Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 7
Chapter 7
1
1
ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ ᾿Ααρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης· And the Lord spoke to Moses, saying, Behold, I have made thee a god to Pharao, and Aaron thy brother shall be thy prophet.
2
2
σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέλλομαι, ὁ δὲ ᾿Ααρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ. And thou shalt say to him all things that I charge thee, and Aaron thy brother shall speak to Pharao, that he should send forth the children of Israel out of his land.
3
3
ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. And I will harden the heart of Pharao, and I will multiply my signs and wonders in the land of Egypt.
4
4
καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ᾿ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ. And Pharao will not hearken to you, and I will lay my hand upon Egypt; and will bring out my people the children of Israel with my power out of the land of Egypt with great vengeance.
5
5
καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγώ εἰμι Κύριος ἐκτείνων τὴν χεῖρά μου ἐπ᾿ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν. And all the Egyptians shall know that I am the Lord, stretching out my hand upon Egypt, and I will bring out the children of Israel out of the midst of them.
6
6
ἐποίησε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος, οὕτως ἐποίησαν. And Moses and Aaron did as the Lord commanded them, so did they.
7
7
Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, ᾿Ααρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοηκοντατριῶν, ἡνίκα ἐλάλησε πρὸς Φαραώ. And Moses was eighty years old, and Aaron his brother was eighty-three years old, when he spoke to Pharao.
8
8
Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· And the Lord spoke to Moses and Aaron, saying,
9
9
καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ λέγων· δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς ᾿Ααρὼν τῷ ἀδελφῷ σου· λάβε τὴν ράβδον καὶ ρίψον ἐπὶ τὴν γῆν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων. Now if Pharao should speak to you, saying, Give us a sign or a wonder, then shalt thou say to thy brother Aaron, Take thy rod and cast it upon the ground before Pharao, and before his servants, and it shall become a serpent.
10
10
εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἔρριψεν ᾿Ααρὼν τὴν ράβδον ἐναντίον Φαραώ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. And Moses and Aaron went in before Pharao, and before his servants, and they did so, as the Lord commanded them; and Aaron cast down his rod before Pharao, and before his servants, and it became a serpent.
11
11
συνεκάλεσε δὲ Φαραὼ τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως. But Pharao called together the wise men of Egypt, and the sorcerers, and the charmers also of the Egyptians did likewise with their sorceries.
12
12
καὶ ἔρριψαν ἕκαστος τὴν ράβδον αὐτῶν, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ράβδος ἡ ᾿Ααρὼν τὰς ἐκείνων ράβδους. And they cast down each his rod, and they became serpents, but the rod of Aaron swallowed up their rods.
13
13
καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. And the heart of Pharao was hardened, and he hearkened not to them, as the Lord charged them.
14
14
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν. And the Lord said to Moses, The heart of Pharao is made hard, so that he should not let the people go.
15
15
βάδισον πρὸς Φαραὼ τὸ πρωΐ· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ράβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου. Go to Pharao early in the morning: behold, he goes forth to the water; and thou shalt meet him on the bank of the river, and thou shalt take in thine hand the rod that was turned into a serpent.
16
16
καὶ ἐρεῖς πρὸς αὐτόν· Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων ἀπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. And thou shalt say to him, The Lord God of the Hebrews has sent me to thee, saying, Send my people away, that they may serve me in the wilderness, and, behold, hitherto thou hast not hearkened.
17
17
τάδε λέγει Κύριος· ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ Κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ράβδῳ τῇ ἐν χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα· These things saith the Lord: Hereby shalt thou know that I am the Lord: behold, I strike with the rod that is in my hand on the water which is in the river, and it shall change it into blood.
18
18
καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσι, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. And the fish that are in the river shall die, and the river shall stink thereupon, and the Egyptians shall not be able to drink water from the river.
19
19
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· λάβε τὴν ράβδον σου ἐν τῇ χειρί σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα, καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις. And the Lord said to Moses, Say to thy brother Aaron, Take thy rod in thy hand, and stretch forth thy hand over the waters of Egypt, and over their rivers, and over their canals, and over their ponds, and over all their standing water, and it shall become blood: and there was blood in all the land of Egypt, both in vessels of wood and of stone.
20
20
καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ ᾿Ααρών, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἐπάρας τῇ ράβδῳ αὐτοῦ ἐπάταξε τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα. And Moses and Aaron did so, as the Lord commanded them; and Aaron having lifted up his hand with his rod, smote the water in the river before Pharao, and before his servants, and changed all the water in the river into blood.
21
21
καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου. And the fish in the river died, and the river stank thereupon; and the Egyptians could not drink water from the river, and the blood was in all the land of Egypt.
22
22
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπε Κύριος. And the charmers also of the Egyptians did so with their sorceries; and the heart of Pharao was hardened, and he did not hearken to them, even as the Lord said.
23
23
ἐπιστραφεὶς δὲ Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησε τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ. And Pharao turned and entered into his house, nor did he fix his attention even on this thing.
24
24
ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. And all the Egyptians dug round about the river, so as to drink water, for they could not drink water from the river.
25
25
καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι Κύριον τὸν ποταμόν. And seven days were fulfilled after the Lord had smitten the river.
26
26
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν· And the Lord said to Moses, Go in to Pharao, and thou shalt say to him, These things says the Lord: send forth my people, that they may serve me.
27
27
εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις. And if thou wilt not send them forth, behold, I afflict all thy borders with frogs:
28
28
καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους, καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμιεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασί σου καὶ ἐν τοῖς κλιβάνοις σου· and the river shall teem with frogs, and they shall go up and enter into thy houses, and into thy bed-chambers, and upon thy beds, and upon the houses of thy servants, and of thy people, and on thy dough, and on thine ovens.
29
29
καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι. And upon thee, and upon thy servants, and upon thy people, shall the frogs come up.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.