|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι. | And certain men came down from Judea and taught the brethren, saying, Except ye be circumcised after the custom of Moses, ye cannot be saved. |
|
2
|
2
|
| Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. | When therefore Paul and Barnabas had no small dissension and questioning with them, the brethren appointed that Paul and Barnabas, and certain other of them, should go up to Jerusalem unto the apostles and elders about this question. |
|
3
|
3
|
| Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. | They therefore, being brought on their way by the church, passed through Phoenicia and Samaria, declaring the conversion of the Gentiles: and they caused great joy unto all the brethren. |
|
4
|
4
|
| Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν. | And when they were come to Jerusalem, they were received of the church and the apostles and the elders, and they rehearsed all things that God had done with them. |
|
5
|
5
|
| Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. | But there rose up certain of the sect of the Pharisees who believed, saying, It is needful to circumcise them, and to charge them to keep the law of Moses. |
|
6
|
6
|
| Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. | And the apostles and the elders were gathered together to consider of this matter. |
|
7
|
7
|
| Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. | And when there had been much disputing, Peter rose up, and said unto them, Brethren, ye know that a good while ago God made choice among us, that by my mouth the Gentiles should hear the word of the gospel, and believe. |
|
8
|
8
|
| Καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν· | And God, who knoweth the heart, bare them witness, giving them the Holy Spirit, even as he did unto us; |
|
9
|
9
|
| καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. | and he made no distinction between us and them, cleansing their hearts by faith. |
|
10
|
10
|
| Νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; | Now therefore why make ye trial of God, that ye should put a yoke upon the neck of the disciples which neither our fathers nor we were able to bear? |
|
11
|
11
|
| Ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ’ ὃν τρόπον κἀκεῖνοι. | But we believe that we shall be saved through the grace of the Lord Jesus, in like manner as they. |
|
12
|
12
|
| Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν. | And all the multitude kept silence; and they hearkened unto Barnabas and Paul rehearsing what signs and wonders God had wrought among the Gentiles through them. |
|
13
|
13
|
| Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου· | And after they had held their peace, James answered, saying, Brethren, hearken unto me: |
|
14
|
14
|
| Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ. | Simeon hath rehearsed how first God visited the Gentiles, to take out of them a people for his name. |
|
15
|
15
|
| Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται, | And to this agree the words of the prophets; as it is written, |
|
16
|
16
|
| Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν· | After these things I will return, And I will build again the tabernacle of David, which is fallen; And I will build again the ruins thereof, And I will set it up: |
|
17
|
17
|
| ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα. | That the residue of men may seek after the Lord, And all the Gentiles, upon whom my name is called, Saith the Lord, who doeth all these things. |
|
18
|
18
|
| Γνωστὰ ἀπ’ αἰῶνός ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ. | Known unto God from of old are all his works. |
|
19
|
19
|
| Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν· | Wherefore my judgment is, that we trouble not them that from among the Gentiles turn to God; |
|
20
|
20
|
| ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. | but that we write unto them, that they abstain from the pollutions of idols, and from fornication, and from what is strangled, and from blood. |
|
21
|
21
|
| Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. | For Moses from generations of old hath in every city them that preach him, being read in the synagogues every sabbath. |
|
22
|
22
|
| Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, | Then it seemed good to the apostles and the elders, with the whole church, to choose men out of their company, and send them to Antioch with Paul and Barnabas; namely, Judas who was surnamed Barsabbas, and Silas, chief men among the brethren: |
|
23
|
23
|
| γράψαντες διὰ χειρὸς αὐτῶν τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν· | and they wrote thus by them, The apostles and the elders and the brethren, unto the brethren who are of the Gentiles in Antioch and Syria and Cilicia, greeting: |
|
24
|
24
|
| ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα· | Forasmuch as we have heard that certain who went out from us have troubled you with words, subverting your souls, saying that ye must be circumcised and keep the law; to whom we gave no commandment; |
|
25
|
25
|
| ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, | it seemed good unto us, having come to one accord, to send chosen men unto you with our beloved Barnabas and Paul, |
|
26
|
26
|
| ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. | men that have hazarded their lives for the name of our Lord Jesus Christ. |
|
27
|
27
|
| Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. | We have sent therefore Judas and Silas, who themselves also shall tell you the same things by word of mouth. |
|
28
|
28
|
| Ἔδοξεν γὰρ τῷ ἁγίῳ πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τῶν ἐπάναγκες τούτων, | For it seemed good to the Holy Spirit, and to us, to lay upon you no greater burden than these necessary things: |
|
29
|
29
|
| ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε. | that ye abstain from things sacrificed to idols, and from blood, and from what is strangled, and from fornication; from which if ye keep yourselves, it shall be well with you. Fare ye well. |
|
30
|
30
|
| Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. | So they, when they were dismissed, came to Antioch; and having gathered the multitude together, they delivered the epistle. |
|
31
|
31
|
| Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. | And when they had read it, they rejoiced for the consolation. |
|
32
|
32
|
| Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν. | And Judas and Silas, being themselves also prophets, exhorted the brethren with many words, and confirmed them. |
|
33
|
33
|
| Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους. | And after they had spent some time there, they were dismissed in peace from the brethren unto the apostles. |
|
34
|
|
| [εδοξεν δε τω σιλα επιμειναι αυτου.] | |
|
35
|
35
|
| Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ κυρίου. | But Paul and Barnabas tarried in Antioch, teaching and preaching the word of the Lord, with many others also. |
|
36
|
36
|
| Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. | And after some days Paul said unto Barnabas, Let us return now and visit our brethren in every city wherein we proclaimed the word of the Lord, and see how they fare. |
|
37
|
37
|
| Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην, τὸν καλούμενον Μάρκον. | And Barnabas was minded to take with them John, who was called Mark. |
|
38
|
38
|
| Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. | But Paul thought not good to take with them him who withdrew from them from Pamphylia, and went not with them to the work. |
|
39
|
39
|
| Ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· | There arose therefore a sharp contention, so that they parted asunder one from the other, and Barnabas took Mark with him, and sailed away unto Cyprus: |
|
40
|
40
|
| Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ θεοῦ ὑπὸ τῶν ἀδελφῶν. | but Paul chose Silas, and went forth, being commended by the brethren to the grace of God. |
|
41
|
41
|
| Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας. | And he went through Syria and Cilicia, confirming the churches. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.