|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
|
Κ ΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
|
And the Lord said to Moses, Now thou shalt see what I will do to Pharao; for he shall send them forth with a mighty hand, and with a high arm shall he cast them out of his land.
|
|
2
|
2
|
|
᾿Ελάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος·
|
And God spoke to Moses and said to him, I am the Lord.
|
|
3
|
3
|
|
καὶ ὤφθην πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς·
|
And I appeared to Abraam and Isaac and Jacob, being their God, but I did not manifest to them my name Lord.
|
|
4
|
4
|
|
καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.
|
And I established my covenant with them, to give them the land of the Chananites, the land wherein they sojourned, in which also they dwelt as strangers.
|
|
5
|
5
|
|
καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν ᾿Ισραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.
|
And I hearkened to the groaning of the children of Israel (the affliction with which the Egyptians enslave them) and I remembered the covenant with you.
|
|
6
|
6
|
|
βάδιζε, εἰπὸν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ
|
Go, speak to the children of Israel, saying, I am the Lord; and I will lead you forth from the tyranny of the Egyptians, and I will deliver you from bondage, and I will ransom you with a high arm, and great judgment.
|
|
7
|
7
|
|
καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,
|
And I will take you to me a people for myself, and will be your God; and ye shall know that I am the Lord your God, who brought you out from the tyranny of the Egyptians.
|
|
8
|
8
|
|
καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.
|
And I will bring you into the land concerning which I stretched out my hand to give it to Abraam and Isaac and Jacob, and I will give it you for an inheritance: I am the Lord.
|
|
9
|
9
|
|
ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.
|
And Moses spoke thus to the sons of Israel, and they hearkened not to Moses for faint-heartedness, and for their hard tasks.
|
|
10
|
10
|
|
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων·
|
And the Lord spoke to Moses, saying,
|
|
11
|
11
|
|
εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ.
|
Go in, speak to Pharao king of Egypt, that he send forth the children of Israel out of his land.
|
|
12
|
12
|
|
ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.
|
And Moses spoke before the Lord, saying, Behold, the children of Israel hearkened not to me, and how shall Pharao hearken to me? and I am not eloquent.
|
|
13
|
13
|
|
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου.
|
And the Lord spoke to Moses and Aaron, and gave them a charge to Pharao king of Egypt, that he should send forth the children of Israel out of the land of Egypt.
|
|
14
|
14
|
|
Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν.
|
And these are the heads of the houses of their families: the sons of Ruben the first-born of Israel; Enoch and Phallus, Asron, and Charmi, this is the kindred of Ruben.
|
|
15
|
15
|
|
καὶ υἱοὶ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών.
|
And the sons of Symeon, Jemuel and Jamin, and Aod, and Jachin and Saar, and Saul the son of a Phœnician woman, these are the families of the sons of Symeon.
|
|
16
|
16
|
|
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά.
|
And these are the names of the sons of Levi according to their kindreds, Gedson, Caath, and Merari; and the years of the life of Levi were a hundred and thirty-seven.
|
|
17
|
17
|
|
καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν.
|
And these are the sons of Gedson, Lobeni and Semei, the houses of their family. And the sons of Caath,
|
|
18
|
18
|
|
καὶ υἱοὶ Καάθ· ᾿Αμβρὰμ καὶ ᾿Ισαάρ, Χεβρὼν καὶ ᾿Οζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη.
|
Ambram and Issaar, Chebron, and Oziel; and the years of the life of Caath were a hundred and thirty-three years.
|
|
19
|
19
|
|
καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ ῾Ομουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν.
|
And the sons of Merari, Moöli, and Omusi, these are the houses of the families of Levi, according to their kindreds.
|
|
20
|
20
|
|
καὶ ἔλαβεν ᾿Αμβρὰμ τὴν ᾿Ιωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε ᾿Ααρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς ᾿Αμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη.
|
And Ambram took to wife Jochabed the daughter of his father's brother, and she bore to him both Aaron and Moses, and Mariam their sister: and the years of the life of Ambram were a hundred and thirty-two years.
|
|
21
|
21
|
|
καὶ υἱοὶ ᾿Ισσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί.
|
And the sons of Issaar, Core, and Naphec, and Zechri.
|
|
22
|
22
|
|
καὶ υἱοὶ ᾿Οζειήλ· Μισαὴλ καὶ ᾿Ελισαφὰν καὶ Σεγρεί.
|
And the sons of Oziel, Misael, and Elisaphan, and Segri.
|
|
23
|
23
|
|
ἔλαβε δὲ ᾿Ααρὼν τὴν ᾿Ελισαβὲθ θυγατέρα ᾿Αμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ τὸν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ.
|
And Aaron took to himself to wife Elisabeth daughter of Aminadab sister of Naasson, and she bore to him both Nadab and Abiud, and Eleazar and Ithamar.
|
|
24
|
24
|
|
υἱοὶ δὲ Κορέ· ᾿Ασεὶρ καὶ ῾Ελκανὰ καὶ ᾿Αβιάσαφ· αὗται αἱ γενέσεις Κορέ.
|
And the sons of Core, Asir, and Elkana, and Abiasar, these are the generations of Core.
|
|
25
|
25
|
|
καὶ ᾿Ελεάζαρ ὁ τοῦ ᾿Ααρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.
|
And Eleazar the son of Aaron took to himself for a wife one of the daughters of Phutiel, and she bore to him Phinees. These are the heads of the family of the Levites, according to their generations.
|
|
26
|
26
|
|
οὗτος ᾿Ααρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·
|
This is Aaron and Moses, whom God told to bring out the children of Israel out of the land of Egypt with their forces.
|
|
27
|
27
|
|
οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς ᾿Ααρὼν καὶ Μωυσῆς.
|
These are they that spoke with Pharao king of Egypt, and Aaron himself and Moses brought out the children of Israel from the land of Egypt,
|
|
28
|
28
|
|
῟ῌ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,
|
in the day in which the Lord spoke to Moses in the land of Egypt;
|
|
29
|
29
|
|
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.
|
then the Lord spoke to Moses, saying, I am the Lord: speak to Pharao king of Egypt whatsoever I say to thee.
|
|
30
|
30
|
|
καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;
|
And Moses said before the Lord, Behold, I am not able in speech, and how shall Pharao hearken to me?
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.