|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραὴλ | Son of man, relate a tale, and speak a parable to the house of Israel: |
|
3
|
3
|
| καὶ ἐρεῖς· τάδε λέγει Κύριος· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, | and thou shalt say, Thus saith the Lord; A great eagle with large wings, spreading them out very far, with many claws, which has the design of entering into Libanus—and he took the choice branches of the cedar: |
|
4
|
4
|
| τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά. | he cropped off the ends of the tender twigs, and brought them into the land of Chanaan; he laid them up in a walled city. |
|
5
|
5
|
| καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ᾿ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό. | And he took of the seed of the land, and sowed it in a field planted by much water; he set it in a conspicuous place. |
|
6
|
6
|
| καὶ ἀνέτειλε καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ᾿ αὐτὴν καὶ ρίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς. | And it sprang up, and became a weak and little vine, so that the branches thereof appeared upon it, and its roots were under it: and it became a vine, and put forth shoots, and sent forth its tendrils. |
|
7
|
7
|
| καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ρίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς. | And there was another great eagle, with great wings and many claws: and, behold, this vine bent itself round toward him, and her roots were turned towards him, and she sent forth her branches towards him, that he might water her together with the growth of her plantation. |
|
8
|
8
|
| εἰς πεδίον καλὸν ἐφ᾿ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. | She thrives in a fair field by much water, to produce shoots and bear fruit, that she might become a great vine. |
|
9
|
9
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· εἰ κατευθυνεῖ; οὐχὶ αἱ ρίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ριζῶν αὐτῆς· | Therefore say, Thus saith the Lord; Shall it prosper? shall not the roots of her tender stem and her fruit be blighted? yea, all her early shoots shall be dried up, and that not by a mighty arm, nor by many people, to tear her up from her roots. |
|
10
|
10
|
| καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται. | And, behold, it thrives: shall it prosper? shall it not wither as soon as the east wind touches it? it shall be withered together with the growth of its shoots. |
|
11
|
11
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | Moreover the word of the Lord came to me, saying, |
|
12
|
12
|
| υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν· ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ ῾Ιερουσαλήμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. | Son of man, say now to the provoking house, Know ye not what these things were? say to them, Whenever the king of Babylon shall come against Jerusalem, then he shall take her king and her princes, and shall take them home to Babylon. |
|
13
|
13
|
| καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται | And he shall take of the seed royal, and shall make a covenant with him, and shall bind him with an oath: and he shall take the princes of the land: |
|
14
|
14
|
| τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν. | that it may become a weak kingdom, so as never to lift itself up, that he may keep his covenant, and establish it. |
|
15
|
15
|
| καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται; | And if he shall revolt from him, to send his messengers into Egypt, that they may give him horses and much people; shall he prosper? shall he that acts as an adversary be preserved? and shall he that transgresses the covenant be preserved? |
|
16
|
16
|
| ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ᾿ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει. | As I live, saith the Lord, verily in the same place where the king is that made him king, who dishonoured my oath, and who broke my covenant, shall he die with him in the midst of Babylon. |
|
17
|
17
|
| καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς. | And Pharao shall make war upon him not with a large force or great multitude, in throwing up a mound, and in building of forts, to cut off souls. |
|
18
|
18
|
| καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται; | Whereas he has profaned the oath so as to break the covenant, when, behold, I engaged his hand, and he has done all these things to him, he shall not escape. |
|
19
|
19
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ. | Therefore say, Thus saith the Lord; As I live, surely mine oath which he has profaned, and my covenant which he has transgressed, I will even recompense it upon his head. |
|
20
|
20
|
| καὶ ἐκπετάσω ἐπ᾿ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. | And I will spread a net upon him, and he shall be caught in its snare. |
|
21
|
21
|
| ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ρομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα. - | In every battle of his they shall fall by the sword, and I will scatter his remnant to every wind: and ye shall know that I the Lord have spoken it. |
|
22
|
22
|
| Διότι τάδε λέγει Κύριος· καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ᾿ ὄρος ὑψηλόν· | For thus saith the Lord; I will even take of the choice branches of the cedar from the top thereof, I will crop off their hearts, and I will plant it on a high mountain: |
|
23
|
23
|
| καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ τῷ ᾿Ισραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. | and I will hang it on a lofty mountain of Israel: yea, I will plant it, and it shall put forth shoots, and shall bear fruit, and it shall be a great cedar: and every bird shall rest beneath it, even every fowl shall rest under its shadow: its branches shall be restored. |
|
24
|
24
|
| καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. | And all the trees of the field shall know that I am the Lord that bring low the high tree, and exalt the low tree, and wither the green tree, and cause the dry tree to flourish: I the Lord have spoken, and will do it. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.