|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. | And it came to pass in Iconium that they entered together into the synagogue of the Jews, and so spake that a great multitude both of Jews and of Greeks believed. |
|
2
|
2
|
| Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. | But the Jews that were disobedient stirred up the souls of the Gentiles, and made them evil affected against the brethren. |
|
3
|
3
|
| Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. | Long time therefore they tarried there speaking boldly in the Lord, who bare witness unto the word of his grace, granting signs and wonders to be done by their hands. |
|
4
|
4
|
| Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. | But the multitude of the city was divided; and part held with the Jews, and part with the apostles. |
|
5
|
5
|
| Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, | And when there was made an onset both of the Gentiles and of the Jews with their rulers, to treat them shamefully and to stone them, |
|
6
|
6
|
| συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· | they became aware of it, and fled unto the cities of Lycaonia, Lystra and Derbe, and the region round about: |
|
7
|
7
|
| κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. | and there they preached the gospel. |
|
8
|
8
|
| Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. | And at Lystra there sat a certain man, impotent in his feet, being a cripple from his mother’s womb, who never had walked. |
|
9
|
9
|
| Οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, | The same heard Paul speaking: who, fastening his eyes upon him, and seeing that he had faith to be made whole, |
|
10
|
10
|
| εἶπεν μεγάλῃ τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθῶς. Καὶ ἥλλετο καὶ περιεπάτει. | said with a loud voice, Stand upright on thy feet. And he leaped up and walked. |
|
11
|
11
|
| Οἱ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. | And when the multitude saw what Paul had done, they lifted up their voice, saying in the speech of Lycaonia, The gods are come down to us in the likeness of men. |
|
12
|
12
|
| Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. | And they called Barnabas, Jupiter; and Paul, Mercury, because he was the chief speaker. |
|
13
|
13
|
| Ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. | Then the priest of Jupiter whose temple was before their city, brought oxen and garlands unto the gates, and would have done sacrifice with the multitudes. |
|
14
|
14
|
| Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες | But when the apostles, Barnabas and Paul, heard of it, they rent their garments, and sprang in among the multitude, crying out |
|
15
|
15
|
| καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν θεὸν τὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· | and saying, Sirs, why do ye these things? We also are men of like passions with you, and bring you good tidings, that ye should turn from these vain things unto the living God, who made the heaven and the earth and the sea, and all that in them is: |
|
16
|
16
|
| ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. | who in the generations gone by suffered all the nations to walk in their own ways. |
|
17
|
17
|
| Καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. | And yet he left not himself without witness, in that he did good and gave you from heaven rains and fruitful seasons, filling our hearts with food and gladness. |
|
18
|
18
|
| Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. | And with these sayings scarce restrained they the multitudes from doing sacrifice unto them. |
|
19
|
19
|
| Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. | But there came Jews thither from Antioch and Iconium: and having persuaded the multitudes, they stoned Paul, and dragged him out of the city, supposing that he was dead. |
|
20
|
20
|
| Κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. | But as the disciples stood round about him, he rose up, and entered into the city: and on the morrow he went forth with Barnabas to Derbe. |
|
21
|
21
|
| Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, | And when they had preached the gospel to that city, and had made many disciples, they returned to Lystra, and Iconium, and Antioch, |
|
22
|
22
|
| ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. | confirming the souls of the disciples, exhorting them to continue in the faith, and that through many tribulations we must enter into the kingdom of God. |
|
23
|
23
|
| Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ’ ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. | And when they had appointed for them elders in every church, and had prayed with fasting, they commended them to the Lord, on whom they had believed. |
|
24
|
24
|
| Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν. | And they passed through Pisidia, and came to Pamphylia. |
|
25
|
25
|
| Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν· | And when they had spoken the word in Perga, they went down to Attalia; |
|
26
|
26
|
| κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. | and thence they sailed to Antioch, from whence they had been committed to the grace of God for the work which they had fulfilled. |
|
27
|
27
|
| Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. | And when they were come, and had gathered the church together, they rehearsed all things that God had done with them, and that he had opened a door of faith unto the Gentiles. |
|
28
|
28
|
| Διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. | And they tarried there no little time with the disciples. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.