Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 16
Chapter 16
1
1
ΚΑΙ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ πρὸς Βαασά· And the word of the Lord came by the hand of Ju son of Anani to Baasa, saying,
2
2
ἀνθ᾿ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραὴλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ ῾Ιεροβοὰμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν ᾿Ισραήλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, Forasmuch as I lifted thee up from the earth, and made thee ruler over my people Israel; and thou hast walked in the way of Jeroboam, and hast caused my people Israel to sin, to provoke me with their vanities;
3
3
ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ· Behold, I raise up enemies after Baasa, and after his house; and I will make thy house as the house of Jeroboam son of Nabat.
4
4
τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. Him that dies of Baasa in the city the dogs shall devour, and him that dies of his in the field the birds of the sky shall devour.
5
5
καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; Now the rest of the history of Baasa, and all that he did, and his mighty acts, behold, are not these written in the book of the chronicles of the kings of Israel?
6
6
καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσά, καὶ βασιλεύει ᾿Ηλὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως ᾿Ασά. And Baasa slept with his fathers, and they bury him in Thersa; and Ela his son reigns in his stead.
7
7
καὶ ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον ῾Ιεροβοάμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν. And the Lord spoke by Ju the son of Anani against Baasa, and against his house, even all the evil which he wrought before the Lord to provoke him to anger by the works of his hands, in being like the house of Jeroboam; and because he smote him.
8
8
Καὶ ᾿Ηλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ δύο ἔτη ἐν Θερσά. And Ela son of Baasa reigned over Israel two years in Thersa.
9
9
καὶ συνέστρεψεν ἐπ᾿ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ ῾Ωσὰ τοῦ οἰκονόμου ἐν Θερσά. And Zambri, captain of half his cavalry, conspired against him, while he was in Thersa, drinking himself drunk in the house of Osa the steward at Thersa.
10
10
καὶ εἰσῆλθε Ζαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ. And Zambri went in and smote him and slew him, and reigned in his stead.
11
11
καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ And it came to pass when he reigned, when he sat upon his throne,
12
12
κατὰ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασά, πρὸς ᾿Ιοὺ τὸν προφήτην that he smote all the house of Baasa, according to the word which the Lord spoke against the house of Baasa, and to Ju the prophet,
13
13
περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ ᾿Ηλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι Κύριον τὸν Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. for all the sins of Baasa and Ela his son, as he led Israel astray to sin, to provoke the Lord God of Israel with their vanities.
14
14
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ηλά, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; And the rest of the deeds of Ela which he did, behold, are not these written in the book of the chronicles of the kings of Israel?
15
15
Καὶ Ζαμβρὶ ἐβασίλευεν ἐν Θερσὰ ἡμέρας ἑπτά. καὶ ἡ παρεμβολὴ ᾿Ισραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων, And Zambri reigned in Thersa seven days: and the army of Israel was encamped against Gabathon of the Philistines.
16
16
καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων· συνεστράφη Ζαμβρὶ καὶ ἔπαισε τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν ᾿Ισραὴλ τὸν ᾿Αμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. And the people heard in the army, saying, Zambri has conspired and smitten the king: and the people of Israel made Ambri the captain of the host king in that day in the camp over Israel.
17
17
καὶ ἀνέβη ᾿Αμβρὶ καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ ἐκ Γαβαθὼν καὶ περιεκάθισαν ἐπὶ Θερσά. And Ambri went up, and all Israel with him, out of Gabathon; and they besieged Thersa.
18
18
καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως καὶ ἀπέθανεν And it came to pass when Zambri saw that his city was taken, that he goes into the inner chamber of the house of the king, and burnt the king's house over him, and died.
19
19
ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ. Because of his sins which he committed, doing that which was evil in the sight of the Lord, so as to walk in the way of Jeroboam the son of Nabat, and in his sins wherein he caused Israel to sin.
20
20
καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; And the rest of the history of Zambri, and his conspiracies wherein he conspired, behold, are not these written in the book of the chronicles of the kings of Israel?
21
21
Τότε μερίζεται ὁ λαὸς ᾿Ισραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω ᾿Αμβρί. Then the people of Israel divides; half the people goes after Thamni the son of Gonath to make him king; and half the people goes after Ambri.
22
22
ὁ λαὸς ὁ ὢν ὀπίσω ᾿Αμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ, καὶ ἀπέθανε Θαμνὶ καὶ ᾿Ιωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν ᾿Αμβρὶ μετὰ Θαμνί. The people that followed Ambri overpowered the people that followed Thamni son of Gonath: and Thamni died and Joram his brother at that time, and Ambri reigned after Thamni.
23
23
ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως ᾿Ασὰ βασιλεύει ᾿Αμβρὶ ἐπὶ ᾿Ισραὴλ δώδεκα ἔτη. ἐν Θερσὰ βασιλεύει ἓξ ἔτη· In the thirty-first year of king Asa, Ambri begins to reign over Israel twelve years: he reigns six years in Thersa.
24
24
καὶ ἐκτήσατο ᾿Αμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησε τὸ ὄρος καὶ ἐπεκάλεσε τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών. And Ambri bought the mount Semeron of Semer the lord of the mountain for two talents of silver; and he built upon the mountain, and they called the name of the mountain on which he built, after the name of Semer the lord of the mount, Semeron.
25
25
καὶ ἐποίησεν ᾿Αμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ· And Ambri did that which was evil in the sight of the Lord, and wrought wickedly beyond all that were before him.
26
26
καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι τὸν Κύριον Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. And he walked in all the way of Jeroboam the son of Nabat, and in his sins wherewith he caused Israel to sin, to provoke the Lord God of Israel by their vanities.
27
27
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμβρὶ καὶ πάντα, ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ; And the rest of the acts of Ambri, and all that he did, and all his might, behold, are not these things written in the book of the chronicles of the kings of Israel?
28
28
καὶ ἐκοιμήθη ᾿Αμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει ᾿Αχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 28α Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ ᾿Αμβρὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελί. 28β καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων. 28γ καὶ ἃ συνέθετο ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραὴλ καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ιούδα; 28δ καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐξῇρεν ἀπὸ τῆς γῆς. 28ε καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ Νασίβ. 28ζ καὶ ὁ βασιλεὺς ᾿Ιωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ. 28η τότε εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηῖ· καὶ οὐκ ἐβούλετο ᾿Ιωσαφάτ. 28θ καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. And Ambri slept with his fathers, and is buried in Samaria; and Achaab his son reigns in his stead.
29
29
᾿Εν ἔτει δευτέρῳ τοῦ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα βασιλεύει ᾿Αχαὰβ υἱὸς ᾿Αμβρί· ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. In the second year of Josaphat king of Juda, Achaab son of Ambri reigned over Israel in Samaria twenty-two years.
30
30
καὶ ἐποίησεν ᾿Αχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ. And Achaab did that which was evil in the sight of the Lord, and did more wickedly than all that were before him.
31
31
καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, καὶ ἔλαβε γυναῖκα τὴν ᾿Ιεζάβελ θυγατέρα ᾿Ιεθεβαὰλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ, And it was not enough for him to walk in the sins of Jeroboam the son of Nabat, but he took to wife Jezabel the daughter of Jethebaal king of the Sidonians; and he went and served Baal, and worshipped him.
32
32
καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ, And he set up an altar to Baal in the house of his abominations, which he built in Samaria.
33
33
καὶ ἐποίησεν ᾿Αχαὰβ ἄλσος, καὶ προσέθεκεν ᾿Αχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ ᾿Ισραὴλ καὶ τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολοθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς ᾿Ισραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. And Achaab made a grove; and Achaab did yet more abominably, to provoke the Lord God of Israel, and to sin against his own life so that he should be destroyed: he did evil above all the kings of Israel that were before him.
34
34
καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν ᾿Αχιὴλ ὁ Βαιθηλίτης τὴν ῾Ιεριχώ· ἐν τῷ ᾿Αβιρὼν προτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ιησοῦ υἱοῦ Ναυῆ. And in his days Achiel the Bæthelite built Jericho: he laid the foundation of it in Abiron his first-born, and he set up the doors of it in Segub his younger son, according to the word of the Lord which he spoke by Joshua the son of Naue.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.