|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΚΑΙ ἀνήγγειλεν ᾿Αχαὰβ τῇ ᾿Ιεζάβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν ᾿Ηλιού, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ρομφαίᾳ. | And Achaab told Jezabel his wife all that Eliu had done, and how he had slain the prophets with the sword. |
|
2
|
2
|
| καὶ ἀπέστειλεν ᾿Ιεζάβελ πρὸς ᾿Ηλιοὺ καὶ εἶπεν· εἰ σὺ εἶ ᾿Ηλιοὺ καὶ ἐγὼ ᾿Ιεζάβελ, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. | And Jezabel sent to Eliu, and said, If thou art Eliu and I am Jezabel, God do so to me, and more also, if I do not make thy life by this time to-morrow as the life of one of them. |
|
3
|
3
|
| καὶ ἐφοβήθη ᾿Ηλιοὺ καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν ᾿Ιούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ· | And Eliu feared, and rose, and departed for his life: and he comes to Bersabee to the land of Juda, and he left his servant there. |
|
4
|
4
|
| καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω Ραθμὲν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν· ἱκανούσθω νῦν, λαβὲ δὴ τὴν ψυχή μου ἀπ᾿ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. | And he himself went a day's journey in the wilderness, and came and sat under a juniper tree; and asked concerning his life that he might die, and said, Let it be enough now, O Lord, take, I pray thee, my life from me; for I am no better than my fathers. |
|
5
|
5
|
| καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ φάγε· | And he lay down and slept there under a tree; and behold, some one touched him, and said to him, Arise and eat. |
|
6
|
6
|
| καὶ ἐπέβλεψεν ᾿Ηλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε. καὶ ἐπιστρέψας ἐκοιμήθη. | And Eliu looked, and, behold, at his head there was a cake of meal and a cruse of water; and he arose, and ate and drank, and returned and lay down. |
|
7
|
7
|
| καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστα φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. | And the angel of the Lord returned again, and touched him, and said to him, Arise, and eat, for the journey is far from thee. |
|
8
|
8
|
| καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε· καὶ ἐπορεύθη ἐν ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ. | And he arose, and ate and drank, and went in the strength of that meat forty days and forty nights to mount Choreb. |
|
9
|
9
|
| καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ρῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπε· τί σὺ ἐνταῦθα, ᾿Ηλιού; | And he entered there into a cave, and rested there; and, behold, the word of the Lord came to him, and he said, What doest thou here, Eliu? |
|
10
|
10
|
| καὶ εἶπεν ᾿Ηλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ ᾿Ισραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. | And Eliu said, I have been very jealous for the Lord Almighty, because the children of Israel have forsaken thee: they have digged down thine altars, and have slain thy prophets with the sword; and I only am left alone, and they seek my life to take it. |
|
11
|
11
|
| καὶ εἶπεν· ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος, καὶ ἰδοὺ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· | And he said, Thou shalt go forth to-morrow, and shalt stand before the Lord in the mount; behold, the Lord will pass by. And, behold, a great and strong wind rending the mountains, and crushing the rocks before the Lord; but the Lord was not in the wind; and after the wind an earthquake; but the Lord was not in the earthquake: |
|
12
|
12
|
| καὶ μετὰ τὸν συσσειμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, κἀκεῖ Κύριος. | and after the earthquake a fire; but the Lord was not in the fire: and after the fire the voice of a gentle breeze. |
|
13
|
13
|
| καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Ηλιού, καὶ ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπε· τί σὺ ἐνταῦθα ᾿Ηλιού; | And it came to pass when Eliu heard, that he wrapt his face in his mantle, and went forth and stood in the cave: and, behold, a voice came to him and said, What doest thou here, Eliu? |
|
14
|
14
|
| καὶ εἶπεν ᾿Ηλιού· ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ ᾿Ισραήλ· καὶ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. | And Eliu said, I have been very jealous for the Lord Almighty; for the children of Israel have forsaken thy covenant, and they have overthrown thine altars, and have slain thy prophets with the sword! and I am left entirely alone, and they seek my life to take it. |
|
15
|
15
|
| καὶ εἶπε Κύριος πρὸς αὐτόν· πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ ἥξεις καὶ χρίσεις τὸν ᾿Αζαὴλ εἰς βασιλέα τῆς Συρίας· | And the Lord said to him, Go, return, and thou shalt come into the way of the wilderness of Damascus: and thou shalt go and anoint Azael to be king over Syria. |
|
16
|
16
|
| καὶ τὸν ᾿Ιοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ· καὶ τὸν ῾Ελισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. | And Ju the son of Namessi shalt thou anoint to be king over Israel; and Elisaie the son of Saphat shalt thou anoint to be prophet in thy room. |
|
17
|
17
|
| καὶ ἔσται τὸν σῳζόμενον ἐκ ρομφαίας ᾿Αζαήλ, θανατώσει ᾿Ιού, καὶ τὸν σῳζόμενον ἐκ ρομφαίας ᾿Ιοὺ θανατώσει ῾Ελισαιέ. | And it shall come to pass, that him that escapes from the sword of Azael, Ju shall slay; and him that escapes from the sword of Ju, Elisaie shall slay. |
|
18
|
18
|
| καὶ καταλείψεις ἐν ᾿Ισραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. | And thou shalt leave in Israel seven thousand men, all the knees which had not bowed themselves to Baal, and every mouth which had not worshipped him. |
|
19
|
19
|
| Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν ῾Ελισαιὲ υἱὸν Σαφάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσὶ —δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα— καὶ ἀπῆλθεν ἐπ᾿ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾿ αὐτόν. | And he departed thence, and finds Elisaie the son of Saphat, and he was ploughing with oxen; there were twelve yoke before him, and he with the twelve, and he passed by to him, and cast his mantle upon him. |
|
20
|
20
|
| καὶ κατέλιπεν ῾Ελισαιὲ τὰς βόας καὶ κατέδραμεν ὀπίσω ᾿Ηλιοὺ καὶ εἶπε· καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν ᾿Ηλιού· ἀνάστρεφε, ὅτι πεποίηκά σοι. | And Elisaie left the cattle, and ran after Eliu and said, I will kiss my father, and follow after thee. And Eliu said, Return, for I have done a work for thee. |
|
21
|
21
|
| καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω ᾿Ηλιοὺ καὶ ἐλειτούργει αὐτῷ. | And he returned from following him, and took a yoke of oxen, and slew them, and boiled them with the instruments of the oxen, and gave to the people, and they ate: and he arose, and went after Eliu, and ministered to him. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.