|
ΒΑΣΙΛΕΙΩΝ Δ΄
|
2 Kings
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΚΑΙ ἠθέτησε Μωὰβ ἐν ᾿Ισραὴλ μετὰ τὸ ἀποθανεῖν ᾿Αχαάβ. | And Moab rebelled against Israel after the death of Achaab. |
|
2
|
2
|
| καὶ ἔπεσεν ᾿Οχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς· δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ. | And Ochozias fell through the lattice that was in his upper chamber in Samaria, and was sick; and he sent messengers, and said to them, Go and enquire of Baal fly, the god of Accaron, whether I shall recover of this my sickness. And they went to enquire of him. |
|
3
|
3
|
| καὶ ἄγγελος Κυρίου ἐκάλεσεν ᾿Ηλιοὺ τὸν Θεσβίτην λέγων· ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων ᾿Οχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν ᾿Ισραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών; καὶ οὐχ οὕτως· | And an angel of the Lord called Eliu the Thesbite, saying, Arise, and go to meet the messengers of Ochozias king of Samaria, and thou shalt say to them, Is it because there is no God in Israel, that ye go to enquire of Baal fly, the god of Accaron? but it shall not be so. |
|
4
|
4
|
| ὅτι τάδε λέγει Κύριος· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη ᾿Ηλιοὺ καὶ εἶπε πρὸς αὐτούς. | For thus saith the Lord, The bed on which thou art gone up, thou shalt not come down from it, for thou shalt surely die. And Eliu went, and said so to them. |
|
5
|
5
|
| καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐπεστρέψατε; | And the messengers returned to him, and he said to them, Why have ye returned? |
|
6
|
6
|
| καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπε πρὸς ἡμᾶς· δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν· τάδε λέγει Κύριος· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν ᾿Ισραὴλ σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. | And they said to him, A man came up to meet us, and said to us, Go, return to the king that sent you, and say to him, Thus saith the Lord, Is it because there is no God in Israel, that thou goest to enquire of Baal fly, the god of Accaron? it shall not be so: the bed on which thou art gone up, thou shalt not come down from it, for thou shalt surely die. |
|
7
|
7
|
| καὶ ἐλάλησε πρὸς αὐτοὺς λέγων· τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους; | So they returned and reported to the king as Eliu said: and he said to them, What was the manner of the man who went up to meet you, and spoke to you these words? |
|
8
|
8
|
| καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν· ᾿Ηλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι. | And they said to him, He was a hairy man, and girt with a leathern girdle about his loins. And he said, This is Eliu the Thesbite. |
|
9
|
9
|
| καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν, καὶ ἰδοὺ ᾿Ηλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. | And he sent to him a captain of fifty and his fifty; and he went up to him: and, behold, Eliu sat on the top of a mountain. And the captain of fifty spoke to him, and said, O man of God, the king has called thee, come down. |
|
10
|
10
|
| καὶ ἀπεκρίθη ᾿Ηλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον· καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. | And Eliu answered and said to the captain of fifty, And if I am a man of God, fire shall come down out of heaven, and devour thee and thy fifty. And fire came down out of heaven, and devoured him and his fifty. |
|
11
|
11
|
| καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεύς· ταχέως κατάβηθι. | And the king sent a second time to him another captain of fifty, and his fifty. And the captain of fifty spoke to him, and said, O man of God, thus says the king, Come down quickly. |
|
12
|
12
|
| καὶ ἀπεκρίθη ᾿Ηλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. | And Eliu answered and spoke to him, and said, If I am a man of God, fire shall come down out of heaven, and devour thee and thy fifty. And fire came down out of heaven, and devoured him and his fifty. |
|
13
|
13
|
| καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι ᾿Ηλιοὺ καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου· | And the king sent yet again a captain and his fifty. And the third captain of fifty came, and knelt on his knees before Eliu, and entreated him, and spoke to him and said, O man of God, let my life, and the life of these fifty thy servants, be precious in thine eyes. |
|
14
|
14
|
| ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου. | Behold, fire came down from heaven, and devoured the two first captains of fifty: and now, I pray, let my life be precious in thine eyes. |
|
15
|
15
|
| καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς ᾿Ηλιοὺ καὶ εἶπε· κατάβηθι μετ᾿ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη ᾿Ηλιοὺ καὶ κατέβη μετ᾿ αὐτοῦ πρὸς τὸν βασιλέα. | And the angel of the Lord spoke to Eliu, and said, Go down with him, be not afraid of them. And Eliu rose up, and went down with him to the king. |
|
16
|
16
|
| καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν ᾿Ηλιού· τάδε λέγει Κύριος· τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. | And Eliu spoke to him, and said, Thus saith the Lord, Why hast thou sent messengers to enquire of Baal fly, the god of Accaron? it shall not be so: the bed on which thou art gone up, thou shalt not come down from it, for thou shalt surely die. |
|
17
|
17
|
| καὶ ἀπέθανε κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ᾿Ηλιού. | So he died according to the word of the Lord which Eliu had spoken. |
|
18
|
18
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Οχοζίου, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; 18α Καὶ ᾿Ιωρὰμ υἱὸς ᾿Αχαὰβ βασιλεύει ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα. 18β καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ. 18γ καὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου ῾Ιεροβοάμ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν. 18δ καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον ᾿Αχαάβ. | And the rest of the acts of Ochozias which he did, behold, are they not written in the book of the chronicles of the kings of Israel? |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν ᾿Ηλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη ᾿Ηλιοὺ καὶ ῾Ελισαιὲ ἐκ Γαλγάλων. | And it came to pass, when the Lord was going to take Eliu with a whirlwind as it were into heaven, that Eliu and Elisaie went out of Galgala. |
|
2
|
2
|
| καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς ῾Ελισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. | And Eliu said to Elisaie, Stay here, I pray thee; for God has sent me to Bæthel. And Elisaie said, As the Lord lives and thy soul lives, I will not leave thee; so they came to Bæthel. |
|
3
|
3
|
| καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς ῾Ελισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε. | And the sons of the prophets who were in Bæthel came to Elisaie, and said to him, Dost thou know, that the Lord this day is going to take thy lord away from thy head? And he said, Yea, I know it; be silent. |
|
4
|
4
|
| καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς ῾Ελισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς ῾Ιεριχώ· καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς ῾Ιεριχώ. | And Eliu said to Elisaie, Stay here, I pray thee; for the Lord has sent me to Jericho. And he said, As the Lord lives and thy soul lives, I will not leave thee. And they came to Jericho. |
|
5
|
5
|
| καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ῾Ιεριχὼ πρὸς ῾Ελισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. | And the sons of the prophets who were in Jericho drew near to Elisaie, and said to him, Dost thou know that the Lord is about to take away thy master to-day from thy head? And he said, Yea, I know it; hold your peace. |
|
6
|
6
|
| καὶ εἶπεν αὐτῷ ᾿Ηλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν ᾿Ιορδάνην· καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι· | And Eliu said to him, Stay here, I pray thee, for the Lord has sent me to Jordan. And Elisaie said, As the Lord lives and thy soul lives, I will not leave thee: and they both went on. |
|
7
|
7
|
| καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ ᾿Ιορδάνου. | And fifty men of the sons of the prophets went also, and they stood opposite afar off: and both stood on the bank of Jordan. |
|
8
|
8
|
| καὶ ἔλαβεν ᾿Ηλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. | And Eliu took his mantle, and wrapped it together, and smote the water: and the water was divided on this side and on that side, and they both went over on dry ground. |
|
9
|
9
|
| καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ ᾿Ηλιοὺ εἶπε πρὸς ῾Ελισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν ῾Ελισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ. | And it came to pass while they were crossing over, that Eliu said to Elisaie, Ask what I shall do for thee before I am taken up from thee. And Elisaie said, Let there be, I pray thee, a double portion of thy spirit upon me. |
|
10
|
10
|
| καὶ εἶπεν ᾿Ηλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. | And Eliu said, Thou hast asked a hard thing: if thou shalt see me when I am taken up from thee, then shall it be so to thee; and if not, it shall not be so. |
|
11
|
11
|
| καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη ᾿Ηλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. | And it came to pass as they were going, they went on talking; and, behold, a chariot of fire, and horses of fire, and it separated between them both; and Eliu was taken up in a whirlwind as it were into heaven. |
|
12
|
12
|
| καὶ ῾Ελισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα ᾿Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ρήγματα. | And Elisaie saw, and cried, Father, father, the chariot of Israel, and the horseman thereof! And he saw him no more: and he took hold of his garments, and rent them into two pieces. |
|
13
|
13
|
| καὶ ὕψωσε τὴν μηλωτὴν ᾿Ηλιού, ἣ ἔπεσεν ἐπάνωθεν ῾Ελισαιέ, καὶ ἐπέστρεψεν ῾Ελισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ ᾿Ιορδάνου· | And Elisaie took up the mantle of Eliu, which fell from off him upon Elisaie; and Elisaie returned, and stood upon the brink of Jordan; |
|
14
|
14
|
| καὶ ἔλαβε τὴν μηλωτὴν ᾿Ηλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς ᾿Ηλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη ῾Ελισαιέ. | and he took the mantle of Eliu, which fell from off him, and smote the water, and said, Where is the Lord God of Eliu? and he smote the waters, and they were divided hither and thither; and Elisaie went over. |
|
15
|
15
|
| καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ῾Ιεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα ᾿Ηλιοὺ ἐπὶ ῾Ελισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. | And the sons of the prophets who were in Jericho on the opposite side saw him, and said, The spirit of Eliu has rested upon Elisaie. And they came to meet him, and did obeisance to him to the ground. |
|
16
|
16
|
| καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ ᾿Ιορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν ῾Ελισαιέ· οὐκ ἀποστελεῖτε. | And they said to him, Behold now, there are with thy servants fifty men of strength: let them go now, and seek thy lord: peradventure the Spirit of the Lord has taken him up, and cast him into Jordan, or on one of the mountains, or on one of the hills. And Elisaie said, Ye shall not send. |
|
17
|
17
|
| καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο. καὶ εἶπεν· ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν. | And they pressed him until he was ashamed; and he said, Send. And they sent fifty men, and sought three days, and found him not. |
|
18
|
18
|
| καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν ῾Ιεριχώ, καὶ εἶπεν ῾Ελισαιέ· οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε; | And they returned to him, for he dwelt in Jericho: and Elisaie said, Did I not say to you, Go not? |
|
19
|
19
|
| καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ῾Ελισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. | And the men of the city said to Elisaie, Behold, the situation of the city is good, as our lord sees; but the waters are bad, and the ground barren. |
|
20
|
20
|
| καὶ εἶπεν ῾Ελισαιέ· λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον καὶ ἤνεγκαν πρὸς αὐτόν. | And Elisaie said, Bring me a new pitcher, and put salt in it. And they took one, and brought it to him. |
|
21
|
21
|
| καὶ ἐξῆλθεν ῾Ελισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπε· τάδε λέγει Κύριος· ἴαμαι τὰ ὕδατα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. | And Elisaie went out to the spring of the waters, and cast salt therein, and says, Thus saith the Lord, I have healed these waters; there shall not be any longer death thence or barren land. |
|
22
|
22
|
| καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ρῆμα ῾Ελισαιέ, ὃ ἐλάλησε. | And the waters were healed until this day, according to the word of Elisaie which he spoke. |
|
23
|
23
|
| καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. | And he went up thence to Bæthel: and as he was going up by the way there came up also little children from the city, and mocked him, and said to him, Go up, baldhead, go up. |
|
24
|
24
|
| καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾿ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. | And he turned after them, and saw them, and cursed them in the name of the Lord. And, behold, there came out two bears out of the wood, and they tore forty and two children of them. |
|
25
|
25
|
| καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν. | And he went thence to mount Carmel, and returned thence to Samaria. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ ᾿Ιωρὰμ υἱὸς ᾿Αχαὰβ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα καὶ ἐβασίλευσε δώδεκα ἔτη. | And Joram the son of Achaab began to reign in Israel in the eighteenth year of Josaphat king of Juda, and he reigned twelve years. |
|
2
|
2
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ. καὶ μετέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ· | And he did that which was evil in the sight of the Lord, only not as his father, nor as his mother: and he removed the pillars of Baal which his father had made. |
|
3
|
3
|
| πλὴν ἐν τῇ ἁμαρτίᾳ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς. | Only he adhered to the sin of Jeroboam the son of Nabat, who made Israel to sin; he departed not from it. |
|
4
|
4
|
| καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήδ, καὶ ἐπέστρεφε τῷ βασιλεῖ ᾿Ισραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων. | And Mosa king of Moab was a sheep-master, and he rendered to the king of Israel in the beginning of the year, a hundred thousand lambs, and a hundred thousand rams, with the wool. |
|
5
|
5
|
| καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν ᾿Αχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ ἐν βασιλεῖ ᾿Ισραήλ. | And it came to pass, after the death of Achaab, that the king of Moab rebelled against the king of Israel. |
|
6
|
6
|
| καὶ ἐξῆλθεν ὁ βασιλεὺς ᾿Ιωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν ᾿Ισραήλ· | And king Joram went forth in that day out of Samaria, and numbered Israel. |
|
7
|
7
|
| καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα λέγων· βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν· ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου. | And he went and sent to Josaphat king of Juda, saying, The king of Moab has rebelled against me: wilt thou go with me against Moab to war? And he said, I will go up: thou art as I, I am as thou; as my people, so is thy people, as my horses, so are thy horses. |
|
8
|
8
|
| καὶ εἶπε· ποία ὁδῷ ἀναβῶ; καὶ εἶπεν· ὁδὸν ἔρημον ᾿Εδώμ. | And he said, What way shall I go up? and he said, The way of the wilderness of Edom. |
|
9
|
9
|
| καὶ ἐπορεύθη ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ὁ βασιλεὺς ᾿Ιούδα καὶ ὁ βασιλεὺς ᾿Εδὼμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν αὐτῶν. | And the king of Israel went, and the king of Juda, and the king of Edom: and they fetched a compass of seven days' journey; and there was no water for the army, and for the cattle that went with them. |
|
10
|
10
|
| καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραήλ· ὦ, ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωὰβ | And the king of Israel said, Alas! that the Lord should have called the three kings on their way, to give them into the hand of Moab. |
|
11
|
11
|
| καὶ εἶπεν ᾿Ιωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρ᾿ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως ᾿Ισραὴλ καὶ εἶπεν· ὧδε ῾Ελισαιὲ υἱὸς Σαφάτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας ᾿Ηλιού. | And Josaphat said, Is there not here a prophet of the Lord, that we may enquire of the Lord by him? And one of the servants of the king of Israel answered and said, There is here Elisaie son of Saphat, who poured water on the hands of Eliu. |
|
12
|
12
|
| καὶ εἶπεν ᾿Ιωσαφάτ· ἔστιν αὐτῷ ρῆμα Κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα καὶ βασιλεὺς ᾿Εδώμ. | And Josaphat said, He has the word of the Lord. And the king of Israel, and Josaphat king of Juda, and the king of Edom, went down to him. |
|
13
|
13
|
| καὶ εἶπεν ῾Ελισαιὲ πρὸς βασιλέα ᾿Ισραήλ· τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς ᾿Ισραήλ· μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ; | And Elisaie said to the king of Israel, What have I to do with thee? go to the prophets of thy father, and the prophets of thy mother. And the king of Israel said to him, Has the Lord called the three kings to deliver them into the hands of Moab? |
|
14
|
14
|
| καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον ᾿Ιωασαφὰτ βασιλέως ᾿Ιούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρός σε καὶ εἶδόν σε· | And Elisaie said, As the Lord of hosts before whom I stand lives, unless I regarded the presence of Josaphat the king of Juda, I would not have looked on thee, nor seen thee. |
|
15
|
15
|
| καὶ νῦν λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ Κυρίου, | And now fetch me a harper. And it came to pass, as the harper harped, that the hand of the Lord came upon him. |
|
16
|
16
|
| καὶ εἶπε· τάδε λέγει Κύριος· ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους· | And he said, Thus saith the Lord, Make this valley full of trenches. |
|
17
|
17
|
| ὅτι τάδε λέγει Κύριος· οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν· | For thus saith the Lord, Ye shall not see wind, neither shall ye see rain, yet this valley shall be filled with water, and ye, and your flocks, and your cattle shall drink. |
|
18
|
18
|
| καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου, καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν, | And this is a light thing in the eyes of the Lord: I will also deliver Moab into your hand. |
|
19
|
19
|
| καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις. | And ye shall smite every strong city, and ye shall cut down every good tree, and ye shall stop all wells of water, and spoil every good piece of land with stones. |
|
20
|
20
|
| καὶ ἐγένετο πρωΐ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ ᾿Εδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος. | And it came to pass in the morning, when the sacrifice was offered, that, behold! waters came from the way of Edom, and the land was filled with water. |
|
21
|
21
|
| καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ τρεῖς βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην καὶ εἶπαν· ὢ καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου. | And all Moab heard that the three kings were come up to fight against them; and they cried out on every side, even all that were girt with a girdle, and they said, Ho! and stood upon the border. |
|
22
|
22
|
| καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδε Μωὰβ ἐξεναντίας τὰ ὕδατα πυρὰ ὡσεὶ αἷμα | And they rose early in the morning, and the sun rose upon the waters, and Moab saw the waters on the opposite side red as blood. |
|
23
|
23
|
| καὶ εἶπαν· αἷμα τοῦτο τῆς ρομφαίας, καὶ ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ. | And they said, This is the blood of the sword; and the kings have fought, and each man has smitten his neighbour; now then to the spoils, Moab. |
|
24
|
24
|
| καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν ᾿Ισραήλ, καὶ ᾿Ισραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καί τύπτοντες τὴν Μωὰβ | And they entered into the camp of Israel; and Israel arose and smote Moab, and they fled from before them; and they went on and smote Moab as they went. |
|
25
|
25
|
| καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλωσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν. | And they razed the cities, and cast every man his stone on every good piece of land and filled it; and they stopped every well, and cut down every good tree, until they left only the stones of the wall cast down; and the slingers compassed the land, and smote it. |
|
26
|
26
|
| καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος. καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ρομφαίαν διακόψαι πρὸς βασιλέα ᾿Εδώμ, καὶ οὐκ ἠδυνήθησαν. | And the king of Moab saw that the battle prevailed against him; and he took with him seven hundred men that drew sword, to cut through to the king of Edom: and they could not. |
|
27
|
27
|
| καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃν ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ ᾿Ισραήλ, καὶ ἀπῇραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν. | And he took his eldest son whom he had designed to reign in his stead, and offered him up for a whole-burnt-offering on the walls. And there was a great indignation against Israel; and they departed from him, and returned to their land. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΚΑΙ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν ῾Ελισαιὲ λέγουσα· ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως ὅτι δοῦλός σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους. | And one of the wives of the sons of the prophets cried to Elisaie, saying, Thy servant my husband is dead; and thou knowest that thy servant feared the Lord: and the creditor is come to take my two sons to be his servants. |
|
2
|
2
|
| καὶ εἶπεν ῾Ελισαιέ· τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἔστι σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν· οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλ᾿ ἢ ὃ ἀλείψομαι ἔλαιον. | And Elisaie said, What shall I do for thee? tell me what thou hast in the house. And she said, Thy servant has nothing in the house, except oil wherewith I anoint myself. |
|
3
|
3
|
| καὶ εἶπε πρὸς αὐτήν· δεῦρο αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενά, μὴ ὀλιγώσῃς. | And he said to her, Go, borrow for thyself vessels without of all thy neighbours, even empty vessels; borrow not a few. |
|
4
|
4
|
| καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς. | And thou shalt go in and shut the door upon thee and upon thy sons, and thou shalt pour forth into these vessels, and remove that which is filled. |
|
5
|
5
|
| καὶ ἀπῆλθε παρ᾿ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθ᾿ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη. | And she departed from him, and shut the door upon herself and upon her sons: they brought the vessels near to her, and she poured in until the vessels were filled. |
|
6
|
6
|
| καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς· ἐγγίσατε ἔτι πρός με τὸ σκεῦος· καὶ εἶπον αὐτῇ· οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον. | And she said to her sons, Bring me yet a vessel. And they said to her, There is not a vessel more. And the oil stayed. |
|
7
|
7
|
| καὶ ἦλθε καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ εἶπεν ῾Ελισαιέ· δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ. | And she came and told the man of God: and Elisaie said, Go, and sell the oil, and thou shalt pay thy debts, and thou and thy sons shall live of the remaining oil. |
|
8
|
8
|
| καὶ ἐγένετο ἡμέρα καὶ διέβη ῾Ελισαιὲ εἰς Σωμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν. | And a day came, when Elisaie passed over to Soman, and there was a great lady there, and she constrained him to eat bread: and it came to pass as often as he went into the city, that he turned aside to eat there. |
|
9
|
9
|
| καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός. | And the woman said to her husband, See now, I know that this is a holy man of God who comes over continually to us. |
|
10
|
10
|
| ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. | Let us now make for him an upper chamber, a small place; and let us put there for him a bed, and a table, and a stool, and a candlestick: and it shall come to pass that when he comes in to us, he shall turn in thither. |
|
11
|
11
|
| καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ. | And a day came, and he went in thither, and turned aside into the upper chamber, and lay there. |
|
12
|
12
|
| καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ. | And he said to Giezi his servant, Call me this Somanite. And he called her, and she stood before him. |
|
13
|
13
|
| καὶ εἶπεν αὐτῷ· εἰπὸν δὴ πρὸς αὐτήν· ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν· ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ. | And he said to him, Say now to her, Behold, thou hast taken all this trouble for us; what should I do for thee? Hast thou any request to make to the king, or to the captain of the host? And she said, I dwell in the midst of my people. |
|
14
|
14
|
| καὶ εἶπε πρὸς Γιεζί· τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. | And he said to Giezi, What must we do for her? and Giezi his servant said, Indeed she has no son, and her husband is old. |
|
15
|
15
|
| καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. | And he called her, and she stood by the door. |
|
16
|
16
|
| καὶ εἶπεν ῾Ελισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου. | And Elisaie said to her, At this time next year, as the season is, thou shalt be alive, and embrace a son. And she said, Nay, my lord, do not lie to thy servant. |
|
17
|
17
|
| καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν ῾Ελισαιέ. | And the woman conceived, and bore a son at the very time, as the season was, being alive, as Elisaie said to her. |
|
18
|
18
|
| καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας, | And the child grew: and it came to pass when he went out to his father to the reapers, |
|
19
|
19
|
| καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ· ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ. | that he said to his father, My head, my head. And his father said to a servant, Carry him to his mother. |
|
20
|
20
|
| καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανε. | And he carried him to his mother, and he lay upon her knees till noon, and died. |
|
21
|
21
|
| καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ καὶ ἐξῆλθε. | And she carried him up and laid him on the bed of the man of God; and she shut the door upon him, and went out. |
|
22
|
22
|
| καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν· ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιστρέψω. | And she called her husband, and said, Send now for me one of the young men, and one of the asses, and I will ride quickly to the man of God, and return. |
|
23
|
23
|
| καὶ εἶπε· τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν· εἰρήνη. | And he said, Why art thou going to him to-day? It is neither new moon, nor the sabbath. And she said, It is well. |
|
24
|
24
|
| καὶ ἐπέσαξε τὴν ὄνον καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον. | And she saddled the ass, and said to her servant, Be quick, proceed: spare not on my account to ride, unless I shall tell thee. Go, and thou shalt proceed, and come to the man of God to mount Carmel. |
|
25
|
25
|
| καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος. καὶ ἐγένετο ὡς εἶδεν ῾Ελισαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη· | And she rode and came to the man of God to the mountain: and it came to pass when Elisaie saw her coming, that he said to Giezi his servant, See now, that Somanite comes. |
|
26
|
26
|
| νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς· εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν· εἰρήνη. | Now run to meet her, and thou shalt say, Is it well with thee? is it well with thy husband? is it well with the child? and she said, It is well. |
|
27
|
27
|
| καὶ ἦλθε πρὸς ῾Ελισαιὲ εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν, καὶ εἶπεν ῾Ελισαιέ· ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι. | And she came to Elisaie to the mountain, and laid hold of his feet; and Giezi drew near to thrust her away. And Elisaie said, Let her alone, for her soul is much grieved in her, and the Lord has hidden it from me, and has not told it me. |
|
28
|
28
|
| ἡ δὲ εἶπε· μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα· οὐ πλανήσεις μετ᾿ ἐμοῦ; | And she said, Did I ask a son of my lord? For did I not say, Do not deal deceitfully with me? |
|
29
|
29
|
| καὶ εἶπεν ῾Ελισαιὲ τῷ Γιεζί· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου. | And Elisaie said to Giezi, Gird up thy loins, and take my staff in thy hand, and go: if thou meet any man, thou shalt not salute him, and if a man salute thee thou shalt not answer him: and thou shalt lay my staff on the child's face. |
|
30
|
30
|
| καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη ῾Ελισαιὲ καὶ ἐπορεύθη ὀπίσω αὐτῆς. | And the mother of the child said, As the Lord lives and as thy soul lives, I will not leave thee. And Elisaie arose, and went after her. |
|
31
|
31
|
| καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων· οὐκ ἠγέρθη τὸ παιδάριον. | And Giezi went on before her, and laid his staff on the child's face: but there was neither voice nor any hearing. So he returned to meet him, and told him, saying, The child is not awaked. |
|
32
|
32
|
| καὶ εἰσῆλθεν ῾Ελισαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ. | And Elisaie went into the house, and, behold, the dead child was laid upon his bed. |
|
33
|
33
|
| καὶ εἰσῆλθεν ῾Ελισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς Κύριον· | And Elisaie went into the house, and shut the door upon themselves, the two, and prayed to the Lord. |
|
34
|
34
|
| καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου. | And he went up, and lay upon the child, and put his mouth upon his mouth, and his eyes upon his eyes, and his hands upon his hands; and bowed himself upon him, and the flesh of the child grew warm. |
|
35
|
35
|
| καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ. | And he returned, and walked up and down in the house: and he went up, and bowed himself on the child seven times; and the child opened his eyes. |
|
36
|
36
|
| καὶ ἐξεβόησε ῾Ελισαιὲ πρὸς Γιεζὶ καὶ εἶπε· κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν. καὶ εἶπεν ῾Ελισαιέ· λάβε τὸν υἱόν σου. | And Elisaie cried out to Giezi, and said, Call this Somanite. So he called her, and she came in to him: and Elisaie said, Take thy son. |
|
37
|
37
|
| καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθε. | And the woman went in, and fell at his feet, and did obeisance bowing to the ground; and she took her son, and went out. |
|
38
|
38
|
| καὶ ῾Ελισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν ῾Ελισαιὲ τῷ παιδαρίῳ αὐτοῦ· ἐπίστησεν τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν. | And Elisaie returned to Galgala: and a famine was in the land; and the sons of the prophets sat before him: and Elisaie said to his servant, Set on the great pot, and boil pottage for the sons of the prophets. |
|
39
|
39
|
| καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριὼθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ᾿ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν. | And he went out into the field to gather herbs, and found a vine in the field, and gathered of it wild gourds, his garment full; and he cast it into the caldron of pottage, for they knew them not. |
|
40
|
40
|
| καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν· θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν. | And he poured it out for the men to eat: and it came to pass, when they were eating of the pottage, that lo! they cried out, and said, There is death in the pot, O man of God. And they could not eat. |
|
41
|
41
|
| καὶ εἶπε· λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν ῾Ελισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον· ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ρῆμα πονηρὸν ἐν τῷ λέβητι. | And he said, Take meal, and cast it into the pot. And Elisaie said to his servant Giezi, Pour out for the people, and let them eat. And there was no longer there any hurtful thing in the pot. |
|
42
|
42
|
| καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισὰ καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσιν ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπε· δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν. | And there came a man over from Bætharisa, and brought to the man of God twenty barley loaves and cakes of figs, of the first-fruits. And he said, Give to the people, and let them eat. |
|
43
|
43
|
| καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ· τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε· δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος· φάγονται καὶ καταλείψουσι. | And his servant said, Why should I set this before a hundred men? and he said, Give to the people, and let them eat; for thus saith the Lord, They shall eat and leave. |
|
44
|
44
|
| καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ρῆμα Κυρίου. | And they ate and left, according to the word of the Lord. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΚΑΙ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος. | Now Naiman, the captain of the host of Syria, was a great man before his master, and highly respected, because by him the Lord had given deliverance to Syria, and the man was mighty in strength, but a leper. |
|
2
|
2
|
| καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς ᾿Ισραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν. | And the Syrians went forth in small bands, and took captive out of the land of Israel a little maid: and she waited on Naiman's wife. |
|
3
|
3
|
| ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. | And she said to her mistress, O that my lord were before the prophet of God in Samaria; then he would recover him from his leprosy. |
|
4
|
4
|
| καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς ᾿Ισραήλ. | And she went in and told her lord, and said, Thus and thus spoke the maid from the land of Israel. |
|
5
|
5
|
| καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα ᾿Ισραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς. | And the king of Syria said to Naiman, Go to, go, and I will send a letter to the king of Israel. And he went, and took in his hand ten talents of silver, and six thousand pieces of gold, and ten changes of raiment. |
|
6
|
6
|
| καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. | And he brought the letter to the king of Israel, saying, Now then, as soon as this letter shall reach thee, behold, I have sent to thee my servant Naiman, and thou shalt recover him from his leprosy. |
|
7
|
7
|
| καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς ᾿Ισραὴλ τὸ βιβλίον, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι. | And it came to pass, when the king of Israel read the letter, that he rent his garments, and said, Am I God, to kill and to make alive, that this man sends to me to recover a man of his leprosy? consider, however, I pray you, and see that this man seeks an occasion against me. |
|
8
|
8
|
| καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ελισαιὲ ὅτι διέρρηξεν ὁ βασιλεὺς ᾿Ισραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· ἱνατὶ διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν ᾿Ισραήλ. | And it came to pass, when Elisaie heard that the king of Israel had rent his garments, that he sent to the king of Israel, saying, Wherefore hast thou rent thy garments? Let Naiman, I pray thee, come to me, and let him know that there is a prophet in Israel. |
|
9
|
9
|
| καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου ῾Ελισαιέ. | So Naiman came with horse and chariot, and stood at the door of the house of Elisaie. |
|
10
|
10
|
| καὶ ἀπέστειλεν ῾Ελισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ ᾿Ιορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ. | And Elisaie sent a messenger to him, saying, Go and wash seven times in Jordan, and thy flesh shall return to thee, and thou shalt be cleansed. |
|
11
|
11
|
| καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν· | And Naiman was angry, and departed, and said, Behold, I said, He will by all means come out to me, and stand, and call on the name of his God, and lay his hand upon the place, and recover the leper. |
|
12
|
12
|
| οὐχὶ ἀγαθὸς ᾿Αβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα ᾿Ισραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ. | Are not Abana and Pharphar, rivers of Damascus, better than all the waters of Israel? may I not go and wash in them, and be cleansed? and he turned and went away in a rage. |
|
13
|
13
|
| καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι. | And his servants came near and said to him, Suppose the prophet had spoken a great thing to thee, wouldest thou not perform it? yet he has but said to thee, Wash, and be cleansed. |
|
14
|
14
|
| καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ ᾿Ιορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα ῾Ελισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη. | So Naiman went down, and dipped himself seven times in Jordan, according to the word of Elisaie: and his flesh returned to him as the flesh of a little child, and he was cleansed. |
|
15
|
15
|
| καὶ ἐπέστρεψε πρὸς ῾Ελισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ ᾿Ισραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. | And he and all his company returned to Elisaie, and he came and stood before him, and said, Behold, I know that there is no God in all the earth, save only in Israel: and now receive a blessing of thy servant. |
|
16
|
16
|
| καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε. | And Elisaie said, As the Lord lives, before whom I stand, I will not take one. And he pressed him to take one: but he would not. |
|
17
|
17
|
| καὶ εἶπε Ναιμάν· καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ᾿ ἢ τῷ Κυρίῳ μόνῳ· | And Naiman said, Well then, if not, let there be given to thy servant, I pray thee, the load of a yoke of mules; and thou shalt give me of the red earth: for henceforth thy servant will not offer whole-burnt-offering or sacrifice to other gods, but only to the Lord by reason of this thing. |
|
18
|
18
|
| καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμὰν προσκυνῆσαι ἐκεῖ καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμάν, καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ. | And let the Lord be propitious to thy servant when my master goes into the house of Remman to worship there, and he shall lean on my hand, and I shall bow down in the house of Remman when he bows down in the house of Remman; even let the Lord, I pray, be merciful to thy servant in this matter. |
|
19
|
19
|
| καὶ εἶπεν ῾Ελισαιὲ πρὸς Ναιμάν· δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς. | And Elisaie said to Naiman, Go in peace. And he departed from him a little way. |
|
20
|
20
|
| καὶ εἶπε Γιεζὶ τὸ παιδάριον ῾Ελισαιέ· ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι ἀπ᾿ αὐτοῦ τι. | And Giezi the servant of Elisaie said, Behold, my Lord has spared this Syrian Naiman, so as not to take of his hand what he has brought: as the Lord lives, I will surely run after him, and take somewhat of him. |
|
21
|
21
|
| καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν, καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν· εἰρήνη· | So Giezi followed after Naiman: and Naiman saw him running after him, and turned back from his chariot to meet him. |
|
22
|
22
|
| ὁ κύριός μου ἀπέστειλέ με λέγων· ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους ᾿Εφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς. | And Giezi said, All is well: my master has sent me, saying, Behold, now are there come to me two young men of the sons of the prophets from mount Ephraim; give them, I pray thee, a talent of silver, and two changes of raiment. |
|
23
|
23
|
| καὶ εἶπε· λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ. καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ. | And Naiman said, Take two talents of silver. And he took two talents of silver in two bags, and two changes of raiment, and put them upon two of his servants, and they bore them before him. |
|
24
|
24
|
| καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλε τοὺς ἄνδρας. | And he came to a secret place, and took them from their hands, and laid them up in the house, and dismissed the men. |
|
25
|
25
|
| καὶ αὐτὸς εἰσῆλθε καὶ παρεστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν ῾Ελισαιέ· πόθεν, Γιεζί; καὶ εἶπε Γιεζί· οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. | And he went in himself and stood before his master; and Elisaie said to him, |
|
26
|
26
|
| καὶ εἶπε πρὸς αὐτὸν ῾Ελισαιέ· οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας· | Whence comest thou, Giezi? and Giezi said, Thy servant has not been hither or thither. And Elisaie said to him, Went not my heart with thee, when the man returned from his chariot to meet thee? and now thou hast received silver, and now thou hast received raiment, and oliveyards, and vineyards, and sheep, and oxen, and menservants, and maidservants. |
|
27
|
27
|
| καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών. | The leprosy also of Naiman shall cleave to thee, and to thy seed for ever. And he went out from his presence leprous, like snow. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΚΑΙ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς ῾Ελισαιέ· ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ᾿ ἡμῶν· | And the sons of the prophets said to Elisaie, Behold now, the place wherein we dwell before thee is too narrow for us. |
|
2
|
2
|
| πορευθῶμεν δὴ ἕως τοῦ ᾿Ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκόν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπε· δεῦτε. | Let us go, we pray thee, unto Jordan, and take thence every man a beam, and make for ourselves a habitation there. |
|
3
|
3
|
| καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς· δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν· ἐγὼ πορεύσομαι. | And he said, Go. And one of them said gently, Come with thy servants. And he said, I will go. |
|
4
|
4
|
| καὶ ἐπορεύθη μετ᾿ αὐτῶν, καὶ ἦλθον εἰς τὸν ᾿Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα. | And he went with them, and they came to Jordan, and began to cut down wood. |
|
5
|
5
|
| καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν· ὧ Κύριε, καὶ αὐτὸ κεκρυμμένον. | And behold, one was cutting down a beam, and the axe head fell into the water: and he cried out, Alas! master: and it was hidden. |
|
6
|
6
|
| καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισε ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. | And the man of God said, Where did it fall? and he shewed him the place: and he broke off a stick, and threw it in there, and the iron came to the surface. |
|
7
|
7
|
| καὶ εἴρηκεν· ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα καὶ ἔλαβεν αὐτό. | And he said, Take it up to thyself. And he stretched out his hand, and took it. |
|
8
|
8
|
| καὶ ὁ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν ᾿Ισραὴλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων· εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνὶ παρεμβαλῶ. | And the king of Syria was at war with Israel: and he consulted with his servants, saying, I will encamp in such a place. |
|
9
|
9
|
| καὶ ἀπέστειλεν ῾Ελισαιὲ πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. | And Elisaie sent to the king of Israel, saying, Take heed that thou pass not by that place, for the Syrians are hidden there. |
|
10
|
10
|
| καὶ ἀπέστειλεν ὁ βασιλεὺς ᾿Ισραὴλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ῾Ελισαιέ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο. | And the king of Israel sent to the place which Elisaie mentioned to him, and saved himself thence not once or twice. |
|
11
|
11
|
| καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ ᾿Ισραήλ; | And the mind of the king of Syria was very much disturbed concerning this thing; and he called his servants, and said to them, Will ye not tell me who betrays me to the king of Israel? |
|
12
|
12
|
| καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ· οὐχί κύριέ μου βασιλεῦ, ὅτι ῾Ελισαιὲ ὁ προφήτης ὁ ἐν ᾿Ισραὴλ ἀναγγέλλει τῷ βασιλεῖ ᾿Ισραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου. | And one of his servants said, Nay, my Lord, O king, for Elisaie the prophet that is in Israel reports to the king of Israel all the words whatsoever thou mayest say in thy bedchamber. |
|
13
|
13
|
| καὶ εἶπε· δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήψομαι αὐτόν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἰδοὺ ἐν Δωθαΐμ. | And he said, Go, see where this man is, and I will send and take him. And they sent word to him, saying, Behold, he is in Dothaim. |
|
14
|
14
|
| καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν. | And he sent thither horses, and chariots, and a mighty host: and they came by night, and compassed about the city. |
|
15
|
15
|
| καὶ ὤρθρισεν ὁ λειτουργὸς ῾Ελισαιὲ ἀναστῆναι καὶ ἐξῆλθε, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτόν· ὦ κύριε, πῶς ποιήσομεν; | And the servant of Elisaie rose up early and went out; and, behold, a host compassed the city, and horses and chariots: and the servant said to him, O master, what shall we do? |
|
16
|
16
|
| καὶ εἶπεν ῾Ελισαιέ· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾿ ἡμῶν ὑπὲρ τοὺς μετ᾿ αὐτῶν. | And Elisaie said, Fear not, for they who are with us are more than they that are with them. |
|
17
|
17
|
| καὶ προσηύξατο ῾Ελισαιὲ καὶ εἶπε· Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε. καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ ῾Ελισαιέ. | And Elisaie prayed, and said, Lord, open, I pray thee, the eyes of the servant, and let him see. And the Lord opened his eyes, and he saw: and, behold, the mountain was full of horses, and there were chariots of fire round about Elisaie. |
|
18
|
18
|
| καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπε· πάταξον δὴ τὸ ἔθνος τοῦτο ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ρῆμα ῾Ελισαιέ. | And they came down to him; and he prayed to the Lord, and said, Smite, I pray thee, this people with blindness. And he smote them with blindness, according to the word of Elisaie. |
|
19
|
19
|
| καὶ εἶπε πρὸς αὐτοὺς ῾Ελισαιέ· οὐχὶ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν. | And Elisaie said to them, This is not the city, and this is not the way: follow me, and I will bring you to the man whom ye seek. And he led them away to Samaria. |
|
20
|
20
|
| καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν ῾Ελισαιέ· ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. | And it came to pass when they entered into Samaria, that Elisaie said, Open, I pray thee, O Lord, their eyes, and let them see. And the Lord opened their eyes, and they saw; and, behold, they were in the midst of Samaria. |
|
21
|
21
|
| καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ῾Ελισαιέ, ὡς εἶδεν αὐτούς· εἰ πατάξας πατάξω, πάτερ; | And the king of Israel said to Elisaie, when he saw them, Shall I not verily smite them, my father? |
|
22
|
22
|
| καὶ εἶπεν· οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ρομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν. | And he said, Thou shalt not smite them, unless thou wouldest smite those whom thou hast taken captive with thy sword and with thy bow: set bread and water before them, and let them eat and drink, and depart to their master. |
|
23
|
23
|
| καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν ᾿Ισραήλ. | And he set before them a great feast, and they ate and drank: and he dismissed them, and they departed to their master. And the bands of Syria came no longer into the land of Israel. |
|
24
|
24
|
| Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς ῎Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν. | And it came to pass after this, that the son of Ader king of Syria gathered all his army, and went up, and besieged Samaria. |
|
25
|
25
|
| καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾿ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. | And there was a great famine in Samaria: and, behold, they besieged it, until an ass's head was valued at fifty pieces of silver, and the fourth part of a cab of dove's dung at five pieces of silver. |
|
26
|
26
|
| καὶ ἦν ὁ βασιλεὺς διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν λέγουσα· σῶσον, κύριε βασιλεῦ. | And the king of Israel was passing by on the wall, and a woman cried to him, saying, Help, my lord, O king. |
|
27
|
27
|
| καὶ εἶπεν αὐτῇ· μή σε σώσαι Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ; | And he said to her, Unless the Lord help thee, whence shall I help thee? from the corn-floor, or from the wine-press? |
|
28
|
28
|
| καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί ἔστι σοι; καὶ εἶπεν ἡ γυνή· αὕτη εἶπε πρός με· δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὐτὸν αὔριον· | And the king said to her, What is the matter with thee? And the woman said to him, This woman said to me, Give thy son, and we will eat him to-day, and we will eat my son to-morrow. |
|
29
|
29
|
| καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ· δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν. καὶ ἔκρυψε τὸν υἱόν αὐτῆς. | So we boiled my son, and ate him; and I said to her on the second day, Give thy son, and let us eat him: and she has hidden her son. |
|
30
|
30
|
| καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς λόγους τῆς γυναικός, διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους. καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. | And it came to pass, when the king of Israel heard the words of the woman, that he rent his garments; and he passed by on the wall, and the people saw sackcloth within upon his flesh. |
|
31
|
31
|
| καὶ εἶπε· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ ῾Ελισαιὲ ἐπ᾿ αὐτῷ σήμερον. | And he said, God do so to me and more also, if the head of Elisaie shall stand upon him this day. |
|
32
|
32
|
| καὶ ῾Ελισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾿ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους· εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν· καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ; | And Elisaie was sitting in his house, and the elders were sitting with him; and the king sent a man before him: before the messenger came to him, he also said to the elders, Do ye see that this son of a murderer has sent to take away my head? See, as soon as the messenger shall have come, shut the door, and forcibly detain him at the door: is not the sound of his master's feet behind him? |
|
33
|
33
|
| ἔτι αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν· ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ Κυρίῳ ἔτι; | While he was yet speaking with them, behold, a messenger came to him: and he said, Behold, this evil is of the Lord; why should I wait for the Lord any longer? |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ εἶπεν ῾Ελισαιέ· ἄκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. | And Elisaie said, Hear thou the word of the Lord; Thus saith the Lord, As at this time, to-morrow a measure of fine flour shall be sold for a shekel, and two measures of barley for a shekel, in the gates of Samaria. |
|
2
|
2
|
| καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ ῾Ελισαιὲ καὶ εἶπεν· ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ ῾Ελισαιὲ εἶπεν· ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ. | And the officer on whose hand the king rested, answered Elisaie, and said, Behold, if the Lord shall make flood-gates in heaven, might this thing be? and Elisaie said, Behold, thou shalt see with thine eyes, but shalt not eat thereof. |
|
3
|
3
|
| καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν; | And there were four leprous men by the gate of the city: and one said to his neighbour, Why sit we here until we die? |
|
4
|
4
|
| ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα. | If we should say, Let us go into the city, then there is famine in the city, and we shall die there: and if we sit here, then we shall die. Now then come, and let us fall upon the camp of the Syrians: if they should take us alive, then we shall live; and if they should put us to death, then we shall only die. |
|
5
|
5
|
| καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ. | And they rose up while it was yet night, to go into the camp of Syria; and they came into a part of the camp of Syria, and behold, there was no man there. |
|
6
|
6
|
| καὶ κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ· νῦν ἐμισθώσατο ἐφ᾿ ἡμᾶς ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ᾿ ἡμᾶς. | For the Lord had made the army of Syria to hear a sound of chariots, and a sound of horses, even the sound of a great host: and each man said to his fellow, Now has the king of Israel hired against us the kings of the Chettites, and the kings of Egypt, to come against us. |
|
7
|
7
|
| καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὥς ἐστι καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν. | And they arose and fled while it was yet dark, and left their tents, and their horses, and their asses in the camp, as they were, and fled for their lives. |
|
8
|
8
|
| καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ᾖραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν· καὶ ἐπέστρεψαν ἐκεῖθεν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν. | And these lepers entered a little way into the camp, and went into one tent, and ate and drank, and took thence silver, and gold, and raiment; and they went and returned thence, and entered into another tent, and took thence, and went and hid the spoil. |
|
9
|
9
|
| καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστί, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωΐ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως. | And one man said to his neighbour, We are not doing well thus: this day is a day of glad tidings, and we hold our peace, and are waiting till the morning light, and shall find mischief: now then come, and let us go into the city, and report to the house of the king. |
|
10
|
10
|
| καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες· εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί. | So they went and cried toward the gate of the city, and reported to them, saying, We went into the camp of Syria, and, behold, there is not there a man, nor voice of man, only horses tied and asses, and their tents as they were. |
|
11
|
11
|
| καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω. | And the porters cried aloud, and reported to the house of the king within. |
|
12
|
12
|
| καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ· ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ὑμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες· ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα. | And the king rose up by night, and said to his servants, I will now tell you what the Syrians have done to us. They knew that we are hungry; and they have gone forth from the camp and hidden themselves in the field, saying, They will come out of the city, and we shall catch them alive, and go into the city. |
|
13
|
13
|
| καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε· λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείφθησαν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος ᾿Ισραὴλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα. | And one of his servants answered and said, Let them now take five of the horses that were left, which were left here; behold, they are the number left to all the multitude of Israel; and we will send thither and see. |
|
14
|
14
|
| καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς ᾿Ισραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων· δεῦτε καὶ ἴδετε. | So they took two horsemen; and the king of Israel sent after the king of Syria, saying, Go, and see. |
|
15
|
15
|
| καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ ᾿Ιορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ. | And they went after them even to Jordan: and, behold, all the way was full of garments and vessels, which the Syrians had cast away in their panic. And the messengers returned, and brought word to the king. |
|
16
|
16
|
| καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ρῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου. | And the people went out, and plundered the camp of Syria: and a measure of fine flour was sold for a shekel, according to the word of the Lord, and two measures of barley for a shekel. |
|
17
|
17
|
| καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύσατο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν. | And the king appointed the officer on whose hand the king leaned to have charge over the gate: and the people trampled on him in the gate, and he died, as the man of God had said, who spoke when the messenger came down to him. |
|
18
|
18
|
| καὶ ἐγένετο καθὰ ἐλάλησεν ῾Ελισαιὲ πρὸς τὸν βασιλέα λέγων· δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας· | So it came to pass as Elisaie had spoken to the king, saying, Two measures of barley shall be sold for a shekel, and a measure of fine flour for a shekel; and it shall be as at this time to-morrow in the gate of Samaria. |
|
19
|
19
|
| καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ ῾Ελισαιὲ καὶ εἶπεν· ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ εἶπεν ῾Ελισαιέ· ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ. | And the officer answered Elisaie, and said, Behold, if the Lord makes flood-gates in heaven, shall this thing be? and Elisaie said, Behold, thou shalt see it with thine eyes, but thou shalt not eat thereof. |
|
20
|
20
|
| καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανε. | And it was so: for the people trampled on him in the gate, and he died. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΚΑΙ ῾Ελισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱόν, λέγων· ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει, οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. | And Elisaie spoke to the woman, whose son he had restored to life, saying, Arise, and go thou and thy house, and sojourn wherever thou mayest sojourn: for the Lord has called for a famine upon the land; indeed it is come upon the land for seven years. |
|
2
|
2
|
| καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησε κατὰ τὸ ρῆμα ῾Ελισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη. | And the woman arose, and did according to the word of Elisaie, both she and her house; and they sojourned in the land of the Philistines seven years. |
|
3
|
3
|
| καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς. | And it came to pass after the expiration of the seven years, that the woman returned out of the land of the Philistines to the city; and came to cry to the king for her house and for her lands. |
|
4
|
4
|
| καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον ῾Ελισαιὲ τοῦ ἀνθρώπου τοῦ Θοεῦ λέγων· διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα, ἃ ἐποίησεν ῾Ελισαιέ. | And the king spoke to Giezi the servant of Elisaie the man of God, saying, Tell me, I pray thee, all the great things which Elisaie has done. |
|
5
|
5
|
| καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς ῾Ελισαιέ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζί· κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὖτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν ῾Ελισαιέ. | And it came to pass, as he was telling the king how he had restored to life the dead son, behold, the woman whose son Elisaie restored to life came crying to the king for her house and for her lands. And Giezi said, My lord, O king, this is the woman, and this is her son, whom Elisaie restored to life. |
|
6
|
6
|
| καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων· ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν. | And the king asked the woman, and she told him: and the king appointed her a eunuch, saying, Restore all that was hers, and all the fruits of the field from the day that she left the land until now. |
|
7
|
7
|
| Καὶ ἦλθεν ῾Ελισαιὲ εἰς Δαμασκόν, καὶ υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ὧδε. | And Elisaie came to Damascus; and the king of Syria the son of Ader was ill, and they brought him word, saying, The man of God is come hither. |
|
8
|
8
|
| καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αζαήλ· λάβε ἐν τῇ χειρί σου μαναὰ καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιζήτησον τὸν Κύριον παρ᾿ αὐτοῦ λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; | And the king said to Azael, Take in thine hand a present, and go to meet the man of God, and enquire of the Lord by him, saying, Shall I recover of this my disease? |
|
9
|
9
|
| καὶ ἐπορεύθη ᾿Αζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπε πρὸς ῾Ελισαιέ· υἱός σου υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρός σε ἐπερωτῆσαι λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; | And Azael went to meet him, and he took a present in his hand, and all the good things of Damascus, forty camels' load, and came and stood before him, and said to Elisaie, Thy son the son of Ader, the king of Syria, has sent me to thee to enquire, saying, Shall I recover of this my disease? |
|
10
|
10
|
| καὶ καὶ εἶπεν ῾Ελισαιέ· δεῦρο εἰπὸν αὐτῷ· ζωῇ ζήσῃ· καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ· | And Elisaie said, Go, say, Thou shalt certainly live; yet the Lord has shewed me that thou shalt surely die. |
|
11
|
11
|
| καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ. | And he stood before him, and fixed his countenance till he was ashamed: and the man of God wept. |
|
12
|
12
|
| καὶ εἶπεν ᾿Αζαήλ· τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν· ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς ᾿Ισραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ρομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις. | And Azael said, Why does my lord weep? And he said, Because I know all the evil that thou wilt do to the children of Israel: thou wilt utterly destroy their strong holds with fire, and thou wilt slay their choice men with the sword, and thou wilt dash their infants against the ground, and their women with child thou wilt rip up. |
|
13
|
13
|
| καὶ εἶπεν ᾿Αζαήλ· τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ρῆμα τοῦτο; καὶ εἶπεν ῾Ελισαιέ· ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. | And Azael said, Who is thy servant? a dead dog, that he should do this thing? And Elisaie said, The Lord has shewn me thee ruling over Syria. |
|
14
|
14
|
| καὶ ἀπῆλθεν ἀπὸ ῾Ελισαιὲ καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί εἶπέ σοι ῾Ελισαιέ; καὶ εἶπεν· εἶπέ μοι, ζωῇ ζήσῃ. | And he departed from Elisaie, and went in to his lord; and he said to him, What said Elisaie to thee? and he said, He said to me, Thou shalt surely live. |
|
15
|
15
|
| καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχμὰ καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε, καὶ ἐβασίλευσεν ᾿Αζαὴλ ἀντ᾿ αὐτοῦ. | And it came to pass on the next day that he took a thick cloth, and dipped it in water, and put it on his face, and he died: and Azael reigned in his stead. |
|
16
|
16
|
| ᾿Εν ἔτει πέμπτῳ τῷ ᾿Ιωρὰμ υἱῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα. | In the fifth year of Joram son of Achaab king of Israel, and while Josaphat was king of Juda, Joram the son of Josaphat king of Juda began to reign. |
|
17
|
17
|
| υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. | Thirty and two years old was he when he began to reign, and he reigned eight years in Jerusalem. |
|
18
|
18
|
| καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων ᾿Ισραήλ, καθὼς ἐποίησεν οἶκος ᾿Αχαάβ, ὅτι θυγάτηρ ᾿Αχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. | And he walked in the way of the kings of Israel, as did the house of Achaab; for the daughter of Achaab was his wife: and he did that which was evil in the sight of the Lord. |
|
19
|
19
|
| καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν ᾿Ιούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας. | But the Lord would not destroy Juda for David his servant's sake, as he said he would give a light to him and to his sons continually. |
|
20
|
20
|
| ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν ᾿Εδὼμ ὑποκάτωθεν χειρὸς ᾿Ιούδα καὶ ἐβασίλευσαν ἐφ᾿ ἑαυτοὺς βασιλέα. | In his days Edom revolted from under the hand of Juda, and they made a king over themselves. |
|
21
|
21
|
| καὶ ἀνέβη ᾿Ιωρὰμ εἰς Σιὼρ καὶ πάντα τὰ ἅρματα τὰ μετ᾿ αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξε τὸν ᾿Εδὼμ τὸν κυκλώσαντα ἐπ᾿ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. | And Joram went up to Sior, and all the chariots that were with him: and it came to pass after he had arisen, that he smote Edom who compassed him about, and the captains of the chariots; and the people fled to their tents. |
|
22
|
22
|
| καὶ ἠθέτησεν ᾿Εδὼμ ὑποκάτω τῆς χειρὸς ᾿Ιούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησε Λοβενὰ ἐν τῷ καιρῷ ἐκείνῳ. | Yet Edom revolted from under the hand of Juda till this day. Then Lobna revolted at that time. |
|
23
|
23
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωρὰμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Joram, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda? |
|
24
|
24
|
| καὶ ἐκοιμήθη ᾿Ιωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | So Joram slept with his fathers, and was buried with his fathers in the city of his father David: and Ochozias his son reigned in his stead. |
|
25
|
25
|
| ᾿Εν ἔτει δωδεκάτῳ τῷ ᾿Ιωρὰμ υἱῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς ᾿Ιωράμ. | In the twelfth year of Joram son of Achaab king of Israel, Ochozias son of Joram began to reign. |
|
26
|
26
|
| υἱὸς εἴκοσι καὶ δύο ἐτῶν ᾿Οχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ ᾿Αμβρὶ βασιλέως ᾿Ισραήλ. | Twenty and two years old was Ochozias when he began to reign, and he reigned one year in Jerusalem: and the name of his mother was Gotholia, daughter of Ambri king of Israel. |
|
27
|
27
|
| καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου ᾿Αχαὰβ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος ᾿Αχαάβ. | And he walked in the way of the house of Achaab, and did that which was evil in the sight of the Lord, as did the house of Achaab. |
|
28
|
28
|
| καὶ ἐπορεύθη μετὰ ᾿Ιωρὰμ υἱοῦ ᾿Αχαὰβ εἰς πόλεμον μετὰ ᾿Αζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν ᾿Ιωράμ. | And he went with Joram the son of Achaab to war against Azael king of the Syrians in Remmoth Galaad; and the Syrians wounded Joram. |
|
29
|
29
|
| καὶ ἐπέστρεψεν ὁ βασιλεὺς ᾿Ιωρὰμ τοῦ ἰατρευθῆναι ἐν ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας· καὶ ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν ᾿Ιωρὰμ υἱὸν ᾿Αχαὰβ ἐν ᾿Ιεζράελ, ὅτι ἠρρώστει αὐτός. | And king Joram returned to be healed in Jezrael of the wounds with which they wounded him in Remmoth, when he fought with Azael king of Syria. And Ochozias son of Joram went down to see Joram the son of Achaab in Jezrael, because he was sick. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΚΑΙ ῾Ελισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμὼθ Γαλαάδ· | And Elisaie the prophet called one of the sons of the prophets, and said to him, Gird up thy loins, and take this cruse of oil in thy hand, and go to Remmoth Galaad. |
|
2
|
2
|
| καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ ᾿Ιοὺ υἱὸν ᾿Ιωσαφὰτ υἱοῦ Ναμεσσὶ καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμιεῖον ἐν ταμιείῳ· | And thou shalt enter there, and shalt see there Ju the son of Josaphat son of Namessi, and shalt go in and make him rise up from among his brethren, and shalt bring him into a secret chamber. |
|
3
|
3
|
| καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ· καὶ ἀνοίξεις τὴν θύρα καὶ φεύξῃ καὶ οὐ μενεῖς. | And thou shalt take the cruse of oil, and pour it on his head, and say thou, Thus saith the Lord, I have anointed thee king over Israel: and thou shalt open the door, and flee, and not tarry. |
|
4
|
4
|
| καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμὼθ Γαλαὰδ | And the young man the prophet went to Remmoth Galaad. |
|
5
|
5
|
| καὶ εἰσῆλθε, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε· λόγος μοι πρὸς σέ, ὁ ἄρχων. καὶ εἶπεν ᾿Ιού· πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε· πρὸς σέ, ὁ ἄρχων. | And he went in, and, behold, the captains of the host were sitting; and he said, I have a message to thee, O captain. And Ju said, To which of all us? And he said, To thee, O captain. |
|
6
|
6
|
| καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν ᾿Ισραήλ, | And he arose, and went into the house: and he poured the oil upon his head, and said to him, Thus saith the Lord God of Israel, I have anointed thee to be king over the people of the Lord, even over Israel. |
|
7
|
7
|
| καὶ ἐξολοθρεύσεις τὸν οἶκον ᾿Αχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς ᾿Ιεζάβελ | And thou shalt utterly destroy the house of Achaab thy master from before me, and shalt avenge the blood of my servants the prophets, and the blood of all the servants of the Lord, at the hand of Jezabel, |
|
8
|
8
|
| καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου ᾿Αχαὰβ καὶ ἐξολοθρεύσεις τῷ οἴκῳ ᾿Αχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν ᾿Ισραήλ· | and at the hand of the whole house of Achaab: and thou shalt utterly cut off from the house of Achaab every male, and him that is shut up and left in Israel. |
|
9
|
9
|
| καὶ δώσω τὸν οἶκον ᾿Αχαὰβ ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ ᾿Αχιά· | And I will make the house of Achaab like the house of Jeroboam the son of Nabat, and as the house of Baasa the son of Achia. |
|
10
|
10
|
| καὶ τὴν ᾿Ιεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι ᾿Ιεζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε. | And the dogs shall eat Jezabel in the portion of Jezreel, and there shall be none to bury her. And he opened the door, and fled. |
|
11
|
11
|
| καὶ ᾿Ιοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ· εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. | And Ju went forth to the servants of his lord, and they said to him, Is all well? Why came this mad fellow in to thee? And he said to them, Ye know the man, and his communication. |
|
12
|
12
|
| καὶ εἶπον· ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν ᾿Ιοὺ πρὸς αὐτούς· οὕτω καὶ οὕτω ἐλάλησε πρός με λέγων· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ. | And they said, It is wrong: tell us now. And Ju said to them, Thus and thus spoke he to me, saying,—and he said, Thus saith the Lord, I have anointed thee to be king over Israel. |
|
13
|
13
|
| καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπαν· ἐβασίλευσεν ᾿Ιού. | And when they heard it, they hasted, and took every man his garment, and put it under him on the top of the stairs, and blew with the trumpet, and said, Ju is king. |
|
14
|
14
|
| καὶ συνεστράφη ᾿Ιοὺ υἱὸς ᾿Ιωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς ᾿Ιωρὰμ καὶ ᾿Ιωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμὼθ Γαλαάδ, αὐτὸς καὶ πᾶς ᾿Ισραὴλ ἀπὸ προσώπου ᾿Αζαὴλ βασιλέως Συρίας, | So Ju the son of Josaphat the son of Namessi conspired against Joram, and Joram was defending Remmoth Galaad, he and all Israel, because of Azael king of Syria. |
|
15
|
15
|
| καὶ ἀπέστρεψεν ᾿Ιωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύριοι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας· καὶ εἶπεν ᾿Ιού· εἰ ἔστι ψυχὴ ὑμῶν μετ᾿ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ᾿Ιεζράελ. | And king Joram had returned to be healed in Jezrael of the wounds which the Syrians had given him, in his war with Azael king of Syria. And Ju said, If your heart is with me, let there not go forth out of the city one fugitive to go and report to Jezrael. |
|
16
|
16
|
| καὶ ἵππευσε καὶ ἐπορεύθη ᾿Ιοὺ καὶ κατέβη εἰς ᾿Ιεζράελ, ὅτι ᾿Ιωρὰμ βασιλεὺς ᾿Ισραὴλ ἐθαραπεύετο ἐν τῷ ᾿Ιεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ ᾿Αραμὶν ἐν τῇ Ραμμὰθ ἐν τῷ πολέμῳ μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ ᾿Οχοζίας βασιλεὺς ᾿Ιούδα κατέβη ἰδεῖν τὸν ᾿Ιωράμ. | And Ju rode and advanced, and came down to Jezrael; for Joram king of Israel was getting healed in Jezrael of the arrow-wounds wherewith the Syrians had wounded him in Rammath in the war with Azael king of Syria; for he was strong and a mighty man: and Ochozias king of Juda was come down to see Joram. |
|
17
|
17
|
| καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ᾿Ιεζράελ καὶ εἶδε τὸν κονιορτὸν ᾿Ιοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπε· κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν ᾿Ιωράμ· λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω, εἰ εἰρήνη. | And there went up a watchman upon the tower of Jezrael, and saw the dust made by Ju as he approached; and he said, I see dust. And Joram said, Take a horseman, and send to meet them, and let him say, Peace. |
|
18
|
18
|
| καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς, εἰ εἰρήνη. καὶ εἶπεν ᾿Ιού· τί σοι καὶ εἰρήνη; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε. | And there went a horseman to meet them, and said, Thus says the king, Peace. And Ju said, What hast thou to do with peace? turn behind me. And the watchman reported, saying, The messenger came up to them, and has not returned. |
|
19
|
19
|
| καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς· εἰ εἰρήνη. καὶ εἶπεν ᾿Ιού· τί σοι καὶ εἰρήνη; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου. | And he sent another horseman, and he came to him, and said, Thus says the king, Peace. And Ju said, What hast thou to do with peace? turn behind me. |
|
20
|
20
|
| καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε· καὶ ὁ ἄγων ἦγε τὸν ᾿Ιοὺ υἱὸν Ναμεσσί, ὅτι ἐν παραλλαγῇ ἐγένετο. | And the watchman reported, saying, He came up to them, and has not returned: and the driver drives Ju the son of Namessi, for it is with furious haste. |
|
21
|
21
|
| καὶ εἶπεν ᾿Ιωράμ· ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν ᾿Ιωρὰμ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Οχοζίας βασιλεὺς ᾿Ιούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν ᾿Ιοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου. | And Joram said, Make ready. And one made ready the chariot: and Joram the king of Israel went forth, and Ochozias king of Juda, each in his chariot, and they went to meet Ju, and found him in the portion of Nabuthai the Jezraelite. |
|
22
|
22
|
| καὶ ἐγένετο ὡς εἶδεν ᾿Ιωρὰμ τὸν ᾿Ιού, καὶ εἶπεν· εἰ εἰρήνη ᾿Ιού; καὶ εἶπεν ᾿Ιού· τί εἰρήνη; ἔτι αἱ πορνεῖαι ᾿Ιεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά. | And it came to pass when Joram saw Ju, that he said, Is it peace, Ju? And Ju said, How can it be peace? as yet there are the whoredoms of thy mother Jezabel, and her abundant witchcrafts. |
|
23
|
23
|
| καὶ ἐπέστρεψεν ᾿Ιωρὰμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπε πρὸς ᾿Οχοζίαν· δόλος, ᾿Οχοζία. | And Joram turned his hands, and fled, and said to Ochozias, Treachery, Ochozias. |
|
24
|
24
|
| καὶ ἔπλησεν ᾿Ιοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν ᾿Ιωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. | And Ju bent his bow with his full strength, and smote Joram between his arms, and his arrow went out at his heart, and he bowed upon his knees. |
|
25
|
25
|
| καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ· ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω ᾿Αχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ᾿ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων· | And Ju said to Badecar his chief officer, Cast him into the portion of ground of Nabuthai the Jezraelite, for I and thou remember, riding as we were on chariots after Achaab his father, that the Lord took up this burden against him, saying, |
|
26
|
26
|
| εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ρῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ρῆμα Κυρίου. | Surely, I have seen yesterday the blood of Nabuthai, and the blood of his sons, saith the Lord; and I will recompense him in this portion, saith the Lord. Now then, I pray thee, take him up and cast him into the portion, according to the word of the Lord. |
|
27
|
27
|
| καὶ ᾿Οχοζίας βασιλεὺς ᾿Ιούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ ᾿Ιοὺ καὶ εἶπε· καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ, ἥ ἐστιν ᾿Ιεβλαάμ, καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ. | And Ochozias king of Juda saw it, and fled by the way of Bæthgan. And Ju pursued after him, and said, Slay him also. And one smote him in the chariot at the going up of Gai, which is Jeblaam: and he fled to Mageddo, and died there. |
|
28
|
28
|
| καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς ῾Ιερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ. | And his servants put him on a chariot, and brought him to Jerusalem, and they buried him in his sepulchre in the city of David. |
|
29
|
29
|
| καὶ ἐν ἔτει ἑνδεκάτῳ ᾿Ιωρὰμ βασιλέως ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Οχοζίας ἐπὶ ᾿Ιούδαν. | And in the eleventh year of Joram king of Israel, Ochozias began to reign over Juda. |
|
30
|
30
|
| καὶ ἦλθεν ᾿Ιοὺ ἐπὶ ᾿Ιεζράελ· καὶ ᾿Ιεζάβελ ἤκουσε καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψε διὰ τῆς θυρίδος. | And Ju came to Jezrael; and Jezabel heard of it, and coloured her eyes, and adorned her head, and looked through the window. |
|
31
|
31
|
| καὶ ᾿Ιοὺ εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν· εἰ εἰρήνη, Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ; | And Ju entered into the city; and she said, Had Zambri, the murderer of his master, peace? |
|
32
|
32
|
| καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπε· τί εἶ σύ; κατάβηθι μετ᾿ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι· | And he lifted up his face toward the window, and saw her, and said, Who art thou? Come down with me. And two eunuchs looked down towards him. |
|
33
|
33
|
| καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. | And he said, Throw her down. And they threw her down; and some of her blood was sprinkled on the wall, and on the horses: and they trampled on her. |
|
34
|
34
|
| καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιε καὶ εἶπεν· ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστί. | And Ju went in and ate and drank, and said, Look now, after this cursed woman, and bury her, for she is a king's daughter. |
|
35
|
35
|
| καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν. | And they went to bury her; but they found nothing of her but the skull, and the feet, and the palms of her hands. |
|
36
|
36
|
| καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπε· λόγος Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ ᾿Ηλιοὺ τοῦ Θεσβίτου λέγων· ἐν τῇ μερίδι ᾿Ιεζράελ καταφάγονται οἱ κύνες τὰς σάρκας ᾿Ιεζάβελ, | And they returned and told him. And he said, It is the word of the Lord, which he spoke by the hand of Eliu the Thesbite, saying, In the portion of Jezrael shall the dogs eat the flesh of Jezabel. |
|
37
|
37
|
| καὶ ἔσται τὸ θνησιμαῖον ᾿Ιεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι ᾿Ιεζράελ, ὥστε μὴ εἰπεῖν αὐτοὺς ᾿Ιεζάβελ. | And the carcase of Jezabel shall be as dung on the face of the field in the portion of Jezrael, so that they shall not say, This is Jezabel. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΚΑΙ τῷ ᾿Αχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν ᾿Ιοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς ᾿Αχαὰβ λέγων· | And Achaab had seventy sons in Samaria. And Ju wrote a letter, and sent it into Samaria to the rulers of Samaria, and to the elders, and to the guardians of the children of Achaab, saying, |
|
2
|
2
|
| καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθ᾿ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾿ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα, | Now then, as soon as this letter shall have reached you, whereas there are with you the sons of your master, and with you chariots and horses, and strong cities, and arms, |
|
3
|
3
|
| καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν. | do ye accordingly look out the best and fittest among your master's sons, and set him on the throne of his father, and fight for the house of your master. |
|
4
|
4
|
| καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον· ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς; | And they feared greatly, and said, Behold, two kings stood not before him: and how shall we stand? |
|
5
|
5
|
| καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς ᾿Ιοὺ λέγοντες· παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν. | So they that were over the house, and they that were over the city, and the elders and the guardians, sent to Ju, saying, We also are thy servants, and whatsoever thou shalt say to us we will do; we will not make any man king: we will do that which is right in thine eyes. |
|
6
|
6
|
| καὶ ἔγραψε πρὸς αὐτοὺς ᾿Ιοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν ᾿Ιεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς. | And Ju wrote them a second letter, saying, If ye are for me, and hearken to my voice, take the heads of the men your master's sons, and bring them to me at this time to-morrow in Jezrael. Now the sons of the king were seventy men; these great men of the city brought them up. |
|
7
|
7
|
| καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς ᾿Ιεζράελ. | And it came to pass, when the letter came to them, that they took the king's sons, and slew them, even seventy men, and put their heads in baskets, and sent them to him at Jezrael. |
|
8
|
8
|
| καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε λέγων· ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε· θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ. | And a messenger came and told him, saying, They have brought the heads of the king's sons. And he said, Lay them in two heaps by the door of the gate until the morning. |
|
9
|
9
|
| καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν· δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους; | And the morning came, and he went forth, and stood, and said to all the people, Ye are righteous: behold, I conspired against my master, and slew him: but who slew all these? |
|
10
|
10
|
| ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ρήματος Κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον ᾿Αχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Ηλιού. | See now that there shall not fall to the ground anything of the word of the Lord which the Lord spoke against the house of Achaab: for the Lord has performed all that he spoke of by the hand of his servant Eliu. |
|
11
|
11
|
| καὶ ἐπάταξεν ᾿Ιοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ ᾿Αχαὰβ ἐν ᾿Ιεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα. | And Ju smote all that were left of the house of Achaab in Jezrael, and all his great men, and his acquaintance, and his priests, so as not to leave him any remnant. |
|
12
|
12
|
| Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν, αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ, | And he arose and went to Samaria, and he was in the house of sheep-shearing in the way. |
|
13
|
13
|
| καὶ ᾿Ιοὺ εὗρε τοὺς ἀδελφοὺς ᾿Οχοζίου βασιλέως ᾿Ιούδα καὶ εἶπε· τίνες ὑμεῖς; καὶ εἶπον· ἀδελφοὶ ᾿Οχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης. | And Ju found the brethren of Ochozias king of Juda, and said, Who are ye? And they said, We are the brethren of Ochozias, and we have come down to salute the sons of the king, and the sons of the queen. |
|
14
|
14
|
| καὶ εἶπε· συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν. | And he said, Take them alive. And they slew them at the shearing-house, forty and two men: he left not a man of them. |
|
15
|
15
|
| καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν ᾿Ιωναδὰβ υἱὸν Ρηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπε πρὸς αὐτὸν ᾿Ιού· εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν ᾿Ιωναδάβ· ἔστι. καὶ εἶπεν ᾿Ιού· καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα | And he went thence and found Jonadab the son of Rechab coming to meet him; and he saluted him, and Ju said to him, Is thy heart right with my heart, as my heart is with thy heart? And Jonadab said, It is. And Ju said, If it is then, give me thy hand. And he gave him his hand, and he took him up to him into the chariot. |
|
16
|
16
|
| καὶ εἶπε πρὸς αὐτόν· δεῦρο μετ᾿ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ Σαββαὼθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ. | And he said to him, Come with me, and see me zealous for the Lord. And he caused him to sit in his chariot. |
|
17
|
17
|
| καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ ᾿Αχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς ᾿Ηλιού. | And he entered into Samaria, and smote all that were left of Achaab in Samaria, until he had utterly destroyed him, according to the word of the Lord, which he spoke to Eliu. |
|
18
|
18
|
| Καὶ συνήθροισεν ᾿Ιοὺ πάντα τὸν λαὸν καὶ εἶπε πρὸς αὐτούς· ᾿Αχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, ᾿Ιοὺ δουλεύσει αὐτῷ πολλά· | And Ju gathered all the people, and said to them, Achaab served Baal a little; Ju shall serve him much. |
|
19
|
19
|
| καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ ᾿Ιοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ. | Now then do all ye the prophets of Baal call all his servants and his priests to me; let not a man be wanting: for I have a great sacrifice to offer to Baal; every one who shall be missing shall die. But Ju did it in subtilty, that he might destroy the servants of Baal. |
|
20
|
20
|
| καὶ εἶπεν ᾿Ιού· ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξαν. | And Ju said, Sanctify a solemn festival to Baal, and they made a proclamation. |
|
21
|
21
|
| καὶ ἀπέστειλεν ᾿Ιοὺ ἐν παντὶ ᾿Ισραὴλ λέγων· καὶ νῦν πάντες οἱ δοῦλοι καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὅς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα. | And Ju sent throughout all Israel, saying, Now then let all Baal's servants, and all his priests, and all his prophets come, let none be lacking: for I am going to offer a great sacrifice; whosoever shall be missing, shall not live. So all the servants of Baal came, and all his priests, and all his prophets: there was not one left who came not. And they entered into the house of Baal; and the house of Baal was filled from one end to the other. |
|
22
|
22
|
| καὶ εἶπεν ᾿Ιοὺ τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ· ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής. | And he said to the man who was over the house of the wardrobe, Bring forth a robe for all the servants of Baal. And the keeper of the robes brought forth to them. |
|
23
|
23
|
| καὶ εἰσῆλθεν ᾿Ιοὺ καὶ ᾿Ιωναδὰβ υἱὸς Ρηχὰβ εἰς οἶκον τοῦ Βάαλ καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ· ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθ᾿ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλ᾿ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι. | And Ju and Jonadab the son of Rechab entered into the house of Baal, and said to the servants of Baal, Search, and see whether there is among you any of the servants of the Lord, or only the servants of Baal, by themselves. |
|
24
|
24
|
| καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ ᾿Ιοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν· ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ. | And he went in to offer sacrifices and whole-burnt-offerings; and Ju set for himself eighty men without, and said, Every man who shall escape of the men whom I bring into your hand, the life of him that spares him shall go for his life. |
|
25
|
25
|
| καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν ᾿Ιοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ. | And it came to pass, when he had finished offering the whole-burnt-offering, that Ju said to the footmen and the officers, Go ye in and slay them; let not a man of them escape. So they smote them with the edge of the sword, and the footmen and the officers cast the bodies forth, and went to the city of the house of Baal. |
|
26
|
26
|
| καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν. | And they brought out the pillar of Baal, and burnt it. |
|
27
|
27
|
| καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνα ἕως τῆς ἡμέρας ταύτης. | And they tore down the pillars of Baal, and made his house a draught-house until this day. |
|
28
|
28
|
| Καὶ ἠφάνισεν ᾿Ιοὺ τὸν Βάαλ ἐξ ᾿Ισραήλ· | So Ju abolished Baal out of Israel. |
|
29
|
29
|
| πλὴν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, οὐκ ἀπέστη ᾿Ιοὺ ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν. | Nevertheless Ju departed not from following the sins of Jeroboam the son of Nabat, who led Israel to sin: these were the golden heifers in Bæthel and in Dan. |
|
30
|
30
|
| καὶ εἶπε Κύριος πρὸς ᾿Ιού· ἀνθ᾿ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ ᾿Αχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ᾿Ισραήλ. | And the Lord said to Ju, Because of all thy deeds wherein thou hast acted well in doing that which was right in my eyes, according to all things which thou hast done to the house of Achaab as they were in my heart, thy sons to the fourth generation shall sit upon the throne of Israel. |
|
31
|
31
|
| καὶ ᾿Ιοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου Θεοῦ ᾿Ισραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἀπάνωθεν ἁμαρτιῶν ῾Ιεροβοάμ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. | But Ju took no heed to walk in the law of the Lord God of Israel with all his heart: he departed not from following the sins of Jeroboam, who made Israel to sin. |
|
32
|
32
|
| ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτοὺς ᾿Αζαὴλ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ, | In those days the Lord began to cut Israel short; and Azael smote them in every coast of Israel; |
|
33
|
33
|
| ἀπὸ τοῦ ᾿Ιορδάνου κατ᾿ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ καὶ τοῦ Ρουβὴν καὶ τοῦ Μανασσῆ, ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν. | from Jordan eastward all the land of Galaad belonging to the Gadites, of Gaddi and that of Ruben, and of Manasses, from Aroer, which is on the brink of the brook of Arnon, and Galaad and Basan. |
|
34
|
34
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιοὺ καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; | And the rest of the acts of Ju, and all that he did, and all his might, and the wars wherein he engaged, are not these things written in the book of the chronicles of the kings of Israel? |
|
35
|
35
|
| καὶ ἐκοιμήθη ᾿Ιοὺ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν ᾿Ιωάχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Ju slept with his fathers; and they buried him in Samaria: and Joachaz his son reigned in his stead. |
|
36
|
36
|
| καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν ᾿Ιοὺ ἐπὶ ᾿Ισραήλ, εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ. | And the days which Ju reigned over Israel were twenty-eight years in Samaria. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΑΙ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας. | And Gotholia the mother of Ochozias saw that her son was dead, and she destroyed all the seed royal. |
|
2
|
2
|
| καὶ ἔλαβεν ᾿Ιωσαβεὲ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωρὰμ ἀδελφὴ ᾿Οχοζίου τὸν ᾿Ιωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη. | And Josabee daughter of king Joram, sister of Ochozias, took Joas the son of her brother, and stole him from among the king's sons that were put to death, secreting him and his nurse in the bedchamber, and hid him from the face of Gotholia, and he was not slain. |
|
3
|
3
|
| καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς. | And he remained with her hid in the house of the Lord six years: and Gotholia reigned over the land. |
|
4
|
4
|
| καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν ᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χορρὶ καὶ τῶν Ρασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς ᾿Ιωδαὲ τὸν υἱὸν τοῦ βασιλέως | And in the seventh year Jodae sent and took the captains of hundreds of the Chorri and of the Rhasim, and brought them to him into the house of the Lord, and made a covenant of the Lord with them, and adjured them, and Jodae shewed them the king's son. |
|
5
|
5
|
| καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ λόγος, ὃν ποιήσετε· | And charged them, saying, This is the thing which ye shall do. |
|
6
|
6
|
| τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου. | Let a third part of you go in on the sabbath-day, and keep ye the watch of the king's house in the porch; and another third in the gate of the high way, and a third at the gate behind the footmen; and keep ye the guard of the house. |
|
7
|
7
|
| καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα· | And there shall be two parties among you, even every one that goes out on the sabbath, and they shall keep the guard of the Lord's house before the king. |
|
8
|
8
|
| καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν. | And do ye compass the king about every man with his weapon in his hand, and he that goes into the ranges shall die: and they shall be with the king in his going out and in his coming in. |
|
9
|
9
|
| καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο ᾿Ιωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς ᾿Ιωδαὲ τὸν ἱερέα. | And the captains of hundreds did all things that the wise Jodae commanded; and they took each his men, both those that went in on the sabbath-day, and those that went out on the sabbath-day, and went in to Jodae the priest. |
|
10
|
10
|
| καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου. | And the priest gave to the captains of hundreds the swords and spears of king David that were in the house of the Lord. |
|
11
|
11
|
| καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ. | And the footmen stood each with his weapon in his hand from the right corner of the house to the left corner of the house, by the altar and the house round about the king. |
|
12
|
12
|
| καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς. | And he brought forth the king's son, and put upon him the crown and gave him the testimony; and he made him king, and anointed him: and they clapped their hands, and said, Long live the king. |
|
13
|
13
|
| καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου. | And Gotholia heard the sound of the people running, and she went in to the people to the house of the Lord. |
|
14
|
14
|
| καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε· σύνδεσμος σύνδεσμος. | And she looked, and, behold, the king stood near a pillar according to the manner; and the singers and the trumpeters were before the king and all the people of the land even rejoicing and sounding with trumpets: and Gotholia rent her garments, and cried, A conspiracy, a conspiracy. |
|
15
|
15
|
| καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ρομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου. | And Jodae the priest commanded the captains of hundreds who were over the host, and said to them, Bring her forth without the ranges, and he that goes in after her shall certainly die by the sword. For the priest said, Let her not however be slain in the house of the Lord. |
|
16
|
16
|
| καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ. | And they laid hands upon her, and went in by the way of the horses' entrance into the house of the Lord, and she was slain there. |
|
17
|
17
|
| καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ. | And Jodae made a covenant between the Lord and the king and the people, that they should be the Lord's people; also between the king and the people. |
|
18
|
18
|
| καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου. | And all the people of the land went into the house of Baal, and tore it down, and completely broke in pieces his altars and his images, and they slew Mathan the priest of Baal before the altars. And the priest appointed overseers over the house of the Lord. |
|
19
|
19
|
| καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ρασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων. | And he took the captains of the hundreds, and the Chorri, and the Rhasim, and all the people of the land, and brought down the king out of the house of the Lord; and they went in by the way of the gate of the footmen of the king's house, and seated him there on the throne of the kings. |
|
20
|
20
|
| καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως. | And all the people of the land rejoiced, and the city was at rest: and they slew Gotholia with the sword in the house of the king. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΥΙΟΣ ἑπτὰ ἐτῶν ᾿Ιωὰς ἐν τῷ βασιλεύειν αὐτόν. | Joas was seven years old when he began to reign. |
|
2
|
2
|
| ἐν ἔτει ἑβδόμῳ τῷ ᾿Ιοὺ ἐβασίλευσεν ᾿Ιωὰς καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Αβιὰ ἐκ τῆς Βηρσαβεέ. | Joas began to reign in the seventh year of Ju, and he reigned forty years in Jerusalem: and his mother's name was Sabia of Bersabee. |
|
3
|
3
|
| καὶ ἐποίησεν ᾿Ιωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐτὸν ᾿Ιωδαὲ ὁ ἱερεύς· | And Joas did that which was right in the sight of the Lord all the days that Jodae the priest instructed him. |
|
4
|
4
|
| πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. | Only there were not any of the high places removed, and the people still sacrificed there, and burned incense on the high places. |
|
5
|
5
|
| καὶ εἶπεν ᾿Ιωὰς πρὸς τοὺς ἱερεῖς· πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον, ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου, | And Joas said to the priests, As for all the money of the holy things that is brought into the house of the Lord, the money of valuation, as each man brings the money of valuation, all the money which any man may feel disposed to bring into the house of the Lord, |
|
6
|
6
|
| λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα, οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ. | let the priests take it to themselves, every man from the proceeds of his sale: and they shall repair the breaches of the house in all places wheresoever a breach shall be found. |
|
7
|
7
|
| καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ ᾿Ιωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδὲκ τοῦ οἴκου. | And it came to pass in the twenty-third year of king Joas the priests had not repaired the breaches of the house. |
|
8
|
8
|
| καὶ ἐκάλεσεν ᾿Ιωὰς ὁ βασιλεὺς ᾿Ιωδαὲ τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδὲκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδὲκ τοῦ οἴκου δώσετε αὐτό. | And king Joas called Jodae the priest, and the other priests, and said to them, Why have ye not repaired the breaches of the house? now then receive no more money from your sales, for ye shall give it to repair the breaches of the house. |
|
9
|
9
|
| καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου. | And the priests consented to receive no more money of the people, and not to repair the breaches of the house. |
|
10
|
10
|
| καὶ ἔλαβεν ᾿Ιωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησε τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ἀμμαζειβὶ ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου Κυρίου, καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. | And Jodae the priest took a chest, and bored a hole in the lid of it, and set it by the altar in the house of a man belonging to the house of the Lord, and the priests that kept the door put therein all the money that was found in the house of the Lord. |
|
11
|
11
|
| καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. | And it came to pass, when they saw that there was much money in the chest, that the king's scribe and the high priest went up, and they tied up and counted the money that was found in the house of the Lord. |
|
12
|
12
|
| καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου Κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου | And they gave the money that had been collected into the hands of them that wrought the works, the overseers of the house of the Lord; and they gave it out to the carpenters and to the builders that wrought in the house of the Lord. |
|
13
|
13
|
| καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου εἰς πάντα, ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι· | And to the masons, and to the hewers of stone, to purchase timber and hewn stone to repair the breaches of the house of the Lord, for all that was spent on the house of the Lord to repair it. |
|
14
|
14
|
| πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου, | Only there were not to be made for the house of the Lord silver plates, studs, bowls, or trumpets, any vessel of gold or vessel of silver, of the money that was brought into the house of the Lord: |
|
15
|
15
|
| ὅτι τοῖς ποιοῦσι τὰ ἔργα δώσουσιν αὐτό, καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου. | for they were to give it to the workmen, and they repaired therewith the house of the Lord. |
|
16
|
16
|
| καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας, οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν. | Also they took no account of the men into whose hands they gave the money to give to the workmen, for they acted faithfully. |
|
17
|
17
|
| ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας, ὅ,τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο. | Money for a sin-offering, and money for a trespass-offering, whatever happened to be brought into the house of the Lord, went to the priests. |
|
18
|
18
|
| Τότε ἀνέβη ᾿Αζαὴλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ καὶ προκατελάβετο αὐτήν. καὶ ἔταξεν ᾿Αζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ ῾Ιερουσαλήμ. | Then went up Azael king of Syria, and fought against Geth, and took it: and Azael set his face to go against Jerusalem. |
|
19
|
19
|
| καὶ ἔλαβεν ᾿Ιωὰς βασιλεὺς ᾿Ιούδα πάντα τὰ ἅγια, ὅσα ἡγίασεν ᾿Ιωσαφὰτ καὶ ᾿Ιωρὰμ καὶ ᾿Οχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς ᾿Ιούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ ᾿Αζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ ῾Ιερουσαλήμ. | And Joas king of Juda took all the holy things which Josaphat, and Joram, Ochozias, his fathers, and kings of Juda had consecrated, and what he had himself dedicated, and all the gold that was found in the treasures of the Lord's house and the king's house, and he sent them to Azael king of Syria; and he went up from Jerusalem. |
|
20
|
20
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωὰς καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα πάντα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Joas, and all that he did, behold, are not these things written in the book of the chronicles of the kings of Juda? |
|
21
|
21
|
| καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν ᾿Ιωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Γααλὰ | And his servants rose up and made a conspiracy, and smote Joas in the house of Mallo that is in Sela. |
|
22
|
22
|
| καὶ ᾿Ιεζιχὰρ υἱὸς ᾿Ιεμουὰθ καὶ ᾿Ιεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Αμεσσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Jezirchar the son of Jemuath, and Jezabuth Somer's son, his servants, smote him, and he died; and they buried him with his fathers in the city of David: and Amessias his son reigned in his stead. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΕΝ ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ ᾿Ιωὰς υἱῷ ᾿Οχοζίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ᾿Ιωάχαζ υἱὸς ᾿Ιοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη. | In the twenty-third year of Joas son of Ochozias king of Juda began Joachaz the son of Ju to reign in Samaria, and he reigned seventeen years. |
|
2
|
2
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν. | And he did that which was evil in the sight of the Lord, and walked after the sins of Jeroboam the son of Nabat, who led Israel to sin; he departed not from them. |
|
3
|
3
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ ᾿Αζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ ῎Αδερ υἱοῦ ᾿Αζαὴλ πάσας τὰς ἡμέρας. | And the Lord was very angry with Israel, and delivered them into the hand of Azael king of Syria, and into the hand of the son of Ader son of Azael, all their days. |
|
4
|
4
|
| καὶ ἐδεήθη ᾿Ιωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλῖψιν ᾿Ισραήλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας. | And Joachaz besought the Lord, and the Lord hearkened to him, for he saw the affliction of Israel, because the king of Syria afflicted them. |
|
5
|
5
|
| καὶ ἔδωκεν Κύριος σωτηρίαν τῷ ᾿Ισραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας. καὶ ἐκάθισαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης· | And the Lord gave deliverance to Israel, and they escaped from under the hand of Syria: and the children of Israel dwelt in their tents as heretofore. |
|
6
|
6
|
| πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου ῾Ιεροβοάμ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ. | Only they departed not from the sins of the house of Jeroboam, who led Israel to sin: they walked in them—moreover the grove also remained in Samaria. |
|
7
|
7
|
| ὅτι οὐχ ὑπελείφθη τῷ ᾿Ιωάχαζ λαός, ἀλλ᾿ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν. | Whereas there was not left any army to Joachaz, except fifty horsemen, and ten chariots, and ten thousand infantry: for the king of Syria had destroyed them, and they made them as dust for trampling. |
|
8
|
8
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; | And the rest of the acts of Joachaz, and all that he did, and his mighty acts are not these things written in the book of the chronicles of the kings of Israel? |
|
9
|
9
|
| καὶ ἐκοιμήθη ᾿Ιωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν ᾿Ιωὰς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Joachaz slept with his fathers, and they buried him in Samaria: and Joas his son reigned in his stead. |
|
10
|
10
|
| ᾿Εν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ ᾿Ιωὰς βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ᾿Ιωὰς υἱὸς ᾿Ιωάχαζ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. | In the thirty-seventh year of Joas king of Juda, Joas the son of Joachaz began to reign over Israel in Samaria sixteen years. |
|
11
|
11
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐν αὐταῖς ἐπορεύθη. | And he did that which was evil in the sight of the Lord; he departed not from all the sin of Jeroboam the son of Nabat, who led Israel to sin: he walked in it. |
|
12
|
12
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησε μετὰ ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; | And the rest of the acts of Joas, and all that he did, and his mighty acts which he performed together with Amessias king of Juda, are not these written in the book of the chronicles of the kings of Israel? |
|
13
|
13
|
| καὶ ἐκοιμήθη ᾿Ιωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ῾Ιεροβοὰμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων ᾿Ισραήλ. | And Joas slept with his fathers, and Jeroboam sat upon his throne, and he was buried in Samaria with the kings of Israel. |
|
14
|
14
|
| Καὶ ῾Ελισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ, δι᾿ ἣν ἀπέθανε. καὶ κατέβη πρὸς αὐτὸν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ, ἅρμα ᾿Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ. | Now Elisaie was sick of his sickness, whereof he died: and Joas king of Israel went down to him, and wept over his face, and said, My father, my father, the chariot of Israel, and the horseman thereof! |
|
15
|
15
|
| καὶ εἶπεν αὐτῷ ῾Ελισαιέ· λάβε τόξον καὶ βέλη. καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη. | And Elisaie said to him, Take bow and arrows. And he took to himself a bow and arrows. |
|
16
|
16
|
| καὶ εἶπε τῷ βασιλεῖ· ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν ᾿Ιωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν ῾Ελισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως. | And he said to the king, Put thy hand on the bow. And Joas put his hand upon it: and Elisaie put his hands upon the king's hands. |
|
17
|
17
|
| καὶ εἶπεν· ἄνοιξον τὴν θυρίδα κατ᾿ ἀνατολάς· καὶ ἤνοιξε. καὶ εἶπεν ῾Ελισαιέ· τόξευσον· καὶ ἐτόξευσε. καὶ εἶπε· βέλος σωτηρίας τῷ Κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν ᾿Αφὲκ ἕως συντελείας. | And he said, Open the window eastward. And he opened it. And Elisaie said, Shoot. And he shot. And Elisaie said, The arrow of the Lord's deliverance, and the arrow of deliverance from Syria; and thou shalt smite the Syrians in Aphec until thou have consumed them. |
|
18
|
18
|
| καὶ εἶπεν αὐτῷ ῾Ελισαιέ· λάβε τόξα· καὶ ἔλαβε. καὶ εἶπε τῷ βασιλεῖ ᾿Ισραήλ· πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη. | And Elisaie said to him, Take bow and arrows. And he took them. And he said to the king of Israel, Smite upon the ground. And the king smote three times, and stayed. |
|
19
|
19
|
| καὶ ἐλυπήθη ἐπ᾿ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπεν· εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. | And the man of God was grieved at him, and said, If thou hadst smitten five or six times, then thou shouldest have smitten Syria till thou hadst consumed them; but now thou shalt smite Syria only thrice. |
|
20
|
20
|
| καὶ ἀπέθανεν ῾Ελισαιέ, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ· | And Elisaie died, and they buried him. And the bands of the Moabites came into the land, at the beginning of the year. |
|
21
|
21
|
| καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ ῾Ελισαιέ, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων ῾Ελισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. | And it came to pass as they were burying a man, that behold, they saw a band of men, and they cast the man into the grave of Elisaie: and as soon as he touched the bones of Elisaie, he revived and stood up on his feet. |
|
22
|
22
|
| καὶ ᾿Αζαὴλ ἐξέθλιψε τὸν ᾿Ισραὴλ πάσας τὰς ἡμέρας ᾿Ιωάχαζ. | And Azael greatly afflicted Israel all the days of Joachaz. |
|
23
|
23
|
| καὶ ἠλέησε Κύριος αὐτούς, καὶ ᾠκτείρησεν αὐτοὺς καὶ ἐπέβλεψεν ἐπ᾿ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ. | And the Lord had mercy and compassion upon them, and had respect to them because of his covenant with Abraam, and Isaac, and Jacob; and the Lord would not destroy them, and did not cast them out from his presence. |
|
24
|
24
|
| καὶ ἀπέθανεν ᾿Αζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν ᾿Ιωὰς υἱὸς ᾿Ιωάχαζ καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ ῎Αδερ υἱοῦ ᾿Αζαήλ, ἃς ἔλαβεν ἐκ χειρὸς ᾿Ιωάχαζ τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν ᾿Ιωὰς καὶ ἐπέστρεψε τὰς πόλεις ᾿Ισραήλ. | And Azael king of Syria died, and the son of Ader his son reigned in his stead. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΕΝ ἔτει δευτέρῳ τῶ ᾿Ιωὰς υἱῷ ᾿Ιωάχαζ βασιλεῖ ᾿Ισραὴλ καὶ ἐβασίλευσεν ᾿Αμεσσίας υἱὸς ᾿Ιωὰς βασιλεὺς ᾿Ιούδα. | In the second year of Joas the son of Joachaz king of Israel, did Amessias also the son of Joas the king of Juda begin to reign. |
|
2
|
2
|
| υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Ιωαδὶμ ἐξ ῾Ιερουσαλήμ. | Twenty and five years old was he when he began to reign, and he reigned twenty and nine years in Jerusalem: and his mother's name was Joadim of Jerusalem. |
|
3
|
3
|
| καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν ᾿Ιωὰς ὁ πατὴρ αὐτοῦ, ἐποίησε· | And he did that which was right in the sight of the Lord, but not as David his father: he did according to all things that his father Joas did. |
|
4
|
4
|
| πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. | Only he removed not the high places: as yet the people sacrificed and burnt incense on the high places. |
|
5
|
5
|
| καὶ ἐγένετο ὅτε κατίσχυεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ· | And it came to pass when the kingdom was established in his hand, that he slew his servants that had slain the king his father. |
|
6
|
6
|
| καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται. | But he slew not the sons of those that had slain him; according as it is written in the book of the laws of Moses, as the Lord gave commandment, saying, The fathers shall not be put to death for the children, and the children shall not be put to death for the fathers; but every one shall die for his own sins. |
|
7
|
7
|
| αὐτὸς ἐπάταξε τὴν ᾿Εδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης. | He smote of Edom ten thousand in the valley of salt, and took the Rock in the war, and called its name Jethoel until this day. |
|
8
|
8
|
| τότε ἀπέστειλεν ᾿Αμεσσίας ἀγγέλους πρὸς ᾿Ιωὰς υἱὸν ᾿Ιωάχαζ υἱοῦ ᾿Ιοὺ βασιλέως ᾿Ισραὴλ λέγων· δεῦρο ὀφθῶμεν προσώποις. | Then Amessias sent messengers to Joas son of Joachaz son of Ju king of Israel, saying, Come, let us look one another in the face. |
|
9
|
9
|
| καὶ ἀπέστειλεν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Αμεσσίαν βασιλέα ᾿Ιούδα λέγων· ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὴν ἄκανα. | And Joas the king of Israel sent to Amessias king of Juda, saying, The thistle that was in Libanus sent to the cedar that was in Libanus, saying, Give my daughter to thy son to wife: and the wild beasts of the field that were in Libanus passed by and trod down the thistle. |
|
10
|
10
|
| τύπτων ἐπάταξας τὴν ᾿Ιδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ ᾿Ιούδας μετὰ σοῦ. | Thou hast smitten and wounded Edom, and thy heart has lifted thee up: stay at home and glorify thyself; for wherefore art thou quarrelsome to thy hurt? So both thou wilt fall and Juda with thee. |
|
11
|
11
|
| καὶ οὐκ ἤκουσεν ᾿Αμεσσίας. καὶ ἀνέβη ᾿Ιωὰς βασιλεὺς ᾿Ισραήλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ ᾿Αμεσσίας βασιλεὺς ᾿Ιούδα ἐν Βαιθσαμὺς τῇ τοῦ ᾿Ιούδα· | Nevertheless Amessias hearkened not: so Joas king of Israel went up, and he and Amessias king of Juda looked one another in the face in Bæthsamys of Juda. |
|
12
|
12
|
| καὶ ἔπταισεν ᾿Ιούδας ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ· | And Juda was overthrown before Israel, and every man fled to his tent. |
|
13
|
13
|
| καὶ τὸν ᾿Αμεσσίαν υἱὸν ᾿Ιωὰς υἱοῦ ᾿Οχοζίου συνέλαβεν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ ἐν Βαιθσαμύς. καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει ῾Ιερουσαλὴμ ἐν τῇ πύλῃ ᾿Εφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις· | And Joas king of Israel took Amessias the son of Joas the son of Ochozias, in Bæthsamys; and he came to Jerusalem, and broke down the wall of Jerusalem, beginning at the gate of Ephraim as far as the gate of the corner, four hundred cubits. |
|
14
|
14
|
| καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν. | And he took the gold, and the silver, and all the vessels that were found in the house of the Lord, and in the treasures of the king's house, and the hostages, and returned to Samaria. |
|
15
|
15
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάς, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; | And the rest of the acts of Joas, even all that he did in his might, how he warred with Amessias king of Juda, are not these things written in the book of the chronicles of the kings of Israel? |
|
16
|
16
|
| καὶ ἐκοιμήθη ᾿Ιωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων ᾿Ισραήλ, καὶ ἐβασίλευσεν ῾Ιεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Joas slept with his fathers, and was buried in Samaria with the kings of Israel; and Jeroboam his son reigned in his stead. |
|
17
|
17
|
| καὶ ἔζησεν ᾿Αμεσσίας υἱὸς ᾿Ιωὰς βασιλεὺς ᾿Ιούδα μετὰ τὸ ἀποθανεῖν ᾿Ιωὰς υἱὸν ᾿Ιωάχαζ βασιλέα ᾿Ισραὴλ πεντεκαίδεκα ἔτη. | And Amessias the son of Joas king of Juda lived after the death of Joas son of Joachaz king of Israel fifteen years. |
|
18
|
18
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμεσσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Amessias, and all that he did, are not these written in the book of the chronicles of the kings of Juda? |
|
19
|
19
|
| καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν ῾Ιερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. | And they formed a conspiracy against him in Jerusalem, and he fled to Lachis: and they sent after him to Lachis, and slew him there. |
|
20
|
20
|
| καὶ ᾖραν αὐτὸν ἐφ᾿ ἵππων, καὶ ἐτάφη ἐν ῾Ιερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. | And they brought him upon horses; and he was buried in Jerusalem with his fathers in the city of David. |
|
21
|
21
|
| καὶ ἔλαβε πᾶς ὁ λαὸς ᾿Ιούδα τὸν ᾿Αζαρίαν —καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν— καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ ᾿Αμεσσίου. | And all the people of Juda took Azarias, and he was sixteen years old, and made him king in the room of his father Amessias. |
|
22
|
22
|
| αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ ᾿Ιούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. | He built Æloth, and restored it to Juda, after the king slept with his fathers. |
|
23
|
23
|
| ᾿Εν ἔτει πεντεκαιδεκάτῳ τοῦ ᾿Αμεσσίου υἱῷ ᾿Ιωὰς βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ῾Ιεροβοὰμ υἱὸς ᾿Ιωὰς ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος. | In the fifteenth year of Amessias son of Joas king of Juda began Jeroboam son of Joas to reign over Israel in Samaria forty and one years. |
|
24
|
24
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. | And he did that which was evil in the sight of the Lord: he departed not from all the sins of Jeroboam the son of Nabat, who led Israel to sin. |
|
25
|
25
|
| αὐτὸς ἀπέστησε τὸ ὅριον ᾿Ισραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς ῎Αραβα κατὰ τὸ ρῆμα Κυρίου Θεοῦ ᾿Ισραήλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Ιωνᾶ υἱοῦ ᾿Αμαθὶ τοῦ προφήτου τοῦ ἐν Γεθχοφέρ. | He recovered the coast of Israel from the entering in of Æmath to the sea of Araba, according to the word of the Lord God of Israel, which he spoke by his servant Jonas the son of Amathi, the prophet of Gethchopher. |
|
26
|
26
|
| ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν ᾿Ισραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ ᾿Ισραήλ. | For the Lord saw that the affliction of Israel was very bitter, and that they were few in number, straitened and in want, and destitute, and Israel had no helper. |
|
27
|
27
|
| καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα ᾿Ισραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς ῾Ιεροβοὰμ υἱοῦ ᾿Ιωάς. | And the Lord said that he would not blot out the seed of Israel from under heaven; so he delivered them by the hand of Jeroboam the son of Joas. |
|
28
|
28
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ῾Ιεροβοὰμ καὶ πάντα, ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν Αἰμὰθ τῷ ᾿Ιούδᾳ ἐν ᾿Ισραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; | And the rest of the acts of Jeroboam, and all that he did, and his mighty deeds, which he achieved in war, and how he recovered Damascus and Æmath to Juda in Israel, are not these things written in the book of the chronicles of the kings of Israel? |
|
29
|
29
|
| καὶ ἐκοιμήθη ῾Ιεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων ᾿Ισραήλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Jeroboam slept with his fathers, even with the kings of Israel; and Zacharias his son reigned in his stead. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΕΝ ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ ῾Ιεροβοὰμ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Αζαρίας υἱὸς ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα. | In the twenty-seventh year of Jeroboam king of Israel Azarias the son of Amessias king of Juda began to reign. |
|
2
|
2
|
| υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῾Ιεχελία ἐξ ῾Ιερουσαλήμ. | Sixteen years old was he when he began to reign, and he reigned fifty-two years in Jerusalem: and his mother's name was Jechelia of Jerusalem. |
|
3
|
3
|
| καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμεσσίας ὁ πατὴρ αὐτοῦ· | And he did that which was right in the eyes of the Lord, according to all things that Amessias his father did. |
|
4
|
4
|
| πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς, | Only he took not away any of the high places: as yet the people sacrificed and burnt incense on the high places. |
|
5
|
5
|
| καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ ᾿Ιωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς. | And the Lord plagued the king, and he was leprous till the day of his death; and he reigned in a separate house. And Joatham the king's son was over the household, judging the people of the land. |
|
6
|
6
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αζαρίου, καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Azarias, and all that he did, are not these written in the book of the chronicles of the kings of Juda? |
|
7
|
7
|
| καὶ ἐκοιμήθη ᾿Αζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Azarias slept with his fathers, and they buried him with his fathers in the city of David: and Joatham his son reigned in his stead. |
|
8
|
8
|
| ᾿Εν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς ῾Ιεροβοὰμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον. | In the thirty and eighth year of Azarias king of Juda Zacharias the son of Jeroboam began to reign over Israel in Samaria six months. |
|
9
|
9
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. | And he did that which was evil in the eyes of the Lord, as his fathers had done: he departed not from all the sins of Jeroboam the son of Nabat, who made Israel to sin. |
|
10
|
10
|
| καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν Σελλοὺμ υἱὸς ᾿Ιαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. | And Sellum the son of Jabis and others conspired against him, and they smote him in Keblaam, and slew him, and he reigned in his stead. |
|
11
|
11
|
| καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ. | And the rest of the acts of Zacharias, behold, they are written in the book of the chronicles of the kings of Israel. |
|
12
|
12
|
| ὁ λόγος Κυρίου, ὃν ἐλάλησε πρὸς ᾿Ιοὺ λέγων· υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ᾿Ισραήλ· καὶ ἐγένετο οὕτως. | This was the word of the Lord which he spoke to Ju, saying, Thy sons of the fourth generation shall sit upon the throne of Israel: and it was so. |
|
13
|
13
|
| Καὶ Σελλοὺμ υἱὸς ᾿Ιαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ. | And Sellum the son of Jabis reigned: and in the thirty and ninth year of Azarias king of Juda began Sellum to reign a full month in Samaria. |
|
14
|
14
|
| καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν ᾿Ιαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν. | And Manaem the son of Gaddi went up out of Tharsila, and came to Samaria, and smote Sellum the son of Jabis in Samaria, and slew him. |
|
15
|
15
|
| καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ. | And the rest of the acts of Sellum, and his conspiracy wherein he was engaged, behold, they are written in the book of the chronicles of the kings of Israel. |
|
16
|
16
|
| τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν. | Then Manaem smote both Thersa and all that was in it, and its borders extending beyond Thersa, because they opened not to him: and he smote it, and ripped up the women with child. |
|
17
|
17
|
| ᾿Εν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη. | In the thirty and ninth year of Azarias king of Juda began Manaem the son of Gaddi to reign over Israel in Samaria ten years. |
|
18
|
18
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. | And he did that which was evil in the sight of the Lord: he departed not from all the sins of Jeroboam the son of Nabat, who led Israel to sin. |
|
19
|
19
|
| ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ. | In his days went up Phua king of the Assyrians against the land: and Manaem gave to Phua a thousand talents of silver to aid him with his power. |
|
20
|
20
|
| καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν ᾿Ισραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν ᾿Ασσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς ᾿Ασσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. | And Manaem raised the silver by a tax upon Israel, even on every mighty man in wealth, to give to the king of the Assyrians, fifty shekels levied on each man; and the king of the Assyrians departed, and remained not there in the land. |
|
21
|
21
|
| καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; | And the rest of the acts of Manaem, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Israel? |
|
22
|
22
|
| καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Manaem slept with his fathers; and Phakesias his son reigned in his stead. |
|
23
|
23
|
| ᾿Εν ἔτει πεντηκοστῷ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. | In the fiftieth year of Azarias king of Juda, began Phakesias the son of Manaem to reign over Israel in Samaria two years. |
|
24
|
24
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. | And he did that which was evil in the sight of the Lord: he departed not from the sins of Jeroboam the son of Nabat, who made Israel to sin. |
|
25
|
25
|
| καὶ συνεστράφη ἐπ᾿ αὐτὸν Φακεὲ υἱὸς Ρομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοͺ ᾿Αργόβ καὶ μετὰ τοῦ ᾿Αρία, καὶ μετ᾿ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. | And Phakee the son of Romelias, his officer, conspired against him, and smote him in Samaria in the front of the king's house, with Argob and Aria, and with him there were fifty men of the four hundred: and he slew him, and reigned in his stead. |
|
26
|
26
|
| καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ. | And the rest of the acts of Phakesias, and all that he did, behold, they are written in the book of the chronicles of the kings of Israel. |
|
27
|
27
|
| ᾿Εν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ρομελίου ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη. | In the fifty-second year of Azarias king of Juda began Phakee the son of Romelias to reign over Israel in Samaria twenty years. |
|
28
|
28
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. | And he did that which was evil in the eyes of the Lord: he departed not from all the sins of Jeroboam the son of Nabat, who led Israel to sin. |
|
29
|
29
|
| ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως ᾿Ισραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς ᾿Ασσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν ᾿Αβελβαιθαμααχὰ καὶ τὴν ᾿Ανιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν ᾿Ασὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς ᾿Ασσυρίους. | In the days of Phakee king of Israel came Thalgath-phellasar king of the Assyrians, and took Ain, and Abel, and Thamaacha, and Anioch, and Kenez, and Asor, and Galaa, and Galilee, even all the land of Nephthali, and carried them away to the Assyrians. |
|
30
|
30
|
| καὶ συνέστρεψε σύστρεμμα ῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐπὶ Φακεὲ υἱὸν Ρομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ἐν ἔτει εἰκοστῷ ᾿Ιωάθαμ υἱοῦ ᾿Αζαρίου. | And Osee son of Ela formed a conspiracy against Phakee the son of Romelias, and smote him, and slew him, and reigned in his stead, in the twentieth year of Joatham the son of Azarias. |
|
31
|
31
|
| καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ. | And the rest of the acts of Phakee, and all that he did, behold, these are written in the book of the chronicles of the kings of Israel. |
|
32
|
32
|
| ᾿Εν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ρομελίου βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς ᾿Αζαρίου βασιλέως ᾿Ιούδα. | In the second year of Phakee son of Romelias king of Israel began Joatham the son of Azarias king of Juda to reign. |
|
33
|
33
|
| υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ. | Twenty and five years old was he when he began to reign, and he reigned sixteen years in Jerusalem: and his mother's name was Jerusa daughter of Sadoc. |
|
34
|
34
|
| καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αζαρίας ὁ πατὴρ αὐτοῦ· | And he did that which was right in the sight of the Lord, according to all things that his father Azarias did. |
|
35
|
35
|
| πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸ ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω. | Nevertheless he took not away the high places: as yet the people sacrificed and burnt incense on the high places. He built the upper gate of the Lord's house. |
|
36
|
36
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάθαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Joatham, and all that he did, are not these written in the book of the chronicles of the kings of Juda? |
|
37
|
37
|
| ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν ᾿Ιούδᾳ τὸν Ραασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ρομελίου. | In those days the Lord began to send forth against Juda Raasson king of Syria, and Phakee son of Romelias. |
|
38
|
38
|
| καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Joatham slept with his fathers, and was buried with his fathers in the city of David his father: and Achaz his son reigned in his stead. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΕΝ ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ρομελίου ἐβασίλευσεν ῎Αχαζ υἱὸς ᾿Ιωάθαμ βασιλέως ᾿Ιούδα. | In the seventeenth year of Phakee son of Romelias began Achaz the son of Joatham king of Juda to reign. |
|
2
|
2
|
| υἱὸς εἴκοσιν ἐτῶν ἦν ῎Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ | Twenty years old was Achaz when he began to reign, and he reigned sixteen years in Jerusalem; and he did not that which was right in the eyes of the Lord his God faithfully, as David his father had done. |
|
3
|
3
|
| καὶ ἐπορεύθη, ἐν ὁδῷ βασιλέων ᾿Ισραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ, | And he walked in the way of the kings of Israel, yea, he made his son to pass through the fire, according to the abominations of the heathen whom the Lord cast out from before the children of Israel. |
|
4
|
4
|
| καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. | And he sacrificed and burnt incense on the high places, and upon the hills, and under every shady tree. |
|
5
|
5
|
| τότε ἀνέβη Ραασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ρομελίου βασιλεὺς ᾿Ισραὴλ εἰς ῾Ιερουσαλὴμ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ ῎Αχαζ καὶ οὐκ ἠδύναντο πολεμεῖν. | Then went up Raasson king of Syria and Phakee son of Romelias king of Israel against Jerusalem to war, and besieged Achaz, but could not prevail against him. |
|
6
|
6
|
| ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ραασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ καὶ ἐξέβαλε τοὺς ᾿Ιουδαίους ἐξ Αἰλὰθ καὶ ᾿Ιδουμαῖοι ἦλθον εἰς Αἰλὰθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. | At that time Raasson king of Syria recovered Ælath to Syria, and drove out the Jews from Ælath, and the Idumeans came to Ælath, and dwelt there until this day. |
|
7
|
7
|
| καὶ ἀπέστειλεν ῎Αχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασὰρ βασιλέα ᾿Ασσυρίων λέγων· δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως ᾿Ισραὴλ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμέ. | And Achaz sent messengers to Thalgath-phellasar king of the Assyrians, saying, I am thy servant and thy son: come up, deliver me out of the hand of the king of Syria, and out of the hand of the king of Israel, who are rising up against me. |
|
8
|
8
|
| καὶ ἔλαβεν ῎Αχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. | And Achaz took the silver and the gold that was found in the treasures of the house of the Lord, and of the king's house, and sent gifts to the king. |
|
9
|
9
|
| καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς ᾿Ασσυρίων, καὶ ἀνέβη βασιλεὺς ᾿Ασσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσὼν βασιλέα ἐθανάτωσε. | And the king of the Assyrians hearkened to him: and the king of the Assyrians went up to Damascus and took it, and removed the inhabitants, and slew king Raasson. |
|
10
|
10
|
| καὶ ἐπορεύθη βασιλεὺς ῎Αχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ ᾿Ασσυρίων εἰς Δαμασκόν. καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς ῎Αχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ρυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ· | And king Achaz went to Damascus to meet Thalgath-phellasar king of the Assyrians at Damascus; and he saw an altar at Damascus. And king Achaz sent to Urias the priest the pattern of the altar, and its proportions, and all its workmanship. |
|
11
|
11
|
| καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα, ὅσα ἀπέστειλεν ὁ βασιλεὺς ῎Αχαζ ἐκ Δαμασκοῦ. | And Urias the priest built the altar, according to all the directions which king Achaz sent from Damascus. |
|
12
|
12
|
| καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ᾿ αὐτὸ | And the king saw the altar, and went up to it, |
|
13
|
13
|
| καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον | and offered his whole-burnt-offering, and his meat-offering, and his drink-offering, and poured out the blood of his peace-offerings on the brazen altar that was before the Lord. |
|
14
|
14
|
| τὸ χαλκοῦν τὸ ἀπέναντι Κυρίου. καὶ προσήγαγε ἀπὸ προσώπου τοῦ οἴκου Κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου Κυρίου καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν. | And he brought forward the one before the house of the Lord from between the altar and the house of the Lord, and he set it openly by the side of the altar northwards. |
|
15
|
15
|
| καὶ ἐνετείλατο ὁ βασιλεὺς ῎Αχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ λέγων· ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ᾿ αὐτῷ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωΐ. | And king Achaz charged Urias the priest, saying, Offer upon the great altar the whole-burnt-offering in the morning and the meat-offering in the evening, and the whole-burnt-offering of the king, and his meat-offering, and the whole-burnt-offering of all the people, and their meat-offering, and their drink-offering; and thou shalt pour all the blood of the whole-burnt-offering, and all the blood of any other sacrifice upon it: and the brazen altar shall be for me in the morning. |
|
16
|
16
|
| καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς ῎Αχαζ. | And Urias the priest did according to all that king Achaz commanded him. |
|
17
|
17
|
| καὶ συνέκοψεν ὁ βασιλεὺς ῎Αχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ καὶ μετῇρεν ἀπ᾿ αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. | And king Achaz cut off the borders of the bases, and removed the laver from off them, and took down the sea from the brazen oxen that were under it, and set it upon a base of stone. |
|
18
|
18
|
| καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως ᾿Ασσυρίων. | And he made a base for the throne in the house of the Lord, and he turned the king's entrance without in the house of the Lord because of the king of the Assyrians. |
|
19
|
19
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ῎Αχαζ, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Achaz, even all that he did, are not these written in the book of the chronicles of the kings of Juda? |
|
20
|
20
|
| καὶ ἐκοιμήθη ῎Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Εζεκίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Achaz slept with his fathers, and was buried in the city of David: and Ezekias his son reigned in his stead. |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΕΝ ἔτει δωδεκάτῳ τοῦ ῎Αχαζ βασιλέως ᾿Ιούδα ἐβασίλευσεν ῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐν Σαμαρείᾳ ἐπὶ ᾿Ισραὴλ ἐννέα ἔτη. | In the twelfth year of Achaz king of Juda began Osee the son of Ela to reign in Samaria over Israel nine years. |
|
2
|
2
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς ᾿Ισραήλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ. | And he did evil in the eyes of the Lord, only not as the kings of Israel that were before him. |
|
3
|
3
|
| ἐπ᾿ αὐτὸν ἀνέβη Σαλαμανασὰρ βασιλεὺς ᾿Ασσυρίων, καὶ ἐγενήθη αὐτῷ ῾Ωσηὲ δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναά. | Against him came up Salamanassar king of the Assyrians; and Osee became his servant, and rendered him tribute. |
|
4
|
4
|
| καὶ εὗρε βασιλεὺς ᾿Ασσυρίων ἐν τῷ ῾Ωσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ ᾿Ασσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς ᾿Ασσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς. | And the king of the Assyrians found iniquity in Osee, in that he sent messengers to Segor king of Egypt, and brought not a tribute to the king of the Assyrians in that year: and the king of the Assyrians besieged him, and bound him in the prison-house. |
|
5
|
5
|
| καὶ ἀνέβη ὁ βασιλεὺς ᾿Ασσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπ᾿ αὐτὴν τρία ἔτη. | And the king of the Assyrians went up against all the land, and went up to Samaria, and besieged it for three years. |
|
6
|
6
|
| ἐν ἔτει ἐνάτῳ ῾Ωσηὲ συνέλαβε βασιλεὺς ᾿Ασσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν ᾿Ισραὴλ εἰς ᾿Ασσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν ᾿Αλαὲ καὶ ἐν ᾿Αβὼρ ποταμοῖς Γωζάν, καὶ ὄρη Μήδων. | In the ninth year of Osee the king of the Assyrians took Samaria, and carried Israel away to the Assyrians, and settled them in Alae, and in Abor, near the rivers of Gozan, and in the mountains of the Medes. |
|
7
|
7
|
| καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους | For it came to pass that the children of Israel had transgressed against the Lord their God, who had brought them up out of the land of Egypt, from under the hand of Pharao king of Egypt, and they feared other gods, |
|
8
|
8
|
| καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν ᾿Ισραήλ, καὶ οἱ βασιλεῖς ᾿Ισραήλ, ὅσοι ἐποίησαν, | and walked in the statutes of the nations which the Lord cast out before the face of the children of Israel, and of the kings of Israel as many as did such things, |
|
9
|
9
|
| καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ ᾿Ισραὴλ λόγους οὐχ οὕτως κατὰ Κυρίου Θεοῦ αὐτῶν. καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς | and in those of the children of Israel as many as secretly practised customs, not as they should have done, against the Lord their God: |
|
10
|
10
|
| καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους | and they built for themselves high places in all their cities, from the tower of the watchmen to the fortified city. And they made for themselves pillars and groves on every high hill, and under every shady tree. |
|
11
|
11
|
| καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη, ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον | And burned incense there on all high places, as the nations did whom the Lord removed from before them, and dealt with familiar spirits, and they carved images to provoke the Lord to anger. |
|
12
|
12
|
| καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς· οὐ ποιήσετε τὸ ρῆμα τοῦτο τῷ Κυρίῳ. | And they served the idols, of which the Lord said to them, Ye shall not do this thing against the Lord. |
|
13
|
13
|
| καὶ διεμαρτύρατο Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἐν τῷ ᾿Ιούδᾳ καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ, παντὸς ὁρῶντος λέγων· ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον, ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν. | And the Lord testified against Israel and against Juda, even by the hand of all his prophets, and of every seer, saying, Turn ye from your evil ways, and keep my commandments and my ordinances, and all the law which I commanded your fathers, and all that I sent to them by the hand of my servants the prophets. |
|
14
|
14
|
| καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν | But they hearkened not, and made their neck harder than the neck of their fathers. |
|
15
|
15
|
| καὶ τὰ μαρτύρια αὐτοῦ, ὅσα διεμαρτύρατο αὐτοῖς, οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα. | And they kept not any of his testimonies which he charged them; and they walked after vanities, and became vain, and after the nations round about them, concerning which the Lord had charged them not to do accordingly. |
|
16
|
16
|
| ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βάαλ | They forsook the commandments of the Lord their God, and made themselves graven images, even two heifers, and they made groves, and worshipped all the host of heaven, and served Baal. |
|
17
|
17
|
| καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. | And they caused their sons and their daughters to pass through the fire, and used divinations and auspices, and sold themselves to work wickedness in the sight of the Lord, to provoke him. |
|
18
|
18
|
| καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ ᾿Ισραήλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ ᾿Ιούδα μονωτάτη. | And the Lord was very angry with Israel, and removed them out of his sight; and there was only left the tribe of Juda quite alone. |
|
19
|
19
|
| καί γε ᾿Ιούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν ᾿Ισραήλ, οἷς ἐποίησαν, | Nay even Juda kept not the commandments of the Lord their God, but they walked according to the customs of Israel which they practised, and rejected the Lord. |
|
20
|
20
|
| καὶ ἀπεώσαντο τὸν Κύριον, καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι ᾿Ισραὴλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. | And the Lord was angry with the whole seed of Israel, and troubled them, and gave them into the hand of them that spoiled them, until he cast them out of his presence. |
|
21
|
21
|
| ὅτι πλὴν ᾿Ισραὴλ ἐπάνωθεν οἴκου Δαυὶδ καὶ ἐβασίλευσαν τὸν ῾Ιεροβοὰμ υἱὸν Ναβάτ, καὶ ἐξέωσεν ῾Ιεροβοὰμ τὸν ᾿Ισραὴλ ἐξόπισθεν Κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην. | Forasmuch as Israel revolted from the house of David, and they made Jeroboam the son of Nabat king: and Jeroboam drew off Israel from following the Lord, and led them to sin a great sin. |
|
22
|
22
|
| καὶ ἐπορεύθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν πάσῃ ἁμαρτίᾳ ῾Ιεροβοάμ, ᾗ ἐποίησεν, οὐκ ἀπέστησαν ἀπ᾿ αὐτῆς, | And the children of Israel walked in all the sin of Jeroboam which he committed; they departed not from it, |
|
23
|
23
|
| ἕως οὗ μετέστησε Κύριος τὸν ᾿Ισραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησε Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπῳκίσθη ᾿Ισραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς ᾿Ασσυρίους ἕως τῆς ἡμέρας ταύτης. | until the Lord removed Israel from his presence, as the Lord spoke by all his servants the prophets; and Israel was removed from off their land to the Assyrians until this day. |
|
24
|
24
|
| Καὶ ἤγαγε βασιλεὺς ᾿Ασσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουθὰ ἀπὸ ᾿Αϊὰ καὶ ἀπὸ Αἰμὰθ καὶ Σεπφαρουαΐμ, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκισαν ἐν ταῖς πόλεσιν αὐτῆς. | And the king of Assyria brought from Babylon the men of Chutha, and men from Aia, and from Æmath, and Seppharvaim, and they were settled in the cities of Samaria in the place of the children of Israel: and they inherited Samaria, and were settled in its cities. |
|
25
|
25
|
| καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς. | And it was so at the beginning of their establishment there that they feared not the Lord, and the Lord sent lions among them, and they slew some of them. |
|
26
|
26
|
| καὶ εἶπαν τῷ βασιλεῖ ᾿Ασσυρίων λέγοντες· τὰ ἔθνη, ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσι θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασι τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, | And they spoke to the king of the Assyrians, saying, The nations whom thou hast removed and substituted in the cities of Samaria for the Israelites, know not the manner of the God of the land: and he has sent the lions against them, and, behold, they are slaying them, because they know not the manner of the God of the land. |
|
27
|
27
|
| καὶ ἐνετείλατο ὁ βασιλεὺς ᾿Ασσυρίων λέγων· ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικήτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς. | And the king of the Assyrians commanded, saying, Bring some Israelites thence, and let them go and dwell there, and they shall teach them the manner of the God of the land. |
|
28
|
28
|
| καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθὴλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσι τὸν Κύριον. | And they brought one of the priests whom they had removed from Samaria, and he settled in Bæthel, and taught them how they should fear the Lord. |
|
29
|
29
|
| καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν. | But the nations made each their own gods, and put them in the house of the high places which the Samaritans had made, each nation in the cities in which they dwelt. |
|
30
|
30
|
| καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σωκχὼθ Βαινίθ, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Νηριγέλ, καὶ οἱ ἄνδρες Αἰμὰθ ἐποίησαν τὴν ᾿Ασιμάθ, | And the men of Babylon made Socchoth Benith, and the men of Chuth made Ergel, and the men of Hæmath made Asimath. |
|
31
|
31
|
| καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν ᾿Εβλαζὲρ καὶ τὴν Θαρθάκ, καὶ οἱ Σεπφαρουαΐμ κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ ᾿Αδραμέλεχ καὶ ᾿Ανημελέχ, θεοῖς Σεπφαρουαΐμ. | And the Evites made Eblazer and Tharthac, and the inhabitant of Seppharvaim did evil when they burnt their sons in the fire to Adramelech and Anemelech, the gods of Seppharvaim. |
|
32
|
32
|
| καὶ ἦσαν φοβούμενοι τὸν Κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει, ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἐν οἴκῳ τῶν ὑψηλῶν. | And they feared the Lord, yet they established their abominations in the houses of the high places which they made in Samaria, each nation in the city in which they dwelt: and they feared the Lord, and they made for themselves priests of the high places, and sacrificed for themselves in the house of the high places. |
|
33
|
33
|
| καὶ τὸν Κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν. | And they feared the Lord, and served their gods according to the manner of the nations, whence their lords brought them. |
|
34
|
34
|
| ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς ᾿Ιακώβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ ᾿Ισραήλ, | Until this day they did according to their manner: they fear the Lord, and they do according to their customs, and according to their manner, and according to the law, and according to the commandment which the Lord commanded the sons of Jacob, whose name he made Israel. |
|
35
|
35
|
| καὶ διέθετο Κύριος μετ᾿ αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς, | And the Lord made a covenant with them, and charged them, saying, Ye shall not fear other gods, neither shall ye worship them, nor serve them, nor sacrifice to them: |
|
36
|
36
|
| ὅτι ἀλλ᾿ ἢ τῷ Κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε· | but only to the Lord, who brought you up out of the land of Egypt with great strength and with a high arm: him shall ye fear, and him shall ye worship; to him shall ye sacrifice. |
|
37
|
37
|
| καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν ποιεῖν, φυλάσσεσθε πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους· | Ye shall observe continually the ordinances, and the judgments, and the law, and the commandments which he wrote for you to do; and ye shall not fear other gods. |
|
38
|
38
|
| καὶ τὴν διαθήκην, ἣν διέθετο μεθ᾿ ὑμῶν, οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, | Neither shall ye forget the covenant which he made with you: and ye shall not fear other gods. |
|
39
|
39
|
| ἀλλ᾿ ἢ τὸν Κύριον Θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν· | But ye shall fear the Lord your God, and he shall deliver you from all your enemies. |
|
40
|
40
|
| καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσι. | Neither shall ye comply with their practice, which they follow. |
|
41
|
41
|
| καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν Κύριον καὶ τοῖς γλυπτοῖς αὐ-τῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν, καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν, ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης. | So these nations feared the Lord, and served their graven images: yea, their sons and their sons' sons do until this day even as their fathers did. |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ ῾Ωσηὲ υἱῷ ᾿Ηλὰ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Εζεκίας υἱὸς ῎Αχαζ βασιλέως ᾿Ιούδα. | And it came to pass in the third year of Osee son of Ela king of Israel that Ezekias son of Achaz king of Juda began to reign. |
|
2
|
2
|
| υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῎Αβου θυγάτηρ Ζαχαρίου. | Five and twenty years old was he when he began to reign, and he reigned twenty and nine years in Jerusalem: and his mother's name was Abu, daughter of Zacharias. |
|
3
|
3
|
| καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ. | And he did that which was right in the sight of the Lord, according to all that his father David did. |
|
4
|
4
|
| αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ ᾿Ισραὴλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν. | He removed the high places, and broke in pieces the pillars, and utterly destroyed the groves, and the brazen serpent which Moses made: because until those days the children of Israel burnt incense to it: and he called it Neesthan. |
|
5
|
5
|
| ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ ἤλπισε, καὶ μετ᾿ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν ᾿Ιούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ· | He trusted in the Lord God of Israel; and after him there was not any like him among the kings of Juda, nor among those that were before him. |
|
6
|
6
|
| καὶ ἐκολλήθη τῷ Κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξε τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ· | And he clave to the Lord, he departed not from following him; and he kept his commandments, as many as he commanded Moses. |
|
7
|
7
|
| καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκε. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ ᾿Ασσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ. | And the Lord was with him; and he was wise in all that he undertook: and he revolted from the king of the Assyrians, and served him not. |
|
8
|
8
|
| αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς. | He smote the Philistines even to Gaza, and to the border of it, from the tower of the watchmen even to the strong city. |
|
9
|
9
|
| Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ ᾿Εζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ ῾Ωσηὲ υἱῷ ᾿Ηλὰ βασιλεῖ ᾿Ισραὴλ) ἀνέβη Σαλαμανασὰρ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾿ αὐτήν· | And it came to pass in the fourth year of king Ezekias (this is the seventh year of Osee son of Ela king of Israel,) that Salamanassar king of the Assyrians came up against Samaria, and besieged it. |
|
10
|
10
|
| καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ ᾿Εζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ ῾Ωσηὲ βασιλεῖ ᾿Ισραήλ), καὶ συνελήφθη Σαμάρεια. | And he took it at the end of three years, in the sixth year of Ezekias, (this is the ninth year of Osee king of Israel, when Samaria was taken.) |
|
11
|
11
|
| καὶ ἀπῴκισε βασιλεὺς ᾿Ασσυρίων τὴν Σαμάρειαν εἰς ᾿Ασσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν ᾿Αλαὲ καὶ ἐν ᾿Αβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων, | And the king of the Assyrians carried away the Samaritans to Assyria, and put them in Alaë and in Abor, by the river Gozan, and in the mountains of the Medes; |
|
12
|
12
|
| ἀνθ᾿ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν. | because they hearkened not to the voice of the Lord their God, and transgressed his covenant, even in all things that Moses the servant of the Lord commanded, and hearkened not to them, nor did them. |
|
13
|
13
|
| Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως ᾿Εζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὰς πόλεις ᾿Ιούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς. | And in the fourteenth year of king Ezekias came up Sennacherim king of the Assyrians against the strong cities of Juda, and took them. |
|
14
|
14
|
| καὶ ἀπέστειλεν ᾿Εζεκίας βασιλεὺς ᾿Ιούδα ἀγγέλους πρὸς βασιλέα ᾿Ασσυρίων εἰς Λαχὶς λέγων· ἡμάρτηκα, ἀποστράφηθι ἀπ᾿ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ᾿ ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ ᾿Εζεκίαν βασιλέα ᾿Ιούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου. | And Ezekias king of Juda sent messengers to the king of the Assyrians to Lachis, saying, I have offended; depart from me: whatsoever thou shalt lay upon me, I will bear. And the king of Assyria laid upon Ezekias king of Juda a tribute of three hundred talents of silver, and thirty talents of gold. |
|
15
|
15
|
| καὶ ἔδωκεν ᾿Εζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. | And Ezekias gave all the silver that was found in the house of the Lord, and in the treasures of the king's house. |
|
16
|
16
|
| ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν ᾿Εζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν ᾿Εζεκίας ὁ βασιλεὺς ᾿Ιούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ ᾿Ασσυρίων. | At that time Ezekias cut off the gold from the doors of the temple, and from the pillars which Ezekias king of Juda had overlaid with gold, and gave it to the king of the Assyrians. |
|
17
|
17
|
| καὶ ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων τὸν Θαρθὰν καὶ τὸν Ραφὶς καὶ τὸν Ραψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα ᾿Εζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ ῾Ιερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. | And the king of the Assyrians sent Tharthan and Raphis and Rapsakes from Lachis to king Ezekias with a strong force against Jerusalem. And they went up and came to Jerusalem, and stood by the aqueduct of the upper pool, which is by the way of the fuller's field. |
|
18
|
18
|
| καὶ ἐβόησαν πρὸς ᾿Εζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν ῾Ελιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ ᾿Ιωὰς ὁ υἱὸς Σαφὰτ ὁ ἀναμιμνῄσκων. | And they cried to Ezekias: and there came to him Heliakim the son of Chelcias the steward, and Somnas the scribe, and Joas the son of Saphat the recorder. |
|
19
|
19
|
| καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· εἴπατε δὴ πρὸς ᾿Εζεκίαν· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς ᾿Ασσυρίων· τί ἡ πεποίθησις αὕτη, ἣν πέποιθας; | And Rapsakes said to them, Say now to Ezekias, Thus says the king, the great king of the Assyrians, What is this confidence wherein thou trustest? |
|
20
|
20
|
| εἶπας· πλὴν λόγοι χειλέων, βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί; | Thou hast said, (but they are mere words,) I have counsel and strength for war. Now then in whom dost thou trust, that thou hast revolted from me? |
|
21
|
21
|
| νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον; ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσι τοῖς πεποιθόσιν ἐπ᾿ αὐτόν. | See now, art thou trusting for thyself on this broken staff of reed, even upon Egypt? whosoever shall stay himself upon it, it shall even go into his hand, and pierce it: so is Pharao king of Egypt to all that trust on him. |
|
22
|
22
|
| καὶ ὅτι εἶπας πρός με· ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν ᾿Εζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ ᾿Ιούδᾳ καὶ τῇ ῾Ιερουσαλήμ· ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν ῾Ιερουσαλήμ; | And whereas thou hast said to me, We trust on the Lord God: is not this he, whose high places and altars Ezekias has removed, and has said to Juda and Jerusalem, Ye shall worship before this altar in Jerusalem? |
|
23
|
23
|
| καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ ᾿Ασσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾿ αὐτούς. | And now, I pray you, make an agreement with my lord the king of the Assyrians, and I will give thee two thousand horses, if thou shalt be able on thy part to set riders upon them. |
|
24
|
24
|
| καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾿ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. | How then wilt thou turn away the face of one petty governor from among the least of my lord's servants? whereas thou trustest for thyself on Egypt for chariots and horsemen. |
|
25
|
25
|
| καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. | And now have we come up without the Lord against this place to destroy it? The Lord said to me, Go up against this land, and destroy it. |
|
26
|
26
|
| καὶ εἶπεν ῾Ελιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ ᾿Ιωὰς πρὸς Ραψάκην· λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾿ ἡμῶν ᾿Ιουδαϊστί, καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; | And Heliakim the son of Chelkias, and Somnas, and Joas, said to Rapsakes, Speak now to thy servants in the Syrian language, for we understand it; and speak not with us in the Jewish language: and why dost thou speak in the ears of the people that are on the wall? |
|
27
|
27
|
| καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾿ ὑμῶν ἅμα; | And Rapsakes said to them, Has my master sent me to thy master, and to thee, to speak these words? has he not sent me to the men who sit on the wall, that they may eat their own dung, and drink their own water together with you? |
|
28
|
28
|
| καὶ ἔστη Ραψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ καὶ ἐλάλησε καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως ᾿Ασσυρίων· | And Rapsakes stood, and cried with a loud voice in the Jewish language, and spoke, and said, Hear the words of the great king of the Assyrians: |
|
29
|
29
|
| τάδε λέγει ὁ βασιλεύς· μὴ ἐπαιρέτω ὑμᾶς ᾿Εζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου. | thus says the king, Let not Ezekias encourage you with words: for he shall not be able to deliver you out of his hand. |
|
30
|
30
|
| καὶ μὴ ἐλπιζέτω ὑμᾶς ᾿Εζεκίας πρὸς Κύριον λέγων· ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ᾿Ασσυρίων. | And let not Ezekias cause you to trust on the Lord, saying, The Lord will certainly deliver us; this city shall not be delivered into the hand of the king of the Assyrians: hearken not to Ezekias: |
|
31
|
31
|
| μὴ ἀκούετε ᾿Εζεκίου· ὅτι τάδε λέγει ὁ βασιλεὺς ᾿Ασσυρίων· ποιήσατε μετ᾿ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ, | for thus says the king of the Assyrians, Gain my favour, and come forth to me, and every man shall drink of the wine of his own vine, and every man shall eat of his own fig-tree, and shall drink water out of his own cistern; |
|
32
|
32
|
| ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε ᾿Εζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων· Κύριος ρήσεται ὑμᾶς. | until I come and remove you to a land like your own land, a land of corn and wine, and bread and vineyards, a land of olive oil, and honey, and ye shall live and not die: and do not ye hearken to Ezekias, for he deceives you, saying, The Lord shall deliver you. |
|
33
|
33
|
| μὴ ρυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων; | Have the gods of the nations at all delivered each their own land out of the hand of the king of the Assyrians? |
|
34
|
34
|
| ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ ᾿Αρφάδ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαουραΐμ, ᾿Ανὰ καὶ ᾿Αβά, ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; | Where is the god of Hæmath, and of Arphad? where is the god of Seppharvaim, Ana, and Aba? for have they delivered Samaria out of my hand? |
|
35
|
35
|
| τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται Κύριος τὴν ῾Ιερουσαλὴμ ἐκ χειρός μου; | Who is there among all the gods of the countries, who have delivered their countries out of my hand, that the Lord should deliver Jerusalem out of my hand? |
|
36
|
36
|
| καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων· οὐκ ἀποκριθήσεσθε αὐτῷ. | But the men were silent, and answered him not a word: for there was a commandment of the king, saying, Ye shall not answer him. |
|
37
|
37
|
| καὶ εἰσῆλθεν ῾Ελιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ ᾿Ιωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς ᾿Εζεκίαν, διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου. | And Heliakim the son of Chelcias, the steward, and Somnas the scribe, and Joas the son of Saphat the recorder came in to Ezekias, having rent their garments; and they reported to him the words of Rapsakes. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ᾿Εζεκίας, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου. | And it came to pass when king Ezekias heard it, that he rent his clothes, and put on sackcloth, and went into the house of the Lord. |
|
2
|
2
|
| καὶ ἀπέστειλεν ῾Ελιακὶμ τὸν οἰκονόμον καὶ Σωμνὰν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς ῾Ησαΐαν τὸν προφήτην, υἱὸν ᾿Αμώς, | And he sent Heliakim the steward, and Somnas the scribe, and the elders of the priests, clothed with sackcloth, to Esaias the prophet the son of Amos. |
|
3
|
3
|
| καὶ εἶπον πρὸς αὐτόν· τάδε λέγει ᾿Εζεκίας· ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη· ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ· | And they said to him, Thus says Ezekias, This day is a day of tribulation, and rebuke, and provocation: for the children are come to the travail-pangs, but the mother has no strength. |
|
4
|
4
|
| εἴ πως εἰσακούσεται Κύριος ὁ Θεός σου πάντας τοὺς λόγους Ραψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς ᾿Ασσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν Θεὸν ζῶντα καὶ βασφημεῖν ἐν λόγοις, οἷς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ λήψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου. | Peradventure the Lord thy God will hear all the words of Rapsakes, whom the king of Assyria his master has sent to reproach the living God and to revile him with the words which the Lord thy God has heard: and thou shalt offer thy prayer for the remnant that is found. |
|
5
|
5
|
| καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως ᾿Εζεκίου πρὸς ῾Ησαΐαν, | So the servants of king Ezekias came to Esaias. |
|
6
|
6
|
| καὶ εἶπεν αὐτοῖς ῾Ησαΐας· τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· τάδε λέγει Κύριος· μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως ᾿Ασσυρίων· | And Esaias said to them, Thus shall ye say to your master, Thus saith the Lord, Be not afraid of the words which thou hast heard, wherewith the servants of the king of the Assyrians have blasphemed. |
|
7
|
7
|
| ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ρομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ. | Behold, I send a blast upon him, and he shall hear a report, and shall return to his own land; and I will overthrow him with the sword in his own land. |
|
8
|
8
|
| Καὶ ἐπέστρεψε Ραψάκης, καὶ εὗρε τὸν βασιλέα ᾿Ασσυρίων πολεμοῦντα ἐπὶ Λοβνά, ὅτι ἤκουσεν ὅτι ἀπῇρεν ἐκ Λαχίς. | So Rapsakes returned, and found the king of Assyria warring against Lobna: for he heard that he had departed from Lachis. |
|
9
|
9
|
| καὶ ἤκουσε περὶ Θαρακὰ βασιλέως Αἰθιόπων λέγων· ἰδοὺ ἐξῆλθε πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Εζεκίαν λέγων· | And he heard concerning Tharaca king of the Ethiopians, saying, Behold, he is come forth to fight with thee: and he returned, and sent messengers to Ezekias, saying, |
|
10
|
10
|
| μὴ ἐπαιρέτω σε ὁ Θεός σου, ἐφ᾿ ᾧ σὺ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ ῾Ιερουσαλὴμ εἰς χεῖρας βασιλέως ᾿Ασσυρίων. | Let not thy God on whom thou trustest encourage thee, saying, Jerusalem shall not be delivered into the hands of the king of the Assyrians. |
|
11
|
11
|
| ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς ᾿Ασσυρίων πάσαις ταῖς γαίαις τοῦ ἀναθεματίσαι αὐτάς, καὶ σὺ ρυσθήσῃ; | Behold, thou hast heard all that the kings of the Assyrians have done in all the lands, to waste them utterly: and shalt thou be delivered? |
|
12
|
12
|
| μὴ ἐξαιρούμενοι ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ τὴν Χαρρὰν καὶ τὴν Ραφὶς καὶ υἱοὺς ᾿Εδὲμ τοὺς ἐν Θαεσθέν; | Have the gods of the nations at all delivered them, whom my fathers destroyed; both Gozan, and Charran, and Raphis, and the sons of Edem who were in Thaesthen? |
|
13
|
13
|
| ποῦ ἐστιν ὁ βασιλεὺς Αἰμὰθ καὶ ὁ βασιλεὺς ᾿Αρφάδ; καὶ ποῦ ἐστι βασιλεὺς τῆς πόλεως Σεπφαρουαΐν ᾿Ανὰ καὶ ᾿Αβά; | Where is the king of Hæmath, and the king of Arphad? and where is the king of the city of Seppharvaim, of Ana, and Aba? |
|
14
|
14
|
| καὶ ἔλαβεν ᾿Εζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἀνέπτυξεν αὐτὰ ᾿Εζεκίας ἐναντίον Κυρίου | And Ezekias took the letter from the hand of the messengers, and read it: and he went up to the house of the Lord, and Ezekias spread it before the Lord, |
|
15
|
15
|
| καὶ εἶπε· Κύριε ὁ Θεὸς ᾿Ισραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. | and said, O Lord God of Israel, that dwellest over the cherubs, thou art the only God in all the kingdoms of the earth; thou hast made heaven and earth. |
|
16
|
16
|
| κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηρίμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. | Incline thine ear, O Lord, and hear: open, Lord, thine eyes, and see: and hear the words of Sennacherim, which he has sent to reproach the living God. |
|
17
|
17
|
| ὅτι ἀληθείᾳ, Κύριε, ἠρήμωσαν βασιλεῖς ᾿Ασσυρίων τὰ ἔθνη | For truly, Lord, the kings of Assyria have wasted the nations, |
|
18
|
18
|
| καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλ᾿ ἢ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς. | and have cast their gods into the fire: because they are no gods, but the works of men's hands, wood and stone; and they have destroyed them. |
|
19
|
19
|
| καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος. | And now, O Lord our God, deliver us out of his hand, and all the kingdoms of the earth shall know that thou alone art the Lord God. |
|
20
|
20
|
| Καὶ ἀπέστειλεν ῾Ησαΐας υἱὸς ᾿Αμὼς πρὸς ᾿Εζεκίαν λέγων· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν δυνάμεων Θεὸς ᾿Ισραήλ· ἃ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως ᾿Ασσυρίων, ἤκουσα. | And Esaias the son of Amos sent to Ezekias, saying, Thus saith the Lord God of hosts, the God of Israel, I have heard thy prayer to me concerning Sennacherim king of the Assyrians. |
|
21
|
21
|
| οὖτος ὁ λόγος, ὃν ἐλάλησε Κύριος ἐπ᾿ αὐτόν· ἐξουδένωσέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησε θυγάτηρ ῾Ιερουσαλήμ. | This is the word which the Lord has spoken against him; The virgin daughter of Sion has made light of thee, and mocked thee; the daughter of Jerusalem has shaken her head at thee. |
|
22
|
22
|
| τίνα ὠνείδισας καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν; καὶ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ ᾿Ισραήλ. | Whom hast thou reproached, and whom hast thou reviled? and against whom hast thou lifted up thy voice, and raised thine eyes on high? Is it against the Holy One of Israel? |
|
23
|
23
|
| ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας Κύριον καὶ εἶπας· ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μέσον δρυμοῦ καὶ Καρμήλου. | By thy messengers thou hast reproached the Lord, and hast said, I will go up with the multitude of my chariots, to the height of the mountains, to the sides of Libanus, and I have cut down the height of his cedar, and his choice cypresses; and I have come into the midst of the forest and of Carmel. |
|
24
|
24
|
| ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς. | I have refreshed myself, and have drunk strange waters, and I have dried up with the sole of my foot all the rivers of fortified places. |
|
25
|
25
|
| ἔπλασα αὐτήν, συνήγαγον αὐτήν, καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς. | I have brought about the matter, I have brought it to a conclusion; and it is come to the destruction of the bands of warlike prisoners, even of strong cities. |
|
26
|
26
|
| καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνθησαν, ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος. | And they that dwelt in them were weak in hand, they quaked and were confounded, they became as grass of the field, or as the green herb, the grass growing on houses, and that which is trodden down by him that stands upon it. |
|
27
|
27
|
| καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ᾿ ἐμέ, | But I know thy down-sitting, and thy going forth, and thy rage against me. |
|
28
|
28
|
| διὰ τὸ ὀργισθῆναί σε ἐπ᾿ ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ. | Because thou wast angry against me, and thy fierceness is come up into my ears, therefore will I put my hooks in thy nostrils, and my bridle in thy lips, and I will turn thee back by the way by which thou camest. |
|
29
|
29
|
| καὶ τοῦτόν σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτει τῷ τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. | And this shall be a sign to thee; eat this year the things that grow of themselves, and in the second year the things which spring up: and in the third year let there be sowing, and reaping, and planting of vineyards, and eat ye the fruit of them. |
|
30
|
30
|
| καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου ᾿Ιούδα τὸ ὑπολειφθὲν ρίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω. | And he shall increase him that has escaped of the house of Juda: and the remnant shall strike root beneath, and it shall produce fruit above. |
|
31
|
31
|
| ὅτι ἐξ ῾Ιερουσαλὴμ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο. | For from Jerusalem shall go forth a remnant, and he that escapes from the mountain of Sion: the zeal of the Lord of hosts shall do this. |
|
32
|
32
|
| οὐχ οὕτως; τάδε λέγει Κύριος πρὸς βασιλέα ᾿Ασσυρίων· οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει αὐτὴν θυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα· | Is it not so? Thus saith the Lord concerning the king of the Assyrians, He shall not enter into this city, and he shall not shoot an arrow there, neither shall a shield come against it, neither shall he heap a mound against it. |
|
33
|
33
|
| τῇ ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος, | By the way by which he comes, by it shall he return, and he shall not enter into this city, saith the Lord. |
|
34
|
34
|
| καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου. | And I will defend this city as with a shield, for my own sake, and for my servant David's sake. |
|
35
|
35
|
| Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ ᾿Ασσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ πάντες σώματα νεκρά. | And it came to pass at night that the angel of the Lord went forth, and smote in the camp of the Assyrians a hundred and eighty-five thousand: and they rose early in the morning, and, behold, these were all dead corpses. |
|
36
|
36
|
| καὶ ἀπῇρε καὶ ἐπορεύθη καὶ ἀπέστρεψε Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων καὶ ᾤκησεν ἐν Νινευῆ. | And Sennacherim king of the Assyrians departed, and went and returned, and dwelt in Nineve. |
|
37
|
37
|
| καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσερὰχ θεοῦ αὐτοῦ καὶ ᾿Αδραμέλεχ καὶ Σαρασάρ, οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν ᾿Αραράθ· καὶ ἐβασίλευσεν ᾿Ασορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And it came to pass, while he was worshipping in the house of Meserach his god, that Adramelech and Sarasar his sons smote him with the sword: and they escaped into the land of Ararath; and Asordan his son reigned in his stead. |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΕΝ ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν ᾿Εζεκίας εἰς θάνατον. καὶ εἰσῆλθε πρὸς αὐτὸν ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ. | In those days was Ezekias sick even to death. And the prophet Esaias the son of Amos came in to him, and said to him, Thus saith the Lord, Give charge to thy household; for thou shalt die, and not live. |
|
2
|
2
|
| καὶ ἀπέστρεψεν ᾿Εζεκίας πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς Κύριον λέγων· | And Ezekias turned to the wall, and prayed to the Lord, saying, |
|
3
|
3
|
| Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν ᾿Εζεκίας κλαυθμῷ μεγάλῳ. | Lord, remember, I pray thee, how I have walked before thee in truth and with a perfect heart, and have done that which is good in thine eyes. And Ezekias wept with a great weeping. |
|
4
|
4
|
| καὶ ἦν ῾Ησαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων· | And Esaias was in the middle court, and the word of the Lord came to him, saying, |
|
5
|
5
|
| ἐπίστρεψον καὶ ἐρεῖς πρὸς ᾿Εζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου· | Turn back, and thou shalt say to Ezekias the ruler of my people, Thus saith the Lord God of thy father David, I have heard thy prayer, I have seen thy tears: behold, I will heal thee: on the third day thou shalt go up to the house of the Lord. |
|
6
|
6
|
| καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου. | And I will add to thy days fifteen years; and I will deliver thee and this city out of the hand of the king of the Assyrians, and I will defend this city for my own sake, and for my servant David's sake. |
|
7
|
7
|
| καὶ εἶπε· λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει. | And he said, Let them take a cake of figs, and lay it upon the ulcer, and he shall be well. |
|
8
|
8
|
| καὶ εἶπεν ᾿Εζεκίας πρὸς ῾Ησαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ; | And Ezekias said to Esaias, What is the sign that the Lord will heal me, and I shall go up to the house of the Lord on the third day? |
|
9
|
9
|
| καὶ εἶπεν ῾Ησαΐας· τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον, ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς. | And Esaias said, This is the sign from the Lord, that the Lord will perform the word which he has spoken, the shadow of the dial shall advance ten degrees: or if it should go back ten degrees this would also be the sign. |
|
10
|
10
|
| καὶ εἶπεν ᾿Εζεκίας· κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ᾿ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω. | And Ezekias said, It is a light thing for the shadow to go down ten degrees: nay, but let the shadow return ten degrees backward on the dial. |
|
11
|
11
|
| καὶ ἐβόησεν ῾Ησαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς. | And Esaias the prophet cried to the Lord: and the shadow returned back ten degrees on the dial. |
|
12
|
12
|
| ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς ᾿Εζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν ᾿Εζεκίας. | At that time Marodach Baladan, son of Baladan king of Babylon, sent letters and a present to Ezekias, because he had heard that Ezekias was sick. |
|
13
|
13
|
| καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς ᾿Εζεκίας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς ᾿Εζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. | And Ezekias rejoiced at them, and shewed all the house of his spices, the silver and the gold, the spices, and the fine oil, and the armoury, and all that was found in his treasures: there was nothing which Ezekias did not shew them in his house, and in all his dominion. |
|
14
|
14
|
| καὶ εἰσῆλθεν ῾Ησαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα ᾿Εζεκίαν καὶ εἶπε πρὸς αὐτόν· τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καί πόθεν ἥκασι πρός σε; καὶ εἶπεν ᾿Εζεκίας· ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος. | And Esaias the prophet went in to king Ezekias, and said to him, What said these men? and whence came they to thee? And Ezekias said, They came to me from a distant land, even from Babylon. |
|
15
|
15
|
| καὶ εἶπε· τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε· πάντα, ὅσα ἐν τῷ οἴκῳ μου εἶδον, οὐκ ἦν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. | And he said, What saw they in thy house? And he said, They saw all things that are in my house: there was nothing in my house which I shewed not to them; yea, all that was in my treasures also. |
|
16
|
16
|
| καὶ εἶπεν ῾Ησαΐας πρὸς ᾿Εζεκίαν· ἄκουσον λόγον Κυρίου· | And Esaias said to Ezekias, Hear the word of the Lord: |
|
17
|
17
|
| ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσεται πάντα τὰ ἐν οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ρῆμα, ὃ εἶπε Κύριος· | Behold, the days come, that all things that are in thy house shall be taken, and all that thy fathers have treasured up until this day, to Babylon; and there shall not fail a word which the Lord has spoken. |
|
18
|
18
|
| καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. | And as for thy sons which shall come forth of thee, which thou shalt beget, the enemy shall take them, and they shall be eunuchs in the house of the king of Babylon. |
|
19
|
19
|
| καὶ εἶπεν ᾿Εζεκίας πρὸς ῾Ησαΐαν· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου. | And Ezekias said to Esaias, Good is the word of the Lord which he has spoken: only let there be peace in my days. |
|
20
|
20
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Εζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Ezekias, and all his might, and all that he made, the fountain and the aqueduct, and how he brought water into the city, are not these things written in the book of the chronicles of the kings of Juda? |
|
21
|
21
|
| καὶ ἐκοιμήθη ᾿Εζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Ezekias slept with his fathers: and Manasses his son reigned in his stead. |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΥΙΟΣ δώδεκα ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Οψιβά. | Manasses was twelve years old when he began to reign, and he reigned fifty-five years in Jerusalem: and his mother's name was Apsiba. |
|
2
|
2
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ, | And he did that which was evil in the eyes of the Lord, according to the abominations of the nations which the Lord cast out from before the children of Israel. |
|
3
|
3
|
| καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, ἃ κατέσπασεν ᾿Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ καὶ ἐποίησε τὰ ἄλση, καθὼς ἐποίησε ᾿Αχαὰβ βασιλεὺς ᾿Ισραήλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. | And he built again the high places, which Ezekias his father had demolished; and set up an altar to Baal, and made groves as Achaab king of Israel made them; and worshipped all the host of heaven, and served them. |
|
4
|
4
|
| καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν· ἐν ῾Ιερουσαλὴμ θήσω τὸ ὄνομά μου, | And he built an altar in the house of the Lord, whereas he had said, In Jerusalem I will place my name. |
|
5
|
5
|
| καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου | And he built an altar to all the host of heaven in the two courts of the house of the Lord. |
|
6
|
6
|
| καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησε τεμένη καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. | And he caused his sons to pass through the fire, and used divination and auspices, and made groves, and multiplied wizards, so as to do that which was evil in the sight of the Lord, to provoke him to anger. |
|
7
|
7
|
| καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ· ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν ῾Ιερουσαλήμ, ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ ᾿Ισραήλ, καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα | And he set up the graven image of the grove in the house of which the Lord said to David, and to Solomon his son, In this house, and in Jerusalem which I have chosen out of all the tribes of Israel, will I even place my name for ever. |
|
8
|
8
|
| καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα ᾿Ισραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες φυλάξουσι πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν, ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωυσῆς. | And I will not again remove the foot of Israel from the land which I gave to their fathers, even of those who shall keep all that I commanded, according to all the commandments which my servant Moses commanded them. |
|
9
|
9
|
| καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη, ἃ ἠφάνισε Κύριος ἐκ προσώπου υἱῶν ᾿Ισραήλ. | But they hearkened not; and Manasses led them astray to do evil in the sight of the Lord, beyond the nations whom the Lord utterly destroyed from before the children of Israel. |
|
10
|
10
|
| καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων· | And the Lord spoke by his servants the prophets, saying, |
|
11
|
11
|
| ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς ᾿Ιούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων, ὧν ἐποίησεν ὁ ᾿Αμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε τὸν ᾿Ιούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν, | Forasmuch as Manasses the king of Juda has wrought all these evil abominations, beyond all that the Amorite did, who lived before him, and has led Juda also into sin by their idols, |
|
12
|
12
|
| οὐχ οὕτως, τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ᾿Ιούδαν, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, | it shall not be so. Thus saith the Lord God of Israel, Behold, I bring calamities upon Jerusalem and Juda, so that both the ears of every one that hears shall tingle. |
|
13
|
13
|
| καὶ ἐκτενῶ ἐπὶ ῾Ιερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου ᾿Αχαάβ· καὶ ἀπαλείψω τὴν ῾Ιερουσαλήμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ, | And I will stretch out over Jerusalem the measure of Samaria, and the plummet of the house of Achaab: and I will wipe Jerusalem as a jar is wiped, and turned upside down in the wiping. |
|
14
|
14
|
| καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν, | And I will reject the remnant of my inheritance, and will deliver them into the hands of their enemies; and they shall be for a plunder and for a spoil to all their enemies: |
|
15
|
15
|
| ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης. | forasmuch as they have done wickedly in my sight, and have provoked me from the day that I brought out their fathers out of Egypt, even until this day. |
|
16
|
16
|
| καί γε αἷμα ἀθῷον ἐξέχεε Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἔπλησε τὴν ῾Ιερουσαλὴμ στόμα εἰς στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐξήμαρτε τὸν ᾿Ιούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου. | Moreover Manasses shed very much innocent blood, until he filled Jerusalem with it from one end to the other, beside his sins with which he caused Juda to sin, in doing evil in the eyes of the Lord. |
|
17
|
17
|
| καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ πάντα, ὅσα ἐποίησε, καὶ ἡ ἁμαρτία αὐτοῦ, ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ τῷ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Manasses, and all that he did, and his sin which he sinned, are not these things written in the book of the chronicles of the kings of Juda? |
|
18
|
18
|
| καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπω ᾿Οζά, καὶ ἐβασίλευσεν ᾿Αμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Manasses slept with his fathers, and was buried in the garden of his house, even in the garden of Oza: and Amos his son reigned in his stead. |
|
19
|
19
|
| Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν ᾿Αμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλὰμ θυγάτηρ ᾿Αροῦς ἐξ ᾿Ιετέβα. | Twenty and two years old was Amos when he began to reign, and he reigned two years in Jerusalem: and his mother's name was Mesollam, daughter of Arus of Jeteba. |
|
20
|
20
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὼς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ. | And he did that which was evil in the sight of the Lord, as Manasses his father did. |
|
21
|
21
|
| καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ, ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις, οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς | And he walked in all the way in which his father walked, and served the idols which his father served, and worshipped them. |
|
22
|
22
|
| καὶ ἐγκατέλιπε τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου. | And he forsook the Lord God of his fathers, and walked not in the way of the Lord. |
|
23
|
23
|
| καὶ συνεστράφησαν οἱ παῖδες ᾿Αμὼν πρὸς αὐτὸν καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ. | And the servants of Amos conspired against him, and slew the king in his house. |
|
24
|
24
|
| καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα ᾿Αμὼν καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωσίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And the people of the land slew all that had conspired against king Amos; and the people of the land made Josias his son king in his room. |
|
25
|
25
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμών, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Amos, even all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda? |
|
26
|
26
|
| καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ ᾿Οζά, καὶ ἐβασίλευσεν ᾿Ιωσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And they buried him in his tomb in the garden of Oza: and Josias his son reigned in his stead. |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΥΙΟΣ ὀκτὼ ἐτῶν ᾿Ιωσίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιεδία θυγάτηρ ᾿Εδεϊὰ ἐκ Βασουρώθ. | Josias was eight years old when he began to reign, and he reigned thirty and one years in Jerusalem: and his mother's name was Jedia, daughter of Edeia of Basuroth. |
|
2
|
2
|
| καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά. | And he did that which was right in the sight of the Lord, and walked in all the way of David his father; he turned not aside to the right hand or to the left. |
|
3
|
3
|
| καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ ᾿Ιωσίᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν ᾿Εσελίου υἱοῦ Μεσολλάμ, τὸν γραμματέα οἴκου Κυρίου λέγων· | And it came to pass in the eighteenth year of king Josias, in the eighth month, the king sent Sapphan the son of Ezelias the son of Mesollam, the scribe of the house of the Lord, saying, |
|
4
|
4
|
| ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ, | Go up to Chelcias the high priest, and take account of the money that is brought into the house of the Lord, which they that keep the door have collected of the people. |
|
5
|
5
|
| καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου, | And let them give it into the hand of the workmen that are appointed in the house of the Lord. And he gave it to the workmen in the house of the Lord, to repair the breaches of the house, |
|
6
|
6
|
| τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου. | even to the carpenters, and builders, and masons, and also to purchase timber and hewn stones, to repair the breaches of the house. |
|
7
|
7
|
| πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι. | Only they did not call them to account for the money that was given to them, because they dealt faithfully. |
|
8
|
8
|
| καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα· βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφάν, καὶ ἀνέγνω αὐτό. | And Chelcias the high priest said to Sapphan the scribe, I have found the book of the law in the house of the Lord. And Chelcias gave the book to Sapphan, and he read it. |
|
9
|
9
|
| καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα καὶ ἀπέστρεψε τῷ βασιλεῖ ρῆμα καὶ εἶπεν· ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου | And he went into the house of the Lord to the king, and reported the matter to the king, and said, Thy servants have collected the money that was found in the house of the Lord, and have given it into the hand of the workmen that are appointed in the house of the Lord. |
|
10
|
10
|
| καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων· βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως. | And Sapphan the scribe spoke to the king, saying, Chelcias the priest has given me a book. And Sapphan read it before the king. |
|
11
|
11
|
| καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια ἑαυτοῦ. | And it came to pass, when the king heard the words of the book of the law, that he rent his garments. |
|
12
|
12
|
| καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ ᾿Αχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ ᾿Αχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ ᾿Ασαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων· | And the king commanded Chelcias the priest, and Achikam the son of Sapphan, and Achobor the son of Michaias, and Sapphan the scribe, and Asaias the king's servant, saying, |
|
13
|
13
|
| δεῦτε ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ ᾿Ιούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν. | Go, enquire of the Lord for me, and for all the people, and for all Juda, and concerning the words of this book that has been found: for the wrath of the Lord that has been kindled against us is great, because our fathers hearkened not to the words of this book, to do according to all the things written concerning us. |
|
14
|
14
|
| καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ ᾿Αχικὰμ καὶ ᾿Αχοβὼρ καὶ Σαπφὰν καὶ ᾿Ασαΐας πρὸς ῎Ολδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὲ υἱοῦ ᾿Αραὰς τοῦ ἱματιοφύλακος, καὶ αὕτη κατῴκει ἐν ῾Ιερουσαλὴμ ἐν τῇ Μασενᾷ, καὶ ἐλάλησαν πρὸς αὐτήν. | So Chelcias the priest went, and Achicam, and Achobor, and Sapphan, and Asaias, to Olda the prophetess, the mother of Sellem the son of Thecuan son of Aras, keeper of the robes; and she dwelt in Jerusalem in Masena; and they spoke to her. |
|
15
|
15
|
| καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με· | And she said to them, Thus saith the Lord God of Israel, Say to the man that sent you to me, |
|
16
|
16
|
| τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς ᾿Ιούδα, | Thus saith the Lord, Behold, I bring evil upon this place, and upon them that dwell in it, even all the words of the book which the king of Juda has read: |
|
17
|
17
|
| ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται. | because they have forsaken me, and burnt incense to other gods, that they might provoke me with the works of their hands: therefore my wrath shall burn forth against this place, and shall not be quenched. |
|
18
|
18
|
| καὶ πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· οἱ λόγοι, οὓς ἤκουσας, | And to the king of Juda that sent you to enquire of the Lord,—thus shall ye say to him, Thus saith the Lord God of Israel, As for the words which thou hast heard; |
|
19
|
19
|
| ἀνθ᾿ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος. | because thy heart was softened, and thou wast humbled before me, when thou heardest all that I spoke against this place, and against the inhabitants of it, that it should be utterly destroyed and accursed, and thou didst rend thy garments, and weep before me; I also have heard, saith the Lord. |
|
20
|
20
|
| οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ρῆμα. | It shall not be so therefore: behold, I will add thee to thy fathers, and thou shalt be gathered to thy tomb in peace, and thine eyes shall not see any among all the evils which I bring upon this place. |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ. | So they reported the word to the king: and the king sent and gathered all the elders of Juda and Jerusalem to himself. |
|
2
|
2
|
| καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς ἀνὴρ ᾿Ιούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ μετ᾿ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου. | And the king went up to the house of the Lord, and every man of Juda and all who dwelt in Jerusalem with him, and the priests, and the prophets, and all the people small and great; and he read in their ears all the words of the book of the covenant that was found in the house of the Lord. |
|
3
|
3
|
| καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου τοῦ πορεύεσθαι ὀπίσω Κυρίου καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ. | And the king stood by a pillar, and made a covenant before the Lord, to walk after the Lord, to keep his commandments and his testimonies and his ordinances with all the heart and with all the soul, to confirm the words of this covenant; even the things written in this book. And all the people stood to the covenant. |
|
4
|
4
|
| καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω ῾Ιερουσαλὴμ ἐν σαδημὼθ Κέδρων καὶ ἔβαλε τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ. | And the king commanded Chelcias the high priest, and the priests of the second order, and them that kept the door, to bring out of the temple of the Lord all the vessels that were made for Baal, and for the grove, and all the host of heaven, and he burned them without Jerusalem in the fields of Kedron, and took the ashes of them to Bæthel. |
|
5
|
5
|
| καὶ κατέκαυσε τοὺς χωμαρίμ, οὓς ἔδωκαν βασιλεῖς ᾿Ιούδα καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ τοῖς περικύκλῳ ῾Ιερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ. | And he burned the idolatrous priests, whom the kings of Juda had appointed, (and they burned incense in the high places and in the cities of Juda, and the places round about Jerusalem); and them that burned incense to Baal, and to the sun, and to the moon, and to Mazuroth, and to all the host of heaven. |
|
6
|
6
|
| καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν ῾Ιερουσαλὴμ εἰς τὸν χειμάρρουν Κέδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κέδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάφον τῶν υἱῶν τοῦ λαοῦ. | And he carried out the grove from the house of the Lord to the brook Kedron, and burned it at the brook Kedron, and reduced it to powder, and cast its powder on the sepulchres of the sons of the people. |
|
7
|
7
|
| καὶ καθεῖλε τὸν οἶκον τῶν καδησὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ Χεττιΐμ τῷ ἄλσει. | And he pulled down the house of the sodomites that were by the house of the Lord, where the women wove tents for the grove. |
|
8
|
8
|
| καὶ ἀνήγαγε πάντας τοὺς ἱερεῖς ἐκ πόλεων ᾿Ιούδα καὶ ἐμίανε τὰ ὑψηλά, οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαβαὰ καὶ ἕως Βηρσαβεέ. καὶ καθεῖλε τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης ᾿Ιησοῦ ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως. | And he brought up all the priests from the cities of Juda, and defiled the high places where the priests burned incense, from Gæbal even to Bersabee; and he pulled down the house of the gates that was by the door of the gate of Joshua the ruler of the city, on a man's left hand at the gate of the city. |
|
9
|
9
|
| πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν ῾Ιερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. | Only the priests of the high places went not up to the altar of the Lord in Jerusalem, for they only ate leavened bread in the midst of their brethren. |
|
10
|
10
|
| καὶ ἐμίανε τὸν Ταφὲθ τὸν ἐν φάραγγι υἱοῦ ᾿Εννὸμ τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μολὸχ ἐν πυρί. | And he defiled Tapheth which is in the valley of the son of Ennom, constructed for a man to cause his son or his daughter to pass through fire to Moloch. |
|
11
|
11
|
| καὶ κατέκαυσε τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς ᾿Ιούδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Νάθαν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρίμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσε πυρί. | And he burned the horses which the kings of Juda had given to the sun in the entrance of the house of the Lord, by the treasury of Nathan the king's eunuch, in the suburbs; and he burned the chariot of the sun with fire. |
|
12
|
12
|
| καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου ῎Αχαζ, ἃ ἐποίησαν βασιλεῖς ᾿Ιούδα, καὶ τὰ θυσιαστήρια, ἃ ἐποίησε Μανασσῆς ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψε τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κέδρων. | And the altars that were on the roof of the upper chamber of Achaz, which the kings of Juda had made, and the altars which Manasses had made in the two courts of the house of the Lord, did the king pull down and forcibly remove from thence, and cast their dust into the brook of Kedron. |
|
13
|
13
|
| καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον ῾Ιερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοάθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς ᾿Ισραὴλ τῇ ᾿Αστάρτῃ προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Μολχὸλ βδελύγματι υἱῶν ᾿Αμών, ἐμίανεν ὁ βασιλεύς. | And the king defiled the house that was before Jerusalem, on the right hand of the mount of Mosthath, which Solomon king of Israel built to Astarte the abomination of the Sidonians, and to Chamos the abomination of Moab, and to Moloch the abomination of the children of Ammon. |
|
14
|
14
|
| καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων. | And he broke in pieces the pillars, and utterly destroyed the groves, and filled their places with the bones of men. |
|
15
|
15
|
| καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλόν, ὃ ἐποίησεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασε καὶ συνέτριψε τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσε τὸ ἄλσος. | Also the high altar in Bæthel, which Jeroboam the son of Nabat, who made Israel to sin, had made, even that high altar he tore down, and broke in pieces the stones of it, and reduced it to powder, and burnt the grove. |
|
16
|
16
|
| καὶ ἐξένευσεν ᾿Ιωσίας καὶ εἶδε τοὺς τάφους τοὺς ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῷ ἑστάναι ῾Ιεροβοὰμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐπιστρέψας ᾖρε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους | And Josias turned aside, and saw the tombs that were there in the city, and sent, and took the bones out of the tombs, and burnt them on the altar, and defiled it, according to the word of the Lord which the man of God spoke, when Jeroboam stood by the altar at the feast: and he turned and raised his eyes to the tomb of the man of God that spoke these words. |
|
17
|
17
|
| καὶ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐξεληλυθὼς ἐξ ᾿Ιούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ. | And he said, What is that mound which I see? And the men of the city said to him, It is the grave of the man of God that came out of Juda, and uttered these imprecations which he imprecated upon the altar of Bæthel. |
|
18
|
18
|
| καὶ εἶπεν· ἄφετε αὐτόν, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας. | And he said, Let him alone; let no one disturb his bones. So his bones were spared, together with the bones of the prophet that came out of Samaria. |
|
19
|
19
|
| καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσι Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς ᾿Ισραὴλ παροργίζειν Κύριον, ἀπέστησεν ᾿Ιωσίας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἃ ἐποίησεν ἐν Βαιθήλ. | Moreover Josias removed all the houses of the high places that were in the cities of Samaria, which the kings of Israel made to provoke the Lord, and did to them all that he did in Bæthel. |
|
20
|
20
|
| καὶ ἐθυσίασε πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων καὶ κατέκαυσε τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ᾿ αὐτά, καὶ ἐπεστράφη εἰς ῾Ιερουσαλήμ. | And he sacrificed all the priests of the high places that were there on the altars, and burnt the bones of men upon them, and returned to Jerusalem. |
|
21
|
21
|
| Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων· ποιήσατε πάσχα τῷ Κυρίῳ Θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης· | And the king commanded all the people, saying, Keep the passover to the Lord your God, as it is written in the book of this covenant. |
|
22
|
22
|
| ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ᾿ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν ᾿Ισραήλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων ᾿Ισραὴλ καὶ βασιλέων ᾿Ιούδα, | For a passover such as this had not been kept from the days of the judges who judged Israel, even all the days of the kings of Israel, and of the kings of Juda. |
|
23
|
23
|
| ὅτι ἀλλ᾿ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως ᾿Ιωσίου ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν ῾Ιερουσαλήμ. | But in the eighteenth year of king Josias, was the passover kept to the Lord in Jerusalem. |
|
24
|
24
|
| καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ Θεραφὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλὴμ ἐξῇρεν ᾿Ιωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου. | Moreover Josias removed the sorcerers, and the wizards, and the theraphin, and the idols, and all the abominations that had been set up in the land of Juda and in Jerusalem, that he might keep the words of the law that were written in the book, which Chelcias the priest found in the house of the Lord. |
|
25
|
25
|
| ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾿ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ. | There was no king like him before him, who turned to the Lord with all his heart, and with all his soul, and with all his strength, according to all the law of Moses; and after him there rose not one like him. |
|
26
|
26
|
| πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης, οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ ᾿Ιούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς. | Nevertheless the Lord turned not from the fierceness of his great anger, wherewith he was wroth in his anger against Juda, because of the provocations, wherewith Manasses provoked him. |
|
27
|
27
|
| καὶ εἶπε Κύριος· καί γε τὸν ᾿Ιούδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν ᾿Ισραήλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην τὴν ῾Ιερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἶπον· ἔσται τὸ ὄνομά μου ἐκεῖ. | And the Lord said, I will also remove Juda from my presence, as I removed Israel, and will reject this city which I have chosen, even Jerusalem, and the house of which I said, My name shall be there. |
|
28
|
28
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Josias, and all that he did, are not these things written in the book of the chronicles of the kings of Juda? |
|
29
|
29
|
| ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα ᾿Ασσυρίων ἐπὶ ποταμὸν Εὐφράτην· καὶ ἐπορεύθη ᾿Ιωσίας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδδὼ ἐν τῷ ἰδεῖν αὐτόν. | And in his days went up Pharao Nechao king of Egypt against the king of the Assyrians to the river Euphrates: and Josias went out to meet him: and Nechao slew him in Mageddo when he saw him. |
|
30
|
30
|
| καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ καὶ ἤγαγον αὐτὸν εἰς ῾Ιερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ. καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωάχαζ υἱὸν ᾿Ιωσίου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ. | And his servants carried him dead from Mageddo, and brought him to Jerusalem, and buried him in his sepulchre: and the people of the land took Joachaz the son of Josias, and anointed him, and made him king in the room of his father. |
|
31
|
31
|
| Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν ᾿Ιωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου ἐκ Λοβνά. | Twenty and three years old was Joachaz when he began to reign, and he reigned three months in Jerusalem: and his mother's name was Amital, daughter of Jeremias of Lobna. |
|
32
|
32
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. | And he did that which was evil in the sight of the Lord, according to all that his fathers did. |
|
33
|
33
|
| καὶ μετέστησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν ῾Ιερουσαλὴμ καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου. | And Pharao Nechao removed him to Rablaam in the land of Emath, so that he should not reign in Jerusalem; and imposed a tribute on the land, a hundred talents of silver, and a hundred talents of gold. |
|
34
|
34
|
| καὶ ἐβασίλευσε φαραὼ Νεχαὼ ἐπ᾿ αὐτοὺς τὸν ᾿Ελιακὶμ υἱὸν ᾿Ιωσίου βασιλέως ᾿Ιούδα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ ᾿Ιωακίμ· καὶ τὸν ᾿Ιωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. | And Pharao Nechao made Eliakim son of Josias king of Juda king over them in the place of his father Josias, and he changed his name to Joakim, and he took Joachaz and brought him to Egypt, and he died there. |
|
35
|
35
|
| καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν ᾿Ιωακὶμ τῷ φαραώ· πλὴν ἐτιμογράφησε τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος φαραώ, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς τοῦ δοῦναι τῷ φαραὼ Νεχαώ. | And Joakim gave the silver and the gold to Pharao; but he assessed the land to give the money at the command of Pharao: they gave the silver and the gold each man according to his assessment together with the people of the land to give to Pharao Nechao. |
|
36
|
36
|
| υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιελδὰφ θυγάτηρ Φαδαὴλ ἐκ Ρουμά. | Twenty-five years old was Joakim when he began to reign, and he reigned eleven years in Jerusalem: and his mother's name was Jeldaph, daughter of Phadaïl of Ruma. |
|
37
|
37
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. | And he did that which was evil in the eyes of the Lord, according to all that his fathers had done. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΕΝ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ ᾿Ιωακὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ. | In his days went up Nabuchodonosor king of Babylon, and Joakim became his servant three years; and then he turned and revolted from him. |
|
2
|
2
|
| καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν ᾿Αμὼν καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ ᾿Ιούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν. | And the Lord sent against him the bands of the Chaldeans, and the bands of Syria, and the bands of Moab, and the bands of the children of Ammon, and sent them into the land of Juda to prevail against it, according to the word of the Lord, which he spoke by his servants the prophets. |
|
3
|
3
|
| πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ ᾿Ιούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα, ὅσα ἐποίησε. | Moreover it was the purpose of the Lord concerning Juda, to remove them from his presence, because of the sins of Manasses, according to all that he did. |
|
4
|
4
|
| καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε καὶ ἔπλησε τὴν ῾Ιερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι. | Moreover he shed innocent blood, and filled Jerusalem with innocent blood, and the Lord would not pardon it. |
|
5
|
5
|
| καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωακὶμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; | And the rest of the acts of Joakim, and all that he did, behold, are not these written in the book of the chronicles of the kings of Juda? |
|
6
|
6
|
| καὶ ἐκοιμήθη ᾿Ιωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Ιωαχὶμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And Joakim slept with his fathers: and Joachim his son reigned in his stead. |
|
7
|
7
|
| καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου. | And the king of Egypt came no more out of his land: for the king of Babylon took away all that belonged to the king of Egypt from the river of Egypt as far as the river Euphrates. |
|
8
|
8
|
| Υἱὸς ὀκτωκαίδεκα ἐτῶν ᾿Ιωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ ᾿Ελλαναθὰν ἐξ ῾Ιερουσαλήμ. | Eighteen years old was Joachim when he began to reign, and he reigned three months in Jerusalem: and his mother's name was Nestha, daughter of Ellanastham, of Jerusalem. |
|
9
|
9
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. | And he did that which was evil in the sight of the Lord, according to all that his father did. |
|
10
|
10
|
| ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς ῾Ιερουσαλὴμ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ. | At that time went up Nabuchodonosor king of Babylon to Jerusalem, and the city was besieged. |
|
11
|
11
|
| καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾿ αὐτήν. | And Nabuchodonosor king of Babylon came against the city, and his servants besieged it. |
|
12
|
12
|
| καὶ ἐξῆλθεν ᾿Ιωαχὶμ βασιλεὺς ᾿Ιούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ. | And Joachim king of Juda came forth to the king of Babylon, he and his servants, and his mother, and his princes, and his eunuchs; and the king of Babylon took him in the eighth year of his reign. |
|
13
|
13
|
| καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς ᾿Ισραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ρῆμα Κυρίου. | And he brought forth thence all the treasures of the house of the Lord, and the treasures of the king's house, and he cut up all the golden vessels which Solomon the king of Israel had made in the temple of the Lord, according to the word of the Lord. |
|
14
|
14
|
| καὶ ἀπῴκισε τὴν ῾Ιερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. | And he carried away the inhabitants of Jerusalem, and all the captains, and the mighty men, taking captive ten thousand prisoners, and every artificer and smith: and only the poor of the land were left. |
|
15
|
15
|
| καὶ ἀπῴκισε τὸν ᾿Ιωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα | And he carried Joachim away to Babylon, and the king's mother, and the king's wives, and his eunuchs: and he carried away the mighty men of the land into captivity from Jerusalem to Babylon. |
|
16
|
16
|
| καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα. | And all the men of might, even seven thousand, and one thousand artificers and smiths: all were mighty men fit for war; and the king of Babylon carried them captive to Babylon. |
|
17
|
17
|
| καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκία. | And the king of Babylon made Batthanias his son king in his stead, and called his name Sedekias. |
|
18
|
18
|
| Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου. | Twenty and one years old was Sedekias when he began to reign, and he reigned eleven years in Jerusalem: and his mother's name was Amital, daughter of Jeremias. |
|
19
|
19
|
| καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Ιωακίμ· | And he did that which was evil in the sight of the Lord, according to all that Joachim did. |
|
20
|
20
|
| ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐν τῷ ᾿Ιούδᾳ, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος. | For it was according to the Lord's anger against Jerusalem and on Juda, until he cast them out of his presence, that Sedekias revolted against the king of Babylon. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ. | And it came to pass in the ninth year of his reign, in the tenth month, that Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem; and he encamped against it, and built a mound against it. |
|
2
|
2
|
| καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐνάτῃ τοῦ μηνὸς | And the city was besieged until the eleventh year of king Sedekias on the ninth day of the month. |
|
3
|
3
|
| καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. | And the famine prevailed in the city, and there was no bread for the people of the land. |
|
4
|
4
|
| καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν ῎Αραβα, | And the city was broken up, and all the men of war went forth by night, by the way of the gate between the walls, this is the gate of the king's garden: and the Chaldeans were set against the city round about: and the king went by the way of the plain. |
|
5
|
5
|
| καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν ᾿Αραβὼθ ῾Ιεριχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. | And the force of the Chaldeans pursued the king, and overtook him in the plains of Jericho: and all his army was dispersed from about him. |
|
6
|
6
|
| καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησε μετ᾿ αὐτοῦ κρίσιν· | And they took the king, and brought him to the king of Babylon to Reblatha; and he gave judgment upon him. |
|
7
|
7
|
| καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ᾿ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα. | And he slew the sons of Sedekias before his eyes, and put out the eyes of Sedekias, and bound him in fetters, and brought him to Babylon. |
|
8
|
8
|
| Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς (αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος) ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ. | And in the fifth month, on the seventh day of the month (this is the nineteenth year of Nabuchodonosor king of Babylon), came Nabuzardan, captain of the guard, who stood before the king of Babylon, to Jerusalem. |
|
9
|
9
|
| καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους ῾Ιερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος. | And he burnt the house of the Lord, and the king's house, and all the houses of Jerusalem, even every house did the captain of the guard burn. |
|
10
|
10
|
| καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κυκλόθεν κατέσπασεν ἡ δύναμις τῶν Χαλδαίων. | And the force of the Chaldeans pulled down the wall of Jerusalem round about. |
|
11
|
11
|
| καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος. | And Nabuzardan the captain of the guard removed the rest of the people that were left in the city, and the men who had deserted to the king of Babylon, and the rest of the multitude. |
|
12
|
12
|
| καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβίν. | But the captain of the guard left of the poor of the land to be vine-dressers and husbandmen. |
|
13
|
13
|
| καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι. καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. | And the Chaldeans broke to pieces the brazen pillars that were in the house of the Lord, and the bases, and the brazen sea that was in the house of the Lord, and carried their brass to Babylon. |
|
14
|
14
|
| καὶ τοὺς λέβητας καὶ τὰ ἰαμὶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε· | And the caldrons, and the shovels, and the bowls, and the censers, and all the brazen vessels with which they minister, he took. |
|
15
|
15
|
| καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, | And the captain of the guard took the fire-pans, and the gold and silver bowls. |
|
16
|
16
|
| στύλους δύο καὶ τὴν θάλασσαν μίαν καὶ τὰς μεχωνώθ, ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν. | Two pillars, and one sea, and the bases which Solomon made for the house of the Lord: there was no weight of the brass of all the vessels. |
|
17
|
17
|
| ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ᾿ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων, σαβαχὰ καὶ ροαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά. | The height of one pillar was eighteen cubits, and the chapiter upon it was of brass: and the height of the chapiter was three cubits: the border, and the pomegranates on the chapiter round about were all of brass: and so it was with the second pillar with its border. |
|
18
|
18
|
| καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν | And the captain of the guard took Saraias the high-priest, and Sophonias the second in order, and the three door-keepers. |
|
19
|
19
|
| καὶ ἐκ τῆς πόλεως ἔλαβον εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει. | And they took out of the city one eunuch who was commander of the men of war, and five men that saw the face of the king, that were found in the city, and the secretary of the commander-in-chief, who took account of the people of the land, and sixty men of the people of the land that were found in the city. |
|
20
|
20
|
| καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά. | And Nabuzardan the captain of the guard took them, and brought them to the king of Babylon to Reblatha. |
|
21
|
21
|
| καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Δεβλαθὰ ἐν γῇ Αἰμάθ. καὶ ἀπῳκίσθη ᾿Ιούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ. | And the king of Babylon smote them and slew them at Reblatha in the land of Æmath. So Juda was carried away from his land. |
|
22
|
22
|
| Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ ᾿Ιούδα, οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾿ αὐτῶν τὸν Γοδολίαν υἱὸν ᾿Αχικὰμ υἱοῦ Σαφάν. | And as for the people that were left in the land of Juda, whom Nabuchodonosor king of Babylon left, even over them he set Godolias son of Achicam son of Saphan. |
|
23
|
23
|
| καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωανὰν υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης καὶ ᾿Ιεζονίας υἱὸς τοῦ Μαχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. | And all the captains of the host, they and their men, heard that the king of Babylon had thus appointed Godolias, and they came to Godolias to Massephath, both Ismael the son of Nathanias, and Jona son of Careth, and Saraias, son of Thanamath the Netophathite, and Jezonias son of a Machathite, they and their men. |
|
24
|
24
|
| καὶ ὤμοσε Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν. | And Godolias swore to them and their men, and said to them, Fear not the incursion of the Chaldeans; dwell in the land, and serve the king of Babylon, and it shall be well with you. |
|
25
|
25
|
| καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν ᾿Ισμαὴλ υἱὸς Ναθανίου υἱοῦ ῾Ελισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ᾿ αὐτοῦ· καὶ ἐπάταξε τὸν Γοδολίαν, καὶ ἀπέθανε, καὶ τοὺς ᾿Ιουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν Μασσηφάθ. | And it came to pass in the seventh month that Ismael son of Nathanias son of Helisama, of the seed royal, came, and ten men with him, and he smote Godolias, that he died, him and the Jews and the Chaldeans that were with him in Massepha. |
|
26
|
26
|
| καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων. | And all the people, great and small rose up, they and the captains of the forces, and went into Egypt; because they were afraid of the Chaldeans. |
|
27
|
27
|
| Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ ᾿Ιωαχὶμ βασιλέως ᾿Ιούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Εὐιαλμαρωδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν ᾿Ιωαχὶμ τοῦ βασιλέως ᾿Ιούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ. | And it came to pass in the thirty-seventh year of the carrying away of Joachim king of Juda, in the twelfth month, on the twenty-seventh day of the month, that Evialmarodec king of Babylon in the first year of his reign lifted up the head of Joachim king of Juda, and brought him out of his prison-house. |
|
28
|
28
|
| καὶ ἐλάλησε μετ᾿ αὐτοῦ ἀγαθὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ ἐν Βαβυλῶνι, | And he spoke kindly to him, and set his throne above the thrones of the kings that were with him in Babylon; |
|
29
|
29
|
| καὶ ἠλλοίωσε τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διαπαντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· | and changed his prison garments: and he ate bread continually before him all the days of his life. |
|
30
|
30
|
| καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διαπαντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. | And his portion, a continual portion, was given him out of the house of the king, a daily rate for every day all the days of his life. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.