|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| καὶ σὺ υἱὲ ἀνθρώπου, λαβὲ ἐπὶ Σὸρ θρῆνον | And thou, son of man, take up a lamentation against Sor; |
|
3
|
3
|
| καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν· τάδε λέγει Κύριος τῇ Σόρ· σὺ εἶπας· ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου. | and thou shalt say to Sor that dwells at the entrance of the sea, to the mart of the nations coming from many islands, Thus saith the Lord to Sor; Thou hast said, I have clothed myself with my beauty. |
|
4
|
4
|
| ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος. | In the heart of the sea thy sons have put beauty upon thee for Beelim. |
|
5
|
5
|
| κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους· | Cedar in Senir was employed for thee in building: boards of cypress timber were taken out of Libanus, and wood to make thee masts of fir. |
|
6
|
6
|
| ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ. | They made thine oars of wood out of the land of Basan; thy sacred utensils they made of ivory, thy shady houses of wood from the isles of Chetiim. |
|
7
|
7
|
| βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων ᾿Ελεισαὶ καὶ ἐγένετο περιβόλαιά σου. | Fine linen with embroidery from Egypt supplied thy couch, to put honour upon thee, and to clothe thee with blue and purple from the isles of Elisai; and they became thy coverings. |
|
8
|
8
|
| καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ ᾿Αράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου. | And thy princes were the dwellers in Sidon, and the Aradians were thy rowers: thy wise men, O Sor, who were in thee, these were thy pilots. |
|
9
|
9
|
| οἱ πρεσβύτεροι βιβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. | The elders of the Biblians, and their wise men, who were in thee, these helped thy counsel: and all the ships of the sea and their rowers traded for thee to the utmost west. |
|
10
|
10
|
| Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου. | Persians and Lydians and Libyans were in thine army: thy warriors hung in thee shields and helmets; these gave thee thy glory. |
|
11
|
11
|
| υἱοὶ ᾿Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. | The sons of the Aradians and thine army were upon thy walls; there were guards in thy towers: they hung their quivers on thy battlements round about; these completed thy beauty. |
|
12
|
12
|
| Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου. | The Carthaginians were thy merchants because of the abundance of all thy strength; they furnished thy market with silver, and gold, and iron, and tin, and lead. |
|
13
|
13
|
| ἡ ῾Ελλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου. | Greece, both the whole world, and the adjacent coasts, these traded with thee in the persons of men, and they gave as thy merchandise vessels of brass. |
|
14
|
14
|
| ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου. | Out of the house of Thogarma horses and horsemen furnished thy market. |
|
15
|
15
|
| υἱοὶ Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου, | The sons of the Rhodians were thy merchants; from the islands they multiplied thy merchandise, even elephants' teeth: and to them that came in thou didst return thy prices, |
|
16
|
16
|
| ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσίς, καὶ Ραμὸθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου. | even men as thy merchandise, from the multitude of thy trading population, myrrh and embroidered works from Tharsis: Ramoth also and Chorchor furnished thy market. |
|
17
|
17
|
| ᾿Ιούδας καὶ οἱ υἱοὶ τοῦ ᾿Ισραήλ, οὗτοι ἔμποροί σου ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ρητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου. | Juda and the children of Israel, these were thy merchants; in the sale of corn and ointments and cassia: and they gave the best honey, and oil, and resin, to thy trading population. |
|
18
|
18
|
| Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. | The people of Damascus were thy merchants by reason of the abundance of all thy power; wine out of Chelbon, and wool from Miletus; and they brought wine into thy market. |
|
19
|
19
|
| ἐξ ᾿Ασὴλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμείκτῳ σού ἐστι. | Out of Asel came wrought iron, and there is the sound of wheels among thy trading population. |
|
20
|
20
|
| Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. | The people of Dædan were thy merchants, with choice cattle for chariots. |
|
21
|
21
|
| ἠ ᾿Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διά χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε. | Arabia and all the princes of Kedar, these were thy traders with thee, bringing camels, and lambs, and rams, in which they trade with thee. |
|
22
|
22
|
| ἔμποροι Σαββὰ καὶ Ραγμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. | The merchants of Sabba and Ramma, these were thy merchants, with choice spices, and precious stones: and they brought gold to thy market. |
|
23
|
23
|
| Χαρρὰν καὶ Χαννά, οὗτοι ἔμποροί σου· ᾿Ασσοὺρ καὶ Χαρμὰν ἔμποροί σου | Charra, and Chanaa, these were thy merchants: Assur, and Charman, were thy merchants: |
|
24
|
24
|
| φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρύσσινα. | bringing for merchandise blue, and choice stores bound with cords, and cypress wood. |
|
25
|
25
|
| πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει, ἐν τῷ συμμείκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης. | Ships were thy merchants, in abundance, with thy trading population: and thou wast filled and very heavily loaded in the heart of the sea. |
|
26
|
26
|
| ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης. | Thy rowers have brought thee into great waters: the south wind has broken thee in the heart of the sea. |
|
27
|
27
|
| ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμείκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμεικτοί σου ἐκ τῶν συμμείκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου. | Thy forces, and thy gain, and that of thy traders, and thy rowers, and thy pilots, and thy counsellors, and they that traffic with thee, and all thy warriors that are in thee: and all thy company in the midst of thee shall perish in the heart of the sea, in the day of thy fall. |
|
28
|
28
|
| πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται, | At the cry of thy voice thy pilots shall be greatly terrified. |
|
29
|
29
|
| καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται | And all the rowers and the mariners shall come down from the ships, and the pilots of the sea shall stand on the land. |
|
30
|
30
|
| καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ σποδὸν ὑποστρώσονται. | And they shall wail over thee with their voice, and cry bitterly, and put earth on their heads, and spread ashes under them. |
|
32
|
32
|
| καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι· | And their sons shall take up a lament for thee, even a lamentation for Sor, saying, |
|
33
|
33
|
| πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμείκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς. | How large a reward hast thou gained from the sea? thou hast filled nations out of thine abundance; and out of thy mixed merchandise thou hast enriched all the kings of the earth. |
|
34
|
34
|
| νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμεικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου | Now art thou broken in the sea, thy traders are in the deep water, and all thy company in the midst of thee: all thy rowers have fallen. |
|
35
|
35
|
| ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν. | All the dwellers in the islands have mourned over thee, and their kings have been utterly amazed, and their countenance has wept. |
|
36
|
36
|
| ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. | Merchants from the nations have hissed at thee; thou art utterly destroyed, and shalt not be any more for ever. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.