᾿Ελιὰβ καὶ Βαναίας, καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ ἐν ὀργάνοις, νάβλαις, κινύραις, καὶ ᾿Ασὰφ ἐν κυμβάλοις ἀναφωνῶν. | Asaph was the chief, and next to him Zacharias, Jeiel, Semiramoth, and Jeiel, Mattathias, Eliab, and Banæas, and Abdedom: and Jeiel sounding with musical instruments, lutes and harps, and Asaph with cymbals: |
|
6
|
6
|
| καὶ Βαναίας καὶ ᾿Οζιὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξι διαπαντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ Θεοῦ. | and Banæas and Oziel the priests sounding continually with trumpets before the ark of the covenant of God in that day. |
|
7
|
7
|
| ᾿Εν τῇ ἡμέρᾳ ἐκείνη τότε ἔταξε Δαυὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ ᾿Ασὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ. | Then David first gave orders to praise the Lord by the hand of Asaph and his brethren. |
|
8
|
8
|
| ῼΔΗ. ᾿Εξομολογεῖσθε τῷ Κυρίῳ, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ. | Song. Give thanks to the Lord, call upon him by his name, make known his designs among the people. |
|
9
|
9
|
| ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ, διηγήσασθε πᾶσι τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε Κύριος. | Sing songs to him, and sing hymns to him, relate to all people his wonderful deeds, which the Lord has wrought. |
|
10
|
10
|
| αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ, εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ. | Praise his holy name, the heart that seeks his pleasure shall rejoice. |
|
11
|
11
|
| ζητήσατε τὸν Κύριον καὶ ἰσχύσατε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. | Seek the Lord and be strong, seek his face continually. |
|
12
|
12
|
| μνημονεύετε τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησε, τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ. | Remember his wonderful works which he has wrought, his wonders, and the judgments of his mouth; |
|
13
|
13
|
| σπέρμα ᾿Ισραὴλ παῖδες αὐτοῦ, υἱοὶ ᾿Ιακὼβ ἐκλεκτοὶ αὐτοῦ. | ye seed of Israel his servants, ye seed of Jacob his chosen ones. |
|
14
|
14
|
| αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. | He is the Lord our God; his judgments are in all the earth. |
|
15
|
15
|
| μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ, λόγον αὐτοῦ, ὃν ἐνετείλατο εἰς χιλίας γενεάς, | Let us remember his covenant for ever, his word which he commanded to a thousand generations, |
|
16
|
16
|
| ὃν διέθετο τῷ ῾Αβραὰμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ ᾿Ισαάκ· | which he covenanted with Abraham, and his oath sworn to Isaac. |
|
17
|
17
|
| ἔστησεν αὐτὸν τῷ ᾿Ιακὼβ εἰς πρόσταγμα, τῷ ᾿Ισραὴλ διαθήκην αἰώνιον | He confirmed it to Jacob for an ordinance, to Israel as an everlasting covenant, |
|
18
|
18
|
| λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν. | saying, To thee will I give the land of Chanaan, the line of your inheritance: |
|
19
|
19
|
| ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ. | when they were few in number, when they were but little, and dwelt as strangers in it; |
|
20
|
20
|
| καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον. | and went from nation to nation, and from one kingdom to another people. |
|
21
|
21
|
| οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξε περὶ αὐτῶν βασιλεῖς· | He suffered not a man to oppress them, and he reproved kings for their sakes, |
|
22
|
22
|
| μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. | saying, Touch not my anointed ones, and deal not wrongfully with my prophets. |
|
23
|
23
|
| ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ. | Sing ye to the Lord, all the earth; proclaim his salvation from day to day. |
|
24
|
|
| ἐξηγεῖσθε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. | |
|
25
|
25
|
| ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. | For the Lord is great, and greatly to be praised: he is to be feared above all gods. |
|
26
|
26
|
| ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα, καὶ ὁ Θεὸς ἡμῶν οὐρανοὺς ἐποίησε. | For all the gods of the nations are idols; but our God made the heavens. |
|
27
|
27
|
| δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ, ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ. | Glory and praise are in his presence; strength and rejoicing are in his place. |
|
28
|
28
|
| δότε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, δότε τῷ Κυρίῳ δόξαν καὶ ἰσχύν· | Give to the Lord, ye families of the nations, give to the Lord glory and strength. |
|
29
|
29
|
| δότε τῷ Κυρίῳ δόξαν ὀνόματος αὐτοῦ, λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε Κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ. | Give to the Lord the glory belonging to his name: take gifts and offer them before him; and worship the Lord in his holy courts. |
|
30
|
30
|
| φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω· | Let the whole earth fear before him; let the earth be established, and not be moved. |
|
31
|
31
|
| εὐφρανθήτω ὁ οὐρανὸς καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσι· Κύριος βασιλεύων. | Let the heavens rejoice, and let the earth exult; and let them say among the nations, The Lord reigns. |
|
32
|
32
|
| βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ· | The sea with its fulness shall resound and the tree of the field, and all things in it. |
|
33
|
33
|
| τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἦλθε κρῖναι τὴν γῆν. | Then shall the trees of the wood rejoice before the Lord, for he is come to judge the earth. |
|
34
|
34
|
| ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | Give thanks to the Lord, for it is good, for his mercy is for ever. |
|
35
|
35
|
| καὶ εἴπατε· σῶσον ἡμᾶς, ὁ Θεὸς τῆς σωτηρίας ἡμῶν, καὶ ἄθροισον ἡμᾶς, καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσί σου. | And say ye, Save us, O God of our salvation, and gather us, and rescue us from among the heathen, that we may praise thy holy name, and glory in thy praises. |
|
36
|
36
|
| εὐλογημένος Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός· ἀμήν. καὶ ᾔνεσαν τῷ Κυρίῳ. | Blessed be the Lord God of Israel from everlasting and to everlasting: And all the people shall say, Amen. So they praised the Lord. |
|
37
|
37
|
| Καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης Κυρίου τὸν ᾿Ασὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διαπαντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν. | And they left there Asaph and his brethren before the ark of the covenant of the Lord, to minister before the ark continually, according to the service of each day: from day to day. |
|
38
|
38
|
| καὶ ᾿Αβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ ᾿Αβδεδὸμ υἱὸς ᾿Ιδιθοὺν καὶ ᾿Οσσὰ εἰς πυλωρούς. | And Abdedom and his brethren were sixty and eight; and Abdedom the son of Idithun, and Osa, were to be door-keepers. |
|
39
|
39
|
| καὶ τὸν Σαδὼκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον τῆς σκηνῆς Κυρίου ἐν Βαμὰ τῇ ἐν Γαβαὼν | And they appointed Sadoc the priest, and his brethren the priests, before the tabernacle of the Lord in the high place in Gabaon, |
|
40
|
40
|
| τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διαπαντὸς τὸ πρωΐ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφ᾿ υἱοῖς ᾿Ισραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ Θεοῦ· | to offer up whole-burnt-offerings to the Lord on the altar of whole-burnt-offerings continually morning and evening, and according to all things written in the law of the Lord, which he commanded the children of Israel by Moses the servant of God. |
|
41
|
41
|
| καὶ μετ᾿ αὐτοῦ Αἰμὰν καὶ ᾿Ιδιθοὺν καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ᾿ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, | And with him were Æman and Idithun, and the rest chosen out by name to praise the Lord, for his mercy endures for ever. |
|
42
|
42
|
| καὶ μετ᾿ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, οἱ δὲ υἱοὶ ᾿Ιδιθοὺν εἰς τὴν πύλην. | And with them there were trumpets and cymbals to sound aloud, and musical instruments for the songs of God: and the sons of Idithun were at the gate. |
|
43
|
43
|
| καὶ ἐπορεύθη πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐπέστρεψε Δαυὶδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ. | And all the people went every one to his home: and David returned to bless his house. |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην· ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων. | And it came to pass as David dwelt in his house, that David said to Nathan the prophet, Behold, I dwell in a house of cedar, but the ark of the covenant of the Lord is under curtains of skins. |
|
2
|
2
|
| καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ. | And Nathan said to David, Do all that is in thy heart; for God is with thee. |
|
3
|
3
|
| καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν· | And it came to pass in that night, that the word of the Lord came to Nathan, saying, |
|
4
|
4
|
| πορεύου καὶ εἰπὸν πρὸς Δαυὶδ τὸν δοῦλόν μου· οὕτως εἶπε Κύριος· οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ· | Go and say to David my servant, Thus said the Lord, Thou shalt not build me a house for me to dwell in it. |
|
5
|
5
|
| ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν ᾿Ισραήλ, ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι | For I have not dwelt in a house from the day that I brought up Israel until this day, but I have been in a tabernacle and a tent, |
|
6
|
6
|
| ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ ᾿Ισραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ ᾿Ισραήλ, οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον. | in all places through which I have gone with all Israel: did I ever speak to any one tribe of Israel whom I commanded to feed my people, saying, Why is it that ye have not built me a house of cedar? |
|
7
|
7
|
| καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· ἐγὼ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ· | And now thus shalt thou say to my servant David, Thus saith the Lord Almighty, I took thee from the sheepfold, from following the flocks, to be a ruler over my people Israel: |
|
8
|
8
|
| καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. | and I was with thee in all places whither thou wentest, and I destroyed all thine enemies from before thee, and I made for thee a name according to the name of the great ones that are upon the earth. |
|
9
|
9
|
| καὶ θήσομαι τόπον τῷ λαῷ μου ᾿Ισραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ᾿ ἀρχῆς | And I will appoint a place for my people Israel, and I will plant him, and he shall dwell by himself, and shall no longer be anxious; and the son of iniquity shall no longer afflict him, as at the beginning, |
|
10
|
10
|
| καὶ ἀφ᾿ ἡμερῶν, ὦν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος. | and from the days when I appointed judges over my people Israel. Also I have humbled all thine enemies, and I will increase thee, and the Lord will build thee a house. |
|
11
|
11
|
| καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· | And it shall come to pass when thy days shall be fulfilled, and thou shalt sleep with thy fathers, that I will raise up thy seed after thee, which shall be of thy bowels, and I will establish his kingdom. |
|
12
|
12
|
| αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος. | He shall build me a house, and I will set up his throne for ever. |
|
13
|
13
|
| ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου. | I will be to him a father, and he shall be to me a son: and my mercy will I not withdraw from him, as I withdrew it from them that were before thee. |
|
14
|
14
|
| καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. | And I will establish him in my house and in his kingdom for ever; and his throne shall be set up for ever. |
|
15
|
15
|
| κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. | According to all these words, and according to all this vision, so spoke Nathan to David. |
|
16
|
16
|
| καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου καὶ εἶπε· τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος; | And king David came and sat before the Lord, and said, Who am I, O Lord God? and what is my house, that thou hast loved me for ever? |
|
17
|
17
|
| καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου, ὁ Θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις τοῦ ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ Θεός. | And these things were little in thy sight, O God: thou hast also spoken concerning the house of thy servant for a long time to come, and thou hast looked upon me as a man looks upon his fellow, and hast exalted me, O Lord God. |
|
18
|
18
|
| τί προσθήσει ἔτι Δαυὶδ πρός σε τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας. | What shall David do more toward thee to glorify thee? and thou knowest thy servant. |
|
19
|
19
|
| καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. | And thou hast wrought all this greatness according to thine heart. |
|
20
|
20
|
| Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ κατὰ πάντα, ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. | O Lord, there is none like thee, and there is no God beside thee, according to all things which we have heard with our ears. |
|
21
|
21
|
| καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου ᾿Ισραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου, οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου, ἔθνη. | Neither is there another nation upon the earth such as thy people Israel, whereas God led him in the way, to redeem a people for himself, to make for himself a great and glorious name, to cast out nations from before thy people, whom thou redeemedst out of Egypt. |
|
22
|
22
|
| καὶ ἔδωκας τὸν λαόν σου ᾿Ισραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σύ, Κύριε, ἐγενήθης αὐτοῖς εἰς Θεόν. | And thou hast appointed thy people Israel as a people to thyself for ever; and thou, Lord, didst become a God to them. |
|
23
|
23
|
| καὶ νῦν, Κύριε, ὁ λόγος σου, ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος. καὶ ποίησον καθὼς ἐλάλησας, | And now, Lord, let the word which thou spokest to thy servant, and concerning his house, be confirmed for ever, and do thou as thou hast spoken. |
|
24
|
24
|
| καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων· Κύριε Κύριε, παντοκράτωρ Θεὸς ᾿Ισραήλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. | And let thy name be established and magnified for ever, men saying, Lord, Lord, Almighty God of Israel: and let the house of thy servant David be established before thee. |
|
25
|
25
|
| ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. | For thou, O Lord my God, hast revealed to the ear of thy servant that thou wilt build him a house; therefore thy servant has found a willingness to pray before thee. |
|
26
|
26
|
| καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα· | And now, Lord, thou thyself art God, and thou hast spoken these good things concerning thy servant. |
|
27
|
27
|
| καὶ νῦν ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σύ, Κύριε, εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα. | And now thou hast begun to bless the house of thy servant, so that it should continue for ever before thee: for thou, Lord, hast blessed it, and do thou bless it for ever. |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. | And it came to pass afterwards, that David smote the Philistines, and routed them, and took Geth and its villages out of the hand of the Philistines. |
|
2
|
2
|
| καὶ ἐπάταξε τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα. | And he smote Moab; and the Moabites became servants to David, and tributaries. |
|
3
|
3
|
| καὶ ἐπάταξε Δαυὶδ τὸν ᾿Αδρααζὰρ βασιλέα Σουβὰ ῾Ημάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην. | And David smote Adraazar king of Suba of Emath, as he was going to establish power toward the river Euphrates. |
|
4
|
4
|
| καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. | And David took of them a thousand chariots, and seven thousand horsemen, and twenty thousand infantry: and David houghed all the chariot horses, but there were reserved of them a hundred chariots. |
|
5
|
5
|
| καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι ᾿Αδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. | And the Syrian came from Damascus to help Adraazar king of Suba; and David smote of the Syrian army twenty and two thousand men. |
|
6
|
6
|
| καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα, καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. | And David put a garrison in Syria near Damascus; and they became tributary servants to David: and the Lord delivered David wherever he went. |
|
7
|
7
|
| καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας ᾿Αδρααζάρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ. | And David took the golden collars that were on the servants of Adraazar, and brought them to Jerusalem. |
|
8
|
8
|
| καὶ ἐκ τῆς μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν ᾿Αδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. | And David took out of Matabeth, and out of the chief cities of Adraazar very much brass: of this Solomon made the brazen sea, and the pillars, and the brazen vessels. |
|
9
|
9
|
| καὶ ἤκουσε Θωὰ βασιλεὺς ῾Ημὰθ ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν ᾿Αδρααζὰρ βασιλέως Σουβά, | And Thoa king of Emath heard that David had smitten the whole force of Adraazar king of Suba. |
|
10
|
10
|
| καὶ ἀπέστειλε τὸν ᾿Αδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν ᾿Αδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ ᾿Αδρααζάρ. | And he sent Aduram his son to king David to ask how he was, and to congratulate him because he had fought against Adraazar, and smitten him; for Thoa was the enemy of Adraazar. |
|
11
|
11
|
| καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ ᾿Ιδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν ᾿Αμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ ᾿Αμαλήκ. | And all the golden and silver and brazen vessels, even these king David consecrated to the Lord, with the silver and the gold which he took from all the nations; from Idumæa, and Moab, and from the children of Ammon, and from the Philistines, and from Amalec. |
|
12
|
12
|
| καὶ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν ᾿Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας. | And Abesa son of Saruia smote the Idumeans in the valley of Salt, eighteen thousand. |
|
13
|
13
|
| καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ ᾿Ιδουμαῖοι παῖδες Δαυίδ. καὶ ἔσωζε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. | And he put garrisons in the valley; and all the Idumæans became David's servants: and the Lord delivered David wherever he went. |
|
14
|
14
|
| καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. | So David reigned over all Israel; and he executed judgment and justice to all his people. |
|
15
|
15
|
| καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺδ ὑπομνηματογράφος | And Joab the son of Saruia was over the army, and Josaphat the son of Achilud was recorder. |
|
16
|
16
|
| καὶ Σαδὼκ υἱὸς ᾿Αχιτὼβ καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς | And Sadoc son of Achitob, and Achimelech son of Abiathar, were the priests; and Susa was the scribe; |
|
17
|
17
|
| καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθὶ καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως. | and Banæas the son of Jodae was over the Cherethite and the Phelethite, and the sons of David were the chief deputies of the king. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεὺς υἱῶν ᾿Αμμών, καὶ ἐβασίλευσεν ᾿Ανὰν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And it came to pass after this, that Naas the king of the children of Ammon died, and Anan his son reigned in his stead. |
|
2
|
2
|
| καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ ᾿Ανὰν υἱοῦ Ναάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾿ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν υἱῶν ᾿Αμμὼν πρὸς ᾿Ανὰν τοῦ παρακαλέσαι αὐτόν. | And David said, I will act kindly toward Anan the son of Naas, as his father acted kindly towards me. And David sent messengers to condole with him on the death of his father. So the servants of David came into the land of the children of Ammon to Anan, to comfort him. |
|
3
|
3
|
| καὶ εἶπον ἄρχοντες υἱῶν ᾿Αμμὼν πρὸς ᾿Ανάν· μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχὶ ὅπως ἐξερευνήσωσι τὴν πόλιν καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρός σε; | And the chiefs of the children of Ammon said to Anan, Is it to honour thy father before thee, that David has sent comforters to thee? Have not his servants come to thee that they might search the city, and to spy out the land? |
|
4
|
4
|
| καὶ ἔλαβεν ᾿Ανὰν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς. | And Anan took the servants of David, and shaved them, and cut off the half of their garments as far as their tunic, and sent them away. |
|
5
|
5
|
| καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα. καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν ῾Ιεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε. | And there came men to report to David concerning the men: and he sent to meet them, for they were greatly disgraced: and the king said, Dwell in Jericho until your beards have grown, and return. |
|
6
|
6
|
| καὶ εἶδον οἱ υἱοὶ ᾿Αμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν ᾿Ανὰν καὶ υἱοὶ ᾿Αμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς. | And the children of Ammon saw that the people of David were ashamed, and Anan and the children of Ammon sent a thousand talents of silver to hire for themselves chariots and horsemen out of Syria of Mesopotamia, and out of Syria Maacha, and from Sobal. |
|
7
|
7
|
| καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μοοχὰ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά, καὶ οἱ υἱοὶ ᾿Αμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι. | And they hired for themselves two and thirty thousand chariots, and the king of Maacha and his people; and they came and encamped before Medaba: and the children of Ammon assembled out of their cities, and came to fight. |
|
8
|
8
|
| καὶ ἤκουσε Δαυὶδ καὶ ἀπέστειλε τὸν ᾿Ιωὰβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν. | And David heard, and sent Joab and all the host of mighty men. |
|
9
|
9
|
| καὶ ἐξῆλθον οἱ υἱοὶ ᾿Αμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾿ ἑαυτοὺς ἐν τῷ πεδίῳ. | And the children of Ammon came forth, and set themselves in array for battle by the gate of the city: and the kings that were come forth encamped by themselves in the plain. |
|
10
|
10
|
| καὶ εἶδεν ᾿Ιωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ ᾿Ισραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου· | And Joab saw that they were fronting him to fight against him before and behind, and he chose some out of all the young men of Israel, and they set themselves in array against the Syrian. |
|
11
|
11
|
| καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ ᾿Αβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν ᾿Αμμών. | And the rest of the people he gave into the hand of his brother Abesai, and they set themselves in array against the children of Ammon. |
|
12
|
12
|
| καὶ εἶπεν· ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ ὁ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν οἱ υἱοὶ ᾿Αμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε· | And he said, If the Syrian should prevail against me, then shalt thou deliver me: and if the children of Ammon should prevail against thee, then will I deliver thee. |
|
13
|
13
|
| ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει. | Be of good courage, and let us be strong, for our people, and for the cities of our God: and the Lord shall do what is good in his eyes. |
|
14
|
14
|
| καὶ παρετάξατο ᾿Ιωὰβ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾿ αὐτῶν. | So Joab and the people that were with him set themselves in battle array against the Syrians, and they fled from them. |
|
15
|
15
|
| καὶ οἱ υἱοὶ ᾿Αμμὼν εἶδον ὅτι ἔφυγον οἱ Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου ᾿Αβεσσὰ καὶ ἀπὸ προσώπου ᾿Ιωὰβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν ᾿Ιωὰβ εἰς ῾Ιερουσαλήμ. | And the children of Ammon saw that the Syrians fled, and they also fled from before Abesai, and from before Joab his brother, and they came to the city: and Joab came to Jerusalem. |
|
16
|
16
|
| καὶ εἶδεν ὁ Σύρος ὅτι ἐτροπώσατο αὐτὸν ᾿Ισραήλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰ ἀρχιστράτηγος δυνάμεως ᾿Αδρααζὰρ ἔμπροσθεν αὐτῶν. | And the Syrian saw that Israel had defeated him, and he sent messengers, and they brought out the Syrians from beyond the river; and Sophath the commander-in-chief of the forces of Adraazar was before them. |
|
17
|
17
|
| καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα ᾿Ισραὴλ καὶ διέβη τὸν ᾿Ιορδάνην καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ παρετάξατο ἐπ᾿ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξεναντίας Δαυὶδ εἰς πόλεμον καὶ ἐπολέμησαν αὐτόν, | And it was told David; and he gathered all Israel, and crossed over Jordan, and came upon them, and set the battle in array against them. So David set his army in array to fight against the Syrians, and they fought against him. |
|
18
|
18
|
| καὶ ἔφυγε Σύρος ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ ἀπέκτεινε Δαυὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφὰ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινε. | And the Syrians fled from before Israel; and David slew of the Syrians seven thousand riders in chariots, and forty thousand infantry, and he slew Sophath the commander-in-chief of the forces. |
|
19
|
19
|
| καὶ εἶδον παῖδες ᾿Αδρααζὰρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ διέθεντο μετὰ Δαυὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησε Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς ᾿Αμμὼν ἔτι. | And the servants of Adraazar saw that they were defeated before Israel, and they made peace with David and served him: and the Syrians would not any more help the children of Ammon. |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν ᾿Ιωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν ᾿Αμμών· καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ραββά· καὶ Δαυὶδ ἐκάθισεν ἐν ῾Ιερουσαλήμ· καὶ ἐπάταξεν ᾿Ιωὰβ τὴν Ραββὰ καὶ κατέσκαψεν αὐτήν. | And it came to pass at the return of the year, at the time of the going forth of kings to war, that Joab gathered the whole force of the army, and they ravaged the land of the children of Ammon; and he came and besieged Rabba. But David abode in Jerusalem. And Joab smote Rabba and destroyed it. |
|
2
|
2
|
| καὶ ἔλαβε Δαυὶδ τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα. | And David took the crown of Molchom their king off his head, and the weight of it was found to be a talent of gold, and on it were precious stones; and it was placed on the head of David: and he brought out the spoils of the city which were very great. |
|
3
|
3
|
| καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι· καὶ οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς ᾿Αμμών. καὶ ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς ῾Ιερουσαλήμ. | And he brought out the people that were in it, and sawed them asunder with saws, and cut them with iron axes, and with harrows: and thus David did to all the children of Ammon. And David and all his people returned to Jerusalem. |
|
4
|
4
|
| καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ τὸν Σαφοὺ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων, καὶ ἐταπείνωσεν αὐτόν. | And it came to pass afterward that there was again war with the Philistines in Gazer: then Sobochai the Sosathite smote Saphut of the sons of the giants, and laid him low. |
|
5
|
5
|
| καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν ᾿Ελλανὰν υἱὸς ᾿Ιαΐρ τὸν Λαχμὶ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. | And there was war again with the Philistines; and Eleanan the son of Jair smote Lachmi the brother of Goliath the Gittite, and the wood of his spear was as a weavers' beam. |
|
6
|
6
|
| καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων. | And there was again war in Geth, and there was a man of extraordinary size, and his fingers and toes were six on each hand and foot, four and twenty; and he was descended from the giants. |
|
7
|
7
|
| καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυίδ. | And he defied Israel, and Jonathan the son of Samaa the brother of David slew him. |
|
8
|
8
|
| οὗτοι ἐγένοντο Ραφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ. | These were born to Rapha in Geth; all four were giants, and they fell by the hand of David, and by the hand of his servants. |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΚΑΙ ἔστη διάβολος ἐν τῷ ᾿Ισραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν ᾿Ισραήλ. | And the devil stood up against Israel, and moved David to number Israel. |
|
2
|
2
|
| καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· πορεύθητε, ἀριθμήσατε τὸν ᾿Ισραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. | And king David said to Joab and to the captains of the forces, Go, number Israel from Bersabee even to Dan, and bring me the account, and I shall know their number. |
|
3
|
3
|
| καὶ εἶπεν ᾿Ιωάβ· προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ ᾿Ισραήλ. | And Joab said, May the Lord add to his people, a hundred-fold as many as they are, and let the eyes of my lord the king see it: all are the servants of my lord. Why does my lord seek this thing? do it not, lest it become a sin to Israel. |
|
4
|
4
|
| τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ ᾿Ιωάβ, καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ διῆλθεν ἐν παντὶ ᾿Ισραὴλ καὶ ἦλθεν εἰς ῾Ιερουσαλήμ. | Nevertheless the king's word prevailed against Joab; and Joab went out and passed through all Israel, and came to Jerusalem. |
|
5
|
5
|
| καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς ᾿Ισραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ ᾿Ιούδα τετρακόσιαι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν. | And Joab gave the number of the mustering of the people to David: and all Israel was a million and a hundred thousand men that drew sword: and the sons of Juda were four hundred and seventy thousand men that drew sword. |
|
6
|
6
|
| καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν ᾿Ιωάβ. | But he numbered not Levi and Benjamin among them; for the word of the king was painful to Joab. |
|
7
|
7
|
| καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν ᾿Ισραήλ. | And there was evil in the sight of the Lord respecting this thing; and he smote Israel. |
|
8
|
8
|
| καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα. | And David said to God, I have sinned exceedingly, in that I have done this thing: and now, I pray thee, remove the sin of thy servant; for I have been exceedingly foolish. |
|
9
|
9
|
| καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων· | And the Lord spoke to Gad the seer, saying, |
|
10
|
10
|
| πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων· οὕτω λέγει Κύριος· τρία αἱρῶ ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. | Go and speak to David, saying, Thus saith the Lord, I bring three things upon thee: choose one of them for thyself, and I will do it to thee. |
|
11
|
11
|
| καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ· οὕτως λέγει Κύριος· ἔκλεξαι σεαυτῷ | And Gad came to David, and said to him, Thus saith the Lord, Choose for thyself, |
|
12
|
12
|
| ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ ᾿Ισραήλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον. | either three years of famine, or that thou shouldest flee three months from the face of thine enemies, and the sword of thine enemies shall be employed to destroy thee, or that the sword of the Lord and pestilence should be three days in the land, and the angel of the Lord shall be destroying in all the inheritance of Israel. And now consider what I shall answer to him that sent the message. |
|
13
|
13
|
| καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. | And David said to Gad, They are very hard for me, even all the three: let me fall now into the hands of the Lord, for his mercies are very abundant, and let me not fall by any means into the hands of man. |
|
14
|
14
|
| καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραήλ, καὶ ἔπεσον ἐξ ᾿Ισραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. | So the Lord brought pestilence upon Israel: and there fell of Israel seventy thousand men. |
|
15
|
15
|
| καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς ῾Ιερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι· ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. | And God sent an angel to Jerusalem to destroy it: and as he was destroying, the Lord saw, and repented for the evil, and said to the angel that was destroying, Let it suffice thee; withhold thine hand. And the angel of the Lord stood by the threshing-floor of Orna the Jebusite. |
|
16
|
16
|
| καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ ῾Ιερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν. | And David lifted up his eyes, and saw the angel of the Lord, standing between the earth and the heaven, and his sword drawn in his hand, stretched out over Jerusalem: and David and the elders clothed in sackcloth, fell upon their faces. |
|
17
|
17
|
| καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε. | And David said to God, Was it not I that gave orders to number the people? and I am the guilty one; I have greatly sinned: but these sheep, what have they done? O Lord God, let thy hand be upon me, and upon my father's house, and not on thy people for destruction, O Lord! |
|
18
|
18
|
| καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. | And the angel of the Lord told Gad to tell David, that he should go up to erect an altar to the Lord, in the threshing-floor of Orna the Jebusite. |
|
19
|
19
|
| καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. | And David went up according to the word of Gad, which he spoke in the name of the Lord. |
|
20
|
20
|
| καὶ ἐπέστρεψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ μεθαχαβίν· καὶ ᾿Ορνὰ ἦν ἁλοῶν πυρούς. | And Orna turned and saw the king; and he hid himself and his four sons with him. Now Orna was threshing wheat. |
|
21
|
21
|
| καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Ορνά, καὶ ᾿Ορνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. | And David came to Orna; and Orna came forth from the threshing-floor, and did obeisance to David with his face to the ground. |
|
22
|
22
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ορνά· δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾿ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. | And David said to Orna, Give me thy place of the threshing-floor, and I will build upon it an altar to the Lord: give it me for its worth in money, and the plague shall cease from among the people. |
|
23
|
23
|
| καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυίδ· λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. | And Orna said to David, Take it to thyself, and let my lord the king do what is right in his eyes: see, I have given the calves for a whole-burnt-offering, and the plough for wood, and the corn for a meat-offering; I have given all. |
|
24
|
24
|
| καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ ᾿Ορνά· οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. | And king David said to Orna, Nay; for I will surely buy it for its worth in money: for I will not take thy property for the Lord, to offer a whole-burnt-offering to the Lord without cost to myself. |
|
25
|
25
|
| καὶ ἔδωκε Δαυὶδ τῷ ᾿Ορνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. | And David gave to Orna for his place six hundred shekels of gold by weight. |
|
26
|
26
|
| καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν. | And David built there an altar to the Lord, and offered up whole-burnt-offerings and peace-offerings: and he cried to the Lord, and he answered him by fire out of heaven on the altar of whole-burnt-offerings, and it consumed the whole-burnt-offering. |
|
27
|
27
|
| καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς. | And the Lord spoke to the angel; and he put up the sword into its sheath. |
|
28
|
28
|
| ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ. | At that time when David saw that the Lord answered him in the threshing-floor of Orna the Jebusite, he also sacrificed there. |
|
29
|
29
|
| καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών· | And the tabernacle of the Lord which Moses made in the wilderness, and the altar of whole-burnt-offerings, were at that time in the high place at Gabaon. |
|
30
|
30
|
| καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου. | And David could not go before it to enquire of God; for he hasted not because of the sword of the angel of the Lord. |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Δαυίδ· οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ ᾿Ισραήλ. | And David said, This is the house of the Lord God, and this is the altar for whole-burnt-offering for Israel. |
|
2
|
2
|
| καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ ᾿Ισραὴλ καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ. | And David gave orders to gather all the strangers that were in the land of Israel; and he appointed stone-hewers to hew polished stones to build the house to God. |
|
3
|
3
|
| καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός· | And David prepared much iron for the nails of the doors and the gates; the hinges also and brass in abundance, there was no weighing of it. |
|
4
|
4
|
| καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός, ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυίδ. | And cedar trees without number: for the Sidonians and the Tyrians brought cedar trees in abundance to David. |
|
5
|
5
|
| καὶ εἶπε Δαυίδ· Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλόν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ. | And David said, My son Solomon is a tender child, and the house for me to build to the Lord is for superior magnificence for a name and for a glory through all the earth: I will make preparation for it. And David prepared abundantly before his death. |
|
6
|
6
|
| καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ. | And he called Solomon his son, and commanded him to build the house for the Lord God of Israel. |
|
7
|
7
|
| καὶ εἶπε Δαυὶδ Σαλωμών· τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ. | And David said to Solomon, My child, it was in my heart to build a house to the name of the Lord God. |
|
8
|
8
|
| καὶ ἐγένετό μοι λόγος Κυρίου λέγων· αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον μου. | But the word of the Lord came to me, saying, Thou hast shed blood abundantly, and hast carried on great wars: thou shalt not build a house to my name, because thou hast shed much blood upon the earth before me. |
|
9
|
9
|
| ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ ᾿Ισραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. | Behold, a son shall be born to thee, he shall be a man of rest; and I will give him rest from all his enemies round about: for his name shall be Solomon, and I will give peace and quietness to Israel in his days. |
|
10
|
10
|
| οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν ᾿Ισραὴλ ἕως αἰῶνος. | He shall build a house to my name; and he shall be a son to me, and I will be a father to him; and I will establish the throne of his kingdom in Israel for ever. |
|
11
|
11
|
| καὶ νῦν, υἱέ μου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου, ὡς ἐλάλησε περὶ σοῦ. | And now, my son, the Lord shall be with thee, and prosper thee; and thou shalt build a house to the Lord thy God, as he spoke concerning thee. |
|
12
|
12
|
| ἀλλ᾿ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ ᾿Ισραὴλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου. | Only may the Lord give thee wisdom and prudence, and strengthen thee over Israel, both to keep and to do the law of the Lord thy God. |
|
13
|
13
|
| τότε εὐοδώσει, ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ ᾿Ισραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς. | Then will he prosper thee, if thou take heed to do the commandments and judgments which the Lord commanded Moses for Israel: be courageous and strong; fear not, nor be terrified. |
|
14
|
14
|
| καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστι σταθμός, ὅτι εἰς πλῆθός ἐστι· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες. | And, behold, I according to my poverty have prepared for the house of the Lord a hundred thousand talents of gold, and a million talents of silver, and brass and iron without measure; for it is abundant; and I have prepared timber and stones; and do thou add to these. |
|
15
|
15
|
| καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ, | And of them that are with thee do thou add to the multitude of workmen; let there be artificers and masons, and carpenters, and every skilful workman in every work; |
|
16
|
16
|
| ἐν χρυσίῳ καὶ ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ. | in gold and silver, brass and iron, of which there is no number. Arise and do, and the Lord be with thee. |
|
17
|
17
|
| καὶ ἐνετείλατο Δαυὶδ τοῖς πᾶσιν ἄρχουσιν ᾿Ισραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ· | And David charged all the chief men of Israel to help Solomon his son, saying, |
|
18
|
18
|
| οὐχὶ Κύριος μεθ᾿ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν ὑμῶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ. | Is not the Lord with you? and he has given you rest round about, for he has given into your hands the inhabitants of the land; and the land is subdued before the Lord, and before his people. |
|
19
|
19
|
| νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου. | Now set your hearts and souls to seek after the Lord your God: and rise, and build a sanctuary to your God to carry in the ark of the covenant of the Lord, and the holy vessels of God, into the house that is to be built to the name of the Lord. |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΚΑΙ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐπὶ ᾿Ισραήλ. | And David was old and full of days; and he made Solomon his son king over Israel in his stead. |
|
2
|
2
|
| καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας ᾿Ισραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας. | And he assembled all the chief men of Israel, and the priests, and the Levites. |
|
3
|
3
|
| καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας. | And the Levites numbered themselves from thirty years old and upward; and their number by their polls amounted to thirty and eight thousand men. |
|
4
|
4
|
| ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι | Of the overseers over the works of the house of the Lord there were twenty-four thousand, and there were six thousand scribes and judges; |
|
5
|
5
|
| καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ Κυρίῳ ἐν ὀργάνοις, οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ Κυρίῳ. | and four thousand door-keepers, and four thousand to praise the Lord with instruments which he made to praise the Lord. |
|
6
|
6
|
| καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευί, τῷ Γεδσών, Καὰθ καὶ Μεραρί. | And David divided them into daily courses, for the sons of Levi, for Gedson, Caath, and Merari. |
|
7
|
7
|
| καὶ τῷ Γεδσών· ᾿Εδὰν καὶ Σεμεΐ. | And for the family of Gedson, Edan, and Semei. |
|
8
|
8
|
| υἱοὶ τῷ ᾿Εδάν· ἄρχων ᾿Ιεϊὴλ καὶ Ζηθὰν καὶ ᾿Ιωήλ, τρεῖς. | The sons of Edan were Jeiel, the chief, and Zethan, and Joel, three. |
|
9
|
9
|
| υἱοὶ Σεμεΐ· Σαλωμίθ, ᾿Ιεϊὴλ καὶ Δάν, τρεῖς. οὗτοι ἄρχοντες πατριῶν τῶν ᾿Εδάν. | The sons of Semei; Salomith, Jeiel, and Dan, three: these were the chiefs of the families of Edan. |
|
10
|
10
|
| καὶ τοῖς υἱοῖς Σεμεΐ· ᾿Ιὲθ καὶ Ζιζὰ καὶ ᾿Ιωὰς καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ τέσσαρες. | And to the sons of Semei, Jeth, and Ziza, and Joas, and Beria: these were the four sons of Semei. |
|
11
|
11
|
| καὶ ἦν ᾿Ιὲθ ὁ ἄρχων καὶ Ζιζὰ ὁ δεύτερος· καὶ ᾿Ιωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν. | And Jeth was the chief, and Ziza the second: and Joas and Beria did not multiply sons, and they became only one reckoning according to the house of their father. |
|
12
|
12
|
| υἱοὶ Καάθ· ᾿Αμβράμ, ᾿Ισαάρ, Χεβρών, ᾿Οζιήλ, τέσσαρες. | The sons of Caath; Ambram, Isaar, Chebron, Oziel, four. |
|
13
|
13
|
| υἱοὶ ᾿Αμβράμ, ᾿Ααρὼν καὶ Μωυσῆς. καὶ διεστάλη ᾿Ααρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾶν ἐναντίον τοῦ Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. | The sons of Ambram; Aaron and Moses: and Aaron was appointed for the consecration of the most holy things, he and his sons for ever, to burn incense before the Lord, to minister and bless in his name for ever. |
|
14
|
14
|
| καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί. | And as for Moses the man of God, his sons were reckoned to the tribe of Levi. |
|
15
|
15
|
| υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ ᾿Ελιέζερ. | The sons of Moses; Gersam, and Eliezer. |
|
16
|
16
|
| υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων. | The sons of Gersam; Subael the chief. |
|
17
|
17
|
| καὶ ἦσαν υἱοὶ τῷ ᾿Ελιέζερ· Ραβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ ᾿Ελιέζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ραβιὰ ηὐξήθησαν εἰς ὕψος. | And the sons of Eliezer were, Rabia the chief: and Eliezer had no other sons; but the sons of Rabia were very greatly multiplied. |
|
18
|
18
|
| υἱοὶ ᾿Ισαάρ· Σαλωμὼθ ὁ ἄρχων. | The sons of Isaar; Salomoth the chief. |
|
19
|
19
|
| υἱοὶ Χεβρών· ῾Ιεριὰ ὁ ἄρχων, ᾿Αμαδιὰ ὁ δεύτερος, ῾Ιεζιὴλ ὁ τρίτος, ᾿Ιεκεμίας ὁ τέταρτος. | The sons of Chebron; Jeria the chief, Amaria the second, Jeziel the third, Jekemias the fourth. |
|
20
|
20
|
| υἱοὶ ᾿Οζιήλ· Μιχὰ ὁ ἄρχων καὶ ᾿Ισιὰ ὁ δεύτερος. | The sons of Oziel; Micha the chief, and Isia the second. |
|
21
|
21
|
| υἱοὶ Μεραρί· Μοολὶ καὶ Μουσί. υἱοὶ Μοολί· ᾿Ελεάζαρ καὶ Κίς. | The sons of Merari; Mooli, and Musi: the sons of Mooli; Eleazar, and Kis. |
|
22
|
22
|
| καὶ ἀπέθανεν ᾿Ελεάζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ᾿ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν. | And Eleazar died, and he had no sons, but daughters: and the sons of Kis, their brethren, took them. |
|
23
|
23
|
| υἱοὶ Μουσί· Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ, τρεῖς. | The sons of Musi; Mooli, and Eder, and Jarimoth, three. |
|
24
|
24
|
| οὗτοι υἱοὶ Λευὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω. | These are the sons of Levi according to the houses of their fathers; chiefs of their families according to their numbering, according to the number of their names, according to their polls, doing the works of service of the house of the Lord, from twenty years old and upward. |
|
25
|
25
|
| ὅτι εἶπε Δαυίδ· κατέπαυσε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν ῾Ιερουσαλὴμ ἕως αἰῶνος. | For David said, The Lord God of Israel has given rest to his people, and has taken up his abode in Jerusalem for ever. |
|
26
|
26
|
| καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· | And the Levites bore not the tabernacle, and all the vessels of it for its service. |
|
27
|
27
|
| ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· | For by the last words of David was the number of the Levites taken from twenty years old and upward. |
|
28
|
28
|
| ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ ᾿Ααρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ | For he appointed them to wait on Aaron, to minister in the house of the Lord, over the courts, and over the chambers, and over the purification of all the holy things, and over the works of the service of the house of God; |
|
29
|
29
|
| καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον | and for the shew-bread, and for the fine flour of the meat-offering, and for the unleavened cakes, and for the fried cake, and for the dough, and for every measure; |
|
30
|
30
|
| καὶ τοῦ στῆναι πρωΐ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ οὕτω τὸ ἑσπέρας | and to stand in the morning to praise and give thanks to the Lord, and so in the evening; |
|
31
|
31
|
| καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾿ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ. | and to be over all the whole-burnt-offerings that were offered up to the Lord on the sabbaths, and at the new moons, and at the feasts, by number, according to the order given to them, continually before the Lord. |
|
32
|
32
|
| καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὴν φυλακὴν τοῦ ἁγίου καὶ τὰς φυλακὰς υἱῶν ᾿Ααρὼν ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου. | And they are to keep the charge of the tabernacle of witness, and the charge of the holy place, and the charges of the sons of Aaron their brethren, to minister in the house of the Lord. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΚΑΙ τοῖς υἱοῖς ᾿Ααρὼν διαιρέσεις· Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. | And they number the sons of Aaron in their division, Nadab, and Abiud, and Eleazar, and Ithamar. |
|
2
|
2
|
| καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὶ ᾿Ααρών. | And Nadab and Abiud died before their father, and they had no sons: so Eleazar and Ithamar the sons of Aaron ministered as priests. |
|
3
|
3
|
| καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν ᾿Ελεάζαρ καὶ ᾿Αχιμέλεχ ἐκ τῶν υἱῶν ᾿Ιθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν. | And David distributed them, even Sadoc of the sons of Eleazar, and Achimelech of the sons of Ithamar, according to their numbering, according to their service, according to the houses of their fathers. |
|
4
|
4
|
| καὶ εὑρέθησαν οἱ υἱοὶ ᾿Ελεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς ᾿Ιθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς ᾿Ελεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς ᾿Ιθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ. | And there were found among the sons of Eleazar more chiefs of the mighty ones, than of the sons of Ithamar: and he divided them, sixteen heads of families to the sons of Eleazar, eight according to their families to the sons of Ithamar. |
|
5
|
5
|
| καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς ᾿Ελεάζαρ καὶ ἐν τοῖς υἱοῖς ᾿Ιθάμαρ. | And he divided them according to their lots, one with the other; for there were those who had charge of the holy things, and those who had charge of the house of the Lord among the sons of Eleazar, and among the sons of Ithamar. |
|
6
|
6
|
| καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ ᾿Ελεάζαρ καὶ εἷς εἷς τῷ ᾿Ιθάμαρ. | And Samaias the son of Nathanael, the scribe, of the family of Levi, wrote them down before the king, and the princes, and Sadoc the priest, and Achimelech the son of Abiathar were present; and the heads of the families of the priests and the Levites, each of a household were assigned one to Eleazar, and one to Ithamar. |
|
7
|
7
|
| καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ ᾿Ιωαρίμ, τῷ ᾿Ιεδίᾳ ὁ δεύτερος, | And the first lot came out to Joarim, the second to Jedia, |
|
8
|
8
|
| τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος, | the third to Charib, the fourth to Seorim, |
|
9
|
9
|
| τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος, | the fifth to Melchias, the sixth to Meiamin, |
|
10
|
10
|
| τῷ Κὼς ὁ ἕβδομος, τῷ ᾿Αβίᾳ ὁ ὄγδοος, | the seventh to Cos, the eighth to Abia, |
|
11
|
11
|
| τῷ ᾿Ιησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος, | the ninth to Jesus, the tenth to Sechenias, |
|
12
|
12
|
| τῷ ᾿Ελιαβὶ ὁ ἑνδέκατος, τῷ ᾿Ιακὶμ ὁ δωδέκατος, | the eleventh to Eliabi, the twelfth to Jacim, |
|
13
|
13
|
| τῷ ᾿Οπφᾷ ὁ τρισκαιδέκατος, τῷ ᾿Ιεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος, | the thirteenth to Oppha, the fourteenth to Jesbaal, |
|
14
|
14
|
| τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ ᾿Εμμὴρ ὁ ἑκκαιδέκατος, | the fifteenth to Belga, the sixteenth to Emmer, |
|
15
|
15
|
| τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ ᾿Αφεσὴ ὁ ὀκτωκαιδέκατος, | the seventeenth to Chezin, the eighteenth to Aphese, |
|
16
|
16
|
| τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ ᾿Εζεκὴλ ὁ εἰκοστός, | the nineteenth to Phetæa, the twentieth to Ezekel, |
|
17
|
17
|
| τῷ ᾿Αχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός, | the twenty-first to Achim, the twenty-second to Gamul, |
|
18
|
18
|
| τῷ ᾿Αδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός. | the twenty-third to Adallai, the twenty-fourth to Maasai. |
|
19
|
19
|
| αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς ᾿Ααρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ. | This is their numbering according to their service to go into the house of the Lord, according to their appointment by the hand of Aaron their father, as the Lord God of Israel commanded. |
|
20
|
20
|
| Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς ᾿Αμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ ᾿Ιεδία. | And for the sons of Levi that were left, even for the sons of Ambram, Sobael: for the sons of Sobael, Jedia. |
|
21
|
21
|
| τῷ Ρααβίᾳ ὁ ἄρχων ᾿Ιεσίας, | For Raabia, the chief was Isaari, |
|
22
|
22
|
| καὶ τῷ ᾿Ισααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ ᾿Ιάθ. | and for Isaari, Salomoth: for the sons of Salomoth, Jath. |
|
23
|
23
|
| υἱοὶ ᾿Ιεδιοῦ· ᾿Αμαδία ὁ δεύτερος, ᾿Ιαζιὴλ ὁ τρίτος, ᾿Ιεκμοὰμ ὁ τέταρτος. | The sons of Ecdiu; Amadia the second, Jaziel the third, Jecmoam the fourth. |
|
24
|
24
|
| τοῖς υἱοῖς ᾿Οζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ. | For the sons of Oziel, Micha: the sons of Micha; Samer. |
|
25
|
25
|
| ἀδελφὸς Μιχὰ ᾿Ισία· υἱὸς ᾿Ισία Ζαχαρία. | The brother of Micha; Isia, the son of Isia; Zacharia. |
|
26
|
26
|
| υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ ᾿Οζία υἱοὶ Βοννί. | The sons of Merari, Mooli, and Musi: the sons of Ozia, |
|
27
|
27
|
| υἱοὶ Μεραρὶ τῷ ᾿Οζίᾳ, υἱοὶ αὐτοῦ ᾿Ισοὰμ καὶ Σακχοὺρ καὶ ᾿Αβαΐ, | That is, the sons of Merari by Ozia,—his sons were Isoam, and Sacchur, and Abai. |
|
28
|
28
|
| τῷ Μοολὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ· καὶ ἀπέθανεν ᾿Ελεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. | To Mooli were born Eleazar, and Ithamar; and Eleazar died, and had no sons. |
|
29
|
29
|
| τῷ Κίς· υἱοὶ τοῦ Κὶς ῾Ιεραμεήλ. | For Kis; the sons of Kis; Jerameel. |
|
30
|
30
|
| καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν. | And the sons of Musi; Mooli, and Eder, and Jerimoth. These were the sons of the Levites according to the houses of their families. |
|
31
|
31
|
| καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ᾿Ααρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ ᾿Αχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι. | And they also received lots as their brethren the sons of Aaron before the king; Sadoc also, and Achimelech, and the chiefs of the families of the priests and of the Levites, principal heads of families, even as their younger brethren. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ᾿Ασὰφ καὶ Αἰμὰν καὶ ᾿Ιδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. | And king David and the captains of the host appointed to their services the sons of Asaph, and of Æman, and of Idithun, prophesiers with harps, and lutes, and cymbals: and their number was according to their polls serving in their ministrations. |
|
2
|
2
|
| υἱοὶ ᾿Ασάφ, Σακχοὺρ ᾿Ιωσὴφ καὶ Ναθανίας καὶ ᾿Εραήλ, υἱοὶ ᾿Ασὰφ ἐχόμενοι τοῦ βασιλέως. | The sons of Asaph; Sacchur, Joseph, and Nathanias, and Erael: the sons of Asaph were next the king. |
|
3
|
3
|
| τῷ ᾿Ιδιθοὺν υἱοὶ ᾿Ιδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ ᾿Ισέας καὶ Σεμεΐ καὶ ᾿Ασαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν ᾿Ιδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ. | To Idithun were reckoned the sons of Idithun, Godolias, and Suri, and Iseas, and Asabias, and Matthathias, six after their father Idithun, sounding loudly on the harp thanksgiving and praise to the Lord. |
|
4
|
4
|
| τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ ᾿Οζιὴλ καὶ Σουβαὴλ καὶ ᾿Ιεριμὼθ καὶ ᾿Ανανίας καὶ ᾿Ανὰν καὶ ῾Ελιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ ᾿Ιεσβασακὰ καὶ Μαλλιθὶ καὶ ᾿Ωθηρὶ καὶ Μεαζώθ· | To Æman were reckoned the sons of Æman, Bukias, and Matthanias, and Oziel, and Subael, and Jerimoth, and Ananias, and Anan, and Heliatha, and Godollathi, and Rometthiezer, and Jesbasaca, and Mallithi, and Otheri, and Meazoth. |
|
5
|
5
|
| πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς. | All these were the sons of Æman the king's chief player in the praises of God, to lift up the horn. And God gave to Æman fourteen sons, and three daughters. |
|
6
|
6
|
| πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ ᾿Ασάφ, καὶ ᾿Ιδιθοὺν καὶ Αἰμάν. | All these sang hymns with their father in the house of God, with cymbals, and lutes, and harps, for the service of the house of God, near the king, and Asaph, and Idithun, and Æman. |
|
7
|
7
|
| καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. | And the number of them after their brethren, those instructed to sing to God, every one that understood singing was two hundred and eighty-eight. |
|
8
|
8
|
| καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. | And they also cast lots for the daily courses, for the great and the small of them, of the perfect ones and the learners. |
|
9
|
9
|
| καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ᾿Ασὰφ τῷ ᾿Ιωσὴφ Γοδολίας· ὁ δεύτερος ῾Ηνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | And the first lot of his sons and of his brethren came forth to Asaph the son of Joseph, namely, Godolias: the second Heneia, his sons and his brethren being twelve. |
|
10
|
10
|
| ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | The third Zacchur, his sons and his brethren were twelve: |
|
11
|
11
|
| ὁ τέταρτος ᾿Ιεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the fourth Jesri, his sons and his brethren were twelve: |
|
12
|
12
|
| ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the fifth Nathan, his sons and his brethren, twelve: |
|
13
|
13
|
| ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the sixth Bukias, his sons and his brethren, twelve: |
|
14
|
14
|
| ὁ ἕβδομος ᾿Ισεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the seventh Iseriel, his sons and his brethren, twelve: |
|
15
|
15
|
| ὁ ὄγδοος ᾿Ιωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the eighth Josia, his sons and his brethren, twelve: |
|
16
|
16
|
| ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the ninth Matthanias, his sons and his brethren, twelve: |
|
17
|
17
|
| ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the tenth Semeia, his sons and his brethren, twelve: |
|
18
|
18
|
| ὁ ἑνδέκατος ᾿Ασριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the eleventh Asriel, his sons and his brethren, twelve: |
|
19
|
19
|
| ὁ δωδέκατος ᾿Ασαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the twelfth Asabia, his sons and his brethren, twelve: |
|
20
|
20
|
| ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the thirteenth Subael, his sons and his brethren, twelve: |
|
21
|
21
|
| ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the fourteenth Matthathias, his sons and his brethren, twelve: |
|
22
|
22
|
| ὁ πεντεκαιδέκατος ᾿Ιεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the fifteenth Jerimoth, his sons and his brethren, twelve: |
|
23
|
23
|
| ὁ ἑκκαιδέκατος ᾿Ανανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the sixteenth Anania, his sons and his brethren, twelve: |
|
24
|
24
|
| ὁ ἑπτακαιδέκατος ᾿Ιεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the seventeenth Jesbasaca, his sons and his brethren, twelve: |
|
25
|
25
|
| ὁ ὀκτωκαιδέκατος ᾿Ανανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the eighteenth Ananias, his sons and his brethren, twelve: |
|
26
|
26
|
| ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the nineteenth Mallithi, his sons and his brethren, twelve: |
|
27
|
27
|
| ὁ εἰκοστὸς ῾Ελιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the twentieth Heliatha, his sons and his brethren, twelve: |
|
28
|
28
|
| ὁ εἰκοστὸς πρῶτος ᾿Ωθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the twenty-first Otheri, his sons and his brethren, twelve: |
|
29
|
29
|
| ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the twenty-second Godollathi, his sons and his brethren, twelve: |
|
30
|
30
|
| ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· | the twenty-third Meazoth, his sons and his brethren, twelve: |
|
31
|
31
|
| ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο. | the twenty-fourth Rometthiezer, his sons and his brethren, twelve. |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΕΙΣ διαιρέσεις τῶν πυλῶν· υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν ᾿Ασάφ. | And for the divisions of the gates: the sons of the Corites were Mosellemia, of the sons of Asaph. |
|
2
|
2
|
| καὶ τῷ Μοσελλεμίᾳ υἱοί· Ζαχαρίας ὁ πρωτότοκος, ᾿Ιαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, ᾿Ιεθνουὴλ ὁ τέταρτος, | And Mosellemia's first-born son was Zacharias, the second Jadiel, the third Zabadia, the fourth Jenuel, |
|
3
|
3
|
| ᾿Ιωλὰμ ὁ πέμπτος, ᾿Ιωνάθαν ὁ ἕκτος, ᾿Ελιωναΐ ὁ ἕβδομος, ᾿Αβδεδὸμ ὁ ὄγδοος. | the fifth Jolam, the sixth Jonathan, the seventh Elionai, the eighth Abdedom. |
|
4
|
4
|
| καὶ τῷ ᾿Αβδεδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, ᾿Ιωζαβὰθ ὁ δεύτερος, ᾿Ιωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος, | And to Abdedom there were born sons, Samaias the first-born, Jozabath the second, Joath the third, Sachar the fourth, Nathanael the fifth, |
|
5
|
5
|
| ᾿Αμιὴλ ὁ ἕκτος, ᾿Ισσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός. | Amiel the sixth, Issachar the seventh, Phelathi the eighth: for God blessed him. |
|
6
|
6
|
| καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. | And to Samaias his son were born the sons of his first-born, chiefs over the house of their father, for they were mighty. |
|
7
|
7
|
| υἱοὶ Σαμαΐ· ᾿Οθνὶ καὶ Ραφαὴλ καὶ ᾿Ωβὴδ καὶ ᾿Ελζαβὰθ καὶ ᾿Αχιούδ, υἱοὶ δυνατοί, ῾Ελιοῦ καὶ Σαβαχία καὶ ᾿Ισβακώμ. | The sons of Samai; Othni, and Raphael, and Obed, and Elzabath, and Achiud, mighty men, Heliu, and Sabachia, and Isbacom. |
|
8
|
8
|
| πάντες ἀπὸ τῶν υἱῶν ᾿Αβδεδόμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ ᾿Αβδεδόμ. | All these were of the sons of Abdedom, they and their sons and their brethren, doing mightily in service: in all sixty-two born to Abdedom. |
|
9
|
9
|
| καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί. | And Mosellemia had eighteen sons and brethren, mighty men. |
|
10
|
10
|
| καὶ τῷ ᾿Ωσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας. | And to Osa of the sons of Merari there were born sons, keeping the dominion; though he was not the first-born, yet his father made him chief of the second division. |
|
11
|
11
|
| Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ᾿Οσᾷ τρισκαίδεκα. | Chelcias the second, Tablai the third, Zacharias the fourth: all these were the sons and brethren of Osa, thirteen. |
|
12
|
12
|
| τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου. | To these were assigned the divisions of the gates, to the chiefs of the mighty men the daily courses, even their brethren, to minister in the house of the Lord. |
|
13
|
13
|
| καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. | And they cast lots for the small as well as for the great, for the several gates, according to their families. |
|
14
|
14
|
| καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ καὶ Ζαχαρίᾳ· υἱοὶ ᾿Ιωὰς τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βορρᾶ· | And the lot of the east gates fell to Selemias, and Zacharias: the sons of Soaz cast lots for Melchias, and the lot came out northward. |
|
15
|
15
|
| τῷ ᾿Αβδεδὸμ Νότον κατέναντι οἴκου ἐσεφίν. | To Abdedom they gave by lot the south, opposite the house of Esephim. |
|
16
|
16
|
| εἰς δεύτερον· τῷ ᾿Οσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. | They gave the lot for the second to Osa westward, after the gate of the chamber by the ascent, watch against watch. |
|
17
|
17
|
| πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸν ἐσεφὶν δύο· | Eastward were six watchmen in the day; northward four by the day; southward four by the day; and two at the Esephim, |
|
18
|
18
|
| εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους. | to relieve guard, also for Osa westward after the chamber-gate, three. There was a ward over against the ward of the ascent eastward, six men in a day, and four for the north, and four for the south, and at the Esephim two to relieve guard, and four by the west, and two to relieve guard at the pathway. |
|
19
|
19
|
| αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορέ, καὶ τοῖς υἱοῖς Μεραρί. | These are the divisions of the porters for the sons of Core, and to the sons of Merari. |
|
20
|
20
|
| Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων· | And the Levites their brethren were over the treasures of the house of the Lord, and over the treasures of the hallowed things. |
|
21
|
21
|
| υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ ᾿Ιεϊήλ. | These were the sons of Ladan, the sons of the Gersonite: to Ladan belonged the heads of the families: the son of Ladan the Gersonite was Jeiel. |
|
22
|
22
|
| υἱοὶ ᾿Ιεϊὴλ Ζεθὸμ καὶ ᾿Ιωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου. | The sons of Jeiel were Zethom, and Joel; brethren who were over the treasures of the house of the Lord. |
|
23
|
23
|
| τῷ ᾿Αμβρὰμ καὶ ᾿Ισάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ· | To Ambram and Issaar belonged Chebron, and Oziel. |
|
24
|
24
|
| καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν. | And Subael the son of Gersam, the son of Moses, was over the treasures. |
|
25
|
25
|
| καὶ τῷ ἀδελφῷ αὐτοῦ ᾿Ελιέζερ Ραβίας υἱὸς καὶ ᾿Ιωσίας καὶ ᾿Ιωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ. | And Rabias was son to his brother Eliezer, and so was Josias, and Joram, and Zechri, and Salomoth. |
|
26
|
26
|
| αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως, | This Salomoth and his brethren were over all the sacred treasures, which David the king and the heads of families consecrated, and the captains of thousands and captains of hundreds, and princes of the host, |
|
27
|
27
|
| ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ, | things which he took out of cities and from the spoils, and consecrated some of them, so that the building of the house of God should not want supplies; |
|
28
|
28
|
| καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ ᾿Αβεννὴρ τοῦ Νὴρ καὶ ᾿Ιωὰβ τοῦ Σαρουΐα· πᾶν ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ. | and over all the holy things of God dedicated by Samuel the prophet, and Saul the son of Kis, and Abenner the son of Ner, and Joab the son of Saruia, whatsoever they sanctified was by the hand of Salomoth and his brethren. |
|
29
|
29
|
| Τῷ ᾿Ισσααρὶ Χωνενία καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν. | For the Issaarites, Chonenia, and his sons were over the outward ministration over Israel, to record and to judge. |
|
30
|
30
|
| τῷ Χεβρωνὶ ᾿Ασαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ᾿Ισραήλ, πέραν τοῦ ᾿Ιορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως. | For the Chebronites, Asabias and his brethren, a thousand and seven hundred mighty men, were over the charge of Israel beyond Jordan westward, for all the service of the Lord and work of the king. |
|
31
|
31
|
| τοῦ Χεβρωνί· ᾿Ιωρίας ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ᾿Ιαζὴρ τῆς Γαλααδίτιδος, | Of the family of Chebron Urias was chief, even of the Chebronites according to their generations, according to their families. In the fortieth year of his reign they were numbered, and there were found mighty men among them in Jazer of Galaad. |
|
32
|
32
|
| καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες τῶν πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως. | And his brethren were two thousand seven hundred mighty men, chiefs of their families, and king David set them over the Rubenites, and the Gaddites, and the half-tribe of Manasse, for every ordinance of the Lord, and business of the king. |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΚΑΙ υἱοὶ ᾿Ισραὴλ κατὰ ἀρθιμὸν αὐτῶν, ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ βασιλεῖ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευμένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες. | Now the sons of Israel according to their number, heads of families, captains of thousands and captains of hundreds, and scribes ministering to the king, and for every affair of the king according to their divisions, for every ordinance of coming in and going out monthly, for all the months of the year, one division of them was twenty-four thousand. |
|
2
|
2
|
| καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου, ᾿Ισβοὰζ ὁ τοῦ Ζαβδιήλ, ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | And over the first division of the first month was Isboaz the son of Zabdiel: in his division were twenty-four thousand. |
|
3
|
3
|
| ἀπὸ τῶν υἱῶν Φαρὲς ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. | Of the sons of Tharez one was chief of all the captains of the host for the first month. |
|
4
|
4
|
| καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδία ὁ ἐκ Χώκ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ καὶ Μακελλὼθ ὁ ἡγούμενος, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως. | And over the division of the second month was Dodia the son of Ecchoc, and over his division was Makelloth also chief: and in his division were twenty and four thousand, chief men of the host. |
|
5
|
5
|
| ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ ᾿Ιωδαὲ ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες· | The third for the third month was Banaias the son of Jodae the chief priest: and in his division were twenty and four thousand. |
|
6
|
6
|
| αὐτὸς Βαναίας ὁ δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Ζαβὰδ ὁ υἱὸς αὐτοῦ. | This Banæas was more mighty than the thirty, and over the thirty: and Zabad his son was over his division. |
|
7
|
7
|
| ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον ᾿Ασαὴλ ὁ ἀδελφὸς ᾿Ιωὰβ καὶ Ζαβαδίας υἱὸς αὐτοῦ, καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The fourth for the fourth month was Asael the brother of Joab, and Zabadias his son, and his brethren: and in his division were twenty and four thousand. |
|
8
|
8
|
| ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαὼθ ὁ ᾿Ιεσραέ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The fifth chief for the fifth month was Samaoth the Jezraite: and in his division were twenty and four thousand. |
|
9
|
9
|
| ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ ᾿Οδουΐας ὁ τοῦ ᾿Εκκῆς ὁ Θεκωΐτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The sixth for the sixth month was Hoduias the son of Ekkes the Thecoite: and in his division were twenty and four thousand. |
|
10
|
10
|
| ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλὴς ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν ᾿Εφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The seventh for the seventh month was Chelles of Phallus of the children of Ephraim: and in his division were twenty and four thousand. |
|
11
|
11
|
| ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαΐ ὁ Οὐσαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The eighth for the eighth month was Sobochai the Usathite, belonging to Zarai: and in his division were twenty and four thousand. |
|
12
|
12
|
| ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ ᾿Αβιέζερ ὁ ἐξ ᾿Αναθὼθ ὁ ἐκ γῆς Βενιαμίν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. | The ninth for the ninth month was Abiezer of Anathoth, of the land of Benjamin: and in his division were twenty and four thousand. |
|
13
|
13
|
| ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετωφαθὶ τῷ Ζαραΐ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The tenth for the tenth month was Meera the Netophathite, belonging to Zarai: and in his division were twenty and four thousand. |
|
14
|
14
|
| ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν ἐκ τῶν υἱῶν ᾿Εφραίμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The eleventh for the eleventh month was Banaias of Pharathon, of the sons of Ephraim: and in his division were twenty and four thousand. |
|
15
|
15
|
| ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδία ὁ ἐκ Νετωφαθὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. | The twelfth for the twelfth month was Choldia the Netophathite, belonging to Gothoniel: and in his division were twenty and four thousand. |
|
16
|
16
|
| Καὶ ἐπὶ τῶν φυλῶν ᾿Ισραήλ· τῷ Ρουβὴν ἡγούμενος ᾿Ελιέζερ ὁ τοῦ Ζεχρί, τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μααχά, | And over the tribes of Israel, the chief for Ruben was Eliezer the son of Zechri: for Symeon, Saphatias the son of Maacha: |
|
17
|
17
|
| τῷ Λευὶ ᾿Ασαβίας ὁ τοῦ Καμουήλ, τῷ ᾿Ααρὼν Σαδώκ, | for Levi, Asabias the son of Camuel: for Aaron, Sadoc: |
|
18
|
18
|
| τῷ ᾿Ιούδᾳ ᾿Ελιὰβ τῶν ἀδελφῶν Δαυίδ, τῷ ᾿Ισσάχαρ ᾿Αμβρὶ ὁ τοῦ Μιχαήλ, | for Juda, Eliab of the brethren of David: for Issachar, Ambri the son of Michael: |
|
19
|
19
|
| τῷ Ζαβουλὼν Σαμαΐας ὁ τοῦ ᾿Αβδίου, τῷ Νεφθαλὶ ᾿Ιεριμὼθ ὁ τοῦ ᾿Οζιήλ, | for Zabulon, Samæas the son of Abdiu: for Nephthali, Jerimoth the son of Oziel: |
|
20
|
20
|
| τῷ ᾿Εφραὶμ ᾿Ωσὴ ὁ τοῦ ᾿Οζίου, τῷ ἡμίσει φυλῆς Μανασσῆ ᾿Ιωὴλ υἱὸς Φαδαΐα, | for Ephraim, Ose the son of Ozia: for the half-tribe of Manasse, Joel the son of Phadæa: |
|
21
|
21
|
| τῷ ἡμίσει φυλῆς Μανασσῆ τῷ ἐν γῇ Γαλαὰδ ᾿Ιαδαΐ ὁ τοῦ Ζαδαίου, τοῖς υἱοῖς Βενιαμὶν ᾿Ιασιὴλ ὁ τοῦ ᾿Αβεννήρ, | for the half-tribe of Manasse in the land of Galaad, Jadai the son of Zadæas, for the sons of Benjamin, Jasiel the son of Abenner: |
|
22
|
22
|
| τῷ Δὰν ᾿Αζαριὴλ ὁ τοῦ ᾿Ιρωάβ. οὗτοι πατριάρχαι τῶν φυλῶν ᾿Ισραήλ. | for Dan, Azariel the son of Iroab: these are the chiefs of the tribes of Israel. |
|
23
|
23
|
| καὶ οὐκ ἔλαβε Δαυὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι εἶπε Κύριος πληθῦναι τὸν ᾿Ισραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. | But David took not their number from twenty years old and under: because the Lord said that he would multiply Israel as the stars of the heaven. |
|
24
|
24
|
| καὶ ᾿Ιωὰβ ὁ τοῦ Σαρουΐα ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσε, καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ ᾿Ισραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυίδ. | And Joab the son of Saruia began to number the people, and did not finish the work, for there was hereupon wrath on Israel; and the number was not recorded in the book of the chronicles of king David. |
|
25
|
25
|
| Καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως ᾿Ασμὼθ ὁ τοῦ ᾿Οδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις ᾿Ιωνάθαν ὁ τοῦ ᾿Οζίου. | And over the king's treasures was Asmoth the son of Odiel; and over the treasures in the country, and in the towns, and in the villages, and in the towers, was Jonathan the son of Ozia. |
|
26
|
26
|
| καὶ ἐπὶ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων ᾿Εσδρὶ ὁ τοῦ Χελούβ, | And over the husbandmen who tilled the ground was Esdri the son of Chelub. |
|
27
|
27
|
| καὶ ἐπὶ τῶν χωρίων Σεμεΐ ὁ ἐκ Ραήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαβδὶ ὁ τοῦ Σεφνί, | And over the fields was Semei of Rael; and over the treasures of wine in the fields was Zabdi the son of Sephni. |
|
28
|
28
|
| καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλλανὰν ὁ Γεδωρίτης, ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου ᾿Ιωάς, | And over the oliveyards, and over the sycamores in the plain country was Ballanan the Gedorite; and over the stores of oil was Joas. |
|
29
|
29
|
| καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Σαρὼν Σατραΐ ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσι Σωφὰτ ὁ τοῦ ᾿Αδλί, | And over the oxen pasturing in Saron was Satrai the Saronite; and over the oxen in the valleys was Sophat the son of Adli. |
|
30
|
30
|
| ἐπὶ δὲ τῶν καμήλων ᾿Αβίας ὁ ᾿Ισμαηλίτης, ἐπὶ δὲ τῶν ὄνων ᾿Ιαδίας ὁ ἐκ Μεραθών, | And over the camels was Abias the Ismaelite; and over the asses was Jadias of Merathon. |
|
31
|
31
|
| καὶ ἐπὶ τῶν προβάτων ᾿Ιαζὶζ ὁ ᾿Αγαρίτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυὶδ τοῦ βασιλέως. | And over the sheep was Jaziz the Agarite. All these were superintendents of the substance of king David. |
|
32
|
32
|
| καὶ ᾿Ιωνάθαν ὁ πατράδελφος Δαυὶδ σύμβουλος, ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός, καὶ ᾿Ιεὴλ ὁ τοῦ ᾿Αχαμὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως, | And Jonathan, David's uncle by the father's side, was a counsellor, a wise man: and Jeel the son of Achami was with the king's sons. |
|
33
|
33
|
| καὶ ᾿Αχιτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως, | Achitophel was the king's counsellor: and Chusi the chief friend of the king. |
|
34
|
34
|
| καὶ μετὰ τοῦτον ᾿Αχιτόφελ ἐχόμενος ᾿Ιωδαὲ ὁ τοῦ Βαναίου καὶ ᾿Αβιάθαρ· καὶ ᾿Ιωὰβ ἀρχιστράτητος τοῦ βασιλέως. | And after this Achitophel Jodae the son of Banæas came next, and Abiathar: and Joab was the king's commander-in-chief. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΚΑΙ ἐξεκκλησίασε Δαυὶδ πάντας τοὺς ἄρχοντας ᾿Ισραήλ, ἄρχοντας τῶν κριτῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ πάσης τῆς κτήσεως τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ σὺν τοῖς εὐνούχοις καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν ῾Ιερουσαλήμ. | And David assembled all the chief men of Israel, the chief of the judges, and all the chief men of the courses of attendance on the person of the king, and the captains of thousands and hundreds, and the treasurers, and the lords of his substance, and of all the king's property, and of his sons, together with the eunuchs, and the mighty men, and the warriors of the army, at Jerusalem. |
|
2
|
2
|
| καὶ ἔστη Δαυὶδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν· ἀκούσατέ μου, ἀδελφοί μου καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου καὶ στάσιν ποδῶν Κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια· | And David stood in the midst of the assembly, and said, Hear me, my brethren, and my people: it was in my heart to build a house of rest for the ark of the covenant of the Lord, and a place for the feet of our Lord, and I prepared materials suitable for the building: |
|
3
|
3
|
| καὶ ὁ Θεὸς εἶπεν· οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ᾿ αὐτῷ, ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἷμα ἐξέχεας. | but God said, Thou shalt not build me a house to call my name upon it, for thou art a man of war, and hast shed blood. |
|
4
|
4
|
| καὶ ἐξελέξατο Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ ᾿Ισραὴλ εἰς τὸν αἰῶνα· καὶ ἐν ᾿Ιούδᾳ ᾑρέτικε τὸ βασίλειον καὶ ἐξ οἴκου ᾿Ιούδα τὸν οἶκον τοῦ πατρός μου, καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησε τοῦ γενέσθαι με εἰς βασιλέα ἐπὶ παντὶ ᾿Ισραήλ. | Yet the Lord God of Israel chose me out of the whole house of my father to be king over Israel for ever; and he chose Juda as the kingly house, and out of the house of Juda he chose the house of my father; and among the sons of my father he preferred me, that I should be king over all Israel. |
|
5
|
5
|
| καὶ ἀπὸ πάντων τῶν υἱῶν μου (ὅτι πολλοὺς υἱοὺς ἔδωκέ μοι Κύριος) ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν ᾿Ισραήλ· | And of all my sons, (for the Lord has given me many sons,) he has chosen Solomon my son, to set him on the throne of the kingdom of the Lord over Israel. |
|
6
|
6
|
| καὶ εἶπέ μοι ὁ Θεός· Σαλωμὼν ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα | And God said to me, Solomon thy son shall build my house and my court: for I have chosen him to be my son, and I will be to him a father. |
|
7
|
7
|
| καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη. | And I will establish his kingdom for ever, if he continue to keep my commandments, and my judgments, as at this day. |
|
8
|
8
|
| καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας Κυρίου καὶ ἐν ὠσὶ Θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ᾿ ὑμᾶς ἕως αἰῶνος. | And now I charge you before the whole assembly of the Lord, and in the audience of our God, keep and seek all the commandments of the Lord our God, that ye may inherit the good land, and leave it for your sons to inherit after you for ever. |
|
9
|
9
|
| καὶ νῦν, Σαλωμὼν υἱέ μου, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι πάσας καρδίας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει· ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος. | And now, my son Solomon, know the God of thy fathers, and serve him with a perfect heart and willing soul: for the Lord searches all hearts, and knows every thought: if thou seek him, he will be found of thee; but if thou shouldest forsake him, he will forsake thee for ever. |
|
10
|
10
|
| ἰδὲ νῦν ὅτι Κύριος ᾑρέτικέ σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα· ἴσχυε καὶ ποίει. | See now, for the Lord has chosen thee to build him a house for a sanctuary, be strong and do it. |
|
11
|
11
|
| καὶ ἔδωκε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχῶν αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ. | And David gave Solomon his son the plan of the temple, and its buildings, and its treasuries, and its upper chambers, and the inner store-rooms, and the place of the atonement, |
|
12
|
12
|
| καὶ τὸ παράδειγμα, ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ, τῶν αὐλῶν οἴκου Κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων καὶ τῶν καταλυμάτων | and the plan which he had in his mind of the courts of the house of the Lord, and of all the chambers round about, designed for the treasuries of the house of God, and of the treasuries of the holy things, and of the chambers for resting: |
|
13
|
13
|
| καὶ τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου Κυρίου, | and the plan of the courses of the priests and Levites, for all the work of the service of the house of the Lord, and of the stores of vessels for ministration of the service of the house of the Lord. |
|
14
|
14
|
| καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν, | And he gave him the account of their weight, both of gold and silver vessels. |
|
15
|
15
|
| λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων. | He gave him the weight of the candlesticks, and of the lamps. |
|
16
|
16
|
| ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως, ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν, | He gave him likewise the weight of the tables of shewbread, of each table of gold, and likewise of the tables of silver: |
|
17
|
17
|
| καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ ἀργυρῶν, καὶ θυΐσκων κεφφουρὲ ἑκάστου σταθμοῦ. | also of the flesh-hooks, and vessels for drink-offering, and golden bowls: and the weight of the gold and silver articles, and censers, and bowls, according to the weight of each. |
|
18
|
18
|
| καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου. | And he shewed him the weight of the utensils of the altar of incense, which was of pure gold, and the plan of the chariot of the cherubs that spread out their wings, and overshadowed the ark of the covenant of the Lord. |
|
19
|
19
|
| πάντα ἐν γραφῇ χειρὸς Κυρίου ἔδωκε Δαυὶδ Σαλωμὼν κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος. | David gave all to Solomon in the Lord's handwriting, according to the knowledge given him of the work of the pattern. |
|
20
|
20
|
| καὶ εἶπε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ· ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ, οὐ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου. καὶ ἰδοὺ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ ζακχὼ αὐτοῦ καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ καὶ τὸ παράδειγμα οἴκου Κυρίου. | And David said to Solomon his son, Be strong, and play the man, and do: fear not, neither be terrified; for the Lord my God is with thee; he will not forsake thee, and will not fail thee, until thou hast finished all the work of the service of the house of the Lord. And behold the pattern of the temple, even his house, and its treasury, and the upper chambers, and the inner store-rooms, and the place of propitiation, and the plan of the house of the Lord. |
|
21
|
21
|
| καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου Κυρίου καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου. | And see, here are the courses of the priests and Levites for all the service of the house of the Lord, and there shall be with thee men for every workmanship, and every one of ready skill in every art: also the chief men and all the people, ready for all thy commands. |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ· Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλ᾿ ἢ Κυρίῳ Θεῷ. | And David the king said to all the congregation, Solomon my son, whom the Lord has chosen, is young and tender, and the work is great; for it is not for man, but for the Lord God. |
|
2
|
2
|
| κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοόμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ Πάριον πολύν. | I have prepared according to all my might for the house of my God gold, silver, brass, iron, wood, onyx stones, and costly and variegated stones for setting, and every precious stone, and much Parian marble. |
|
3
|
3
|
| καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων, | And still farther, because I took pleasure in the house of my God, I have gold and silver which I have procured for myself, and, behold, I have given them to the house of my God over and above, beyond what I have prepared for the holy house. |
|
4
|
4
|
| τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ, | Three thousand talents of gold of Suphir, and seven thousand talents of fine silver, for the overlaying of the walls of the sanctuary: |
|
5
|
5
|
| εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ; | for thee to use the gold for things of gold, and the silver for things of silver, and for every work by the hand of the artificers. And who is willing to dedicate himself in work this day for the Lord? |
|
6
|
6
|
| καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν ᾿Ισραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως | Then the heads of families, and the princes of the children of Israel, and the captains of thousands and captains of hundreds, and the overseers of the works, and the king's builders, offered willingly. |
|
7
|
7
|
| καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν. | And they gave for the works of the house of the Lord five thousand talents of gold, and ten thousand gold pieces, and ten thousand talents of silver, and eighteen thousand talents of brass, and a hundred thousand talents of iron. |
|
8
|
8
|
| καὶ οἷς εὑρέθη παρ᾿ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς ᾿Ιεϊὴλ τοῦ Γεδσωνί. | And they who had precious stone, gave it into the treasuries of the house of the Lord by the hand of Jeiel the Gedsonite. |
|
9
|
9
|
| καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ, καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως. | And the people rejoiced because of the willingness, for they offered willingly to the Lord with a full heart: and king David rejoiced greatly. |
|
10
|
10
|
| καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. | And king David blessed the Lord before the congregation, saying, Blessed art thou, O Lord God of Israel, our Father, from everlasting and to everlasting. |
|
11
|
11
|
| σοί, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος. | Thine, O Lord, is the greatness, and the power, and the glory, and the victory, and the might: for thou art Lord of all things that are in heaven and upon the earth: before thy face every king and nation is troubled. |
|
12
|
12
|
| παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα. | From thee come wealth and glory: thou, O Lord, rulest over all, the Lord of all dominion, and in thy hand is strength and rule; and thou art almighty with thy hand to increase and establish all things. |
|
13
|
13
|
| καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου. | And now, Lord, we give thanks to thee, and praise thy glorious name. |
|
14
|
14
|
| καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι. | But who am I, and what is my people, that we have been able to be thus forward in offering to thee? for all things are thine, and of thine own have we given thee, |
|
15
|
15
|
| ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή. | for we are strangers before thee, and sojourners, as all our fathers were: our days upon the earth are as a shadow, and there is no remaining. |
|
16
|
16
|
| Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστι, καὶ σοὶ τὰ πάντα. | O Lord our God, as for all this abundance which I have prepared that a house should be built to thy holy name, it is of thy hand, and all is thine. |
|
17
|
17
|
| καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι. | And I know, Lord, that thou art he that searches the hearts, and thou lovest righteousness. I have willingly offered all these things in simplicity of heart; and now I have seen with joy thy people here present, willingly offering to thee. |
|
18
|
18
|
| Κύριε ὁ Θεὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρός σε. | O Lord God of Abraham, and Isaac, and Israel, our fathers, preserve these things in the thought of the heart of thy people for ever, and direct their hearts to thee. |
|
19
|
19
|
| καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου. | And to Solomon my son give a good heart, to perform thy commandments, and to observe thy testimonies, and thine ordinances, and to accomplish the building of thy house. |
|
20
|
20
|
| καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ· εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ. | And David said to the whole congregation, Bless ye the Lord our God. And all the congregation blessed the Lord God of their fathers, and they bowed the knee and worshipped the Lord, and did obeisance to the king. |
|
21
|
21
|
| καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ ᾿Ισραήλ. | And David sacrificed to the Lord, and offered up whole-burnt-offerings to the Lord on the morrow after the first day, a thousand calves, a thousand rams, a thousand lambs, and their drink-offerings, and sacrifices in abundance for all Israel. |
|
22
|
22
|
| καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην. | And they ate and drank joyfully that day before the Lord: and they made Solomon the son of David king a second time, and anointed him king before the Lord, and Sadoc to the priesthood. |
|
23
|
23
|
| καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς ᾿Ισραήλ· | And Solomon sat upon the throne of his father David, and was highly honoured; and all Israel obeyed him. |
|
24
|
24
|
| οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ. | The princes, and the mighty men, and all the sons of king David his father, were subject to him. |
|
25
|
25
|
| καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς ᾿Ισραὴλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ. | And the Lord magnified Solomon over all Israel, and gave him royal glory, such as was not upon any king before him. |
|
26
|
26
|
| καὶ Δαυὶδ υἱὸς ᾿Ιεσσαὶ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ | And David the son of Jessæ reigned over Israel forty years; |
|
27
|
27
|
| ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ καὶ ἐν ῾Ιερουσαλὴμ ἔτη τριακοντατρία. | seven years in Chebron, and thirty-three years in Jerusalem. |
|
28
|
28
|
| καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And he died in a good old age, full of days, in wealth, and glory: and Solomon his son reigned in his stead. |
|
29
|
29
|
| οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυίδ, οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος | And the rest of the acts of David, the former and the latter, are written in the history of Samuel the seer, and in the history of Nathan the prophet, and in the history of Gad the seer, |
|
30
|
30
|
| περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ᾿ αὐτῷ, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς. | concerning all his reign, and his power, and the times which went over him, and over Israel, and over all the kingdoms of the earth. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.