|
ΙΕΖΕΚΙΗΛ
|
Ezekiel
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ εἶδον ὁράσεις Θεοῦ. | Now it came to pass in the thirtieth year, in the fourth month, on the fifth day of the month, that I was in the midst of the captivity by the river of Chobar; and the heavens were opened, and I saw visions of God. |
|
2
|
2
|
| πέμπτῃ τοῦ μηνός (τοῦτο τό ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως ᾿Ιωακείμ) καὶ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιεζεκιὴλ υἱὸν Βουζεί, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· | On the fifth day of the month; this was the fifth year of the captivity of king Joakim. |
|
3
|
3
|
| καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, | And the word of the Lord came to Jezekiel the priest, the son of Buzi, in the land of the Chaldeans, by the river of Chobar; and the hand of the Lord was upon me. |
|
4
|
4
|
| καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ, καὶ νεφέλη μεγάλη ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ φέγγος ἐν αὐτῷ. | And I looked, and, behold, a sweeping wind came from the north, and a great cloud on it, and there was brightness round about it, and gleaming fire, and in the midst of it as it were the appearance of amber in the midst of the fire, and brightness in it. |
|
5
|
5
|
| καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων, καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνθρώπου ἐπ᾿ αὐτοῖς, | And in the midst as it were the likeness of four living creatures. And this was their appearance; the likeness of a man was upon them. |
|
6
|
6
|
| καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. | And each one had four faces, and each one had four wings. |
|
7
|
7
|
| καὶ τὰ σκέλη αὐτῶν ὀρθά, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός, καὶ ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν. | And their legs were straight; and their feet were winged, and there were sparks, like gleaming brass, and their wings were light. |
|
8
|
8
|
| καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν· καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων | And the hand of a man was under their wings on their four sides. |
|
9
|
9
|
| οὐκ ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. | And the faces of them four turned not when they went; they went every one straight forward. |
|
10
|
10
|
| καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν· πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. | And the likeness of their faces was the face of a man, and the face of a lion on the right to the four; and the face of a calf on the left to the four; and the face of an eagle to the four. |
|
11
|
11
|
| καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. | And the four had their wings spread out above; each one had two joined to one another, and two covered their bodies. |
|
12
|
12
|
| καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον. | And each one went straight forward: wherever the spirit was going they went, and turned not back. |
|
13
|
13
|
| καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζῴων καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή. | And in the midst of the living creatures there was an appearance as of burning coals of fire, as an appearance of lamps turning among the living creatures; and the brightness of fire, and out of the fire came forth lightning. |
|
15
|
15
|
| καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσι· | And I looked, and, behold, the four had each one wheel on the ground near the living creatures. |
|
16
|
16
|
| καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα ἐν τοῖς τέσσαρσι, καὶ τὸ ἔργον αὐτῶν ἦν καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. | And the appearance of the wheels was as the appearance of beryl: and the four had one likeness: and their work was as it were a wheel in a wheel. |
|
17
|
17
|
| ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, | They went on their four sides: they turned not as they went; |
|
18
|
18
|
| οὐδ᾿ οἱ νῶτοι αὐτῶν, καὶ ὕψος ἦν αὐτοῖς· καὶ εἶδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι. | neither did their backs turn: and they were high: and I beheld them, and the backs of them four were full of eyes round about. |
|
19
|
19
|
| καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς ἐξῄροντο οἱ τροχοί. | And when the living creatures went, the wheels went by them: and when the living creatures lifted themselves off the earth, the wheels were lifted off. |
|
20
|
20
|
| οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσθαι· ἐπορεύοντο τὰ ζῷα καὶ οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἐν τοῖς τροχοῖς. | Wherever the cloud happened to be, there was the spirit ready to go: the wheels went and were lifted up with them; because the spirit of life was in the wheels. |
|
21
|
21
|
| ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. | When those went, the wheels went; and when those stood, the wheels stood; and when those lifted themselves off the earth, they were lifted off with them: for the spirit of life was in the wheels. |
|
22
|
22
|
| καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωθεν· | And the likeness over the heads of the living creatures was as a firmament, as the appearance of crystal, spread out over their wings above. |
|
23
|
23
|
| καὶ ὑποκάτωθεν τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. | And their wings were spread out under the firmament, reaching one to the other; two wings to each, covering their bodies. |
|
24
|
24
|
| καὶ ἤκουον τὴν φωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσθαι αὐτὰ ὡς φωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν. | And I heard the sound of their wings when they went, as the sound of much water: and when they stood, their wings were let down. |
|
25
|
25
|
| καὶ ἰδοὺ φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεφαλῆς αὐτῶν. | And lo! a voice from above the firmament |
|
26
|
26
|
| ὡς ὅρασις λίθου σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾿ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. | that was over their head, there was as the appearance of a sapphire stone, and the likeness of a throne upon it: and upon the likeness of the throne was the likeness as an appearance of a man above. |
|
27
|
27
|
| καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. | And I saw as it were the resemblance of amber from the appearance of the loins and upwards, and from the appearance of the loins and under I saw an appearance of fire, and the brightness thereof round about. |
|
28
|
28
|
| ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν. αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ εἶδον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλοῦντος. | As the appearance of the bow when it is in the cloud in days of rain, so was the form of the brightness round about. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΚΑΙ εἶπε πρός με· υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ. | This was the appearance of the likeness of the glory of the Lord. And I saw and fell upon my face, and heard the voice of one speaking: and he said to me, Son of man, stand upon thy feet, and I will speak to thee. |
|
2
|
2
|
| καὶ ἦλθεν ἐπ᾿ ἐμὲ πνεῦμα καὶ ἀνέλαβέ με καὶ ἐξῆρέ με καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με, | And the Spirit came upon me, and took me up, and raised me, and set me on my feet: and I heard him speaking to me. |
|
3
|
3
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με, αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας, | And he said to me, Son of man, I send thee forth to the house of Israel, them that provoke me; who have provoked me, they and their fathers, to this day. |
|
4
|
4
|
| καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· | And thou shalt say to them, Thus saith the Lord. |
|
5
|
5
|
| ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσι -διότι οἶκος παραπικραίνων ἐστί- καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. | Whether then indeed they shall hear or fear, (for it is a provoking house,) yet they shall know that thou art a prophet in the midst of them. |
|
6
|
6
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτοὺς μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν· διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστί. | And thou, son of man, fear them not, nor be dismayed at their face; (for they will madden and will rise up against thee round about, and thou dwellest in the midst of scorpions): be not afraid of their words, nor be dismayed at their countenance, for it is a provoking house. |
|
7
|
7
|
| καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί. | And thou shalt speak my words to them, whether they will hear or fear: for it is a provoking house. |
|
8
|
8
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρός σέ, μή γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε ὃ ἐγὼ δίδωμί σοι. | And thou, son of man, hear him that speaks to thee; be not thou provoking, as the provoking house: open thy mouth, and eat what I give thee. |
|
9
|
9
|
| καὶ εἶδον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου· | And I looked, and behold, a hand stretched out to me, and in it a volume of a book. |
|
10
|
10
|
| καὶ ἀνείλησεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν, καὶ ἐγέγραπτο ἐπ᾿ αὐτὴν θρῆνος καὶ μέλος καὶ οὐαί. | And he unrolled it before me: and in it the front and the back were written upon: and there was written in it Lamentation, and mournful song, and woe. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ εἶπε πρός με· υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ. | And he said to me, Son of man, eat this volume, and go and speak to the children of Israel. |
|
2
|
2
|
| καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα | So he opened my mouth, and caused me to eat the volume. And he said to me, Son of man, |
|
3
|
3
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον. | thy mouth shall eat, and thy belly shall be filled with this volume that is given to thee. So I ate it; and it was in my mouth as sweet honey. |
|
4
|
4
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, βάδιζε καὶ εἴσελθε πρὸς τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς· | And he said to me, Son of man, go thy way, and go in to the house of Israel, and speak my words to them. |
|
5
|
5
|
| διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ, πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ, | For thou art not sent to a people of hard speech, but to the house of Israel; |
|
6
|
6
|
| οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. | neither to many nations of other speech and other tongues, nor of harsh language, whose words thou wouldest not understand: although if I had sent thee to such, they would have hearkened to thee. |
|
7
|
7
|
| ὁ δὲ οἶκος τοῦ ᾿Ισραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς ὁ οἶκος ᾿Ισραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. | But the house of Israel will not be willing to hearken to thee; for they will not hearken to me: for all the house of Israel are stubborn and hard-hearted. |
|
8
|
8
|
| καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν, | And, behold, I have made thy face strong against their faces, and I will strengthen thy power against their power. |
|
9
|
9
|
| καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας. μὴ φοβηθῇς ἀπ᾿ αὐτῶν μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί. | And it shall be continually stronger than a rock: be not afraid of them, neither be dismayed at their faces, because it is a provoking house. |
|
10
|
10
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσί σου ἄκουε, | And he said to me, Son of man, receive into thine heart all the words that I have spoken to thee, and hear them with thine ears. |
|
11
|
11
|
| καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσι. | And go thy way, go in to the captivity, to the children of thy people, and thou shalt speak to them, and say to them, Thus saith the Lord; whether they will hear, or whether they will forbear. |
|
12
|
12
|
| καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου· εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. | Then the Spirit took me up, and I heard behind me the voice as of a great earthquake, saying, Blessed be the glory of the Lord from his place. |
|
13
|
13
|
| καὶ εἶδον φωνὴν τῶν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ. | And I perceived the sound of the wings of the living creatures clapping one to the other, and the sound of the wheels was near them, and the sound of the earthquake. |
|
14
|
14
|
| καὶ τὸ πνεῦμα ἐξῇρέ με καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ᾿ ἐμὲ κραταιά. | And the Spirit lifted me, and took me up, and I went in the impulse of my spirit; and the hand of the Lord was mighty upon me. |
|
15
|
15
|
| καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν. | Then I passed through the air and came into the captivity, and went round to them that dwelt by the river of Chobar who were there; and I sat there seven days, conversant in the midst of them. |
|
16
|
16
|
| Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων· | And after the seven days the word of the Lord came to me, saying, Son of man, |
|
17
|
17
|
| υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ ᾿Ισραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ᾿ ἐμοῦ. | I have made thee a watchman to the house of Israel; and thou shalt hear a word of my mouth, and shalt threaten them from me. |
|
18
|
18
|
| ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· θανάτῳ θανατωθήσῃ, καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν, ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. | When I say to the wicked, Thou shalt surely die; and thou hast not warned him, to give warning to the wicked, to turn from his ways, that he should live; that wicked man shall die in his iniquity; but his blood will I require at thy hand. |
|
19
|
19
|
| καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ρύσῃ. | But if thou warn the wicked, and he turn not from his wickedness, and from his way, that wicked man shall die in his iniquity, and thou shalt deliver thy soul. |
|
20
|
20
|
| καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσει παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησε, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. | And when the righteous turns away from his righteousness, and commits a trespass, and I shall bring punishment before him, he shall die, because thou didst not warn him: he shall even die in his sins, because his righteousness shall not be remembered; but his blood will I require at thine hand. |
|
21
|
21
|
| σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ρύσῃ. | But if thou warn the righteous not to sin, and he sin not, the righteous shall surely live, because thou hast warned him; and thou shalt deliver thine own soul. |
|
22
|
22
|
| Καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με· ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρός σε. | And the hand of the Lord came upon me; and he said to me, Arise, and go forth into the plain, and there shalt thou be spoken to. |
|
23
|
23
|
| καὶ ἀνέστην καὶ ἐξῆλθον πρὸς τὸ πεδίον, καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα Κυρίου, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. | And I arose, and went forth to the plain: and, behold, the glory of the Lord stood there, according to the vision, and according to the glory of the Lord, which I saw by the river of Chobar: and I fell on my face. |
|
24
|
24
|
| καὶ ἦλθεν ἐπ᾿ ἐμὲ πνεῦμα καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἐλάλησε πρός με καὶ εἶπέ μοι· εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. | Then the Spirit came upon me, and set me on my feet, and spoke to me, and said to me, Go in, and shut thyself up in the midst of thine house. |
|
25
|
25
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν. | And thou, son of man, behold, bonds are prepared for thee, and they shall bind thee with them, and thou shalt not come forth of the midst of them. |
|
26
|
26
|
| καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί. | Also I will bind thy tongue, and thou shalt be dumb, and shalt not be to them a reprover: because it is a provoking house. |
|
27
|
27
|
| καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθήτω, διότι οἶκος παραπικραίνων ἐστί. | But when I speak to thee, I will open thy mouth, and thou shalt say to them, Thus saith the Lord, He that hears, let him hear; and he that is disobedient, let him be disobedient: because it is a provoking house. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ᾿ αὐτὴν πόλιν τὴν ῾Ιερουσαλήμ. | And thou, son of man, take thee a brick, and thou shalt set it before thy face, and shalt portray on it the city, even Jerusalem. |
|
2
|
2
|
| καὶ δώσεις ἐπ᾿ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ᾿ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ᾿ αὐτὴν χάρακα καὶ δώσεις ἐπ᾿ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. | And thou shalt besiege it, and build works against it, and throw up a mound round about it, and pitch camps against it, and set up engines round about. |
|
3
|
3
|
| καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾿ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς ᾿Ισραήλ. - | And take thou to thyself an iron pan, and thou shalt set it for an iron wall between thee and the city: and thou shalt set thy face against it, and it shall be in a siege, and thou shalt besiege it. This is a sign to the children of Israel. |
|
4
|
4
|
| Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου ᾿Ισραὴλ ἐπ᾿ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηθήσῃ ἐπ᾿ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. | And thou shalt lie upon thy left side, and lay the iniquities of the house of Israel upon it, according to the number of the hundred and fifty days during which thou shalt lie upon it: and thou shalt bear their iniquities. |
|
5
|
5
|
| καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου ᾿Ισραὴλ | For I have appointed thee their iniquities for a number of days, for a hundred and ninety days: so thou shalt bear the iniquities of the house of Israel. |
|
6
|
6
|
| καὶ συντελέσεις ταῦτα πάντα· καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου ᾿Ιούδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι. | And thou shalt accomplish this, and then shalt lie on thy right side, and shalt bear the iniquities of the house of Juda forty days: I have appointed thee a day for a year. |
|
7
|
7
|
| καὶ εἰς τὸν συγκλεισμὸν ῾Ιερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ᾿ αὐτήν. | So thou shalt set thy face to the siege of Jerusalem, and shalt strengthen thine arm, and shalt prophesy against it. |
|
8
|
8
|
| καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. - | And, behold, I have prepared bonds for thee, and thou mayest not turn from thy one side to the other, until the days of thy siege shall be accomplished. |
|
9
|
9
|
| Καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σεαυτῷ εἰς ἄρτους, καὶ κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά. | Take thou also to thee wheat, and barley, and beans, and lentiles, and millet, and bread-corn; and thou shalt cast them into one earthen vessel, and shalt make them into loaves for thyself; and thou shalt eat them a hundred and ninety days, according to the number of the days during which thou sleepest on thy side. |
|
10
|
10
|
| καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. | And thou shalt eat thy food by weight, twenty shekels a day: from time to time shalt thou eat them. |
|
11
|
11
|
| καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ εἴν· ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. | And thou shalt drink water by measure, even from time to time thou shalt drink the sixth part of a hin. |
|
12
|
12
|
| καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾿ ὀφθαλμοὺς αὐτῶν | And thou shalt eat them as a barley cake: thou shalt bake them before their eyes in man's dung. |
|
13
|
13
|
| καὶ ἐρεῖς· τάδε λέγει Κύριος ὁ Θεὸς τοῦ ᾿Ισραήλ· οὕτως φάγονται οἱ υἱοὶ τοῦ ᾿Ισραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσι. | And thou shalt say, Thus saith the Lord God of Israel; Thus shall the children of Israel eat unclean things among the Gentiles. |
|
14
|
14
|
| καὶ εἶπα· μηδαμῶς, Κύριε Θεὲ τοῦ ᾿Ισραήλ· ἰδοὺ ἡ ψυχή μου σὺ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον. | Then I said, Not so, Lord God of Israel: surely my soul has not been defiled with uncleanness; nor have I eaten that which died of itself or was torn of beasts from my birth until now; neither has any corrupt flesh entered into my mouth. |
|
15
|
15
|
| καὶ εἶπε πρός με· ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾿ αὐτῶν. | And he said to me, Behold, I have given thee dung of oxen instead of man's dung, and thou shalt prepare thy loaves upon it. |
|
16
|
16
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν ῾Ιερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται, | And he said to me, Son of man, behold, I break the support of bread in Jerusalem: and they shall eat bread by weight and in want; and shall drink water by measure, and in a state of ruin: |
|
17
|
17
|
| ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. | that they may want bread and water; and a man and his brother shall be brought to ruin, and they shall pine away in their iniquities. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ρομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου. καὶ λήψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς· | And thou, son of man, take thee a sword sharper than a barber's razor; thou shalt procure it for thyself, and shalt bring it upon thine head, and upon thy beard: and thou shalt take a pair of scales, and shalt separate the hair. |
|
2
|
2
|
| τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ρομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. | A fourth part thou shalt burn in the fire in the midst of the city, at the fulfilment of the days of the siege: and thou shalt take a fourth part, and burn it up in the midst of it: and a fourth part thou shalt cut with a sword round about it: and a fourth part thou shalt scatter to the wind; and I will draw out a sword after them. |
|
3
|
3
|
| καὶ λήψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. | And thou shalt take thence a few in number, and shalt wrap them in the fold of thy garment. |
|
4
|
4
|
| καὶ ἐκ τούτων λήψῃ ἔτι καὶ ρίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. - Καὶ ἐρεῖς παντὶ οἴκω ᾿Ισραήλ. | And thou shalt take of these again, and cast them into the midst of the fire, and burn them up with fire: from thence shall come forth fire; and thou shalt say to the whole house of Israel, |
|
5
|
5
|
| τάδε λέγει Κύριος· αὕτη ἡ ῾Ιερουσαλὴμ ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας. | Thus saith the Lord; This is Jerusalem: I have set her and the countries round about her in the midst of the nations. |
|
6
|
6
|
| καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς, διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς. | And thou shalt declare mine ordinances to the lawless one from out of the nations; and my statutes to the sinful one of the countries round about her: because they have rejected mine ordinances, and have not walked in my statutes. |
|
7
|
7
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ᾿ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε, | Therefore thus saith the Lord, Because your occasion for sin has been taken from the nations round about you, and ye have not walked in my statutes, nor kept mine ordinances, nay, ye have not even done according to the ordinances of the nations round about you; therefore thus saith the Lord; |
|
8
|
8
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν | Behold, I am against thee, and I will execute judgment in the midst of thee in the sight of the nations. |
|
9
|
9
|
| καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βελύγματά σου. | And I will do in thee things which I have not done, and the like of which I will not do again, for all thine abominations. |
|
10
|
10
|
| διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον. | Therefore the fathers shall eat their children in the midst of thee, and children shall eat their fathers; and I will execute judgments in thee, and I will scatter all that are left of thee to every wind. |
|
11
|
11
|
| διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος, ἦ μὴν ἀνθ᾿ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς βδελύγμασί σου, κἀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμός, κἀγὼ οὐκ ἐλεήσω. | Therefore, as I live, saith the Lord; surely, because thou hast defiled my holy things with all thine abominations, I also will reject thee; mine eye shall not spare, and I will have no mercy. |
|
12
|
12
|
| τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς, καὶ τὸ τέταρτόν σου ἐν ρομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. | A fourth part of thee shall be cut off by pestilence, and a fourth part of thee shall be consumed in the midst of thee with famine: and as for another fourth part of thee, I will scatter them to every wind; and a fourth part of thee shall fall by the sword round about thee, and I will draw out a sword after them. |
|
13
|
13
|
| καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπ᾿ αὐτούς, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ᾿ αὐτούς. | And my wrath and mine anger shall be accomplished upon them: and thou shalt know that I the Lord have spoken in my jealousy, when I have accomplished mine anger upon them. |
|
14
|
14
|
| καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος, | And I will make thee desolate, and thy daughters round about thee, in the sight of every one that passes through. |
|
15
|
15
|
| καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσι τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα. | And thou shalt be mourned over and miserable among the nations round about thee, when I have executed judgments in thee in the vengeance of my wrath. I the Lord have spoken. |
|
16
|
16
|
| καὶ ἐν τῷ ἀποστεῖλάι με βολίδας τοῦ λιμοῦ ἐπ᾿ αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου. | And when I have sent against them shafts of famine, then they shall be consumed, and I will break the strength of thy bread. |
|
17
|
17
|
| καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ, καὶ ρομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα. | So I will send forth against thee famine and evil beasts, and I will take vengeance upon thee; and pestilence and blood shall pass through upon thee; and I will bring a sword upon thee round about. I the Lord have spoken. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, στήριξον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ προφήτευσον ἐπ᾿ αὐτὰ | Son of man, set thy face against the mountains of Israel, and prophesy against them; |
|
3
|
3
|
| καὶ ἐρεῖς· τὰ ὄρη ᾿Ισραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις· ἰδοὺ ἐγὼ ἐπάγων ἐφ᾿ ὑμᾶς ρομφαίαν καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν, | and thou shalt say, Ye mountains of Israel, hear the word of the Lord; thus saith the Lord to the mountains, and to the hills, and to the valleys, and to the forests; Behold, I bring a sword upon you, and your high places shall be utterly destroyed. |
|
4
|
4
|
| καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν | And your altars shall be broken to pieces, and your consecrated plats; and I will cast down your slain men before your idols. |
|
5
|
5
|
| καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν. | And I will scatter your bones round about your altars, |
|
6
|
6
|
| καὶ ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολοθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμῶν, | and in all your habitations: the cities shall be made desolate, and the high places utterly laid waste; that your altars may be destroyed, and your idols be broken to pieces, and your consecrated plats be abolished. |
|
7
|
7
|
| καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. | And slain men shall fall in the midst of you, and ye shall know that I am the Lord. |
|
8
|
8
|
| ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασῳζομένους ἐκ ρομφαίας ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις | When there are some of you escaping from the sword among the Gentiles, and when ye are scattered in the countries; |
|
9
|
9
|
| καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ᾿ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν· | then they of you that escape among the nations whither they were carried captive shall remember me; (I have sworn an oath against their heart that goes a-whoring from me, and their eyes that go a-whoring after their practices;) and they shall mourn over themselves for all their abominations. |
|
10
|
10
|
| καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα. | And they shall know that I the Lord have spoken. |
|
11
|
11
|
| τάδε λέγει Κύριος· κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ πόδι καὶ εἰπόν· εὖγε εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου ᾿Ισραήλ· ἐν ρομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται. | Thus saith the Lord; Clap with thy hand, and stamp with thy foot and say, Aha, aha! for all the abominations of the house of Israel: they shall fall by the sword, and by pestilence, and by famine. |
|
12
|
12
|
| ὁ ἐγγὺς ἐν ρομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει, καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται, καὶ συντελέσω τὴν ὀργήν μου ἐπ᾿ αὐτούς. | He that is near shall fall by the sword; and he that is far off shall die by the pestilence; and he that is in the siege shall be consumed with famine: and I will accomplish mine anger upon them. |
|
13
|
13
|
| καὶ γνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν, ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν. | Then ye shall know that I am the Lord, when your slain are in the midst of your idols round about your altars, on every high hill, and under every shady tree, where they offered a sweet savour to all their idols. |
|
14
|
14
|
| καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτοὺς καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθὰ ἐκ πάσης τῆς κατοικίας· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. | And I will stretch out my hand against them, and I will make the land desolate and ruined from the wilderness of Deblatha, in all their habitations: and ye shall know that I am the Lord. |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | Moreover the word of the Lord came to me, saying, Also, thou, son of man, say, |
|
2
|
2
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος τῇ γῇ τοῦ ᾿Ισραήλ· πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς. | Thus saith the Lord; An end is come to the land of Israel, the end is come on the four corners of the land. |
|
3
|
3
|
| ἥκει τὸ πέρας | The end is come |
|
4
|
4
|
| ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν, ἥκει ὁ καιρός, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων. | on thee, the inhabitant of the land: the time is come, the day has drawn nigh, not with tumult, nor with pangs. |
|
5
|
5
|
| νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· | Now I will pour out mine anger upon thee near at hand, and I will accomplish my wrath on thee: and I will judge thee for thy ways, and recompense upon thee all thine abominations. |
|
6
|
6
|
| οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω, διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ διότι ἐγώ εἰμι Κύριος ὁ τύπτων. | Mine eye shall not spare, nor will I have any mercy: for I will recompense thy ways upon thee, and thine abominations shall be in the midst of thee; and thou shalt know that I am the Lord that smite thee. |
|
7
|
7
|
| νῦν τὸ πέρας πρὸς σέ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ταῖς ὀδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· | Now the end is come to thee, and I will send judgment upon thee: and I will take vengeance on thy ways, and will recompense all thine abominations upon thee. |
|
8
|
8
|
| οὐ φείσεται ὁ ὀφθαλμός μου ἐπὶ σέ, οὐδὲ μὴ ἐλεήσω, διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος· | Mine eye shall not spare, nor will I have any mercy: for I will recompense thy way upon thee, and thine abominations shall be in the midst of thee; and thou shalt know that I am the Lord. |
|
9
|
9
|
| διότι τάδε λέγει Κύριος· | For thus saith the Lord; Behold, the end is come. |
|
10
|
10
|
| ἰδοὺ τὸ πέρας ἥκει, ἰδοὺ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ράβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε. | Behold, the day of the Lord! although the rod has blossomed, |
|
11
|
11
|
| καί συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ θορύβου οὐδὲ μετὰ σπουδῆς. | pride has sprung up, and will break the staff of the wicked one, and that not with tumult, nor with haste. |
|
12
|
12
|
| ἥκει ὁ καιρός, ἰδοὺ ἡ ἡμέρα· ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω· | The time is come, behold the day: let not the buyer rejoice, and let not the seller mourn. |
|
13
|
13
|
| διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει. | For the buyer shall never again return to the seller, neither shall a man cleave with the eye of hope to his life. |
|
14
|
14
|
| σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα. | Sound ye the trumpet, and pass sentence on all together. |
|
15
|
15
|
| ὁ πόλεμος ἐν ρομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ρομφαίᾳ τελευτήσει, τοὺς δ᾿ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει. | There shall be war with the sword without, and famine and pestilence within: he that is in the field shall die by the sword; and famine and pestilence shall destroy them that are in the city. |
|
16
|
16
|
| καὶ ἀνασωθήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ. | But they that escape of them shall be delivered, and shall be upon the mountains: and I will slay all the rest, every one for his iniquities. |
|
17
|
17
|
| πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ, | All hands shall be completely weakened, and all thighs shall be defiled with moisture. |
|
18
|
18
|
| καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ᾿ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα. | And they shall gird themselves with sackcloth, and amazement shall cover them; and shame shall be upon them, even upon every face, and baldness upon every head. |
|
19
|
19
|
| τὸ ἀργύριον αὐτῶν ριφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσι, διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. | Their silver shall be cast forth in the streets, and their gold shall be despised: their souls shall not be satisfied, and their bellies shall not be filled: for it was the punishment of their iniquities. |
|
20
|
20
|
| ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν, | As for their choice ornaments, they employed them for pride, and they made of them images of their abominations: therefore have I made them uncleanness to them. |
|
21
|
21
|
| καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. | And I will deliver them into the hands of strangers to make them a prey, and to the pests of the earth for a spoil; and they shall profane them. |
|
22
|
22
|
| καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά· | And I will turn away my face from them, and they shall defile my charge, and shall go in to them unguardedly, and profane them. |
|
23
|
23
|
| καὶ ποιήσουσι φυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας. | And they shall work uncleanness: because the land is full of strange nations, and the city is full of iniquity. |
|
24
|
24
|
| καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν. | And I will turn back the boasting of their strength; and their holy things shall be defiled. |
|
25
|
25
|
| ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται. | And though propitiation shall come, and one shall seek peace, yet there shall be none. |
|
26
|
26
|
| οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται, καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. | There shall be woe upon woe, and there shall be message upon message; and a vision shall be sought from a prophet; but the law shall perish from the priest, and counsel from the elders. |
|
27
|
27
|
| ἄρχων ἐνδύσεται ἀφανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. | The prince shall clothe himself with desolation, and the hands of the people of the land shall be made feeble: I will do to them according to their ways, and according to their judgments will I punish them; and they shall know that I am the Lord. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνί, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι ᾿Ιούδα ἐκάθηντο ἐνώπιόν μου, καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ Κυρίου, | And it came to pass in the sixth year, in the fifth month, on the fifth day of the month, I was sitting in the house, and the elders of Juda were sitting before me: and the hand of the Lord came upon me. |
|
2
|
2
|
| καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. | And I looked, and, behold, the likeness of a man: from his loins and downwards there was fire, and from his loins upwards there was as the appearance of amber. |
|
3
|
3
|
| καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέ με εἰς ῾Ιερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης εἰς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου. | And he stretched forth the likeness of a hand, and took me up by the crown of my head; and the Spirit lifted me up between the earth and sky, and brought me to Jerusalem in a vision of God, to the porch of the gate that looks to the north, where was the pillar of the Purchaser. |
|
4
|
4
|
| καὶ ἰδού, ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ ᾿Ισραὴλ κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐν τῷ πεδίῳ. | And, behold, the glory of the Lord God of Israel was there, according to the vision which I saw in the plain. |
|
5
|
5
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς. | And he said to me, Son of man, lift up thine eyes toward the north. So I lifted up mine eyes toward the north, and, behold, I looked from the north toward the eastern gate. |
|
6
|
6
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου, καὶ ἔτι ὄψει ἀνομίας μείζονας. | And he said to me, Son of man, hast thou seen what these do? They commit great abominations here so that I should keep away from my sanctuary: and thou shalt see yet greater iniquities. |
|
7
|
7
|
| καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς | And he brought me to the porch of the court. |
|
8
|
8
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία. | And he said to me, Son of man, dig: so I dug, and behold a door. |
|
9
|
9
|
| καὶ εἶπε πρός με· εἴσελθε καὶ ἰδὲ τάς ἀνομίας, ἃς οὗτοι ποιοῦσιν ὧδε. | And he said to me, Go in, and behold the iniquities which they practise here. |
|
10
|
10
|
| καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου ᾿Ισραὴλ διαγεγραμμένα ἐπ᾿ αὐτοῦ κύκλῳ, | So I went in and looked; and beheld vain abominations, and all the idols of the house of Israel, portrayed upon them round about. |
|
11
|
11
|
| καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου ᾿Ισραήλ, καὶ ᾿Ιεζονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. | And seventy men of the elders of the house of Israel, and Jechonias the son of Saphan stood in their presence in the midst of them, and each one held his censer in his hand; and the smoke of the incense went up. |
|
12
|
12
|
| καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου ᾿Ισραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν; διότι εἶπαν· οὐχ ὁρᾷ ὁ Κύριος, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν. | And he said to me, Thou hast seen, son of man, what the elders of the house of Israel do, each one of them in their secret chamber: because they have said, The Lord sees not; The Lord has forsaken the earth. |
|
13
|
13
|
| καὶ εἶπε πρός με· ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι. | And he said to me, Thou shalt see yet greater iniquities which these do. |
|
14
|
14
|
| καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ, | And he brought me in to the porch of the house of the Lord that looks to the north; and, behold, there were women sitting there lamenting for Thammuz. |
|
15
|
15
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. | And he said to me, Son of man, thou hast seen; but thou shalt yet see evil practices greater than these. |
|
16
|
16
|
| καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ καὶ ἀναμέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ· | And he brought me into the inner court of the house of the Lord, and at the entrance of the temple of the Lord, between the porch and the altar, were about twenty men, with their back parts toward the temple of the Lord, and their faces turned the opposite way; and these were worshipping the sun. |
|
17
|
17
|
| καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; μὴ μικρὰ τῷ οἴκῳ ᾿Ιούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες. | And he said to me, Son of man, thou hast seen this. Is it a little thing to the house of Juda to practise the iniquities which they have practised here? for they have filled the land with iniquity: and, behold, these are as scorners. |
|
18
|
18
|
| καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω. | Therefore will I deal with them in wrath: mine eye shall not spare, nor will I have any mercy. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΚΑΙ ἀνέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ λέγων· ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν χειρὶ αὐτοῦ. | And he cried in mine ears with a loud voice, saying, The judgment of the city has drawn nigh; and each had the weapons of destruction in his hand. |
|
2
|
2
|
| καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ. | And, behold, six men came from the way of the high gate that looks toward the north, and each one's axe was in his hand; and there was one man in the midst of them clothed with a long robe down to the feet, and a sapphire girdle was on his loins: and they came in and stood near the brazen altar. |
|
3
|
3
|
| καὶ δόξα Θεοῦ τοῦ ᾿Ισραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ ἡ οὖσα ἐπ᾿ αὐτῶν εἰς τὸ αἴθριον τοῦ οἴκου. καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπί τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, | And the glory of the God of Israel, that was upon them, went up from the cherubs to the porch of the house. And he called the man that was clothed with the long robe, who had the girdle on his loins; |
|
4
|
4
|
| καὶ εἶπε πρὸς αὐτόν· δίελθε μέσην τὴν ῾Ιερουσαλὴμ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. | and said to him, Go through the midst of Jerusalem, and set a mark on the foreheads of the men that groan and that grieve for all the iniquities that are done in the midst of them. |
|
5
|
5
|
| καὶ τούτοις εἶπεν ἀκούοντός μου· πορεύεσθε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε· | And he said to the first in my hearing, Go after him into the city, and smite: and let not your eyes spare, and have no mercy. |
|
6
|
6
|
| πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ᾿ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ. | Slay utterly old man and youth, and virgin, and infants, and women: but go ye not nigh any on whom is the mark: begin at my sanctuary. So they began with the elder men who were within in the house. |
|
7
|
7
|
| καὶ εἶπε πρὸς αὐτούς· μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε. | And he said to them, Defile the house, and go out and fill the ways with dead bodies, and smite. |
|
8
|
8
|
| καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα· οἴμοι Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ ᾿Ισραὴλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ ῾Ιερουσαλήμ; | And it came to pass as they were smiting, that I fell upon my face, and cried out, and said, Alas, O Lord! wilt thou destroy the remnant of Israel, in pouring out thy wrath upon Jerusalem? |
|
9
|
9
|
| καὶ εἶπε πρός με· ἀδικία τοῦ οἴκου ᾿Ισραὴλ καὶ ᾿Ιούδα μεμεγάλυνται σφόδρα σφόδρα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας· ὅτι εἶπαν· ἐγκαταλέλοιπε Κύριος τὴν γῆν, οὐκ ἐφορᾷ ὁ Κύριος. | Then said he to me, The iniquity of the house of Israel and Juda is become very exceedingly great: for the land is filled with many nations, and the city is filled with iniquity and uncleanness: because they have said, The Lord has forsaken the earth, The Lord looks not upon it. |
|
10
|
10
|
| καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα. | Therefore mine eye shall not spare, neither will I have any mercy: I have recompensed their ways upon their heads. |
|
11
|
11
|
| καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσφὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων· πεποίηκα καθὼς ἐνετείλω μοι. | And, behold, the man clothed with the long robe, and girt with the girdle about his loins, answered and said, I have done as thou didst command me. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΚΑΙ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ᾿ αὐτῶν. | Then I looked, and, behold, over the firmament that was above the head of the cherubs there was a likeness of a throne over them, as a sapphire stone. |
|
2
|
2
|
| καὶ εἶπε πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν· εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβὶμ καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν Χερουβὶμ καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλθεν ἐνώπιον ἐμοῦ. | And he said to the man clothed with the long robe, Go in between the wheels that are under the cherubs, and fill thine hands with coals of fire from between the cherubs, and scatter them over the city. And he went in in my sight. |
|
3
|
3
|
| καὶ τὰ Χερουβὶμ εἰστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησε τὴν αὐλὴν τὴν ἐσωτέραν. | And the cherubs stood on the right hand of the house, as the man went in; and the cloud filled the inner court. |
|
4
|
4
|
| καὶ ἀπῇρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν Χερουβὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἔπλησε τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου· | Then the glory of the Lord departed from the cherubs to the porch of the house; and the cloud filled the house, and the court was filled with the brightness of the glory of the Lord. |
|
5
|
5
|
| καὶ φωνὴ τῶν πτερύγων τῶν Χερουβὶμ ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ Θεοῦ Σαδδαΐ λαλοῦντος. | And the sound of the cherubs' wings was heard as far as the outer court, as the voice of the Almighty God speaking. |
|
6
|
6
|
| καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων· λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν Χερουβίμ, καὶ εἰσῆλθε καὶ ἔστη ἐχόμενος τῶν τροχῶν, | And it came to pass, when he gave a charge to the man clothed with the sacred robe, saying, Take fire from between the wheels from between the cherubs, that he went in, and stood near the wheels. |
|
7
|
7
|
| καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν Χερουβὶμ καὶ ἔλαβε καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβε καὶ ἐξῆλθε. | And he stretched forth his hand into the midst of the fire that was between the cherubs, and took thereof, and put it into the hands of the man clothed with the sacred robe: and he took it, and went out. |
|
8
|
8
|
| καὶ εἶδον τὰ Χερουβὶμ ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. | And I saw the cherubs having the likeness of men's hands under their wings. |
|
9
|
9
|
| καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν Χερουβίμ, τροχὸς εἷς ἐχόμενος Χερουβὶμ ἑνός, καὶ ἡ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος. | And I saw, and behold, four wheels stood by the cherubs, one wheel by each cherub: and the appearance of the wheels was as the appearance of a carbuncle stone. |
|
10
|
10
|
| καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ. | And as for their appearance, there was one likeness to the four, as if there should be a wheel in the midst of a wheel. |
|
11
|
11
|
| ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά. | When they went, they went on their four sides; they turned not when they went, for whichever way the first head looked, they went; and they turned not as they went. |
|
12
|
12
|
| καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι τροχοῖς αὐτῶν· | And their backs, and their hands, and their wings, and the wheels, were full of eyes round about the four wheels. |
|
13
|
13
|
| τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούοντός μου· [ | And these wheels were called Gelgel in my hearing. |
|
14
|
|
| καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, τὸ πρόσωπον τοῦ ἑνὸς πρόσωπον τοῦ Χερούβ, καὶ τὸ πρόσωπον τοῦ δευτέρου πρόσωπον ἀνθρώπου καὶ τὸ τρίτον πρόσωπον λέοντος καὶ τὸ τέταρτον πρόσωπον ἀετοῦ]. | |
|
15
|
15
|
| καὶ ᾖραν τὰ Χερουβίμ. τοῦτο τὸ ζῷον, ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ. | And the cherubs were the same living creature which I saw by the river of Chobar. |
|
16
|
16
|
| καὶ ἐν τῷ πορεύεσθαι τὰ Χερουβὶμ ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν. | And when the cherubs went, the wheels went, and they were close to them: and when the cherubs lifted up their wings to mount up from the earth, their wheels turned not. |
|
17
|
17
|
| ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ᾿ αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν. | When they stood, the wheels stood; and when they mounted up, the wheels mounted up with them: because the spirit of life was in them. |
|
18
|
18
|
| καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ, | Then the glory of the Lord departed from the house, and went up on the cherubs. |
|
19
|
19
|
| καὶ ἀνέλαβον τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτά, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ ᾿Ισραὴλ ἦν ἐπ᾿ αὐτῶν ὑπεράνω. | And the cherubs lifted up their wings, and mounted up from the earth in my sight: when they went forth, the wheels were also beside them, and they stood at the entrance of the front gate of the house of the Lord; and the glory of the God of Israel was upon them above. |
|
20
|
20
|
| τοῦτο τὸ ζῷόν ἐστιν, ὃ εἶδον ὑποκάτω Θεοῦ ᾿Ισραὴλ ἐπί τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι. | This is the living creature which I saw under the God of Israel by the river of Chobar; and I knew that they were cherubs. |
|
21
|
21
|
| τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν. | Each one had four faces, and each one had eight wings; and under their wings was the likeness of men's hands. |
|
22
|
22
|
| καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ εἶδον ὑποκάτω τῆς δόξης τοῦ Θεοῦ ᾿Ισραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο. | And as for the likeness of their faces, these are the same faces which I saw under the glory of the God of Israel by the river of Chobar: and they went each straight forward. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΑΙ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν ᾿Ιεζονίαν τὸν τοῦ ῎Εζερ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ. | Moreover the Spirit took me up, and brought me to the front gate of the house of the Lord, that looks eastward: and behold at the entrance of the gate were about five and twenty men; and I saw in the midst of them Jechonias the son of Ezer, and Phaltias the son of Banæas, the leaders of the people. |
|
2
|
2
|
| καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, | And the Lord said to me, Son of man, these are the men that devise vanities, and take evil counsel in this city: |
|
3
|
3
|
| οἱ λέγοντες· οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δέ τὰ κρέα. | who say, Have not the houses been newly built? This is the caldron, and we are the flesh. |
|
4
|
4
|
| διὰ τοῦτο προφήτευσον ἐπ᾿ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου. | Therefore prophesy against them, prophesy, son of man. |
|
5
|
5
|
| καὶ ἔπεσεν ἐπ᾿ ἐμὲ πνεῦμα Κυρίου καὶ εἶπε πρός με· λέγε· τάδε λέγει Κύριος· οὕτως εἴπατε, οἶκος ᾿Ισραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. | And the Spirit of the Lord fell upon me, and said to me, say; Thus saith the Lord; Thus have ye said, O house of Israel: and I know the devices of your spirit. |
|
6
|
6
|
| ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. | Ye have multiplied your dead in this city, and ye have filled your ways with slain men. |
|
7
|
7
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστί, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. | Therefore thus saith the Lord; Your dead whom ye have smitten in the midst of it, these are the flesh, and thiscity is the caldron: but I will bring you forth out of the midst of it. |
|
8
|
8
|
| ρομφαίαν φοβεῖσθε, καὶ ρομφαίαν ἐπάξω ἐφ᾿ ὑμᾶς, λέγει Κύριος· | Ye fear the sword; and I will bring a sword upon you, saith the Lord. |
|
9
|
9
|
| καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα. | And I will bring you forth out of the midst of it, and will deliver you into the hands of strangers, and will execute judgments among you. |
|
10
|
10
|
| ἐν ρομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ ᾿Ισραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. | Ye shall fall by the sword; I will judge you on the mountains of Israel; and ye shall know that I am the Lord. |
|
11
|
|
| αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὀρέων τοῦ ᾿Ισραὴλ κρινῶ ὑμᾶς, | |
|
12
|
|
| καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. - | |
|
13
|
13
|
| Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα· οἴμοι οἴμοι, Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ ᾿Ισραήλ; | And it came to pass, while I was prophesying, that Phaltias the son of Banæas died. And I fell upon my face, and cried with a loud voice, and said, Alas, alas, O Lord! wilt thou utterly destroy the remnant of Israel? |
|
14
|
14
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
15
|
15
|
| υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ ᾿Ισραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες ῾Ιερουσαλήμ· μακρὰν ἀπέχετε ἀπὸ τοῦ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν. | Son of man, thy brethren, and the men of thy captivity, and all the house of Israel are come to the full, to whom the inhabitants of Jerusalem said, Keep ye far away from the Lord: the land is given to us for an inheritance. |
|
16
|
16
|
| διὰ τοῦτον εἰπόν· τάδε λέγει Κύριος· ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ. | Therefore say thou, Thus saith the Lord; I will cast them off among the nations, and will disperse them into every land, yet will I be to them for a little sanctuary in the countries which they shall enter. |
|
17
|
17
|
| διὰ τοῦτο εἶπόν· τάδε λέγει Κύριος· καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ ᾿Ισραήλ. | Therefore say thou, Thus saith the Lord; I will also take them from the heathen, and gather them out of the lands wherein I have scattered them, and will give them the land of Israel. |
|
18
|
18
|
| καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσι πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. | And they shall enter in there, and shall remove all the abominations of it, and all its iniquities from it. |
|
19
|
19
|
| καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην· | And I will give them another heart, and will put a new spirit within them; and will extract the heart of stone from their flesh, and give them a heart of flesh: |
|
20
|
20
|
| ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. | that they may walk in my commandments, and keep mine ordinances, and do them: and they shall be to me a people, and I will be to them a God. |
|
21
|
21
|
| καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλάς αὐτῶν δέδωκα, λέγει Κύριος. - | And as for the heart set upon their abominations and their iniquities, as their heart went after them, I have recompensed their ways on their heads, saith the Lord. |
|
22
|
22
|
| Καὶ ἐξῇραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ ᾿Ισραὴλ ἐπ᾿ αὐτὰ ὑπεράνω αὐτῶν. | Then the cherubs lifted up their wings, and the wheels beside them; and the glory of the God of Israel was over them above. |
|
23
|
23
|
| καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως. | And the glory of the Lord went up from the midst of the city, and stood on the mountain which was in front of the city. |
|
24
|
24
|
| καὶ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ. καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον. | And the Spirit took me up, and brought me to the land of the Chaldeans, to the captivity, in a vision by the Spirit of God: and I went up after the vision which I saw. |
|
25
|
25
|
| καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι. | And I spoke to the captivity all the words of the Lord which he had shewed me. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἵ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσι καὶ ὦτα ἔχουσι τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί. | Son of man, thou dwellest in the midst of the iniquities of those, who have eyes to see, and see not; and have ears to hear, and hear not: because it is a provoking house. |
|
3
|
3
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί. | Thou therefore, son of man, prepare thyself baggage for going into captivity by day in their sight; and thou shalt be led into captivity from thy place into another place in their sight; that they may see that it is a provoking house. |
|
4
|
4
|
| καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾿ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος· | And thou shalt carry forth thy baggage, baggage for captivity, by day before their eyes: and thou shalt go forth at even, as a captive goes forth, in their sight. |
|
5
|
5
|
| ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι᾿ αὐτοῦ· | Dig for thyself into the wall of the house, and thou shalt pass through it in their sight: |
|
6
|
6
|
| ἐνώπιον αὐτῶν ἐπ᾿ ὤμων ἀναληφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν, διότι τέρας δέδωκά σε τῷ οἴκῳ ᾿Ισραήλ. | thou shalt be lifted up on men's shoulders, and shalt go forth in secret: thou shalt cover thy face, and shalt not see the ground: because I have made thee a sign to the house of Israel. |
|
7
|
7
|
| καὶ ἐποίησα οὕτως κατὰ πάντα, ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον, ἐπ᾿ ὤμων ἀνελήφθην ἐνώπιον αὐτῶν. - | And I did thus according to all that he commanded me; and I carried forth my baggage for captivity by day, and in the evening I dug through the wall for myself, and went out secretly; I was taken up on men's shoulders before them. |
|
8
|
8
|
| Καὶ ἐγένετο λόγος Κυρίου τὸ πρωΐ πρός με λέγων· | And the word of the Lord came to me in the morning, saying, |
|
9
|
9
|
| υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρός σὲ ὁ οἶκος τοῦ ᾿Ισραήλ, οἶκος ὁ παραπικραίνων· τί σὺ ποιεῖς; | Son of man, have not the house of Israel, the provoking house, said to thee, What doest thou? |
|
10
|
10
|
| εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος Κύριος· ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν ῾Ιερουσαλὴμ καὶ παντὶ οἴκω ᾿Ισραήλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν, | Say to them, Thus saith the Lord God, the Prince and the Ruler in Israel, even to all the house of Israel who are in the midst of them: |
|
11
|
11
|
| εἰπόν, ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται, | say, I am performing signs: as I have done, so shall it be to him: they shall go into banishment and captivity. |
|
12
|
12
|
| καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾿ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. | And the prince in the midst of them shall be borne upon shoulders, and shall go forth in secret through the wall, and shall dig so that he may go forth thereby: he shall cover his face, that he may not be seen by any eye, and he himself shall not see the ground. |
|
13
|
13
|
| καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾿ αὐτόν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει. | And I will spread out my net upon him, and he shall be caught in my toils: and I will bring him to Babylon to the land of the Chaldeans; but he shall not see it, though he shall die there. |
|
14
|
14
|
| καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ρομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν· | And I will scatter to every wind all his assistants round about him, and all that help him; and I will draw out a sword after them. |
|
15
|
15
|
| καὶ γνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. | And they shall know that I am the Lord, when I have scattered them among the nations; and I will disperse them in the countries. |
|
16
|
16
|
| καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ρομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. - | And I will leave of them a few men in number spared from the sword, and from famine, and from pestilence; that they may declare all their iniquities among the nations whither they have gone; and they shall know that I am the Lord. |
|
17
|
17
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
18
|
18
|
| υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετὰ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι | Son of man, eat thy bread with sorrow, and drink thy water with torment and affliction. |
|
19
|
19
|
| καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς· τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν ῾Ιερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ ᾿Ισραήλ· τοὺς ἄρτους αὐτῶν μετὰ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· | And thou shalt say to the people of the land, Thus saith the Lord to the inhabitants of Jerusalem on the land of Israel; They shall eat their bread in scarcity, and shall drink their water in desolation, that the land may be desolate with all that it contains: for all that dwell in it are ungodly. |
|
20
|
20
|
| καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. | And their inhabited cities shall be laid utterly waste, and the land shall be desolate; and ye shall know that I am the Lord. |
|
21
|
21
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
22
|
22
|
| υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ ᾿Ισραὴλ λέγοντες· μακρὰν αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις; | Son of man, what is your parable on the land of Israel, that ye say, The days are long, the vision has perished? |
|
23
|
23
|
| διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσι τὴν παραβολὴν ταύτην οἶκος τοῦ ᾿Ισραήλ, ὅτι λαλήσεις πρὸς αὐτούς· ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως· | Therefore say to them, Thus saith the Lord; I will even set aside this parable, and the house of Israel shall no more at all use this parable: for thou shalt say to them, The days are at hand, and the import of every vision. |
|
24
|
24
|
| ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν ᾿Ισραήλ, | For there shall no more be any false vision, nor any one prophesying flatteries in the midst of the children of Israel. |
|
25
|
25
|
| διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος. - | For I the Lord will speak my words; I will speak and perform them, and will no more delay, for in your days, O provoking house, I will speak the word, and will perform it, saith the Lord. |
|
26
|
26
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | Moreover the word of the Lord came to me, saying, |
|
27
|
27
|
| υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος ᾿Ισραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν· ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. | Son of man, behold, the provoking house of Israel boldly say, The vision which this man sees is for many days, and he prophesies for times afar off. |
|
28
|
28
|
| διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος. | Therefore say to them, Thus saith the Lord; Henceforth none of my words shall linger, which I shall speak: I will speak and do, saith the Lord. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ ᾿Ισραὴλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἀκούσατε λόγον Κυρίου. | Son of man, prophesy against the prophets of Israel, and thou shalt prophesy, and shalt say to them, Hear ye the word of the Lord: |
|
3
|
3
|
| τάδε λέγει Κύριος· οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν. | Thus saith the Lord, Woe to them that prophesy out of their own heart, and who see nothing at all. |
|
4
|
4
|
| ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις, οἱ προφῆταί σου ᾿Ισραήλ. | Thy prophets, O Israel, are like foxes in the deserts. |
|
5
|
5
|
| οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ ᾿Ισραήλ· οὐκ ἀνέστησαν οἱ λέγοντες· ἐν ἡμέρᾳ Κυρίου· | They have not continued steadfast, and they have gathered flocks against the house of Israel, they that say, |
|
6
|
6
|
| βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. | In the day of the Lord, have not stood, seeing false visions, prophesying vanities, who say, The Lord saith, and the Lord has not sent them, and they began to try to confirm the word. |
|
7
|
7
|
| οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε; | Have ye not seen a false vision? and spoken vain prophecies? |
|
8
|
8
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ᾿ ὑμᾶς, λέγει Κύριος, | And therefore say, Thus saith the Lord; Because your words are false, and your prophecies are vain, therefore, behold, I am against you, saith the Lord. |
|
9
|
9
|
| καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου ᾿Ισραὴλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ ᾿Ισραὴλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ Κύριος· | And I will stretch forth my hand against the prophets that see false visions, and those that utter vanities: they shall not partake of the instruction of my people, neither shall they be written in the roll of the house of Israel, and they shall not enter into the land of Israel; and they shall know that I am the Lord. |
|
10
|
10
|
| ἀνθ᾿ ὧν ἐπλάνησαν τὸν λαόν μου λέγοντες· εἰρήνη εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, εἰ πεσεῖται, | Because they have caused my people to err, saying, Peace; and there is no peace; and one builds a wall, and they plaster it,—it shall fall. |
|
11
|
11
|
| εἰπὸν πρὸς τοὺς ἀλείφοντας· πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ραγήσεται. | Say to them that plaster it, It shall fall; and there shall be a flooding rain; and I will send great stones upon their joinings, and they shall fall; and there shall be a sweeping wind, and it shall be broken. |
|
12
|
12
|
| καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς· ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε; | And lo! the wall has fallen; and will they not say to you, Where is your plaster wherewith ye plastered it? |
|
13
|
13
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ρήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν | Therefore thus saith the Lord; I will even cause to burst forth a sweeping blast with fury, and there shall be a flooding rain in my wrath; and in my fury I will bring on great stones for complete destruction. |
|
14
|
14
|
| καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ᾿ ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. | And I will break down the wall which ye have plastered, and it shall fall; and I will lay it on the ground, and its foundations shall be discovered, and it shall fall; and ye shall be consumed with rebukes: and ye shall know that I am the Lord. |
|
15
|
15
|
| καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς· οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν | And I will accomplish my wrath upon the wall, and upon them that plaster it; it shall fall: and I said to you, The wall is not, nor they that plaster it, |
|
16
|
16
|
| προφῆται τοῦ ᾿Ισραὴλ οἱ προφητεύοντες ἐπὶ ῾Ιερουσαλὴμ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος. - | even the prophets of Israel, who prophesy concerning Jerusalem, and who see visions of peace for her, and there is no peace, saith the Lord. |
|
17
|
17
|
| Καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ᾿ αὐτὰς | And thou, son of man, set thy face firmly against the daughters of thy people, that prophesy out of their own heart; and prophesy against them. |
|
18
|
18
|
| καὶ ἐρεῖς· τάδε λέγει Κύριος· οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο. | And thou shalt say, Thus saith the Lord, Woe to the women that sew pillows under every elbow, and make kerchiefs on the head of every stature to pervert souls! The souls of my people are perverted, and they have saved souls alive. |
|
19
|
19
|
| καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτων τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα. | And they have dishonoured me before my people for a handful of barley, and for pieces of bread, to slay the souls which should not die, and to save alive the souls which should not live, while ye speak to a people hearing vain speeches. |
|
20
|
20
|
| διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ᾿ ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν· | Therefore thus saith the Lord God, Behold, I am against your pillows, whereby ye there confound souls, and I will tear them away from your arms, and will set at liberty their souls which ye pervert to scatter them. |
|
21
|
21
|
| καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. | And I will tear your kerchiefs, and will rescue my people out of your hand, and they shall no longer be in your hands to be confounded; and ye shall know that I am the Lord. |
|
22
|
22
|
| ἀνθ᾿ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν, | Because ye have perverted the heart of the righteous, whereas I perverted him not, and that in order to strengthen the hands of the wicked, that he should not at all turn from his evil way and live: |
|
23
|
23
|
| διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ρύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. | therefore ye shall not see false visions, and ye shall no more utter prophecies: but I will deliver my people out of your hand; and ye shall know that I am the Lord. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΚΑΙ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ λαοῦ ᾿Ισραὴλ καὶ ἐκάθησαν πρὸ προσώπου μου. | And there came to me men of the people of Israel, of the elders, and sat before me. |
|
2
|
2
|
| καὶ ἐγένετο πρός με λόγος Κυρίου λέγων· | And the word of the Lord came to me, saying, |
|
3
|
3
|
| υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς; | Son of man, these men have conceived their devices in their hearts, and have set before their faces the punishment of their iniquities: shall I indeed answer them? |
|
4
|
4
|
| διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου ᾿Ισραήλ, ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, | Therefore speak to them, and thou shalt say to them, Thus saith the Lord; Any man of the house of Israel, who shall conceive his devices in his heart, and shall set the punishment of his iniquity before his face, and shall come to the prophet; I the Lord will answer him according to the things in which his mind is entangled, |
|
5
|
5
|
| ὅπως πλαγιάση τὸν οἶκον τοῦ ᾿Ισραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ᾿ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. | that he should turn aside the house of Israel, according to their hearts that are estranged from me in their thoughts. |
|
6
|
6
|
| διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν. | Therefore say to the house of Israel, Thus saith the Lord God, Be converted, and turn from your evil practices, and from all your sins, and turn your faces back again. |
|
7
|
7
|
| διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου ᾿Ισραὴλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ ᾿Ισραήλ, ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ᾿ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ. | For any man of the house of Israel, or of the strangers that sojourn in Israel, who shall separate himself from me, and conceive his imaginations in his heart, and set before his face the punishment of his iniquity, and come to the prophet to enquire of him concerning me; I the Lord will answer him, according to the things wherein he is entangled. |
|
8
|
8
|
| καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. | And I will set my face against that man, and will make him desolate and ruined, and will cut him off from the midst of my people; and ye shall know that I am the Lord. |
|
9
|
9
|
| καὶ ὁ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ, ἐγὼ Κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτόν, καὶ ἀφανιῶ αὐτόν ἐκ μέσου τοῦ λαοῦ μου ᾿Ισραήλ. | And if a prophet should cause to err and should speak, I the Lord have caused that prophet to err, and will stretch out my hand upon him, and will utterly destroy him from the midst of my people Israel. |
|
10
|
10
|
| καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος, καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται, | And they shall bear their iniquity according to the trespass of him that asks; and it shall be in like manner to the prophet according to the trespass: |
|
11
|
11
|
| ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ ᾿Ισραὴλ ἀπ᾿ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, λέγει Κύριος. | that the house of Israel may no more go astray from me, and that they may no more defile themselves with any of their transgressions: so shall they be my people, and I will be their God, saith the Lord. |
|
12
|
12
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
13
|
13
|
| υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶν τὴν χεῖρά μου ἐπ᾿ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ᾿ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη· | Son of man, if a land shall sin against me by committing a trespass, then will I stretch out my hand upon it, and will break its staff of bread, and will send forth famine upon it, and cut off from it man and beast. |
|
14
|
14
|
| καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ ᾿Ιώβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος. | And though these three men should be in the midst of it, Noe, and Daniel, and Job, they alone should be delivered by their righteousness, saith the Lord. |
|
15
|
15
|
| ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων, | If again I bring evil beasts upon the land, and take vengeance upon it, and it be ruined, and there be no one to pass through for fear of the wild beasts: |
|
16
|
16
|
| καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγώ, λέγει Κύριος, εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται, ἀλλ᾿ ἢ αὐτοὶ μόνοι σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον. | and if these three men should be in the midst of it, as I live, saith the Lord, neither sons nor daughters shall be saved, but these only shall be saved, and the land shall be destroyed. |
|
17
|
17
|
| ἢ καὶ ρομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω· ρομφαία διελθάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, | Or again if I bring a sword upon that land, and say, Let the sword go through the land; and I cut off from them man and beast: |
|
18
|
18
|
| καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει Κύριος, οὐ μὴ ρύσωνται υἱοὺς οὐδὲ θυγατέρας, ἀλλ᾿ ἢ αὐτοὶ μόνοι σωθήσονται. | though these three men were in the midst of it, as I live, saith the Lord, they shall not deliver sons or daughters, but they only shall be saved themselves. |
|
19
|
19
|
| ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ᾿ αὐτὴν ἐν αἵματι τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, | Or if again I send pestilence upon that land, and pour out my wrath upon it in blood, to destroy from off it man and beast: |
|
20
|
20
|
| καὶ Νῶε καὶ Δανιὴλ καὶ ᾿Ιὼβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ρύσονται τὰς ψυχὰς αὐτῶν. | and should Noe, and Daniel, and Job, be in the midst of it, as I live, saith the Lord, there shall be left them neither sons nor daughters; only they by their righteousness shall deliver their souls. |
|
21
|
21
|
| τάδε λέγει Κύριος· ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ρομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστείλω ἐπὶ ῾Ιερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος | Thus saith the Lord, And if I even send upon Jerusalem my four sore judgments, sword, and famine, and evil beasts, and pestilence, to destroy from out of it man and beast; |
|
22
|
22
|
| καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσωσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ ῾Ιερουσαλήμ, πάντα τὰ κακὰ ἃ ἐπήγαγαν ἐπ᾿ αὐτήν, | yet, behold, there shall be men left in it, the escaped thereof, who shall lead forth of it sons and daughters: behold, they shall go forth to you, and ye shall see their ways and their thoughts: and ye shall mourn over the evils which I have brought upon Jerusalem, even all the evils which I have brought upon it. |
|
23
|
23
|
| καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Κύριος. | And they shall comfort you, because ye shall see their ways and their thoughts: and ye shall know that I have not done in vain all that I have done in it, saith the Lord. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ; | And thou, son of man—of all the wood of the branches that are among the trees of the forest, what shall be made of the wood of the vine? |
|
3
|
3
|
| εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾿ αὐτὸν πᾶν σκεῦος; | Will they take wood of it to make it fit for work? will they take of it a peg to hang any vessel upon it? |
|
4
|
4
|
| πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ᾿ ἐνιαυτὸν κάθαρσιν ἀπ᾿ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν; | It is only given to the fire to be consumed; the fire consumes that which is yearly pruned of it, and it is utterly gone. Will it be useful for any work? |
|
5
|
5
|
| οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν; | Not even while it is yet whole will it be useful for any work: if the fire shall have utterly consumed it, will it still be fit for work? |
|
6
|
6
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ. | Therefore say, Thus saith the Lord, As the vine-tree among the trees of the forest, which I have given up to the fire to be consumed, so have I given up the inhabitants of Jerusalem. |
|
7
|
7
|
| καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς. | And I will set my face against them; they shall go forth of the fire, and yet fire shall devour them; and they shall know that I am the Lord, when I have set my face against them. |
|
8
|
8
|
| καὶ δώσω τὴν γῆν εἰς ἀφανισμόν, ἀνθ᾿ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος. | And I will give up the land to ruin, because they have utterly transgressed, saith the Lord. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | Moreover the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ ῾Ιερουσαλὴμ τὰς ἀνομίας αὐτῆς | Son of man, testify to Jerusalem of her iniquities; |
|
3
|
3
|
| καὶ ἐρεῖς· τάδε λέγει Κύριος τῇ ῾Ιερουσαλήμ· ἡ ρίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν, ὁ πατήρ σου ᾿Αμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία. | and thou shalt say, Thus saith the Lord to Jerusalem; Thy root and thy birth are of the land of Chanaan: thy father was an Amorite, and thy mother a Chettite. |
|
4
|
4
|
| καὶ ἡ γένεσίς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστούς σου καί ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης, | And as for thy birth in the day wherein thou wast born, thou didst not bind thy breasts, and thou wast not washed in water, neither wast thou salted with salt, neither wast thou swathed in swaddling-bands. |
|
5
|
5
|
| οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί, καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ, ᾗ ἐτέχθης. | Nor did mine eye pity thee, to do for thee one of all these things, to feel at all for thee; but thou wast cast out on the face of the field, because of the deformity of thy person, in the day wherein thou wast born. |
|
6
|
6
|
| καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· ἐκ τοῦ αἵματός σου ζωή· | And I passed by to thee, and saw thee polluted in thy blood; and I said to thee, Let there be life out of thy blood: |
|
7
|
7
|
| πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε, σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα. | increase; I have made thee as the springing grass of the field. So thou didst increase and grow, and didst enter into great cities: thy breasts were set, and thy hair grew, whereas thou wast naked and bare. |
|
8
|
8
|
| καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου· καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος, καὶ ἐγένου μοι. | And I passed by thee and saw thee, and, behold, it was thy time and a time of resting; and I spread my wings over thee, and covered thy shame, and sware to thee: and I entered into covenant with thee, saith the Lord, and thou becamest mine. |
|
9
|
9
|
| καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ | And I washed thee in water, and washed thy blood from thee, and anointed thee with oil. |
|
10
|
10
|
| καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδυσά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ | And I clothed thee with embroidered garments, and clothed thee beneath with purple, and girded thee with fine linen, and clothed thee with silk, |
|
11
|
11
|
| καὶ ἐκόσμημά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου | and decked thee also with ornaments, and put bracelets on thine hands, and a necklace on thy neck. |
|
12
|
12
|
| καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου. | And I put a pendant on thy nostril, and rings in thine ears, and a crown of glory on thine head. |
|
13
|
13
|
| καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλή σφόδρα. | So thou wast adorned with gold and silver; and thy raiment was of fine linen, and silk, and variegated work: thou didst eat fine flour, and oil, and honey, and didst become extremely beautiful. |
|
14
|
14
|
| καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι, ᾗ ἔταξα ἐπὶ σέ, λέγει Κύριος. - | And thy name went forth among the nations for thy beauty: because it was perfected with elegance, and in the comeliness which I put upon thee, saith the Lord. |
|
15
|
15
|
| Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον, ὃ οὐκ ἔσται. | Thou didst trust in thy beauty, and didst go a-whoring because of thy renown, and didst pour out thy fornication on every passer by. |
|
16
|
16
|
| καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ραπτὰ καὶ ἐξεπόρνευσας ἐπ᾿ αὐτά· καὶ οὐ μὴ εἰσέλθῃς, οὐδὲ μὴ γένηται. | And thou didst take of thy garments, and madest to thyself idols of needlework, and didst go a-whoring after them; therefore thou shalt never come in, nor shall the like take place. |
|
17
|
17
|
| καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς· | And thou tookest thy fair ornaments of my gold and of my silver, of what I gave thee, and thou madest to thyself male images, and thou didst commit whoredom with them. |
|
18
|
18
|
| καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν· | And thou didst take thy variegated apparel and didst clothe them, and thou didst set before them mine oil and mine incense. |
|
19
|
19
|
| καὶ τοὺς ἄρτους μου, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμήν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος, | And thou tookest my bread which I gave thee, (yea I fed thee with fine flour and oil and honey) and didst set them before them for a sweet-smelling savour: yea, it was so, saith the Lord. |
|
20
|
20
|
| καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας, | And thou tookest thy sons and thy daughters, whom thou borest, and didst sacrifice these to them to be destroyed. Thou didst go a-whoring as if that were little, |
|
21
|
21
|
| καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς. | and didst slay thy children, and gavest them up in offering them to them for an expiation. |
|
22
|
22
|
| τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας. | This is beyond all thy fornication, and thou didst not remember thine infancy, when thou wast naked and bare, and didst live though defiled in thy blood. |
|
23
|
23
|
| καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος, | And it came to pass after all thy wickedness, saith the Lord, |
|
24
|
24
|
| καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ | that thou didst build thyself a house of fornication, and didst make thyself a public place in every street; |
|
25
|
25
|
| καὶ ἐπ᾿ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου· | and on the head of every way thou didst set up thy fornications, and didst defile thy beauty, and didst open thy feet to every passer by, and didst multiply thy fornication. |
|
26
|
26
|
| καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. | And thou didst go a-whoring after the children of Egypt thy neighbours, great of flesh; and didst go a-whoring often to provoke me to anger. |
|
27
|
27
|
| ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας. | And if I stretch out my hand against thee, then will I abolish thy statutes, and deliver thee up to the wills of them that hate thee, even to the daughters of the Philistines that turned thee aside from the way wherein thou sinnedst. |
|
28
|
28
|
| καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας ᾿Ασσοὺρ καὶ οὐδ᾿ οὕτως ἐνεπλήσθης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω. | And thou didst go a-whoring to the daughters of Assur, and not even thus wast thou satisfied; yea, thou didst go a-whoring, and wast not satisfied. |
|
29
|
29
|
| καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης. | And thou didst multiply thy covenants with the land of the Chaldeans; and not even with these wast thou satisfied. |
|
30
|
30
|
| τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα, ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου· | Why should I make a covenant with thy daughter, saith the Lord, while thou doest all these things, the works of a harlot? and thou hast gone a-whoring in a threefold degree with thy daughters. |
|
31
|
31
|
| τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα. | Thou hast built a house of harlotry in every top of a way, and hast set up thine high place in every street; and thou didst become as a harlot gathering hires. |
|
32
|
32
|
| ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα· | An adulteress resembles thee, taking rewards of her husband. |
|
33
|
33
|
| πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα, καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρός σε κυκλόθεν ἐν τῇ πορνείᾳ σου. | She has even given rewards to all that went a-whoring after her, and thou hast given rewards to all thy lovers, yea, thou didst load them with rewards, that they should come to thee from every side for thy fornication. |
|
34
|
34
|
| καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα. - | And there has happened in thee perverseness in thy fornication beyond other women, and they have committed fornication with thee, in that thou givest hires over and above, and hires were not given to thee; and thus perverseness happened in thee. |
|
35
|
35
|
| Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου· | Therefore, harlot, hear the word of the Lord: |
|
36
|
36
|
| τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς. | Thus saith the Lord, Because thou hast poured forth thy money, therefore thy shame shall be discovered in thy harlotry with thy lovers, and with regard to all the imaginations of thine iniquities, and for the blood of thy children which thou hast given to them. |
|
37
|
37
|
| διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου· | Therefore, behold, I will gather all thy lovers with whom thou hast consorted, and all whom thou hast loved, with all whom thou didst hate; and I will gather them against thee round about, and will expose thy wickedness to them, and they shall see all thy shame. |
|
38
|
38
|
| καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου. | And I will be avenged on thee with the vengeance of an adulteress, and I will bring upon thee blood of fury and jealousy. |
|
39
|
39
|
| καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου καί ἀφήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν. | And I will deliver thee into their hands, and they shall break down thy house of harlotry, and destroy thine high place; and they shall strip thee of thy garments, and shall take thy proud ornaments, and leave thee naked and bare. |
|
40
|
40
|
| καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσί σε ἐν λίθοις καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν. | And they shall bring multitudes upon thee, and they shall stone thee with stones, and pierce thee with their swords. |
|
41
|
41
|
| καὶ ἐμπρήσουσι τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι. | And they shall burn thine houses with fire, and shall execute vengeance on thee in the sight of many women: and I will turn thee back from harlotry, and I will no more give thee rewards. |
|
42
|
42
|
| καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ σὺ μὴ μεριμνήσω οὐκέτι. | So will I slacken my fury against thee, and my jealousy shall be removed from thee, and I will rest, and be no more careful for thee. |
|
43
|
43
|
| ἀνθ᾿ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου. | Because thou didst not remember thine infancy, and thou didst grieve me in all these things; therefore, behold, I have recompensed thy ways upon thine head, saith the Lord: for thus hast thou wrought ungodliness above all thine other iniquities. |
|
44
|
44
|
| ταῦτά ἐστι πάντα, ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες· καθὼς ἡ μήτηρ, | These are all the things they have spoken against thee in a proverb, saying, |
|
45
|
45
|
| καὶ ἡ θυγάτηρ· θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφοὶ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν ᾿Αμορραῖος. | As is the mother, so is thy mother's daughter: thou art she that has rejected her husband and her children; and the sisters of thy sisters have rejected their husbands and their children: your mother was a Chettite, and your father an Amorite. |
|
46
|
46
|
| ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς. | Your elder sister who dwells on thy left hand is Samaria, she and her daughters: and thy younger sister, that dwells on thy right hand, is Sodom and her daughters. |
|
47
|
47
|
| καὶ οὐδ᾿ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου. | Yet notwithstanding thou hast not walked in their ways, neither hast thou done according to their iniquities within a little, but thou hast exceeded them in all thy ways. |
|
48
|
48
|
| ζῶ ἐγώ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα ἡ ἀδελφή σου, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου. | As I live, saith the Lord, this Sodom and her daughters have not done as thou and thy daughters have done. |
|
49
|
49
|
| πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς. τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο. | Moreover this was the sin of thy sister Sodom, pride: she and her daughters lived in pleasure, in fulness of bread and in abundance: this belonged to her and her daughters, and they helped not the hand of the poor and needy. |
|
50
|
50
|
| καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ, καὶ ἐξῇρα αὐτὰς καθὼς εἶδον. | And they boasted, and wrought iniquities before me: so I cut them off as I saw fit. |
|
51
|
51
|
| καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας. | Also Samaria has not sinned according to half of thy sins; but thou hast multiplied thine iniquities beyond them, and thou hast justified thy sisters in all thine iniquities which thou hast committed. |
|
52
|
52
|
| καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτάς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου. | Thou therefore bear thy punishment, for that thou hast corrupted thy sisters by thy sins which thou hast committed beyond them; and thou hast made them appear more righteous than thyself: thou therefore be ashamed, and bear thy dishonour, in that thou hast justified thy sisters. |
|
53
|
53
|
| καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν, | And I will turn their captivity, even the captivity of Sodom and her daughters; and I will turn the captivity of Samaria and her daughters; and I will turn thy captivity in the midst of them: |
|
54
|
54
|
| ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ παροργίσαι με. | that thou mayest bear thy punishment, and be dishonoured for all that thou hast done in provoking me to anger. |
|
55
|
55
|
| καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ᾿ ἀρχῆς, καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ᾿ ἀρχῆς ἦτε. | And thy sister Sodom and her daughters shall be restored as they were at the beginning, and thou and thy daughters shall be restored as ye were at the beginning. |
|
56
|
56
|
| καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου, | And surely thy sister Sodom was not mentioned by thy mouth in the days of thy pride: |
|
57
|
57
|
| πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς, θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ; | before thy wickedness was discovered, even now thou art the reproach of the daughters of Syria, and of all that are round about her, even of the daughters of the Philistines that compass thee round about. |
|
58
|
58
|
| τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου, σὺ κεκόμισαι αὐτάς, λέγει Κύριος. | As for thine ungodliness and thine iniquities, thou hast borne them, saith the Lord. |
|
59
|
59
|
| τάδε λέγει Κύριος· καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου. | Thus saith the Lord; I will even do to thee as thou hast done, as thou hast dealt shamefully in these things to transgress my covenant. |
|
60
|
60
|
| καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον. | And I will remember my covenant made with thee in the days of thine infancy, and I will establish to thee an everlasting covenant. |
|
61
|
61
|
| καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου. | Then thou shalt remember thy way, and shalt be utterly dishonoured when thou receivest thine elder sisters with thy younger ones: and I will give them to thee for building up, but not by thy covenant. |
|
62
|
62
|
| καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ Κύριος, | And I will establish my covenant with thee; and thou shalt know that I am the Lord: |
|
63
|
63
|
| ὅπως μνησθῇς καὶ αἰσχυνθῆς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει Κύριος. | that thou mayest remember, and be ashamed, and mayest no more be able to open thy mouth for thy shame, when I am reconciled to thee for all that thou hast done, saith the Lord. |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραὴλ | Son of man, relate a tale, and speak a parable to the house of Israel: |
|
3
|
3
|
| καὶ ἐρεῖς· τάδε λέγει Κύριος· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, | and thou shalt say, Thus saith the Lord; A great eagle with large wings, spreading them out very far, with many claws, which has the design of entering into Libanus—and he took the choice branches of the cedar: |
|
4
|
4
|
| τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά. | he cropped off the ends of the tender twigs, and brought them into the land of Chanaan; he laid them up in a walled city. |
|
5
|
5
|
| καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ᾿ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό. | And he took of the seed of the land, and sowed it in a field planted by much water; he set it in a conspicuous place. |
|
6
|
6
|
| καὶ ἀνέτειλε καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ᾿ αὐτὴν καὶ ρίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς. | And it sprang up, and became a weak and little vine, so that the branches thereof appeared upon it, and its roots were under it: and it became a vine, and put forth shoots, and sent forth its tendrils. |
|
7
|
7
|
| καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ρίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς. | And there was another great eagle, with great wings and many claws: and, behold, this vine bent itself round toward him, and her roots were turned towards him, and she sent forth her branches towards him, that he might water her together with the growth of her plantation. |
|
8
|
8
|
| εἰς πεδίον καλὸν ἐφ᾿ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. | She thrives in a fair field by much water, to produce shoots and bear fruit, that she might become a great vine. |
|
9
|
9
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· εἰ κατευθυνεῖ; οὐχὶ αἱ ρίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ριζῶν αὐτῆς· | Therefore say, Thus saith the Lord; Shall it prosper? shall not the roots of her tender stem and her fruit be blighted? yea, all her early shoots shall be dried up, and that not by a mighty arm, nor by many people, to tear her up from her roots. |
|
10
|
10
|
| καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται. | And, behold, it thrives: shall it prosper? shall it not wither as soon as the east wind touches it? it shall be withered together with the growth of its shoots. |
|
11
|
11
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | Moreover the word of the Lord came to me, saying, |
|
12
|
12
|
| υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν· ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ ῾Ιερουσαλήμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. | Son of man, say now to the provoking house, Know ye not what these things were? say to them, Whenever the king of Babylon shall come against Jerusalem, then he shall take her king and her princes, and shall take them home to Babylon. |
|
13
|
13
|
| καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται | And he shall take of the seed royal, and shall make a covenant with him, and shall bind him with an oath: and he shall take the princes of the land: |
|
14
|
14
|
| τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν. | that it may become a weak kingdom, so as never to lift itself up, that he may keep his covenant, and establish it. |
|
15
|
15
|
| καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται; | And if he shall revolt from him, to send his messengers into Egypt, that they may give him horses and much people; shall he prosper? shall he that acts as an adversary be preserved? and shall he that transgresses the covenant be preserved? |
|
16
|
16
|
| ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ᾿ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει. | As I live, saith the Lord, verily in the same place where the king is that made him king, who dishonoured my oath, and who broke my covenant, shall he die with him in the midst of Babylon. |
|
17
|
17
|
| καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς. | And Pharao shall make war upon him not with a large force or great multitude, in throwing up a mound, and in building of forts, to cut off souls. |
|
18
|
18
|
| καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται; | Whereas he has profaned the oath so as to break the covenant, when, behold, I engaged his hand, and he has done all these things to him, he shall not escape. |
|
19
|
19
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ. | Therefore say, Thus saith the Lord; As I live, surely mine oath which he has profaned, and my covenant which he has transgressed, I will even recompense it upon his head. |
|
20
|
20
|
| καὶ ἐκπετάσω ἐπ᾿ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. | And I will spread a net upon him, and he shall be caught in its snare. |
|
21
|
21
|
| ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ρομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα. - | In every battle of his they shall fall by the sword, and I will scatter his remnant to every wind: and ye shall know that I the Lord have spoken it. |
|
22
|
22
|
| Διότι τάδε λέγει Κύριος· καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ᾿ ὄρος ὑψηλόν· | For thus saith the Lord; I will even take of the choice branches of the cedar from the top thereof, I will crop off their hearts, and I will plant it on a high mountain: |
|
23
|
23
|
| καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ τῷ ᾿Ισραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. | and I will hang it on a lofty mountain of Israel: yea, I will plant it, and it shall put forth shoots, and shall bear fruit, and it shall be a great cedar: and every bird shall rest beneath it, even every fowl shall rest under its shadow: its branches shall be restored. |
|
24
|
24
|
| καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. | And all the trees of the field shall know that I am the Lord that bring low the high tree, and exalt the low tree, and wither the green tree, and cause the dry tree to flourish: I the Lord have spoken, and will do it. |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγοντες· οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; | Son of man, what mean ye by this parable among the children of Israel, saying, The fathers have eaten unripe grapes, and the children's teeth have been set on edge? |
|
3
|
3
|
| ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ ᾿Ισραήλ· | As I live, saith the Lord, surely this parable shall no more be spoken in Israel. |
|
4
|
4
|
| ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. - | For all souls are mine; as the soul of the father, so also the soul of the son, they are mine: the soul that sins, it shall die. |
|
5
|
5
|
| ῾Ο δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην, | But the man who shall be just, who executes judgment and righteousness, |
|
6
|
6
|
| ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου ᾿Ισραὴλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ | who shall not eat upon the mountains, and shall not at all lift up his eyes to the devices of the house of Israel, and shall not defile his neighbour's wife, and shall not draw nigh to her that is removed, |
|
7
|
7
|
| καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ | and shall not oppress any man, but shall return the pledge of the debtor, and shall be guilty of no plunder, shall give his bread to the hungry, and clothe the naked; |
|
8
|
8
|
| καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ | and shall not lend his money upon usury, and shall not receive usurious increase, and shall turn back his hand from injustice, shall execute righteous judgment between a man and his neighbour, |
|
9
|
9
|
| καὶ τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος. - | and has walked in my commandments and kept mine ordinances, to do them; he is righteous, he shall surely live, saith the Lord. |
|
10
|
10
|
| Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα, | And if he beget a mischievous son, shedding blood and committing sins, |
|
11
|
11
|
| ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγε καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανε | who has not walked in the way of his righteous father, but has even eaten upon the mountains, and has defiled his neighbour's wife, |
|
12
|
12
|
| καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσε καὶ ἅρπαγμα ἥρπασε καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκε καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκε, | and has oppressed the poor and needy, and has committed robbery, and not restored a pledge, and has set his eyes upon idols, has wrought iniquities, |
|
13
|
13
|
| μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν, οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται. - | has lent upon usury, and taken usurious increase; he shall by no means live: he has wrought all these iniquities; he shall surely die; his blood shall be upon him. |
|
14
|
14
|
| ᾿Εὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ, ἃς ἐποίησε, καὶ φοβηθῇ καὶ μὴ ποιήσῃ κατ᾿ αὐτάς, | And if he beget a son, and the son see all his father's sins which he has wrought, and fear, and not do according to them, |
|
15
|
15
|
| ἐπὶ τῶν ὀρέων οὐ βέβρωκε καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου ᾿Ισραὴλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανε | and if he has not eaten on the mountains, and has not set his eyes on the devices of the house of Israel, and has not defiled his neighbour's wife, |
|
16
|
16
|
| καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε καὶ γυμνὸν περιέβαλε, | and has not oppressed a man, and has not retained the pledge, nor committed robbery, has given his bread to the hungry, and has clothed the naked, |
|
17
|
17
|
| καὶ ἀπὸ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβε, δικαιοσύνην ἐποίησε καὶ ἐν τοῖς προστάγμασί μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται. | and has turned back his hand from unrighteousness, has not received interest or usurious increase, has wrought righteousness, and walked in mine ordinances; he shall not die for the iniquities of his father, he shall surely live. |
|
18
|
18
|
| ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ. - | But if his father grievously afflict, or plunder, he has wrought enmity in the midst of my people, and shall die in his iniquity. |
|
19
|
19
|
| Καὶ ἐρεῖτε· τί ὅτι οὐκ ἔλαβε τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκε, πάντα τὰ νόμιμά μου συνετήρησε καὶ ἐποίησεν αὐτά· ζωῇ ζήσεται. | But ye will say, Why has not the son borne the iniquity of the father? Because the son has wrought judgment and mercy, has kept all my statutes, and done them, he shall surely live. |
|
20
|
20
|
| ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρός, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται. | But the soul that sins shall die: and the son shall not bear the iniquity of the father, nor shall the father bear the iniquity of the son: the righteousness of the righteous shall be upon him, and the iniquity of the transgressor shall be upon him. |
|
21
|
21
|
| καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ. | And if the transgressor turn away from all his iniquities which he has committed, and keep all my commandments, and do justice and mercy, he shall surely live, and shall by no means die. |
|
22
|
22
|
| πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησθήσεται, ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ᾗ ἐποίησε, ζήσεται. | None of his trespasses which he has committed shall be remembered: in his righteousness which he has done he shall live. |
|
23
|
23
|
| μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν; | Shall I at all desire the death of the sinner, saith the Lord, as I desire that he should turn from his evil way, and live? |
|
24
|
24
|
| ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. | But when the righteous man turns away from his righteousness, and commits iniquity, according to all the transgressions which the transgressor has wrought, none of his righteousness which he has wrought shall be at all remembered: in his trespass wherein he has trespassed, and in his sins wherein he has sinned, in them shall he die. |
|
25
|
25
|
| καὶ εἴπατε· οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου. ἀκούσατε δὴ πᾶς ὁ οἶκος ᾿Ισραήλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει; | Yet ye have said, The way of the Lord is not straight. Hear now, all the house of Israel; will not my way be straight? Is your way straight? |
|
26
|
26
|
| ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει παράπτωμα καὶ ἀποθάνῃ, ἐν τῷ παραπτώματι, ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται. | When the righteous turns away from his righteousness and commits a trespass, and dies in the trespass which he has committed, he shall even die in it. |
|
27
|
27
|
| καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησε, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξε | And when the wicked man turns away from his wickedness that he has committed, and shall do judgment and justice, he has kept his soul, |
|
28
|
28
|
| καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησε, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ. | and has turned away from all his ungodliness which he has committed: he shall surely live, he shall not die. |
|
29
|
29
|
| καὶ λέγουσιν ὁ οἶκος τοῦ ᾿Ισραήλ· οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου. μὴ ἡ ὁδός μου οὐ κατορθοῖ, οἶκος ᾿Ισραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; | Yet the house of Israel say, The way of the Lord is not right. Is not my way right, O house of Israel? is not your way wrong? |
|
30
|
30
|
| ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος ᾿Ισραήλ, λέγει Κύριος. ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. | I will judge you, O house of Israel, saith the Lord, each one according to his way: be converted, and turn from all your ungodliness, and it shall not become to you the punishment of iniquity. |
|
31
|
31
|
| ἀπορρίψατε ἀφ᾿ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος ᾿Ισραήλ; | Cast away from yourselves all your ungodliness wherein ye have sinned against me; and make to yourselves a new heart and a new spirit: for why should ye die, O house of Israel? |
|
32
|
32
|
| διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος. | For I desire not the death of him that dies, saith the Lord. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΚΑΙ σὺ λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ ᾿Ισραὴλ | Moreover do thou take up a lamentation for the prince of Israel, |
|
2
|
2
|
| καὶ ἐρεῖς· τί ἡ μήτηρ σου; σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήθη, ἐν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὐτῆς. | and say, Why is thy mother become a whelp in the midst of lions? in the midst of lions she has multiplied her whelps. |
|
3
|
3
|
| καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε. | And one of her whelps sprang forth; he became a lion, and learned to take prey, he devoured men. |
|
4
|
4
|
| καὶ ἤκουσαν κατ' αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου. | And the nations heard a report of him; he was caught in their pit, and they brought him into the land of Egypt in chains. |
|
5
|
5
|
| καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν, | And she saw that he was driven away from her, and her hope of him perished, and she took another of her whelps; she made him a lion. |
|
6
|
6
|
| καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε· | And he went up and down in the midst of lions, he became a lion, and learned to take prey, he devoured men. |
|
7
|
7
|
| καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσε καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. | And he prowled in his boldness and laid waste their cities, and made the land desolate, and the fulness of it, by the voice of his roaring. |
|
8
|
8
|
| καὶ ἔδωκαν ἐπ' αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήφθη· | Then the nations set upon him from the countries round about, and they spread their nets upon him: he was taken in their pit. |
|
9
|
9
|
| καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθε πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ ᾿Ισραήλ. | And they put him in chains and in a cage, and he came to the king of Babylon; and he cast him into prison, that his voice should not be heard on the mountains of Israel. |
|
10
|
10
|
| ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ρόᾳ ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. | Thy mother was as a vine and as a blossom on a pomegranate tree, planted by water: her fruit and her shoots abounded by reason of much water. |
|
11
|
11
|
| καὶ ἐγένετο αὐτῇ ράβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς. | And she became a rod for a tribe of princes, and was elevated in her bulk in the midst of other trees, and she saw her bulk in the multitude of her branches. |
|
12
|
12
|
| καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐρρίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ράβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτήν. | But she was broken down in wrath, she was cast upon the ground, and the east wind dried up her choice branches: vengeance came upon them, and the rod of her strength was withered; fire consumed it. |
|
13
|
13
|
| καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ· | And now they have planted her in the wilderness, in a dry land. |
|
14
|
14
|
| καὶ ἐξῆλθε πῦρ ἐκ ράβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέφαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ράβδος ἰσχύος. φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶ καὶ ἔσται εἰς θρῆνον. | And fire is gone out of a rod of her choice boughs, and has devoured her; and there was no rod of strength in her. Her race is become a parable of lamentation, and it shall be for a lamentation. |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
2
|
2
|
| καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
3
|
3
|
| υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος· | Son of man, speak to the elders of the house of Israel, and thou shalt say to them, Thus saith the Lord; Are ye come to enquire of me? As I live, I will not be enquired of by you, saith the Lord. |
|
4
|
4
|
| εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς | Shall I utterly take vengeance on them, son of man? testify to them of the iniquities of their fathers: |
|
5
|
5
|
| καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀφ' ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον ᾿Ισραὴλ καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου ᾿Ιακὼβ καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, | and thou shalt say to them, Thus saith the Lord; From the day that I chose the house of Israel, and became known to the seed of the house of Jacob, and was known to them in the land of Egypt, and helped them with my hand, saying, I am the Lord your God; |
|
6
|
6
|
| ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν. | in that day I helped them with my hand, to bring them out of the land of Egypt into the land which I prepared for them, a land flowing with milk and honey, it is abundant beyond every land. |
|
7
|
7
|
| καὶ εἶπα πρὸς αὐτούς· ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀπορριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. | And I said to them, Let every one cast away the abominations of his eyes, and defile not yourselves with the devices of Egypt: I am the Lord your God. |
|
8
|
8
|
| καὶ ἀπέστησαν ἀπ' ἐμοῦ καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου. | But they revolted from me, and would not hearken to me: they cast not away the abominations of their eyes, and forsook not the devices of Egypt: then I said that I would pour out my wrath upon them, to accomplish my wrath upon them in the midst of Egypt. |
|
9
|
9
|
| καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. | But I wrought so that my name should not be at all profaned in the sight of the Gentiles, in the midst of whom they are, among whom I was made known to them in their sight, to bring them out of the land of Egypt. |
|
10
|
10
|
| καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον | And I brought them into the wilderness. |
|
11
|
11
|
| καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς. | And I gave them my commandments, and made known to them mine ordinances, all which if a man shall do, he shall even live in them. |
|
12
|
12
|
| καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. | And I gave them my sabbaths, that they should be for a sign between me and them, that they should know that I am the Lord that sanctify them. |
|
13
|
13
|
| καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς. | And I said to the house of Israel in the wilderness, Walk ye in my commandments: but they walked not in them, and they rejected mine ordinances, which if a man shall do, he shall even live in them; and they grievously profaned my sabbaths: and I said that I would pour out my wrath upon them in the wilderness, to consume them. |
|
14
|
14
|
| καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. | But I wrought so that my name should not be at all profaned before the Gentiles, before whose eyes I brought them out. |
|
15
|
15
|
| καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν, | But I lifted up my hand against them in the wilderness once for all, that I would not bring them into the land which I gave them, a land flowing with milk and honey, it is sweeter than all lands: |
|
16
|
16
|
| ἀνθ' ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο. | because they rejected mine ordinances, and walked not in my commandments, but profaned my sabbaths, and went after the imaginations of their hearts. |
|
17
|
17
|
| καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ' αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ. | Yet mine eyes spared them, so as not to destroy them utterly, and I did not make an end of them in the wilderness. |
|
18
|
18
|
| καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε. | And I said to their children in the wilderness, Walk not ye in the customs of your fathers, and keep not their ordinances, and have no fellowship with their practices, nor defile yourselves with them. |
|
19
|
19
|
| ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασί μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά· | I am the Lord your God; walk in my commandments, and keep mine ordinances, and do them; |
|
20
|
20
|
| καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. | and hallow my sabbaths, and let them be a sign between me and you, that ye may know that I am the Lord your God. |
|
21
|
21
|
| καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς· | But they provoked me, and their children walked not in my commandments, and they took no heed to mine ordinances to do them, which if a man shall do, he shall even live in them, and they profaned my sabbaths: then I said that I would pour out my wrath upon them in the wilderness, to accomplish mine anger upon them. |
|
22
|
22
|
| καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. | But I wrought so that my name might not be at all profaned before the Gentiles; and I brought them out in their sight. |
|
23
|
23
|
| καὶ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις, | I lifted up my hand against them in the wilderness, that I would scatter them among the Gentiles, and disperse them in the countries; |
|
24
|
24
|
| ἀνθ' ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν. | because they kept not mine ordinances, and rejected my commandments, and profaned my sabbaths, and their eyes went after the imaginations of their fathers. |
|
25
|
25
|
| καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. | So I gave them commandments that were not good, and ordinances in which they should not live. |
|
26
|
26
|
| καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς. | And I will defile them by their own decrees, when I pass through upon every one that opens the womb, that I may destroy them. |
|
27
|
27
|
| Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ. | Therefore, son of man, speak to the house of Israel, and thou shalt say to them, Thus saith the Lord: Hitherto have your fathers provoked me in their trespasses in which they transgressed against me. |
|
28
|
28
|
| καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν. | Whereas I brought them into the land concerning which I lifted up mine hand to give it them; and they looked upon every high hill, and every shady tree, and they sacrificed there to their gods, and offered there a sweet-smelling savour, and there they poured out their drink-offerings. |
|
29
|
29
|
| καὶ εἶπον πρὸς αὐτούς· τί ἐστιν ᾿Αβαμά, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ ᾿Αβαμὰ ἕως τῆς σήμερον ἡμέρας. | And I said to them, What is Abama, that ye go in thither? and they called its name Abama, until this day. |
|
30
|
30
|
| διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος· εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε, | Therefore say to the house of Israel, Thus saith the Lord, Do ye pollute yourselves with the iniquities of your fathers, and do ye go a-whoring after their abominations, |
|
31
|
31
|
| καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς, οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος τοῦ ᾿Ισραήλ; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο. | and do ye pollute yourselves with the first-fruits of your gifts, in the offerings wherewith ye pollute yourselves in all your imaginations, until this day; and shall I answer you, O house of Israel? As I live, saith the Lord, I will not answer you, neither shall this thing come upon your spirit. |
|
32
|
32
|
| καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε· ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίθοις. | And it shall not be as ye say, We will be as the nations, and as the tribes of the earth, to worship stocks and stones. |
|
33
|
33
|
| διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ' ὑμᾶς· | Therefore, as I live, saith the Lord, I will reign over you with a strong hand, and with a high arm, and with outpoured wrath: |
|
34
|
34
|
| καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ. | I will bring you out from the nations, and will take you out of the lands wherein ye were dispersed, with a strong hand, and with a high arm, and with outpoured wrath. |
|
35
|
35
|
| καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον. | And I will bring you into the wilderness of the nations, and will plead with you there face to face. |
|
36
|
36
|
| ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος· | As I pleaded with your fathers in the wilderness of the land of Egypt, so will I judge you, saith the Lord. |
|
37
|
37
|
| καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ράβδον μου καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ | And I will cause you to pass under my rod, and I will bring you in by number. |
|
38
|
38
|
| καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ ᾿Ισραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος. | And I will separate from among you the ungodly and the revolters; for I will lead them forth out of their place of sojourning, and they shall not enter into the land of Israel: and ye shall know that I am the Lord, even the Lord. |
|
39
|
39
|
| καὶ ὑμεῖς οἶκος ᾿Ισραήλ, τάδε λέγει Κύριος Κύριος· ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν· | And as to you, O house of Israel, thus saith the Lord, even the Lord; Put away each one his evil practices, and hereafter if ye hearken to me, then shall ye no more profane my holy name by your gifts and by devices. |
|
40
|
40
|
| διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος ᾿Ισραὴλ εἰς τέλος, καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν· | For upon my holy mountain, on the high mountain, saith the Lord, even the Lord, there shall all the house of Israel serve me for ever: and there will I accept you, and there will I have respect to your first-fruits, and the first-fruits of your offerings, in all your holy things. |
|
41
|
41
|
| ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν, ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν. | I will accept you with a sweet-smelling savour, when I bring you out from the nations, and take you out of the countries wherein ye have been dispersed; and I will be sanctified among you in the sight of the nations. |
|
42
|
42
|
| καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ, εἰς τὴν γῆν, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν. | And ye shall know that I am the Lord, when I have brought you into the land of Israel, into the land concerning which I lifted up my hand to give it to your fathers. |
|
43
|
43
|
| καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν. | And ye shall there remember your ways, and your devices wherewith ye defiled yourselves; and ye shall bewail yourselves for all your wickedness. |
|
44
|
44
|
| καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος. (Μασ. ΚΑ´ | And ye shall know that I am the Lord, when I have done thus to you, that my name may not be profaned in your evil ways, and in your corrupt devices, saith the Lord. |
|
1
|
1
|
| ). | And it came to pass in the seventh year, on the fifteenth day of the month, there came men of the elders of the house of Israel to enquire of the Lord, and they sat before me. |
|
45
|
|
| καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | |
|
46
|
|
| υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ | |
|
47
|
|
| καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· | |
|
48
|
|
| καὶ ἐπιγνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ καὶ οὐ σβεσθήσεται. | |
|
49
|
|
| καὶ εἶπα· μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρός με· οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη; | |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραὴλ | Son of man, set thy face against Thæman, and look toward Darom, and prophesy against the chief forest of Nageb, |
|
3
|
3
|
| καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον· | and thou shalt say to the forest of Nageb, Hear the word of the Lord; thus saith the Lord, even the Lord; Behold, I will kindle a fire in thee, and it shall devour in thee every green tree, and every dry tree: the flame that is kindled shall not be quenched, and every face shall be scorched with it from the south to the north. |
|
4
|
4
|
| ἀνθ' ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· | And all flesh shall know that I the Lord have kindled it: it shall not be quenched. |
|
5
|
5
|
| καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι. | And I said, Not so, O Lord God! they say to me, Is not this that is spoken a parable? |
|
6
|
6
|
| καὶ σὺ υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν. | And the word of the Lord came to me, saying, |
|
7
|
7
|
| καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς· ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει Κύριος. | Therefore prophesy, son of man, set thy face steadfastly toward Jerusalem, and look toward their holy places, and thou shalt prophesy against the land of Israel, |
|
8
|
8
|
| καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· | and thou shalt say to the land of Israel, Thus saith the Lord; Behold, I am against thee, and I will draw forth my sword out of its sheath, and I will destroy out of thee the transgressor and unrighteous. |
|
9
|
9
|
| υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς· τάδε λέγει Κύριος· εἰπόν· ρομφαία ρομφαία, ὀξύνου καὶ θυμώθητι, | Because I will destroy out of thee the unrighteous and the transgressor, therefore so shall my sword come forth out of its sheath against all flesh from the south to the north: |
|
10
|
10
|
| ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον. | and all flesh shall know that I the Lord have drawn forth my sword out of its sheath: it shall not return any more. |
|
11
|
11
|
| καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ρομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος. | And thou, son of man, groan with the breaking of thy loins; thou shalt even groan heavily in their sight. |
|
12
|
12
|
| ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ ᾿Ισραήλ· παροικήσουσιν ἐπὶ ρομφαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου. διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου, | And it shall come to pass, if they shall say to thee, Wherefore dost thou groan? that thou shalt say, For the report; because it comes: and every heart shall break, and all hands shall become feeble, and all flesh and every spirit shall faint, and all thighs shall be defiled with moisture: behold, it comes, saith the Lord. |
|
13
|
13
|
| ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη; οὐκ ἔσται, λέγει Κύριος Κύριος. | And the word of the Lord came to me, saying, |
|
14
|
14
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ρομφαίαν· ἡ τρίτη ρομφαία τραυματιῶν ἐστι, ρομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς, | Son of man, prophesy, and thou shalt say, Thus saith the Lord; Say, Sword, sword, be sharpened and rage, |
|
15
|
15
|
| ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ρομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν. | that thou mayest slay victims; be sharpened that thou mayest be bright, ready for slaughter, slay, set at nought, despise every tree. |
|
16
|
16
|
| καὶ διαπορεύου, ὀξύνου, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται. | And he made it ready for his hand to hold: the sword is sharpened, it is ready to put into the hand of the slayer. |
|
17
|
17
|
| καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἀναφήσω τόν θυμόν μου· ἐγὼ Κύριος λελάληκα. | Cry out and howl, son of man: for this sword is come upon my people, this sword is come upon all the princes of Israel: they shall be as strangers: judgment with the sword is come upon my people: therefore clap thine hands, for sentence has been passed: |
|
18
|
18
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | and what if even the tribe be rejected? it shall not be, saith the Lord God. |
|
19
|
19
|
| καὶ σὺ υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς | And thou, son of man, prophesy, and clap thine hands, and take a second sword: the third sword is the sword of the slain, the great sword of the slain: and thou shalt strike them with amazement, lest the heart should faint |
|
20
|
20
|
| τοῦ εἰσελθεῖν ρομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ρομφαίαν ἐπὶ Ραββὰθ υἱῶν ᾿Αμμὼν καὶ ἐπὶ τὴν ᾿Ιουδαίαν καὶ ἐπὶ ῾Ιερουσαλὴμ ἐν μέσῳ αὐτῆς. | and the weak ones be multiplied at every gate—they are given up to the slaughter of the sword: it is well fitted for slaughter, it is well fitted for glittering. |
|
21
|
21
|
| διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ράβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ. | And do thou go on, sharpen thyself on the right and on the left whithersoever thy face may set itself. |
|
22
|
22
|
| ἐγένετο τὸ μαντεῖον ἐπὶ ῾Ιερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις. | And I also will clap my hands, and let loose my fury: I the Lord have spoken it. |
|
23
|
23
|
| καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι. | And the word of the Lord came to me, saying, |
|
24
|
24
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ' ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε. | And thou, son of man, appoint thee two ways, that the sword of the king of Babylon may enter in: the two shall go forth of one country; and there shall be a force at the top of the way of the city, thou shalt set it at the top of the way, |
|
25
|
25
|
| καὶ σύ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ ᾿Ισραήλ, οὗ ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας, | that the sword may enter in upon Rabbath of the children of Ammon, and upon Judea, and upon Jerusalem in the midst thereof. |
|
26
|
26
|
| τάδε λέγει Κύριος· ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ ὕψωσας τὸ ταπεινόν. | For the king of Babylon shall stand on the old way, at the head of the two ways, to use divination, to make bright the arrow, and to enquire of the graven images, and to examine the victims. |
|
27
|
27
|
| ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ. - | On his right was the divination against Jerusalem, to cast a mound, to open the mouth in shouting, to lift up the voice with crying, to cast a mound against her gates, to cast up a heap, and to build forts. |
|
28
|
28
|
| Καὶ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς ᾿Αμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς· ρομφαία ρομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς | And he was to them as one using divination before them, and he himself recounting his iniquities, that they might be borne in mind. |
|
29
|
29
|
| ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ὧν ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας. | Therefore thus saith the Lord, Because ye have caused your iniquities to be remembered, in the discovery of your wickedness, so that your sins should be seen, in all your wickedness and in your evil practices; because ye have caused remembrance of them, in these shall ye be taken. |
|
30
|
30
|
| ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε | And thou profane wicked prince of Israel, whose day, even an end, is come in a season of iniquity, thus saith the Lord; |
|
31
|
31
|
| καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν. | Thou hast taken off the mitre and put on the crown, it shall not have such another after it: thou hast abased that which was high, and exalted that which was low. |
|
32
|
32
|
| ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα. | Injustice, injustice, injustice, will I make it: woe to it: such shall it be until he comes to whom it belongs; and I will deliver it to him. |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς | And thou, son of man, wilt thou judge the bloody city? yea, declare thou to her all her iniquities. |
|
3
|
3
|
| καὶ ἐρεῖς· τάδε λέγει Κύριος Κύριος· ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν, | And thou shalt say, Thus saith the Lord God: O city that sheds blood in the midst of her, so that her time should come, and that forms devices against herself, to defile herself; |
|
4
|
4
|
| ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασί σου, οἷς ἐποίεις, ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις | in their blood which thou hast shed, thou hast transgressed; and in thy devices which thou hast formed, thou hast polluted thyself; and thou hast brought nigh thy days, and hast brought on the time of thy years: therefore have I made thee a reproach to the Gentiles, and a mockery to all the countries, |
|
5
|
5
|
| ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί· ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις. | to those near thee, and to those far distant from thee; and they shall mock thee, thou that art notoriously unclean, and abundant in iniquities. |
|
6
|
6
|
| ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου ᾿Ισραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα· | Behold, the princes of the house of Israel have conspired in thee each one with his kindred, that they might shed blood. |
|
7
|
7
|
| πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί· | In thee they have reviled father and mother; and in thee they have behaved unjustly toward the stranger: they have oppressed the orphan and widow. |
|
8
|
8
|
| καὶ τὰ ἅγιά μου ἐξουθένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί. | And they have set at nought my holy things, and in thee they have profaned my sabbaths. |
|
9
|
9
|
| ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου. | There are robbers in thee, to shed blood in thee; and in thee they have eaten upon the mountains: they have wrought ungodliness in the midst of thee. |
|
10
|
10
|
| αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί· | In thee they have uncovered the father's shame; and in thee they have humbled her that was set apart for uncleanness. |
|
11
|
11
|
| ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί. | They have dealt unlawfully each one with his neighbour's wife; and each one in ungodliness has defiled his daughter-in-law: and in thee they have humbled each one his sister, the daughter of his father. |
|
12
|
12
|
| δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος. | In thee they have received gifts to shed blood; they have received in thee interest and usurious increase; and by oppression thou hast brought thy wickedness to the full, and hast forgotten me, saith the Lord. |
|
13
|
13
|
| ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ' οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, | And if I shall smite my hand at thine iniquities which thou hast accomplished, which thou hast wrought, and at thy blood that has been shed in the midst of thee, |
|
14
|
14
|
| εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. | shall thy heart endure? shall thine hands be strong in the days which I bring upon thee? I the Lord have spoken, and will do it. |
|
15
|
15
|
| καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ, | And I will scatter thee among the nations, and disperse thee in the countries, and thy uncleanness shall be removed out of thee. |
|
16
|
16
|
| καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος. - | And I will give heritages in thee in the sight of the nations, and ye shall know that I am the Lord. |
|
17
|
17
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
18
|
18
|
| υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος ᾿Ισραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί. | Son of man, behold, the house of Israel are all become to me as it were mixed with brass, and iron, and tin, and lead; they are mixed up in the midst of silver. |
|
19
|
19
|
| διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον ῾Ιερουσαλήμ. | Therefore say, Thus saith the Lord God; Because ye have become one mixture, therefore I will gather you into the midst of Jerusalem. |
|
20
|
20
|
| καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς | As silver, and brass, and iron, and tin, and lead, are gathered into the midst of the furnace, to blow fire into it, that they may be melted: so will I take you in my wrath, and I will gather and melt you. |
|
21
|
21
|
| καὶ ἐκφυσήσω ἐφ' ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. | And I will blow upon you in the fire of my wrath, and ye shall be melted in the midst thereof. |
|
22
|
22
|
| ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς. - | As silver is melted in the midst of a furnace, so shall ye be melted in the midst thereof; and ye shall know that I the Lord have poured out my wrath upon you. |
|
23
|
23
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
24
|
24
|
| υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ· σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς· | Son of man, say to her, Thou art the land that is not rained upon, neither has rain come upon thee in the day of wrath: |
|
25
|
25
|
| ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου. | whose princes in the midst of her are as roaring lions seizing prey, devouring souls by oppression, and taking bribes; and thy widows are multiplied in the midst of thee. |
|
26
|
26
|
| καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν. | Her priests also have set at nought my law, and profaned my holy things: they have not distinguished between the holy and profane, nor have they distinguished between the unclean and the clean, and have hid their eyes from my sabbaths, and I was profaned in the midst of them. |
|
27
|
27
|
| οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι. | Her princes in the midst of her are as wolves ravening to shed blood, that they may get dishonest gain. |
|
28
|
28
|
| καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες· τάδε λέγει Κύριος, καὶ Κύριος οὐκ ἐλάλησε. | And her prophets that daub them shall fall, that see vanities, that prophesy falsehoods, saying, Thus saith the Lord, when the Lord has not spoken. |
|
29
|
29
|
| λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος. | That sorely oppress the people of the land with injustice, and commit robbery; oppressing the poor and needy, and not dealing justly with the stranger. |
|
30
|
30
|
| καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον. | And I sought from among them a man behaving uprightly, and standing before me perfectly in the time of wrath, so that I should not utterly destroy her: but I found him not. |
|
31
|
31
|
| καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος. | So I have poured out my wrath upon her in the fury of mine anger, to accomplish it. I have recompensed their ways on their own heads, saith the Lord God. |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς | Son of man, there were two women, daughters of one mother: |
|
3
|
3
|
| καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν. | and they went a-whoring in Egypt in their youth: there their breasts fell, there they lost their virginity. |
|
4
|
4
|
| καὶ τὰ ὀνόματα αὐτῶν ἦν ᾿Οολὰ ἡ πρεσβυτέρα καὶ ᾿Οολιβὰ ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἦν ᾿Οολὰ καὶ ῾Ιερουσαλὴμ ἦν ᾿Οολιβά. | And their names were Oola the elder, and Ooliba her sister: and they were mine, and bore sons and daughters: and as for their names, Samaria was Oola, and Jerusalem was Ooliba. |
|
5
|
5
|
| καὶ ἐξεπόρνευσεν ἡ ᾿Οολὰ ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς ᾿Ασσυρίους τοὺς ἐγγίζοντας αὐτῇ, | And Oola went a-whoring from me, and doted on her lovers, on the Assyrians that were her neighbours, |
|
6
|
6
|
| ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ' ἵππων. | clothed with purple, princes and captains; they were young men and choice, all horsemen riding on horses. |
|
7
|
7
|
| καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπ' αὐτούς· ἐπίλεκτοι υἱοὶ ᾿Ασσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο. | And she bestowed her fornication upon them; all were choice sons of the Assyrians: and on whomsoever she doted herself, with them she defiled herself in all their devices. |
|
8
|
8
|
| καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν. | And she forsook not her fornication with the Egyptians: for in her youth they committed fornication with her, and they deflowered her, and poured out their fornication upon her. |
|
9
|
9
|
| διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν ᾿Ασσυρίων, ἐφ' οὓς ἐπετίθετο. | Therefore I delivered her into the hands of her lovers, into the hands of the children of the Assyrians, on whom she doted. |
|
10
|
10
|
| αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ρομφαίᾳ ἀπέκτειναν. καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. - | They uncovered her shame: they took her sons and daughters, and slew her with the sword: and she became a byword among women; and they wrought vengeance in her for the sake of the daughters. |
|
11
|
11
|
| Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ᾿Οολιβὰ καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς. | And her sister Ooliba saw it, and she indulged in her fondness more corruptly than she, and in her fornication more than the fornication of her sister. |
|
12
|
12
|
| ἐπὶ τοὺς υἱοὺς τῶν ᾿Ασσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. | She doted upon the sons of the Assyrians, princes and captains, her neighbours, clothed with fine linen, horsemen riding on horses; they were all choice young men. |
|
13
|
13
|
| καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο. | And I saw that they were defiled, that the two had one way. |
|
14
|
14
|
| καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι, | And she increased her fornication, and she saw men painted on the wall, likenesses of the Chaldeans painted with a pencil, |
|
15
|
15
|
| ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτῶν, | having variegated girdles on their loins, having also richly dyed attire upon their heads; all had a princely appearance, the likeness of the children of the Chaldeans, of their native land. |
|
16
|
16
|
| καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. | And she doted upon them as soon as she saw them, and sent forth messengers to them into the land of the Chaldeans. |
|
17
|
17
|
| καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν. | And the sons of Babylon came to her, into the bed of rest, and they defiled her in her fornication, and she was defiled by them, and her soul was alienated from them. |
|
18
|
18
|
| καί ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς. | And she exposed her fornication, and exposed her shame: and my soul was alienated from her, even as my soul was alienated from her sister. |
|
19
|
19
|
| καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ, | And thou didst multiply thy fornication, so as to call to remembrance the days of thy youth, wherein thou didst commit whoredom in Egypt, |
|
20
|
20
|
| καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. | and thou didst dote upon the Chaldeans, whose flesh is as the flesh of asses, and their members as the members of horses. |
|
21
|
21
|
| καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. - | And thou didst look upon the iniquity of thy youth, the things which thou wroughtest in Egypt in thy lodging, where were the breasts of thy youth. |
|
22
|
22
|
| Διὰ τοῦτο ᾿Οολιβά, τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, | Therefore, Ooliba, thus saith the Lord; Behold, I will stir up thy lovers against thee, from whom thy soul is alienated, and I will bring them upon thee round about, |
|
23
|
23
|
| υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺδ καὶ Σουὲ καὶ Κουὲ καὶ πάντας υἱοὺς ᾿Ασσυρίων μετ' αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων· | the children of Babylon, and all the Chaldeans, Phacuc, and Sue, and Hychue, and all the sons of the Assyrians with them; choice young men, governors and captains, all princes and renowned, riding on horses. |
|
24
|
24
|
| καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσι φυλακὴν ἐπὶ σὲ κύκλῳ. | And they all shall come upon thee from the north, chariots and wheels, with a multitude of nations, shields and targets; and the enemy shall set a watch against thee round about: and I will set judgment before them, and they shall take vengeance on thee with their judgments. |
|
25
|
25
|
| καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι καὶ τοὺς καταλοίπους σου ἐν ρομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται. | And I will bring upon thee my jealousy, and they shall deal with thee in great wrath: they shall take away thy nose and thine ears; and shall cast down thy remnant with the sword: they shall take thy sons and thy daughters; and thy remnant fire shall devour. |
|
26
|
26
|
| καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου. | And they shall strip thee of thy raiment, and take away thine ornaments. |
|
27
|
27
|
| καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι. | So I will turn back thine ungodliness from thee, and thy fornication from the land of Egypt: and thou shalt not lift up thine eyes upon them, and shalt no more remember Egypt. |
|
28
|
28
|
| διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν. | Wherefore thus saith the Lord God; Behold, I will deliver thee into the hands of those whom thou hatest, from whom thy soul is alienated. |
|
29
|
29
|
| καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου | And they shall deal with thee in hatred, and shall take all the fruits of thy labours and thy toils, and thou shalt be naked and bare: and the shame of thy fornication shall be exposed: and thy ungodliness and thy fornication |
|
30
|
30
|
| ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. | brought this upon thee, in that thou wentest a-whoring after the nations, and didst defile thyself with their devices. |
|
31
|
31
|
| ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου. | Thou didst walk in the way of thy sister; and I will put her cup into thine hands. |
|
32
|
32
|
| τάδε λέγει Κύριος· τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατύ, τὸ πλεονάζον τοῦ συντελέσαι μέθην, | Thus saith the Lord; Drink thy sister's cup, deep and large, and full, to cause complete drunkenness. |
|
33
|
33
|
| καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας, | And thou shalt be thoroughly weakened; and the cup of destruction, the cup of thy sister Samaria, |
|
34
|
34
|
| καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος. | drink thou it, and I will take away her feasts and her new moons: for I have spoken it, saith the Lord. |
|
35
|
35
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. - | Therefore thus saith the Lord; Because thou hast forgotten me, and cast me behind thy back, therefore receive thou the reward of thine ungodliness and thy fornication. |
|
36
|
36
|
| Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν ᾿Οολὰν καὶ τὴν ᾿Οολιβάν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν; | And the Lord said to me; Son of man, wilt thou not judge Oola and Ooliba? and declare to them their iniquities? |
|
37
|
37
|
| ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι' ἐμπύρων. | For they have committed adultery, and blood was in their hands, they committed adultery with their devices, and they passed through the fire to them their children which they bore to me. |
|
38
|
38
|
| ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν· | So long too as they did these things to me, they defiled my sanctuary, and profaned my sabbaths. |
|
39
|
39
|
| καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου. | And when they sacrificed their children to their idols, they also went into my sanctuary to profane it: and whereas they did thus in the midst of my house; |
|
40
|
40
|
| καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ | and whereas they did thus to the men that came from afar, to whom they sent messengers, and as soon as they came, immediately thou didst wash thyself, and didst paint thine eyes and adorn thyself with ornaments, |
|
41
|
41
|
| καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς. | and satest on a prepared bed, and before it there was a table set out, and as for mine incense and mine oil, they rejoiced in them, |
|
42
|
42
|
| καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου, καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν. | and they raised a sound of music, and that with men coming from the wilderness out of a multitude of men, and they put bracelets on their hands, and a crown of glory on their heads; |
|
43
|
43
|
| καὶ εἶπα· οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε. | Therefore I said, Do they not commit adultery with these? and has she also gone a-whoring after the manner of a harlot? |
|
44
|
44
|
| καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς ᾿Οολὰν καὶ πρὸς ᾿Οολιβὰν τοῦ ποιῆσαι ἀνομίαν. | And they went in to her, as men go in to a harlot; so they went in to Oola and to Ooliba to work iniquity. |
|
45
|
45
|
| καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσί, καὶ αἷμα ἐν χερσὶν αὐτῶν. | And they are just men, and shall take vengeance on them with the judgment of an adulteress and the judgment of blood: for they are adulteresses, and blood is in their hands. |
|
46
|
46
|
| τάδε λέγει Κύριος Κύριος· ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν | Thus saith the Lord God, Bring up a multitude upon them, and send trouble and plunder into the midst of them. |
|
47
|
47
|
| καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι. | And stone them with the stones of a multitude, and pierce them with their swords: they shall slay their sons and their daughters, and shall burn up their houses. |
|
48
|
48
|
| καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν. | And I will remove ungodliness out of the land, and all the women shall be instructed, and shall not do according to their ungodliness. |
|
49
|
49
|
| καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος. | And your ungodliness shall be recompensed upon you, and ye shall bear the guilt of your devices: and ye shall know that I am the Lord. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, λέγων· | And the word of the Lord came to me, in the ninth year, in the tenth month, on the tenth day of the month, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ ῾Ιερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον, | Son of man, write for thyself daily from this day, on which the king of Babylon set himself against Jerusalem, even from this day. |
|
3
|
3
|
| καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ | And speak a parable to the provoking house, and thou shalt say to them, Thus saith the Lord; Set on the caldron, and pour water into it: |
|
4
|
4
|
| καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν | and put the pieces into it, every prime piece, the leg and shoulder taken off from the bones, |
|
5
|
5
|
| ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν· ἔζεσεν ἔζεσε, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς. | which are taken from choice cattle, and burn the bones under them: her bones are boiled and cooked in the midst of her. |
|
6
|
6
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ὦ πόλις αἱμάτων, λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος. | Therefore thus saith the Lord; O bloody city, the caldron in which there is scum, and the scum has not gone out of, she has brought it forth piece by piece, no lot has fallen upon it. |
|
7
|
7
|
| ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό. οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ' αὐτὸ γῆν· | For her blood is in the midst of her; I have set it upon a smooth rock: I have not poured it out upon the earth, so that the earth should cover it; |
|
8
|
8
|
| τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό. | that my wrath should come up for complete vengeance to be taken: I set her blood upon a smooth rock, so as not to cover it. |
|
9
|
9
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· κἀγὼ μεγαλυνῶ τὸν δαλὸν | Therefore thus saith the Lord, I will also make the firebrand great, |
|
10
|
10
|
| καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς | and I will multiply the wood, and kindle the fire, that the flesh may be consumed, and the liquor boiled away; |
|
11
|
11
|
| καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς, | and that it may stand upon the coals, that her brass may be thoroughly heated, and be melted in the midst of her filthiness, and her scum may be consumed, |
|
12
|
12
|
| καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς, | and her abundant scum may not come forth of her. |
|
13
|
13
|
| ἀνθ' ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου; | Her scum shall become shameful, because thou didst defile thyself: and what if thou shalt be purged no more until I have accomplished my wrath? |
|
14
|
14
|
| ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν. | I the Lord have spoken; and it shall come, and I will do it; I will not delay, neither will I have any mercy: I will judge thee, saith the Lord, according to thy ways, and according to thy devices: therefore will I judge thee according to thy bloodshed, and according to thy devices will I judge thee, thou unclean, notorious, and abundantly provoking one. |
|
15
|
15
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
16
|
16
|
| υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδ' οὐ μὴ κλαυσθῇς. | Son of man, behold I take from thee the desire of thine eyes by violence: thou shalt not lament, neither shalt thou weep. |
|
17
|
17
|
| στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς. | Thou shalt groan for blood, and have mourning upon thy loins; thy hair shall not be braided upon thee, and thy sandals shall be on thy feet; thou shalt in no wise be comforted by their lips, and thou shalt not eat the bread of men. |
|
18
|
18
|
| καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωΐ, ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωΐ ὃν τρόπον ἐπετάγη μοι. | And I spoke to the people in the morning, as he commanded me in the evening, and I did in the morning as it was commanded me. |
|
19
|
19
|
| καὶ εἶπε πρός με ὁ λαός· οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; | And the people said to me, Wilt thou not tell us what these things are that thou doest? |
|
20
|
20
|
| καὶ εἶπα πρὸς αὐτούς· λόγος Κυρίου ἐγένετο πρός με λέγων· | Then I said to them, The word of the Lord came to me, saying, |
|
21
|
21
|
| εἰπὸν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ρομφαίᾳ πεσοῦνται. | Say to the house of Israel, Thus saith the Lord; Behold, I will profane my sanctuary, the boast of your strength, the desire of your eyes, and for which your souls are concerned; and your sons and your daughters, whom ye have left, shall fall by the sword. |
|
22
|
22
|
| καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε, | And ye shall do as I have done: ye shall not be comforted at their mouth, and ye shall not eat the bread of men. |
|
23
|
23
|
| καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ. | And your hair shall be upon your head, and your shoes on your feet: neither shall ye at all lament or weep; but ye shall pine away in your iniquities, and shall comfort every one his brother. |
|
24
|
24
|
| καὶ ἔσται ᾿Ιεζεκιὴλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησα, ποιήσετε, ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. - | And Jezekiel shall be for a sign to you: according to all that I have done shall ye do, when these things shall come; and ye shall know that I am the Lord. |
|
25
|
25
|
| Καὶ σὺ υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνων τὴν ἰσχὺν παρ' αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν, | And thou, son of man, shall it not be in the day when I take their strength from them, the pride of their boasting, the desires of their eyes, and the pride of their soul, their sons and their daughters, |
|
26
|
26
|
| ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα; | that in that day he that escapes shall come to thee, to tell it thee in thine ears? |
|
27
|
27
|
| ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. | In that day thy mouth shall be opened to him that escapes; thou shalt speak, and shalt be no longer dumb: and thou shalt be for a sign to them, and they shall know that I am the Lord. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς | Son of man, set thy face steadfastly against the children of Ammon, and prophesy against them; |
|
3
|
3
|
| καὶ ἐρεῖς τοῖς υἱοῖς ᾿Αμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ ᾿Ιούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ, | and thou shalt say to the children of Ammon, Hear ye the word of the Lord; thus saith the Lord; Forasmuch as ye have rejoiced against my sanctuary, because it was profaned; and against the land of Israel, because it was laid waste; and against the house of Juda, because they went into captivity; |
|
4
|
4
|
| διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. | therefore, behold, I will deliver you to the children of Kedem for an inheritance, and they shall lodge in thee with their stuff, and they shall pitch their tents in thee: they shall eat thy fruits, and they shall drink thy milk. |
|
5
|
5
|
| καὶ δώσω τὴν πόλιν τοῦ ᾿Αμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς ᾿Αμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. | And I will give up the city of Ammon for camels' pastures, and the children of Ammon for a pasture of sheep: and ye shall know that I am the Lord. |
|
6
|
6
|
| διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, | For thus saith the Lord; Because thou hast clapped thine hands, and stamped with thy foot, and heartily rejoiced against the land of Israel; |
|
7
|
7
|
| διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος. - | therefore I will stretch out my hand against thee, and I will make thee a spoil to the nations; and I will utterly destroy thee from among the peoples, and I will completely cut thee off from out of the countries: and thou shalt know that I am the Lord. |
|
8
|
8
|
| Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος ᾿Ισραὴλ καὶ ᾿Ιούδα, | Thus saith the Lord; Because Moab has said, Behold, are not the house of Israel and Juda like all the other nations? |
|
9
|
9
|
| διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον ᾿Ασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας. | Therefore, behold, I will weaken the shoulder of Moab from his frontier cities, even the choice land, the house of Bethasimuth above the fountain of the city, by the sea-side. |
|
10
|
10
|
| τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν ᾿Αμμών· | I have given him the children of Kedem in addition to the children of Ammon for an inheritance, that there may be no remembrance of the children of Ammon. |
|
11
|
11
|
| καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. - | And I will execute vengeance on Moab; and they shall know that I am the Lord. |
|
12
|
12
|
| Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ ᾿Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον ᾿Ιούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην, | Thus saith the Lord; Because of what the Idumeans have done in taking vengeance on the house of Juda, and because they have remembered injuries, and have exacted full recompence; |
|
13
|
13
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν ᾿Ιδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται. | therefore thus saith the Lord; I will also stretch out my hand upon Idumea, and will utterly destroy out of it man and beast; and will make it desolate; and they that are pursued out of Thæman shall fall by the sword. |
|
14
|
14
|
| καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν ᾿Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου ᾿Ισραήλ, καὶ ποιήσουσιν ἐν τῇ ᾿Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος. - | And I will execute my vengeance on Idumea by the hand of my people Israel: and they shall deal in Idumea according to mine anger and according to my wrath, and they shall know my vengeance, saith the Lord. |
|
15
|
15
|
| Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός, | Therefore thus saith the Lord, Because the Philistines have wrought revengefully, and raised up vengeance rejoicing from their heart to destroy the Israelites to a man; |
|
16
|
16
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν· | therefore thus saith the Lord; Behold, I will stretch out my hand upon the Philistines, and will utterly destroy the Cretans, and will cut off the remnant that dwell by the sea-coast. |
|
17
|
17
|
| καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς. | And I will execute great vengeance upon them; and they shall know that I am the Lord, when I have brought my vengeance upon them. |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And it came to pass in the eleventh year, on the first day of the month, that the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ ῾Ιερουσαλήμ· εὖγε, συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρός με, ἡ πλήρης ἠρήμωται, | Son of man, because Sor has said against Jerusalem, Aha, she is crushed: the nations are destroyed: she is turned to me: she that was full is made desolate: |
|
3
|
3
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς. | therefore thus saith the Lord; Behold, I am against thee, O Sor, and I will bring up many nations against thee, as the sea comes up with its waves. |
|
4
|
4
|
| καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν. | And they shall cast down the walls of Sor, and shall cast down thy towers: and I will scrape her dust from off her, and make her a bare rock. |
|
5
|
5
|
| ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι. | She shall be in the midst of the sea a place for repairing nets: for I have spoken it, saith the Lord: and it shall be a spoil for the nations. |
|
6
|
6
|
| καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. | And her daughters which are in the field shall be slain with the sword, and they shall know that I am the Lord. |
|
7
|
7
|
| ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ (βασιλεὺς βασιλέων ἐστί) μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα. | For thus saith the Lord; Behold, I will bring up against thee, O Sor, Nabuchodonosor king of Babylon from the north: he is a king of kings, with horses, and chariots, and horsemen, and a concourse of very many nations. |
|
8
|
8
|
| οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει· | He shall slay thy daughters that are in the field with the sword, and shall set a watch against thee, and build forts around thee, and carry a rampart round against thee, and set up warlike works, and array his spears against thee. |
|
9
|
9
|
| τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ. | He shall cast down with his swords thy walls and thy towers. |
|
10
|
10
|
| ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου. | By reason of the multitude of his horses their dust shall cover thee, and by reason of the sound of his horsemen and the wheels of his chariots thy walls shall be shaken, when he enters into thy gates, as one entering into a city from the plain. |
|
11
|
11
|
| ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει. | With the hoofs of his horses they shall trample all thy streets: he shall slay thy people with the sword, and shall bring down to the ground the support of thy strength. |
|
12
|
12
|
| καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ τὰ τείχη σου καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ. | And he shall prey upon thy power, and plunder thy substance, and shall cast down thy walls, and break down thy pleasant houses: and he shall cast thy stones and thy timber and thy dust into the midst of thy sea. |
|
13
|
13
|
| καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. | And he shall destroy the multitude of thy musicians, and the sound of thy psalteries shall be heard no more. |
|
14
|
14
|
| καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος. | And I will make thee a bare rock: thou shalt be a place to spread nets upon; thou shalt be built no more: for I the Lord have spoken it, saith the Lord. |
|
15
|
15
|
| διότι τάδε λέγει Κύριος Κύριος τῇ Σόρ· οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι; | For thus saith the Lord God to Sor; Shall not the isles shake at the sound of thy fall, while the wounded are groaning, while they have drawn a sword in the midst of thee? |
|
16
|
16
|
| καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται. ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ· | And all the princes of the nations of the sea shall come down from their thrones, and shall take off their crowns from their heads, and shall take off their embroidered raiment: they shall be utterly amazed; they shall sit upon the ground, and fear their own destruction, and shall groan over thee. |
|
17
|
17
|
| καὶ λήψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσί σοι· πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν; | And they shall take up a lamentation for thee, and shall say to thee, How art thou destroyed from out of the sea, the renowned city, that brought her terror upon all her inhabitants. |
|
18
|
18
|
| καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου· | And the isles shall be alarmed at the day of thy fall. |
|
19
|
19
|
| ὅτι τάδε λέγει Κύριος Κύριος· ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψει σε ὕδωρ πολύ, | For thus saith the Lord God; When I shall make the city desolate, as the cities that shall not be inhabited, when I have brought the deep up upon thee, |
|
20
|
20
|
| καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς. | and great waters shall cover thee; and I shall bring thee down to them that go down to the pit, to the people of old time, and shall cause thee to dwell in the depths of the earth, as in everlasting desolation, with them that go down to the pit, that thou mayest not be inhabited, nor stand upon the land of life; |
|
21
|
21
|
| ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος. | I will make thee a destruction, and thou shalt be no more for ever, saith the Lord God. |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| καὶ σὺ υἱὲ ἀνθρώπου, λαβὲ ἐπὶ Σὸρ θρῆνον | And thou, son of man, take up a lamentation against Sor; |
|
3
|
3
|
| καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν· τάδε λέγει Κύριος τῇ Σόρ· σὺ εἶπας· ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου. | and thou shalt say to Sor that dwells at the entrance of the sea, to the mart of the nations coming from many islands, Thus saith the Lord to Sor; Thou hast said, I have clothed myself with my beauty. |
|
4
|
4
|
| ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος. | In the heart of the sea thy sons have put beauty upon thee for Beelim. |
|
5
|
5
|
| κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους· | Cedar in Senir was employed for thee in building: boards of cypress timber were taken out of Libanus, and wood to make thee masts of fir. |
|
6
|
6
|
| ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ. | They made thine oars of wood out of the land of Basan; thy sacred utensils they made of ivory, thy shady houses of wood from the isles of Chetiim. |
|
7
|
7
|
| βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων ᾿Ελεισαὶ καὶ ἐγένετο περιβόλαιά σου. | Fine linen with embroidery from Egypt supplied thy couch, to put honour upon thee, and to clothe thee with blue and purple from the isles of Elisai; and they became thy coverings. |
|
8
|
8
|
| καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ ᾿Αράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου. | And thy princes were the dwellers in Sidon, and the Aradians were thy rowers: thy wise men, O Sor, who were in thee, these were thy pilots. |
|
9
|
9
|
| οἱ πρεσβύτεροι βιβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. | The elders of the Biblians, and their wise men, who were in thee, these helped thy counsel: and all the ships of the sea and their rowers traded for thee to the utmost west. |
|
10
|
10
|
| Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου. | Persians and Lydians and Libyans were in thine army: thy warriors hung in thee shields and helmets; these gave thee thy glory. |
|
11
|
11
|
| υἱοὶ ᾿Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. | The sons of the Aradians and thine army were upon thy walls; there were guards in thy towers: they hung their quivers on thy battlements round about; these completed thy beauty. |
|
12
|
12
|
| Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου. | The Carthaginians were thy merchants because of the abundance of all thy strength; they furnished thy market with silver, and gold, and iron, and tin, and lead. |
|
13
|
13
|
| ἡ ῾Ελλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου. | Greece, both the whole world, and the adjacent coasts, these traded with thee in the persons of men, and they gave as thy merchandise vessels of brass. |
|
14
|
14
|
| ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου. | Out of the house of Thogarma horses and horsemen furnished thy market. |
|
15
|
15
|
| υἱοὶ Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου, | The sons of the Rhodians were thy merchants; from the islands they multiplied thy merchandise, even elephants' teeth: and to them that came in thou didst return thy prices, |
|
16
|
16
|
| ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσίς, καὶ Ραμὸθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου. | even men as thy merchandise, from the multitude of thy trading population, myrrh and embroidered works from Tharsis: Ramoth also and Chorchor furnished thy market. |
|
17
|
17
|
| ᾿Ιούδας καὶ οἱ υἱοὶ τοῦ ᾿Ισραήλ, οὗτοι ἔμποροί σου ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ρητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου. | Juda and the children of Israel, these were thy merchants; in the sale of corn and ointments and cassia: and they gave the best honey, and oil, and resin, to thy trading population. |
|
18
|
18
|
| Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. | The people of Damascus were thy merchants by reason of the abundance of all thy power; wine out of Chelbon, and wool from Miletus; and they brought wine into thy market. |
|
19
|
19
|
| ἐξ ᾿Ασὴλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμείκτῳ σού ἐστι. | Out of Asel came wrought iron, and there is the sound of wheels among thy trading population. |
|
20
|
20
|
| Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. | The people of Dædan were thy merchants, with choice cattle for chariots. |
|
21
|
21
|
| ἠ ᾿Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διά χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε. | Arabia and all the princes of Kedar, these were thy traders with thee, bringing camels, and lambs, and rams, in which they trade with thee. |
|
22
|
22
|
| ἔμποροι Σαββὰ καὶ Ραγμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. | The merchants of Sabba and Ramma, these were thy merchants, with choice spices, and precious stones: and they brought gold to thy market. |
|
23
|
23
|
| Χαρρὰν καὶ Χαννά, οὗτοι ἔμποροί σου· ᾿Ασσοὺρ καὶ Χαρμὰν ἔμποροί σου | Charra, and Chanaa, these were thy merchants: Assur, and Charman, were thy merchants: |
|
24
|
24
|
| φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρύσσινα. | bringing for merchandise blue, and choice stores bound with cords, and cypress wood. |
|
25
|
25
|
| πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει, ἐν τῷ συμμείκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης. | Ships were thy merchants, in abundance, with thy trading population: and thou wast filled and very heavily loaded in the heart of the sea. |
|
26
|
26
|
| ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης. | Thy rowers have brought thee into great waters: the south wind has broken thee in the heart of the sea. |
|
27
|
27
|
| ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμείκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμεικτοί σου ἐκ τῶν συμμείκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου. | Thy forces, and thy gain, and that of thy traders, and thy rowers, and thy pilots, and thy counsellors, and they that traffic with thee, and all thy warriors that are in thee: and all thy company in the midst of thee shall perish in the heart of the sea, in the day of thy fall. |
|
28
|
28
|
| πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται, | At the cry of thy voice thy pilots shall be greatly terrified. |
|
29
|
29
|
| καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται | And all the rowers and the mariners shall come down from the ships, and the pilots of the sea shall stand on the land. |
|
30
|
30
|
| καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ σποδὸν ὑποστρώσονται. | And they shall wail over thee with their voice, and cry bitterly, and put earth on their heads, and spread ashes under them. |
|
32
|
32
|
| καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι· | And their sons shall take up a lament for thee, even a lamentation for Sor, saying, |
|
33
|
33
|
| πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμείκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς. | How large a reward hast thou gained from the sea? thou hast filled nations out of thine abundance; and out of thy mixed merchandise thou hast enriched all the kings of the earth. |
|
34
|
34
|
| νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμεικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου | Now art thou broken in the sea, thy traders are in the deep water, and all thy company in the midst of thee: all thy rowers have fallen. |
|
35
|
35
|
| ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν. | All the dwellers in the islands have mourned over thee, and their kings have been utterly amazed, and their countenance has wept. |
|
36
|
36
|
| ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. | Merchants from the nations have hissed at thee; thou art utterly destroyed, and shalt not be any more for ever. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. | And thou, son of man, say to the prince of Tyrus, Thus saith the Lord; Because thine heart has been exalted, and thou hast said, I am God, I have inhabited the dwelling of God in the heart of the sea; yet thou art man and not God, though thou hast set thine heart as the heart of God: |
|
3
|
3
|
| μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν; | art thou wiser than Daniel? or have not the wise instructed thee with their knowledge? |
|
4
|
4
|
| μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; | Hast thou gained power for thyself by thine own knowledge or thine own prudence, and gotten gold and silver in thy treasures? |
|
5
|
5
|
| ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. | By thy abundant knowledge and thy traffic thou hast multiplied thy power; thy heart has been lifted up by thy power. |
|
6
|
6
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, | Therefore thus saith the Lord; Since thou hast set thine heart as the heart of God; |
|
7
|
7
|
| ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν· | because of this, behold, I will bring on thee strange plagues from the nations; and they shall draw their swords against thee, and against the beauty of thy knowledge, |
|
8
|
8
|
| καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. | and they shall bring down thy beauty to destruction. And they shall bring thee down; and thou shalt die the death of the slain in the heart of the sea. |
|
9
|
9
|
| μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός. | Wilt thou indeed say, I am God, before them that slay thee? whereas thou art man, and not God. |
|
10
|
10
|
| ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. - | Thou shalt perish by the hands of strangers among the multitude of the uncircumcised: for I have spoken it, saith the Lord. |
|
11
|
11
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
12
|
12
|
| υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους | Son of man, take up a lamentation for the prince of Tyre, and say to him, Thus saith the Lord God; Thou art a seal of resemblance, and crown of beauty. |
|
13
|
13
|
| ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ | Thou wast in the delight of the paradise of God; thou hast bound upon thee every precious stone, the sardius, and topaz, and emerald, and carbuncle, and sapphire, and jasper, and silver, and gold, and ligure, and agate, and amethyst, and chrysolite, and beryl, and onyx: and thou hast filled thy treasures and thy stores in thee with gold. |
|
14
|
14
|
| ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. | From the day that thou wast created thou wast with the cherub: I set thee on the holy mount of God; thou wast in the midst of the stones of fire. |
|
15
|
15
|
| ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. | Thou wast faultless in thy days, from the day that thou wast created, until iniquity was found in thee. |
|
16
|
16
|
| ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων. | Of the abundance of thy merchandise thou hast filled thy storehouses with iniquity, and hast sinned: therefore thou hast been cast down wounded from the mount of God, and the cherub has brought thee out of the midst of the stones of fire. |
|
17
|
17
|
| ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. | Thy heart has been lifted up because of thy beauty; thy knowledge has been corrupted with thy beauty: because of the multitude of thy sins I have cast thee to the ground, I have caused thee to be put to open shame before kings. |
|
18
|
18
|
| διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε. | Because of the multitude of thy sins and the iniquities of thy merchandise, I have profaned thy sacred things; and I will bring fire out of the midst of thee, this shall devour thee; and I will make thee to be ashes upon thy land before all that see thee. |
|
19
|
19
|
| καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. | And all that know thee among the nations shall groan over thee: thou art gone to destruction, and thou shalt not exist any more. |
|
20
|
20
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
21
|
21
|
| υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν | Son of man, set thy face against Sidon, and prophesy against it, |
|
22
|
22
|
| καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. | and say, Thus saith the Lord; Behold, I am against thee, O Sidon; and I will be glorified in thee; and thou shalt know that I am the Lord, when I have wrought judgments in thee, and I will be sanctified in thee. |
|
23
|
23
|
| αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. - | Blood and death shall be in thy streets; and men wounded with swords shall fall in thee and on every side of thee; and they shall know that I am the Lord. |
|
24
|
24
|
| Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ ᾿Ισραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | And there shall no more be in the house of Israel a thorn of bitterness and a pricking briar proceeding from them that are round about them, who dishonoured them; and they shall know that I am the Lord. |
|
25
|
25
|
| τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν ᾿Ισραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν· | Thus saith the Lord God; I will also gather Israel from the nations, among whom they have been scattered, and I will be sanctified among them, and before the peoples and nations: and they shall dwell upon their land, which I gave to my servant Jacob. |
|
26
|
26
|
| καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου ᾿Ιακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν. | Yea, they shall dwell upon it safely, and they shall build houses, and plant vineyards, and dwell securely, when I shall execute judgment on all that have dishonoured them, even on those that are round about them; and they shall know that I am the Lord their God, and the God of their fathers. |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | In the twelfth year, in the tenth month, on the first day of the month, the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην | Son of man, set thy face against Pharao king of Egypt, and prophesy against him, and against the whole of Egypt: |
|
3
|
3
|
| καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς. | and say, Thus saith the Lord; Behold, I am against Pharao, the great dragon that lies in the midst of his rivers, that says, The rivers are mine, and I made them. |
|
4
|
4
|
| καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου· | And I will put hooks in thy jaws, and I will cause the fish of thy river to stick to thy sides, and I will bring thee up out of the midst of thy river: |
|
5
|
5
|
| καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα· | and I will quickly cast down thee and all the fish of thy river: thou shalt fall on the face of the plain, and shalt by no means be gathered, and shalt not be brought together: I have given thee for food to the wild beasts of the earth and to the fowls of the sky. |
|
6
|
6
|
| καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ ᾿Ισραήλ. | And all the dwellers in Egypt shall know that I am the Lord, because thou hast been a staff of reed to the house of Israel. |
|
7
|
7
|
| ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. | When they took hold of thee with their hand, thou didst break: and when every hand was clapped against them, and when they leaned on thee, thou wast utterly broken, and didst crush the loins of them all. |
|
8
|
8
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη· | Therefore thus saith the Lord; Behold, I will bring a sword upon thee, and will cut off from thee man and beast; |
|
9
|
9
|
| καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς. | and the land of Egypt shall be ruined and desert; and they shall know that I am the Lord; because thou sayest, The rivers are mine, and I made them. |
|
10
|
10
|
| διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων. | Therefore, behold, I am against thee, and against all thy rivers, and I will give up the land of Egypt to desolation, and the sword, and destruction, from Magdol and Syene even to the borders of the Ethiopians. |
|
11
|
11
|
| οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη. | No foot of man shall pass through it, and no foot of beast shall pass through it, and it shall not be inhabited for forty years. |
|
12
|
12
|
| καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. | And I will cause her land to be utterly destroyed in the midst of a land that is desolate, and her cities shall be desolate forty years in the midst of cities that are desolate: and I will disperse Egypt among the nations, and will utterly scatter them into the countries. |
|
13
|
13
|
| τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, | Thus saith the Lord; After forty years I will gather the Egyptians from the nations among whom they have been scattered; |
|
14
|
14
|
| καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ | and I will turn the captivity of the Egyptians, and will cause them to dwell in the land of Phathore, in the land whence they were taken; |
|
15
|
15
|
| παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. | and it shall be a base kingdom beyond all other kingdoms; it shall not any more be exalted over the nations; and I will make them few in number, that they may not be great among the nations. |
|
16
|
16
|
| καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ ᾿Ισραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | And they shall no more be to the house of Israel a confidence bringing iniquity to remembrance, when they follow after them; and they shall know that I am the Lord. |
|
17
|
17
|
| καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And it came to pass in the twenty-seventh year, on the first day of the first month, the word of the Lord came to me, saying, |
|
18
|
18
|
| υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν. | Son of man, Nabuchodonosor king of Babylon caused his army to serve a great service against Tyre; every head was bald, and every shoulder peeled; yet there was no reward to him or to his army serving against Tyre, nor for the service wherewith they served against it. |
|
19
|
19
|
| τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ· | Thus saith the Lord God; Behold, I will give to Nabuchodonosor king of Babylon the land of Egypt, and he shall take the plunder thereof, and seize the spoils thereof; and it shall be a reward for his army. |
|
20
|
20
|
| ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος· | In return for his service wherewith he served against Tyre, I have given him the land of Egypt; thus saith the Lord God: |
|
21
|
21
|
| ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ ᾿Ισραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | In that day shall a horn spring forth for all the house of Israel, and I will give thee an open mouth in the midst of them; and they shall know that I am the Lord. |
|
Κεφάλαιο 30
|
Chapter 30
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος· ὦ ὦ ἡ ἡμέρα, | Son of man, prophesy, and say, Thus saith the Lord; Woe, woe worth the day! |
|
3
|
3
|
| ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται. | For the day of the Lord is nigh, a day of cloud; it shall be the end of the nations. |
|
4
|
4
|
| καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. | And a sword shall come upon the Egyptians, and there shall be tumult in Ethiopia, and in Egypt men shall fall down slain together, and her foundations shall fall. |
|
5
|
5
|
| Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. | Persians, and Cretans, and Lydians, and Libyans, and all the mixed multitude, and they of the children of my covenant, shall fall by the sword therein. |
|
6
|
6
|
| καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος. | And the supports of Egypt shall fall; and the pride of her strength shall come down from Magdol to Syene: they shall fall by the sword in it, saith the Lord. |
|
7
|
7
|
| καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται· | And it shall be made desolate in the midst of desolate countries, and their cities shall be desolate in the midst of the desolate cities: |
|
8
|
8
|
| καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ' Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ. | and they shall know that I am the Lord, when I shall send fire upon Egypt, and when all that help her shall be broken. |
|
9
|
9
|
| ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. - | In that day shall messengers go forth hasting to destroy Ethiopia utterly, and there shall be tumult among them in the day of Egypt: for, behold, it comes. |
|
10
|
10
|
| Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, | Thus saith the Lord God; I will also destroy the multitude of the Egyptians by the hand of Nabuchodonosor king of Babylon, |
|
11
|
11
|
| αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. | his hand and his people's; they are plagues sent forth from the nations to destroy the land: and they all shall unsheath their swords against Egypt, and the land shall be filled with slain. |
|
12
|
12
|
| καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. - | And I will make their rivers desolate, and will destroy the land and the fulness of it by the hands of strangers: I the Lord have spoken. |
|
13
|
13
|
| ῞Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι. | For thus saith the Lord God; I will also destroy the nobles from Memphis, and the princes of Memphis out of the land of Egypt; and they shall be no more. |
|
14
|
14
|
| καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει | And I will destroy the land of Phathore, and will send fire upon Tanis, and will execute vengeance on Diospolis. |
|
15
|
15
|
| καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως. | And I will pour out my wrath upon Sais the strength of Egypt, and will destroy the multitude of Memphis. |
|
16
|
16
|
| καὶ δώσω πῦρ ἐπ' Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα. | And I will send fire upon Egypt; and Syene shall be sorely troubled; and there shall be a breaking in Diospolis, and waters shall be poured out. |
|
17
|
17
|
| νεανίσκοι ῾Ηλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται. | The youths of Heliopolis and Bubastum shall fall by the sword, and the women shall go into captivity. |
|
18
|
18
|
| καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται. | And the day shall be darkened in Taphnæ, when I have broken there the sceptres of Egypt: and the pride of her strength shall perish there: and a cloud shall cover her, and her daughters shall be taken prisoners. |
|
19
|
19
|
| καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | And I will execute judgment on Egypt; and they shall know that I am the Lord. |
|
20
|
20
|
| Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And it came to pass in the eleventh year, in the first month, on the seventh day of the month, the word of the Lord came to me, saying, |
|
21
|
21
|
| υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας. | Son of man, I have broken the arms of Pharao, king of Egypt; and, behold, it has not been bound up to be healed, to have a plaster put upon it, or to be strengthened to lay hold of the sword. |
|
22
|
22
|
| διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ | Therefore thus saith the Lord God; Behold, I am against Pharao king of Egypt, and I will break his strong and outstretched arms, and will smite down his sword out of his hand. |
|
23
|
23
|
| καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· | And I will disperse the Egyptians among the nations, and will utterly scatter them among the countries. |
|
24
|
24
|
| καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ρομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς. | And I will strengthen the arms of the king of Babylon, and put my sword into his hand: and he shall bring it upon Egypt, and shall take her plunder and seize her spoils. |
|
25
|
25
|
| καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου. | Yea, I will strengthen the arms of the king of Babylon, and the arms of Pharao shall fail: and they shall know that I am the Lord, when I have put my sword into the hands of the king of Babylon, and he shall stretch it out over the land of Egypt. |
|
26
|
26
|
| καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος. | And I will disperse the Egyptians among the nations, and utterly scatter them among the countries; and they all shall know that I am the Lord. |
|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And it came to pass in the eleventh year, in the third month, on the first day of the month, the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ τῷ πλήθει αὐτοῦ· τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; | Son of man, say to Pharao king of Egypt, and to his multitude; To whom hast thou compared thyself in thy haughtiness? |
|
3
|
3
|
| ἰδοὺ ᾿Ασσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσι καὶ ὑψηλὸς τῷ μεγέθει, εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ. | Behold, the Assyrian was a cypress in Libanus, and was fair in shoots, and high in stature: his top reached to the midst of the clouds. |
|
4
|
4
|
| ὕδωρ ἐξέθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. | The water nourished him, the depth made him grow tall; she led her rivers round about his plants, and she sent forth her streams to all the trees of the field. |
|
5
|
5
|
| ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ ἀφ' ὕδατος πολλοῦ. | Therefore was his stature exalted above all the trees of the field, and his branches spread far by the help of much water. |
|
6
|
6
|
| ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πᾶν πλῆθος ἐθνῶν. | All the birds of the sky made their nests in his boughs, and under his branches all the wild beasts of the field bred; the whole multitude of nations dwelt under his shadow. |
|
7
|
7
|
| καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ρίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. | And he was fair in his height by reason of the multitude of his branches: for his roots were amidst much water. |
|
8
|
8
|
| κυπάρισσοι τοιαῦται οὐκ ἐγενήθησαν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ | And such cypresses as this were in the paradise of God; and there were no pines like his shoots, and there were no firs like his branches: no tree in the paradise of God was like him in his beauty, |
|
9
|
9
|
| διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσαν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ. | because of the multitude of his branches: and the trees of God's paradise of delight envied him. |
|
10
|
10
|
| διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐγένου μέγας τῷ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν, | Therefore thus saith the Lord; Because thou art grown great, and hast set thy top in the midst of the clouds, and I saw when he was exalted; |
|
11
|
11
|
| καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ. | therefore I delivered him into the hands of the prince of the nations, and he wrought his destruction. |
|
12
|
12
|
| καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν. | And ravaging strangers from the nations have destroyed him, and have cast him down upon the mountains: his branches fell in all the valleys, and his boughs were broken in every field of the land; and all the people of the nations are gone down from their shelter, and have laid him low. |
|
13
|
13
|
| ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ, | All the birds of the sky have settled on his fallen trunk, and all the wild beasts of the field came upon his boughs: |
|
14
|
14
|
| ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ. πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον. - | in order that none of the trees by the water should exalt themselves by reason of their size: whereas they set their top in the midst of the clouds, yet they continued not in their high state in their place, all that drank water, all were consigned to death, to the depth of the earth, in the midst of the children of men, with them that go down to the pit. |
|
15
|
15
|
| Τάδε λέγει Κύριος Κύριος· ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτῷ ἐξελύθησαν. | Thus saith the Lord God; In the day wherein he went down to Hades, the deep mourned for him: and I stayed her floods, and restrained her abundance of water: and Libanus saddened for him, all the trees of the field fainted for him. |
|
16
|
16
|
| ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. | At the sound of his fall the nations quaked, when I brought him down to Hades with them that go down to the pit: and all the trees of Delight comforted him in the heart, and the choice plants of Libanus, all that drink water. |
|
17
|
17
|
| καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο. | For they went down to hell with him among the slain with the sword; and his seed, even they that dwelt under his shadow, perished in the midst of their life. |
|
18
|
18
|
| τίνι ὡμοιώθης; κατάβηθι καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Κύριος Κύριος. | To whom art thou compared? descend, and be thou debased with the trees of paradise to the depth of the earth: thou shalt lie in the midst of the uncircumcised with them that are slain by the sword. Thus shall Pharao be, and the multitude of his host, saith the Lord God. |
|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And it came to pass in the twelfth year, in the tenth month, on the first day of the month, that the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου. | Son of man, take up a lamentation for Pharao king of Egypt, and say to him, Thou art become like a lion of the nations, and as the serpent that is in the sea: and thou didst make assaults with thy rivers, and didst disturb the water with thy feet, and didst trample thy rivers. |
|
3
|
3
|
| τάδε λέγει Κύριος· καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου | Thus saith the Lord; I will also cast over thee the nets of many nations, and will bring thee up with my hook: |
|
4
|
4
|
| καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σέ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς, | and I will stretch thee upon the earth: the fields shall be covered with thee, and I will cause all the birds of the sky to settle upon thee, and I will fill with thee all the wild beasts of the earth. |
|
5
|
5
|
| καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου, | And I will cast thy flesh upon the mountains, and will saturate them with thy blood. |
|
6
|
6
|
| καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων, φάραγγας ἐμπλήσω ἀπὸ σοῦ. | And the land shall be drenched with thy dung, because of thy multitude upon the mountains: I will fill the valleys with thee. |
|
7
|
7
|
| καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς· | And I will veil the heavens when thou art extinguished, and will darken the stars thereof; I will cover the sun with a cloud, and the moon shall not give her light. |
|
8
|
8
|
| πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Κύριος Κύριος. | All the bodies that give light in the sky, shall be darkened over thee, and I will bring darkness upon the earth, saith the Lord God. |
|
9
|
9
|
| καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως. | And I will provoke to anger the heart of many people, when I shall lead thee captive among the nations, to a land which thou hast not known. |
|
10
|
10
|
| καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ρομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ' ἡμέρας πτώσεώς σου. | And many nations shall mourn over thee, and their kings shall be utterly amazed, when my sword flies in their faces, as they wait for their own fall from the day of thy fall. |
|
11
|
11
|
| ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι, | For thus saith the Lord God; The sword of the king of Babylon shall come upon thee, |
|
12
|
12
|
| ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς. | with the swords of mighty men; and I will cast down thy strength: they are all destroying ones from the nations, and they shall destroy the pride of Egypt, and all her strength shall be crushed. |
|
13
|
13
|
| καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ' ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό. | And I will destroy all her cattle from beside the great water; and the foot of man shall not trouble it any more, and the step of cattle shall no more trample it. |
|
14
|
14
|
| οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος. | Thus shall their waters then be at rest, and their rivers shall flow like oil, saith the Lord, |
|
15
|
15
|
| ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | when I shall give up Egypt to destruction, and the land shall be made desolate with the fulness thereof; when I shall scatter all that dwell in it, and they shall know that I am the Lord. |
|
16
|
16
|
| θρῆνός ἐστι καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει Κύριος Κύριος. | There is a lamentation, and thou shalt utter it; and the daughters of the nations shall utter it, even for Egypt, and they shall mourn for it over all the strength thereof, saith the Lord God. |
|
17
|
17
|
| καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνός, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And it came to pass in the twelfth year, in the first month, on the fifteenth day of the month, the word of the Lord came to me, saying, |
|
18
|
18
|
| υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον. | Son of man, lament over the strength of Egypt, for the nations shall bring down her daughters dead to the depth of the earth, to them that go down to the pit. |
|
19
|
|
| ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετ' αὐτοῦ, | |
|
20
|
20
|
| καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ. | They shall fall with him in the midst of them that are slain with the sword, and all his strength shall perish: the giants also shall say to thee, |
|
21
|
21
|
| καὶ ἐροῦσί σοι οἱ γίγαντες· ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. | Be thou in the depth of the pit: to whom art thou superior? yea, go down, and lie with the uncircumcised, in the midst of them that are slain with the sword. |
|
22
|
22
|
| ἐκεῖ ᾿Ασσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, | There are Assur and all his company: all his slain have been laid there: |
|
23
|
23
|
| οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. | and their burial is in the depth of the pit, and his company are set round about his tomb: all the slain that fell by the sword, who had caused the fear of them to be upon the land of the living. |
|
24
|
24
|
| ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον | There is Ælam and all his host round about his tomb: all the slain that fell by the sword, and the uncircumcised that go down to the deep of the earth, who caused their fear to be upon the land of the living: and they have received their punishment with them that go down to the pit, |
|
25
|
25
|
| ἐν μέσῳ τραυματιῶν. | in the midst of the slain. |
|
26
|
26
|
| ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. | There were laid Mosoch, and Thobel, and all his strength round about his tomb: all his slain men, all the uncircumcised, slain with the sword, who caused their fear to be in the land of the living. |
|
27
|
27
|
| καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπ' αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς. | And they are laid with the giants that fell of old, who went down to Hades with their weapons of war: and they laid their swords under their heads, but their iniquities were upon their bones, because they terrified all men during their life. |
|
28
|
28
|
| καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ. | And thou shalt lie in the midst of the uncircumcised, with them that have been slain by the sword. |
|
29
|
29
|
| ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες ᾿Ασσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον. | There are laid the princes of Assur, who yielded their strength to a wound of the sword: these are laid with the slain, with them that go down to the pit. |
|
30
|
30
|
| ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ ᾿Ασσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον. | There are the princes of the north, even all the captains of Assur, who go down slain to Hades: they lie uncircumcised among the slain with the sword together with their terror and their strength, and they have received their punishment with them that go down to the pit. |
|
31
|
31
|
| ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος. | King Pharao shall see them, and shall be comforted over all their force, saith the Lord God. |
|
32
|
32
|
| ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Κύριος Κύριος. | For I have caused his fear to be upon the land of the living: yet he shall lie in the midst of the uncircumcised with them that are slain with the sword, even Pharao, and all his multitude with him, saith the Lord God. |
|
Κεφάλαιο 33
|
Chapter 33
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς· γῆ, ἐφ' ἣν ἂν ἐπάγω ρομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν, | Son of man, speak to the children of thy people, and thou shalt say to them, On whatsoever land I shall bring a sword, and the people of the land take one man of them, and set him for their watchman: |
|
3
|
3
|
| καὶ ἴδῃ τὴν ρομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ, | and he shall see the sword coming upon the land, and blow the trumpet, and sound an alarm to the people; |
|
4
|
4
|
| καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ρομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται· | and he that hears the sound of the trumpet shall hear indeed, and yet not take heed, and the sword shall come upon him, and overtake him, his blood shall be upon his own head. |
|
5
|
5
|
| ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοῦ ἔσται, καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο. | Because he heard the sound of the trumpet, and took no heed, his blood shall be upon him: but the other, because he took heed, has delivered his soul. |
|
6
|
6
|
| καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ρομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. | But if the watchman see the sword coming, and do not sound the trumpet, and the people do not watch; and the sword come, and take a soul from among them, that soul is taken because of its iniquity; but the blood thereof will I require at the watchman's hand. |
|
7
|
7
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ ᾿Ισραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον. | And thou, son of man, I have set thee as a watchman to the house of Israel, and thou shalt hear a word from my mouth. |
|
8
|
8
|
| ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ· θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. | When I say to the sinner, Thou shalt surely die; if thou speak not to warn the wicked from his way, the wicked himself shall die in his iniquity; but his blood will I require at thine hand. |
|
9
|
9
|
| σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ' αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σεαυτοῦ ἐξήρησαι. - | But if thou forewarn the wicked of his way to turn from it, and he turn not from his way, he shall die in his ungodliness; but thou hast delivered thine own soul. |
|
10
|
10
|
| Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ ᾿Ισραήλ· οὕτως ἐλαλήσατε λέγοντες· αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ' ἡμῖν εἰσι καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζηζόμεθα; | And thou, son of man, say to the house of Israel; Thus have ye spoken, saying, Our errors, and our iniquities weigh upon us, and we pine away in them, and how then shall we live? |
|
11
|
11
|
| εἰπὸν αὐτοῖς· ζῶ ἐγώ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καί ἱνατί ἀποθνήσκετε, οἶκος ᾿Ισραήλ; | Say to them, Thus saith the Lord; As I live, I desire not the death of the ungodly, as that the ungodly should turn from his way and live: turn ye heartily from your way; for why will ye die, O house of Israel? |
|
12
|
12
|
| εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι. | Say to the children of thy people, The righteousness of the righteous shall not deliver him, in the day wherein he errs: and the iniquity of the ungodly shall not harm him, in the day wherein he turns from his iniquity, but the righteous erring shall not be able to deliver himself. |
|
13
|
13
|
| ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ· οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. | When I say to the righteous, Thou shalt live; and he trusts in his righteousness, and shall commit iniquity, none of his righteousnesses shall be remembered; in his unrighteousness which he has wrought, in it shall he die. |
|
14
|
14
|
| καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην | And when I say to the ungodly, Thou shalt surely die; and he shall turn from his sin, and do judgment and justice, |
|
15
|
15
|
| καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτίσει, ἐν προστάγμασι ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ. | and return the pledge, and repay that which he has robbed, and walk in the ordinances of life, so as to do no wrong; he shall surely live, and shall not die. |
|
16
|
16
|
| πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν, ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται. | None of his sins which he has committed shall be remembered: because he has wrought judgment and righteousness; by them shall he live. |
|
17
|
17
|
| καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ Κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. | Yet the children of thy people will say, The way of the Lord is not straight: whereas this their way is not straight. |
|
18
|
18
|
| ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς· | When the righteous turns away from his righteousness, and shall commit iniquities, then shall he die in them. |
|
19
|
19
|
| καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται. | And when the sinner turns from his iniquity, and shall do judgment and righteousness, he shall live by them. |
|
20
|
20
|
| καὶ τοῦτό ἐστιν, ὃ εἴπατε· οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος ᾿Ισραήλ. | And this is that which ye said, The way of the Lord is not straight. I will judge you, O house of Israel, every one for his ways. |
|
21
|
21
|
| Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρός με ὁ ἀνασωθεὶς ἀπὸ ῾Ιερουσαλὴμ λέγων· ἑάλω ἡ πόλις. | And it came to pass in the tenth year of our captivity, in the twelfth month, on the fifth day of the month, that one that had escaped from Jerusalem came to me, saying, The city is taken. |
|
22
|
22
|
| καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπ' ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τὸ πρωΐ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι. | Now the hand of the Lord had come upon me in the evening, before he came; and he opened my mouth, when he came to me in the morning: and my mouth was open, it was no longer kept closed. |
|
23
|
23
|
| καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
24
|
24
|
| υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ ᾿Ισραὴλ λέγουσιν· εἷς ἦν ῾Αβραὰμ καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. | Son of man, they that inhabit the desolate places on the land of Israel say, Abraam was one, and he possessed the land: and we are more numerous; to us the land is given for a possession. |
|
25
|
25
|
| διὰ τοῦτο εἰπὸν αὐτοῖς· | Therefore say to them, Thus saith the Lord God, |
|
27
|
27
|
| τάδε λέγει Κύριος Κύριος· ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. | As I live, surely they that are in the desolate places shall fall by swords, and they that are in the open plain shall be given for food to the wild beasts of the field, and them that are in the fortified cities and them that are in the caves I will slay with pestilence. |
|
28
|
28
|
| καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ ᾿Ισραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον. | And I will make the land desert, and the pride of her strength shall perish; and the mountains of Israel shall be made desolate by reason of no man passing through. |
|
29
|
29
|
| καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν. | And they shall know that I am the Lord; and I will make their land desert, and it shall be made desolate because of all their abominations which they have wrought. |
|
30
|
30
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες· συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου, | And as for thee, son of man, the children of thy people are they that speak concerning thee by the walls, and in the porches of the houses, and they talk one to another, saying, Let us come together, and let us hear the words that proceed from the Lord. |
|
31
|
31
|
| ἔρχονται πρός σε, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσι τὰ ρήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν. | They approach thee as a people comes together, and sit before thee, and hear thy words, but they will not do them: for there is falsehood in their mouth, and their heart goes after their pollutions. |
|
32
|
32
|
| καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου, εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ρήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά. | And thou art to them as the sound of a sweet, well-tuned psaltery, and they will hear thy words, but they will not do them. |
|
33
|
33
|
| καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν· ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν. | But whenever it shall come to pass, they will say, Behold, it is come: and they shall know that there was a prophet in the midst of them. |
|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ ᾿Ισραήλ, προφήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι· τάδε λέγει Κύριος Κύριος· ὦ ποιμένες ᾿Ισραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; | Son of man, prophesy against the shepherds of Israel, prophesy, and say to the shepherds, Thus saith the Lord God; O shepherds of Israel, do shepherds feed themselves? do not the shepherds feed the sheep? |
|
3
|
3
|
| ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε. | Behold, ye feed on the milk, and clothe yourselves with the wool, and slay the fat: but ye feed not my sheep. |
|
4
|
4
|
| τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατηργάσασθε μόχθῳ. | The weak one ye have not strengthened, and the sick ye have not cherished, and the bruised ye have not bound up, and the stray one ye have not turned back, and the lost ye have not sought; and the strong ye have wearied with labour. |
|
5
|
5
|
| καὶ διεσπάρη τά πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. | And my sheep were scattered, because there were no shepherds: and they became meat to all the wild beasts of the field. |
|
6
|
6
|
| καὶ διεσπάρη τά πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων. | And my sheep were scattered on every mountain, and on every high hill: yea, they were scattered on the face of the earth, and there was none to seek them out, nor to bring them back. |
|
7
|
7
|
| διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον Κυρίου· | Therefore, ye shepherds, hear the word of the Lord. |
|
8
|
8
|
| ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν, | As I live, saith the Lord God, surely because my sheep became a prey, and my sheep became meat to all the wild beasts of the field, because there were no shepherds, and the shepherds sought not out my sheep, and the shepherds fed themselves, but fed not my sheep. |
|
9
|
9
|
| ἀντὶ τούτου, ποιμένες, | For this cause, O shepherds, |
|
10
|
10
|
| τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν. καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα. | thus saith the Lord God, Behold, I am against the shepherds; and I will require my sheep at their hands, and will turn them back that they shall not feed my sheep, and the shepherds shall no longer feed them; and I will deliver my sheep out of their mouth, and they shall no longer be meat for them. |
|
11
|
11
|
| διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. | For thus saith the Lord God, Behold, I will seek out my sheep, and will visit them. |
|
12
|
12
|
| ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τά πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. | As the shepherd seeks his flock, in the day when there is darkness and cloud, in the midst of the sheep that are separated: so will I seek out my sheep, and will bring them back from every place where they were scattered in the day of cloud and darkness. |
|
13
|
13
|
| καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ ἐν ταῖς φάραγξι καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς· | And I will bring them out from the Gentiles, and will gather them from the countries, and will bring them into their own land, and will feed them upon the mountains of Israel, and in the valleys, and in every inhabited place of the land. |
|
14
|
14
|
| ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ ᾿Ισραὴλ ἔσονται αἱ μάνδραι αὐτῶν· ἐκεῖ κοιμηθήσονται καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων ᾿Ισραήλ. | I will feed them in a good pasture, on a high mountain of Israel: and their folds shall be there, and they shall lie down, and there shall they rest in perfect prosperity, and they shall feed in a fat pasture on the mountains of Israel. |
|
15
|
15
|
| ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. τάδε λέγει Κύριος Κύριος· | I will feed my sheep, and I will cause them to rest; and they shall know that I am the Lord: thus saith the Lord God. |
|
16
|
16
|
| τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλεῖπον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν φυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος. | I will seek that which is lost, and I will recover the stray one, and will bind up that which was broken, and will strengthen the fainting, and will guard the strong, and will feed them with judgment. |
|
17
|
17
|
| καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. | And as for you, ye sheep, thus saith the Lord God, Behold, I will distinguish between sheep and sheep, between rams and he-goats. |
|
18
|
18
|
| καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; | And is it not enough for you that ye fed on the good pasture, that ye trampled with your feet the remnant of your pasture? and that ye drank the standing water, that ye disturbed the residue with your feet? |
|
19
|
19
|
| καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον; | So my sheep fed on that which ye had trampled with your feet; and they drank the water that had been disturbed by your feet. |
|
20
|
20
|
| διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. | Therefore thus saith the Lord God; Behold, I will separate between the strong sheep and the weak sheep. |
|
21
|
21
|
| ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε. | Ye did thrust with your sides and shoulders, and pushed with your horns, and ye cruelly treated all the sick. |
|
22
|
22
|
| καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν. | Therefore I will save my sheep, and they shall not be any more for a prey; and will judge between ram and ram. |
|
23
|
23
|
| καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν· | And I will raise up one shepherd over them, and he shall tend them, even my servant David, and he shall be their shepherd; |
|
24
|
24
|
| καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος ἐλάλησα. | and I the Lord will be to them a God, and David a prince in the midst of them; I the Lord have spoken it. |
|
25
|
25
|
| καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς. | And I will make with David a covenant of peace, and I will utterly destroy evil beasts from off the land; and they shall dwell in the wilderness, and sleep in the forests. |
|
26
|
26
|
| καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας. | And I will settle them round about my mountain; and I will give you the rain, the rain of blessing. |
|
27
|
27
|
| καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς. | And the trees that are in the field shall yield their fruit, and the earth shall yield her strength, and they shall dwell in the confidence of peace on their land, and they shall know that I am the Lord, when I have broken their yoke; and I will deliver them out of the hand of those that enslaved them. |
|
28
|
28
|
| καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. | And they shall no more be a spoil to the nations, and the wild beasts of the land shall no more at all devour them; and they shall dwell safely, and there shall be none to make them afraid. |
|
29
|
29
|
| καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς καὶ ὀνειδισμὸν ἐθνῶν οὐ μὴ ἐνέγκωσιν ἔτι. | And I will raise up for them a plant of peace, and they shall no more perish with hunger upon the land, and they shall no more bear the reproach of the nations. |
|
30
|
30
|
| καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος ᾿Ισραήλ, λέγει Κύριος Κύριος. | And they shall know that I am the Lord their God, and they my people. O house of Israel, saith the Lord God, |
|
31
|
31
|
| πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος. | ye are my sheep, even the sheep of my flock, and I am the Lord your God, saith the Lord God. |
|
Κεφάλαιο 35
|
Chapter 35
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ | Son of man, set thy face against mount Seir, and prophesy against it, |
|
3
|
3
|
| καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ, | and say to it, Thus saith the Lord God; Behold, I am against thee, O mount Seir, and I will stretch out my hand against thee, and will make thee a waste, and thou shalt be made desolate. |
|
4
|
4
|
| καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, | And I will cause desolation in thy cities, and thou shalt be desolate, and thou shalt know that I am the Lord. |
|
5
|
5
|
| ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ ᾿Ισραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ, | Because thou hast been a perpetual enemy, and hast laid wait craftily for the house of Israel, with the hand of enemies with a sword, in the time of injustice, at the last: |
|
6
|
6
|
| διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε. | Therefore, as I live, saith the Lord God, verily thou hast sinned even to blood, therefore blood shall pursue thee. |
|
7
|
7
|
| καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἀνθρώπους καὶ κτήνη | And I will make mount Seir a waste, and desolate, and I will destroy from off it men and cattle: |
|
8
|
8
|
| καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. | and I will fill thy hills and thy valleys with slain men, and in all thy plains there shall fall in thee men slain with the sword. |
|
9
|
9
|
| ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. | I will make thee a perpetual desolation, and thy cities shall not be inhabited any more: and thou shalt know that I am the Lord. |
|
10
|
10
|
| διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι, | Because thou saidst, The two nations and the two countries shall be mine, and I shall inherit them; whereas the Lord is there: |
|
11
|
11
|
| διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε, | therefore, as I live, saith the Lord, I will even deal with thee according to thine enmity, and I will be made known to thee when I shall judge thee: |
|
12
|
12
|
| καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας· τὰ ὄρη ᾿Ισραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα· | and thou shalt know that I am the Lord. I have heard the voice of thy blasphemies, whereas thou hast said, The desert mountains of Israel are given to us for food; |
|
13
|
13
|
| καὶ ἐμεγαλορρημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. | and thou hast spoken swelling words against me with thy mouth: I have heard them. |
|
14
|
14
|
| τάδε λέγει Κύριος· ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε, | Thus saith the Lord; When all the earth is rejoicing, I will make thee desert. |
|
15
|
15
|
| ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ ᾿Ιδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν. | Thou shalt be desert, O mount Seir, and all Idumea; and it shall be utterly consumed: and thou shalt know that I am the Lord their God. |
|
Κεφάλαιο 36
|
Chapter 36
|
|
1
|
1
|
| ΚΑΙ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ ᾿Ισραήλ· ἀκούσατε λόγον Κυρίου· | And thou, son of man, prophesy to the mountains of Israel, and say to the mountains of Israel, Hear ye the word of the Lord: |
|
2
|
2
|
| τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν εἶπεν ἐφ' ὑμᾶς ὁ ἐχθρός· εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη, | Thus saith the Lord God; Because the enemy has said against you, Aha, the old waste places are become a possession for us: |
|
3
|
3
|
| διὰ τοῦτο προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσι, | therefore prophesy, and say, Thus saith the Lord God; Because ye have been dishonoured, and hated by those round about you, that ye might be a possession to the remainder of the nations, and ye became a by-word, and a reproach to the nations: |
|
4
|
4
|
| διὰ τοῦτο ὄρη ᾿Ισραήλ, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς χειμάρροις καὶ ταῖς φάραγξι καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ· | therefore, ye mountains of Israel, hear the word of the Lord; Thus saith the Lord to the mountains, and to the hills, and to the streams, and to the valleys, and to the places that have been made desolate and destroyed, and to the cities that have been deserted, and have become a spoil and a trampling to the nations that were left round about; |
|
5
|
5
|
| διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν ᾿Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ' εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ. | therefore thus saith the Lord; Verily in the fire of my wrath have I spoken against the rest of the nations, and against all Idumea, because they have appropriated my land to themselves for a possession with joy, disregarding the lives of the inhabitants, to destroy it by plunder: |
|
6
|
6
|
| διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι καί τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς. | therefore prophesy concerning the land of Israel, and say to the mountains, and to the hills, and to the valleys, and to the forests, Thus saith the Lord; Behold, I have spoken in my jealousy and in my wrath, because ye have borne the reproaches of the heathen: |
|
7
|
7
|
| διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται· | therefore I will lift up my hand against the nations that are round about you; they shall bear their reproach. |
|
8
|
8
|
| ὑμῶν δέ, ὄρη ᾿Ισραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν. | But your grapes and your fruits, O mountains of Israel, shall my people eat; for they are hoping to come. |
|
9
|
9
|
| ὅτι ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε. | For, behold, I am toward you, and I will have respect to you, and ye shall be tilled and sown: |
|
10
|
10
|
| καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον ᾿Ισραὴλ εἰς τέλος· καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. | and I will multiply men upon you, even all the house of Israel to the end: and the cities shall be inhabited, and the desolate land shall be built upon. |
|
11
|
11
|
| καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. | And I will multiply men and cattle upon you; and I will cause you to dwell as at the beginning, and will treat you well, as in your former times: and ye shall know that I am the Lord. |
|
12
|
12
|
| καὶ γεννήσω ἐφ' ὑμᾶς ἀνθρώπους, τὸν λαόν μου ᾿Ισραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ' αὐτῶν. | And I will increase men upon you, even my people Israel; and they shall inherit you, and ye shall be to them for a possession; and ye shall no more be bereaved of them. |
|
13
|
13
|
| τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν εἶπάν σοι· κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου, | Thus saith the Lord God: Because they said to thee, Thou land devourest men, and hast been bereaved of thy nation; |
|
14
|
14
|
| διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος. | therefore thou shalt no more devour men, and thou shalt no more bereave thy nation, saith the Lord God. |
|
15
|
15
|
| καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ' ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος. | And there shall no more be heard against you the reproach of the nations, and ye shall no more bear the revilings of the peoples, saith the Lord God. |
|
16
|
16
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
17
|
17
|
| υἱὲ ἀνθρώπου, οἶκος ᾿Ισραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. | Son of man, the house of Israel dwelt upon their land, and defiled it by their way, and with their idols, and with their uncleannesses; and their way was before me like the uncleanness of a removed woman. |
|
18
|
18
|
| καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτοὺς | So I poured out my wrath upon them: |
|
19
|
19
|
| καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς. | and I dispersed them among the nations, and utterly scattered them through the countries: I judged them according to their way and according to their sin. |
|
20
|
20
|
| καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς· λαὸς Κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι. | And they went in among the nations, among which they went, and they profaned my holy name, while it was said of them, These are the people of the Lord, and they came forth out of his land. |
|
21
|
21
|
| καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος ᾿Ισραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ. | But I spared them for the sake of my holy name, which the house of Israel profaned among the nations, among whom they went. |
|
22
|
22
|
| διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ ᾿Ισραήλ· τάδε λέγει Κύριος· οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος ᾿Ισραήλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. | Therefore say to the house of Israel, Thus saith the Lord; I do not this, O house of Israel, for your sakes, but because of my holy name, which ye have profaned among the nations, among whom ye went. |
|
23
|
23
|
| καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν. | And I will sanctify my great name, which was profaned among the nations, which ye profaned in the midst of them; and the nations shall know that I am the Lord, when I am sanctified among you before their eyes. |
|
24
|
24
|
| καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. | And I will take you out from the nations, and will gather you out of all the lands, and will bring you into your own land: |
|
25
|
25
|
| καὶ ρανῶ ἐφ' ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς. | and I will sprinkle clean water upon you, and ye shall be purged from all your uncleannesses, and from all your idols, and I will cleanse you. |
|
26
|
26
|
| καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. | And I will give you a new heart, and will put a new spirit in you: and I will take away the heart of stone out of your flesh, and will give you a heart of flesh. |
|
27
|
27
|
| καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε. | And I will put my Spirit in you, and will cause you to walk in mine ordinances, and to keep my judgments, and do them. |
|
28
|
28
|
| καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. | And ye shall dwell upon the land which I gave to your fathers; and ye shall be to me a people, and I will be to you a God. |
|
29
|
29
|
| καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον | And I will save you from all your uncleannesses: and I will call for the corn, and multiply it, and will not bring famine upon you. |
|
30
|
30
|
| καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ' ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι. | And I will multiply the fruit of the trees, and the produce of the field, that ye may not bear the reproach of famine among the nations. |
|
31
|
31
|
| καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν. | And ye shall remember your evil ways, and your practices that were not good, and ye shall be hateful in your own sight for your transgressions and for your abominations. |
|
32
|
32
|
| οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος ᾿Ισραήλ. | Not for your sakes do I this, saith the Lord God, as it is known to you: be ye ashamed and confounded for your ways, O house of Israel. |
|
33
|
33
|
| τάδε λέγει ᾿Αδωναΐ Κύριος· ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι. | Thus saith the Lord God; In the day wherein I shall cleanse you from all your iniquities I will also cause the cities to be inhabited, and the waste places shall be built upon: |
|
34
|
34
|
| καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ' ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ' ὀφθαλμοὺς παντὸς παροδεύοντος. | and the desolate land shall be cultivated, whereas it was desolate in the eyes of every one that passed by. |
|
35
|
35
|
| καὶ ἐροῦσιν· ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν. | And they shall say, That desolate land is become like a garden of delight; and the waste and desolate and ruined cities are inhabited. |
|
36
|
36
|
| καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσι κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας. ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω. | And the nations, as many as shall have been left round about you, shall know that I the Lord have built the ruined cities and planted the waste lands: I the Lord have spoken, and will do it. |
|
37
|
37
|
| τάδε λέγει ᾿Αδωναΐ Κύριος· ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους, | Thus saith the Lord God; Yet for this will I be sought by the house of Israel, to establish them; I will multiply them even men as sheep; |
|
38
|
38
|
| ὡς πρόβατα ἅγια, ὡς πρόβατα ῾Ιερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. | as holy sheep, as the sheep of Jerusalem in her feasts; thus shall the desert cities be full of flocks of men: and they shall know that I am the Lord. |
|
Κεφάλαιο 37
|
Chapter 37
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· | And the hand of the Lord came upon me, and the Lord brought me forth by the Spirit, and set me in the midst of the plain, and it was full of human bones. |
|
2
|
2
|
| καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. | And he led me round about them every way: and, behold, there were very many on the face of the plain, very dry. |
|
3
|
3
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα. | And he said to me, Son of man, will these bones live? and I said, O Lord God, thou knowest this. |
|
4
|
4
|
| καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. | And he said to me, Prophesy upon these bones, and thou shalt say to them, Ye dry bones, hear the word of the Lord. |
|
5
|
5
|
| τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς | Thus saith the Lord to these bones; Behold, I will bring upon you the breath of life: |
|
6
|
6
|
| καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. | and I will lay sinews upon you, and will bring up flesh upon you, and will spread skin upon you, and will put my Spirit into you, and ye shall live; and ye shall know that I am the Lord. |
|
7
|
7
|
| καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. | So I prophesied as the Lord commanded me: and it came to pass while I was prophesying, that, behold, there was a shaking, and the bones approached each one to his joint. |
|
8
|
8
|
| καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς. | And I looked, and, behold, sinews and flesh grew upon them, and skin came upon them above: but there was no breath in them. |
|
9
|
9
|
| καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. | And he said to me, Prophesy to the wind, prophesy, son of man, and say to the wind, Thus saith the Lord; Come from the four winds, and breathe upon these dead men, and let them live. |
|
10
|
10
|
| καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. | So I prophesied as he commanded me, and the breath entered into them, and they lived, and stood upon their feet, a very great congregation. |
|
11
|
11
|
| καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος ᾿Ισραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. | And the Lord spoke to me, saying, Son of man, these bones are the whole house of Israel: and they say, Our bones are become dry, our hope has perished, we are quite spent. |
|
12
|
12
|
| διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ, | Therefore prophesy and say, Thus saith the Lord; Behold, I will open your tombs, and will bring you up out of your tombs, and will bring you into the land of Israel. |
|
13
|
13
|
| καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. | And ye shall know that I am the Lord, when I have opened your graves, that I may bring up my people from their graves. |
|
14
|
14
|
| καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος. | And I will put my Spirit within you, and ye shall live, and I will place you upon your own land: and ye shall know that I am the Lord; I have spoken, and will do it, saith the Lord. |
|
15
|
15
|
| Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
16
|
16
|
| υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ράβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν ᾿Ιούδαν καὶ τοὺς υἱοὺς ᾿Ισραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ράβδον δευτέραν λήψῃ σεαυτῷ καὶ γράψεις αὐτὴν τῷ ᾿Ιωσήφ, ράβδον ᾿Εφραὶμ καὶ πάντας τοὺς υἰοὺς ᾿Ισραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν. | Son of man, take for thyself a rod, and write upon it, Juda, and the children of Israel his adherents; and thou shalt take for thyself another rod, and thou shalt inscribe it for Joseph, the rod of Ephraim, and all the children of Israel that belong to him. |
|
17
|
17
|
| καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ράβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου. | And thou shalt join them together for thyself, so as that they should bind themselves into one stick; and they shall be in thine hand. |
|
18
|
18
|
| καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτά σοι; | And it shall come to pass, when the children of thy people shall say to thee, Wilt thou not tell us what thou meanest by these things? |
|
19
|
19
|
| καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν ᾿Ιωσήφ, τὴν διὰ χειρὸς ᾿Εφραίμ, καὶ τὰς φυλὰς ᾿Ισραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν ᾿Ιούδα, καὶ ἔσονται εἰς ράβδον μίαν τῇ χειρὶ ᾿Ιούδα. | Then shalt thou say to them, Thus saith the Lord; Behold, I will take the tribe of Joseph, which is in the hand of Ephraim, and the tribes of Israel that belong to him, and I will add them to the tribe of Juda, and they shall become one rod in the hand of Juda. |
|
20
|
20
|
| καὶ ἔσονται αἱ ράβδοι, ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, | And the rods on which thou didst write shall be in thine hand in their presence. |
|
21
|
21
|
| καὶ ἐρεῖς αὐτοῖς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον ᾿Ισραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ· | And thou shalt say to them, Thus saith the Lord God; Behold, I will take the whole house of Israel out of the midst of the nations, among whom they have gone, and I will gather them from all that are round about them, and I will bring them into the land of Israel. |
|
22
|
22
|
| καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν ᾿Ισραήλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας, | And I will make them a nation in my land, even on the mountains of Israel; and they shall have one prince: and they shall be no more two nations, neither shall they be divided any more at all into two kingdoms: |
|
23
|
23
|
| ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ρύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. | that they may no more defile themselves with their idols; and I will deliver them from all their transgressions whereby they have sinned, and will cleanse them; and they shall be to me a people, and I the Lord will be to them a God. |
|
24
|
24
|
| καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά. | And my servant David shall be a prince in the midst of them: there shall be one shepherd of them all; for they shall walk in mine ordinances, and keep my judgments, and do them. |
|
25
|
25
|
| καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου ᾿Ιακώβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί, καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα. | And they shall dwell in their land, which I have given to my servant Jacob, where their fathers dwelt; and they shall dwell upon it: and David my servant shall be their prince for ever. |
|
26
|
26
|
| καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. | And I will make with them a covenant of peace; it shall be an everlasting covenant with them; and I will establish my sanctuary in the midst of them for ever. |
|
27
|
27
|
| καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοί μου ἔσονται λαός. | And my tabernacle shall be among them; and I will be to them a God, and they shall be my people. |
|
28
|
28
|
| καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. | And the nations shall know that I am the Lord that sanctifies them, when my sanctuary is in the midst of them for ever. |
|
Κεφάλαιο 38
|
Chapter 38
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· | And the word of the Lord came to me, saying, |
|
2
|
2
|
| υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ καὶ τὴν γῆν τοῦ Μαγώγ, ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβέλ, καὶ προφήτευσον ἐπ' αὐτὸν | Son of man, set thy face against Gog, and the land of Magog, Rhos, prince of Mesoch and Thobel, and prophesy against him, |
|
3
|
3
|
| καὶ εἰπὸν αὐτῷ τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβὲλ | and say to him, Thus saith the Lord God; Behold, I am against thee, Rhos prince of Mesoch and Thobel: |
|
4
|
4
|
| καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγῇ πολλῇ, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι, | and I will gather thee, and all thine host, horses and horsemen, all wearing breast-plates, with a great multitude, shields and helmets and swords: |
|
5
|
5
|
| Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις, | Persians, and Ethiopians, and Libyans; all with helmets and shields. |
|
6
|
6
|
| Γομὲρ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμὰ ἀπ' ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ· | Gomer, and all belonging to him; the house of Thorgama, from the end of the north, and all belonging to him; and many nations with thee. |
|
7
|
7
|
| ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σύ, καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηγμένη μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν. | Be thou prepared, prepare thyself, thou, and all thy multitude that is assembled with thee, and thou shalt be to me for a guard. |
|
8
|
8
|
| ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ' ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν ᾿Ισραήλ, ἣ ἐγενήθη ἔρημος δι' ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε καὶ κατοικήσουσιν ἐπ' εἰρήνης ἅπαντες. | He shall be prepared after many days, and he shall come at the end of years, and shall come to a land that is brought back from the sword, when the people are gathered from many nations against the land of Israel, which was entirely desolate: and he is come forth out of the nations, and they shall all dwell securely. |
|
9
|
9
|
| καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ. | And thou shalt go up as rain, and shalt arrive as a cloud to cover the land, and there shall be thou, and all that are about thee, and many nations with thee. |
|
10
|
10
|
| τάδε λέγει Κύριος Κύριος· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ρήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς | Thus saith the Lord God; It shall also come to pass in that day, that thoughts shall come up into thine heart, and thou shalt devise evil devices. |
|
11
|
11
|
| καὶ ἐρεῖς· ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ' εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς. | And thou shalt say, I will go up to the rejected land; I will come upon them that are at ease in tranquillity, and dwelling in peace, all inhabiting a land in which there is no wall, nor bars, nor have they doors; |
|
12
|
12
|
| προνομεῦσαι προνομὴν καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ' ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. | to seize plunder, and to take their spoil; to turn my hands against the desolate land that is now inhabited, and against a nation that is gathered from many nations, that have acquired property, dwelling in the midst of the land. |
|
13
|
13
|
| Σαββὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι· εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα. | Sabba, and Dædan, and Carthaginian merchants, and all their villages shall say to thee, Thou art come for plunder to take a prey, and to get spoils: thou hast gathered thy multitude to take silver and gold, to carry off property, to take spoils. |
|
14
|
14
|
| διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γώγ· τάδε λέγει Κύριος· οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τόν λαόν μου ᾿Ισραὴλ ἐπ' εἰρήνης ἐγερθήσῃ; | Therefore prophesy, son of man, and say to Gog, Thus saith the Lord; Wilt thou not arise in that day, when my people Israel are dwelling securely, |
|
15
|
15
|
| καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ' ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή, | and come out of thy place from the farthest north, and many nations with thee? all of them mounted on horses, a great gathering, and a large force? |
|
16
|
16
|
| καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου ᾿Ισραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν. | And thou shalt come up upon my people Israel as a cloud to cover the land; it shall come to pass in the last days, that I will bring thee up upon my land, that all the nations may know me, when I am sanctified in thee before them. |
|
17
|
17
|
| τάδε λέγει Κύριος Κύριος τῷ Γώγ· σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διά χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ ᾿Ισραήλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς. | Thus saith the Lord God, to Gog; Thou art he concerning whom I spoke in former times, by the hand of my servants the prophets of Israel, in those days and years, that I would bring thee up against them. |
|
18
|
18
|
| καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, λέγει Κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου | And it shall come to pass in that day, in the day when Gog shall come against the land of Israel, saith the Lord God, |
|
19
|
19
|
| καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα, εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς ᾿Ισραήλ. | that my wrath and my jealousy shall arise, I have spoken in the fire of mine anger, verily in that day there shall be a great shaking in the land of Israel; |
|
20
|
20
|
| καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς, καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ραγήσεται τά ὄρη καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται. | and the fish of the sea shall quake at the presence of the Lord, and the birds of the sky and the wild beasts of the field, and all the reptiles that creep upon the earth, and all the men that are on the face of the earth; and the mountains shall be rent, and the valleys shall fall, and every wall on the land shall fall. |
|
21
|
21
|
| καὶ καλέσω ἐπ' αὐτὸν πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. | And I will summon against it even every fear, saith the Lord: the sword of every man shall be against his brother. |
|
22
|
22
|
| καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτοῦ. | And I will judge him with pestilence, and blood, and sweeping rain, and hailstones; and I will rain upon him fire and brimstone, and upon all that are with him, and upon many nations with him. |
|
23
|
23
|
| καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν. καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | And I will be magnified, and sanctified, and glorified; and I will be known in the presence of many nations, and they shall know that I am the Lord. |
|
Κεφάλαιο 39
|
Chapter 39
|
|
1
|
1
|
| ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβὲλ | And thou, son of man, prophesy against Gog, and say, Thus saith the Lord; Behold, I am against thee, O Gog, Rhos prince of Mesoch and Thobel: |
|
2
|
2
|
| καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπ' ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τὰ ᾿Ισραήλ. | and I will assemble thee, and guide thee, and raise thee up on the extremity of the north, and I will bring thee up upon the mountains of Israel. |
|
3
|
3
|
| καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε | And I will destroy thy bow out of thy left hand, and thine arrows out of thy right hand, and I will cast thee down on the mountains of Israel; |
|
4
|
4
|
| ἐπὶ τὰ ὄρη ᾿Ισραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι. | and thou and all that belong to thee shall fall, and the nations that are with thee shall be given to multitudes of birds, even to every fowl, and I have given thee to all the wild beasts of the field to be devoured. |
|
5
|
5
|
| ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. | Thou shalt fall on the face of the field: for I have spoken it, saith the Lord. |
|
6
|
6
|
| καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ' εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. | And I will send a fire upon Gog, and the islands shall be securely inhabited: and they shall know that I am the Lord. |
|
7
|
7
|
| καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου ᾿Ισραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν ᾿Ισραήλ. | And my holy name shall be known in the midst of my people Israel; and my holy name shall no more be profaned: and the nations shall know that I am the Lord, the Holy One in Israel. |
|
8
|
8
|
| ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει Κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα, ἐν ᾗ ἐλάλησα. | Behold it is come, and thou shalt know that it shall be, saith the Lord God; this is the day concerning which I have spoken. |
|
9
|
9
|
| καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις ᾿Ισραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασι καὶ ράβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη. | And they that inhabit the cities of Israel shall come forth, and make a fire with the arms, the shields and spears, and bows and arrows, and hand-staves, and lances, and they shall keep fire burning with them for seven years: |
|
10
|
10
|
| καὶ οὐ μὴ λάβωσι ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ' ἢ τὰ ὅπλα κατακαύσουσι πυρί· καὶ προνομεύσουσι τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσι τοὺς σκυλεύσαντας αὐτούς, λέγει Κύριος. | and they shall not take any wood out of the field, neither shall they cut any out of the forests, but they shall burn the weapons with fire: and they shall plunder those that plundered them, and spoil those that spoiled them, saith the Lord. |
|
11
|
11
|
| καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστόν, μνημεῖον ἐν ᾿Ισραήλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος. | And it shall come to pass that in that day I will give to Gog a place of renown, a tomb in Israel, the burial-place of them that approach the sea: and they shall build round about the outlet of the valley, and there they shall bury Gog and all his multitude: and the place shall then be called the burial-place of Gog. |
|
12
|
12
|
| καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ. | And the house of Israel shall bury them, that the land may be cleansed in the space of seven months. |
|
13
|
13
|
| καὶ κατορύξουσιν αὐτοὺς οἶκος ᾿Ισραήλ, ἵνα καθαρισθῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθη, λέγει Κύριος. | Yea, all the people of the land shall bury them; and it shall be to them a place of renown in the day wherein it was glorified, saith the Lord. |
|
14
|
14
|
| καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσι. | And they shall appoint men continually to go over the land, to bury them that have been left on the face of the earth, to cleanse it after the space of seven months, and they shall seek them out. |
|
15
|
15
|
| καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ· | And every one that goes through the land, and sees a man's bone, shall set up a mark by it, until the buriers shall have buried it in the valley, the burial-place of Gog. |
|
16
|
16
|
| καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ. | For the name of the city shall be Burial-place: so shall the land be cleansed. |
|
17
|
17
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος· εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου· συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν, θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη ᾿Ισραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα. | And thou, son of man, say, Thus saith the Lord; Say to every winged bird, and to all the wild beasts of the field, Gather yourselves, and come; gather yourselves from all places round about to my sacrifice, which I have made for you, even a great sacrifice on the mountains of Israel, and ye shall eat flesh, and drink blood. |
|
18
|
18
|
| κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες. | Ye shall eat the flesh of mighty men, and ye shall drink the blood of the princes of the earth, rams, and calves and goats, and they are all fatted calves. |
|
19
|
19
|
| καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν. | And ye shall eat fat till ye are full, and shall drink wine till ye are drunken, of my sacrifice which I have prepared for you. |
|
20
|
20
|
| καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος. | And ye shall be filled at my table, eating horse, and rider, and mighty man, and every warrior, saith the Lord. |
|
21
|
21
|
| καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐτούς. | And I will set my glory among you, and all the nations shall see my judgment which I have wrought, and my hand which I have brought upon them. |
|
22
|
22
|
| καὶ γνώσονται οἶκος ᾿Ισραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα. | And the house of Israel shall know that I am the Lord their God, from this day and onwards. |
|
23
|
23
|
| καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος ᾿Ισραήλ, ἀνθ' ὧν ἠθέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ. | And all the nations shall know that the house of Israel were led captive because of their sins, because they rebelled against me, and I turned away my face from them, and delivered them into the hands of their enemies, and they all fell by the sword. |
|
24
|
24
|
| κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν. | According to their uncleannesses and according to their transgressions did I deal with them, and I turned away my face from them. |
|
25
|
25
|
| διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν ᾿Ιακὼβ καὶ ἐλεήσω τὸν οἶκον ᾿Ισραὴλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου. | Therefore thus saith the Lord God, Now will I turn back captivity in Jacob, and will have mercy on the house of Israel, and will be jealous for the sake of my holy name. |
|
26
|
26
|
| καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. | And they shall bear their reproach, and the iniquity which they committed when they dwelt upon their land in peace. Yet there shall be none to terrify them |
|
27
|
27
|
| ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν, | when I have brought them back from the nations, and gathered them out of the countries of the nations: and I will be sanctified among them in the presence of the nations. |
|
28
|
28
|
| καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. | And they shall know that I am the Lord their God, when I have been manifested to them among the nations. |
|
29
|
29
|
| καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνθ' οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον ᾿Ισραήλ, λέγει Κύριος Κύριος. | And I will no more turn away my face from them, because I have poured out my wrath upon the house of Israel, saith the Lord God. |
|
Κεφάλαιο 40
|
Chapter 40
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνί, δεκάτῃ τοῦ μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέ με· | And it came to pass in the twenty-fifth year of our captivity, in the first month, on the tenth day of the month, in the fourteenth year after the taking of the city, in that day the hand of the Lord was upon me, and brought me |
|
2
|
2
|
| ἐν ὁράσει Θεοῦ εἰς τὴν γῆν τοῦ ᾿Ισραὴλ καὶ ἔθηκέ με ἐπ' ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ' αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι. | in a vision of God into the land of Israel, and set me on a very high mountain, and upon it there was as it were the frame of a city before me. |
|
3
|
3
|
| καὶ εἰσήγαγέ με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης. | And he brought me in thither, and, behold, there was a man, and the appearance of him was as the appearance of shining brass, and in his hand was a builder's line, and a measuring reed; and he stood at the gate. |
|
4
|
4
|
| καὶ εἶπε πρός με ὁ ἀνήρ· ἑώρακας, υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἰδὲ καὶ ἐν τοῖς ὠσί σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα, ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε καὶ δείξεις πάντα, ὅσα σὺ ὁρᾷς, τῷ οἴκῳ τοῦ ᾿Ισραήλ. | And the man said to me, Look with thine eyes at him whom thou hast seen, son of man, and hear with thine ears, and lay up in thine heart all things that I show thee; for thou hast come in hither that I might show thee, and thou shalt show all things that thou seest to the house of Israel. |
|
5
|
5
|
| Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ· καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς, καὶ διεμέτρησε τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ. | And behold a wall round about the house without, and in the man's hand a reed, the measure of it was six cubits by the cubit, and a span: and he measured across the front wall; the breadth was equal to the reed, and the length of it equal to the reed. |
|
6
|
6
|
| καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς καὶ διεμέτρησε τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ | And he entered by seven steps into the gate that looks eastward, and he measured across the porch of the gate equal to the reed. |
|
7
|
7
|
| καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ τὸ αἰλὰμ ἀναμέσον τοῦ θεηλαθὰ πηχῶν ἓξ καὶ τὸ θεὲ τὸ δεύτερον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ τὸ αἰλὰμ πηχέων πέντε καὶ τὸ θεὲ τὸ τρίτον ἴσον τῷ καλάμῳ τὸ μῆκος, καὶ ἴσον τῷ καλάμῳ πλάτος καὶ τό αἰλὰμ τοῦ πυλῶνος πλησίον τοῦ αἰλὰμ τῆς πύλης | And the chamber was equal in length to the reed, and equal in breadth to the reed; and the porch between the chambers six cubits; and the second chamber equal in breadth to the reed, and equal in length to the reed, and the porch five cubits. |
|
8
|
8
|
| πηχῶν ὀκτὼ | And the third chamber equal in length to the reed, and equal in breadth to the reed. |
|
9
|
9
|
| καὶ τὰ αἰλεῦ πηχῶν δύο καὶ τὸ αἰλὰμ τῆς πύλης ἔσωθεν | And the porch of the gateway (near the porch of the gate) eight cubits; and the posts thereof two cubits; and the porch of the gate was inward: |
|
10
|
10
|
| καὶ τὰ θεὲ τῆς πύλης τοῦ θεὲ κατέναντι τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ μέτρον ἓν τοῖς τρισὶ καὶ μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν. | and the chambers of the gate of the chamber in front were three on one side and three on the other, and there was one measure to the three: there was one measure to the porches on this side and on that. |
|
11
|
11
|
| καὶ διεμέτρησε τὸ πλάτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δεκατριῶν, | And he measured the breadth of the door of the gateway, ten cubits; and the breadth of the gateway thirteen cubits. |
|
12
|
12
|
| καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν. | And the space before the chambers was narrowed to a cubit in front of the chambers on this side and on that side: and the chamber was six cubits this way, and six cubits that way. |
|
13
|
13
|
| καὶ διεμέτρησε τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεὲ πλάτος πήχεις εἴκοσι καὶ πέντε, αὕτη πύλη ἐπὶ πύλην· | And he measured the gate from the wall of one chamber to the wall of the other chamber: the breadth was twenty-five cubits, the one gate over against the other gate. |
|
14
|
14
|
| καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἑξήκοντα πήχεις, εἴκοσι θεεὶμ τῆς πύλης κύκλῳ· | And the open space of the porch of the gate without, was twenty cubits to the chambers round about the gate. |
|
15
|
15
|
| καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν πηχῶν πεντήκοντα· | And the open space of the gate without to the open space of the porch of the gate within was fifty cubits. |
|
16
|
16
|
| καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν, καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδες κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν. | And there were secret windows to the chambers, and to the porches within the gate of the court round about, and in the same manner windows to the porches round about within: and on the porch there were palm-trees on this side and on that side. |
|
17
|
17
|
| καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις, | And he brought me into the inner court, and, behold, there were chambers, and peristyles round about the court; thirty chambers within the ranges of columns. |
|
18
|
18
|
| καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω. | And the porticos were behind the gates; according to the length of the gates, was the lower peristyle. |
|
19
|
19
|
| καὶ διεμέτρησε τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατὰ ἀνατολάς. καὶ ἤγαγέ με ἐπὶ βορρᾶν, | And he measured the breadth of the court, from the open space of the outer gate inwards to the open space of the gate looking outwards: a hundred cubits was the distance to the place of the gate looking eastward: and he brought me to the north; |
|
20
|
20
|
| καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος. | and behold a gate looking northwards belonging to the outer court, and he measured it, both the length of it and the breadth; |
|
21
|
21
|
| καὶ τὰ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ καὶ τοὺς φοίνικας αὐτῆς, καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς. | and the chambers, three on this side and three on that; and the posts, and the porches, and the palm-trees thereof: and they were according to the measures of the gate that looks eastward: the length thereof was fifty cubits, and the breadth thereof was twenty-five cubits. |
|
22
|
22
|
| καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼ καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ' αὐτήν, καὶ τὰ αἰλαμμὼ ἔσωθεν. | And its windows, and its porches, and its palm-trees, were according to the dimensions of the gate looking eastward; and they went up to it by seven steps; and the porches were within. |
|
23
|
23
|
| καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν. | And there was a gate to the inner court looking toward the north gate, after the manner of the gate looking toward the east; and he measured the court from gate to gate, a hundred cubits. |
|
24
|
24
|
| καὶ ἤγαγέ με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα. | And he brought me to the south side, and behold a gate looking southwards: and he measured it, and its chambers, and its posts, and its porches, according to these dimensions. |
|
25
|
25
|
| καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼ κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αἰλάμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἰκοσιπέντε τὸ εὖρος αὐτῆς. | And its windows and its porches round about were according to the windows of the porch: the length thereof was fifty cubits, and the breadth thereof was five and twenty cubits. |
|
26
|
26
|
| καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αἰλαμμὼ ἔσωθεν καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεῦ. | And it had seven steps, and porches within: and it had palm-trees on the posts, one on one side, and one on the other side. |
|
27
|
27
|
| καὶ πύλη κατέναντι τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησε τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον. | And there was a gate opposite the gate of the inner court southward: and he measured the court from gate to gate, a hundred cubits in breadth southward. |
|
28
|
28
|
| Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον καὶ διεμέτρησε τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα | And he brought me into the inner court of the south gate: and he measured the gate according to these measures; |
|
29
|
29
|
| καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα· καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼ κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ τὸ εὖρος πήχεις εἰκοσιπέντε. | and the chambers, and the posts, and the porches, according to these measures: and there were windows to it and to the porches round about: its length was fifty cubits, and its breadth twenty-five cubits, |
|
31
|
31
|
| καὶ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τῷ αἰλεῦ, καὶ ὀκτὼ κλιμακτῆρες. | from the porch to the outer court: and there were palm-trees to the post thereof, and eight steps. |
|
32
|
32
|
| καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα | And he brought me in at the gate that looks eastward: and he measured it according to these measures: |
|
33
|
33
|
| καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμὼ κατὰ τὰ μέτρα ταῦτα· καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼ κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος αὐτῆς πήχεις εἰκοσιπέντε. | and the chambers, and the posts, and the porches according to these measures: and there were windows to it, and porches round about: the length of it was fifty cubits, and the breadth of it twenty-five cubits. |
|
34
|
34
|
| καὶ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ. | And there were porches opening into the inner court, and palm-trees on the posts on this side and on that side: and it had eight steps. |
|
35
|
35
|
| καὶ εἰσήγαγέ με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν καὶ διεμέτρησε κατὰ τὰ μέτρα ταῦτα | And he brought me in at the northern gate, and measured it according to these measures; |
|
36
|
36
|
| καὶ τὰ θεὲ καὶ τὰ αἰλεῦ καὶ τὰ αἰλαμμώ· καὶ θυρίδες αὐτῇ κύκλῳ καὶ τῷ αἰλαμμὼ αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἰκοσιπέντε. | and the chambers, and the posts, and the porches: and it had windows round about, and it had its porches: the length of it was fifty cubits, and the breadth twenty-five cubits. |
|
37
|
37
|
| καὶ τὰ αἰλαμμὼ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεῦ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ. | And its porches were toward the inner court; and there were palm-trees to the posts on this side and on that side: and it had eight steps. |
|
38
|
38
|
| τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αἰλαμμὼ αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις, | Its chambers and its door-ways, and its porches at the second gate served as a drain, |
|
39
|
39
|
| ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας· | that they might slay in it the sin-offerings, and the trespass-offerings. |
|
40
|
40
|
| καὶ κατὰ νώτου τοῦ ρύακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς, | And behind the drain for the whole-burnt-offerings at the north gate, two tables eastward behind the second gate; and behind the porch of the gate two tables eastward. |
|
41
|
41
|
| τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπ' αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων. | Four on one side and four on the other side behind the gate; upon them they kill the victims, in front of the eight tables of sacrifices. |
|
42
|
42
|
| καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος καὶ ἐπὶ πῆχυν τὸ ὕψος, ἐπ' αὐτὰς ἐπιθήσουσι τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα. | And there were four tables of hewn stone for whole-burnt-offerings, the breadth of them was a cubit and a half, and the length of them two cubits and a half, and their height was a cubit: on them they shall place the instruments with which they slay there the whole-burnt-offerings and the victims. |
|
43
|
43
|
| καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας. | And they shall have within a border of hewn stone round about of a span broad, and over the tables above screens for covering them from the wet and from the heat. |
|
44
|
44
|
| καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον, βλεπούσης δὲ πρὸς βορρᾶν. | And he brought me into the inner court, and behold there were two chambers in the inner court, one behind the gate looking to the north, turning southward, and one behind the southern gate, but which looks to the north. |
|
45
|
45
|
| καὶ εἶπε πρός με· ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου, | And he said to me, This chamber that looks to the south, is for the priests that keep the charge of the house. |
|
46
|
46
|
| καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευΐ πρὸς Κύριον λειτουργεῖν αὐτῷ. | And the chamber that looks to the north is for the priests that keep the charge of the altar: they are the sons of Sadduc, those of the tribe of Levi who draw near to the Lord to serve him. |
|
47
|
47
|
| καὶ διεμέτρησε τὴν αὐλὴν μῆκος πηχῶν ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου. - | And he measured the court, the length whereof was a hundred cubits, and the breadth a hundred cubits, on its four sides; and the altar in front of the house. |
|
48
|
48
|
| Καὶ εἰσήγαγέ με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησε τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δεκατεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλὰμ πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν. | And he brought me into the porch of the house; and he measured the post of the porch, the breadth was five cubits on one side and five cubits on the other side; and the breadth of the door was fourteen cubits, and the side-pieces of the door of the porch were three cubits on one side, and three cubits on the other side. |
|
49
|
49
|
| καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπ' αὐτό· καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν. | And the length of the porch was twenty cubits, and the breadth twelve cubits; and they went up to it by ten steps; and there were pillars to the porch, one on this side and one on that side. |
|
Κεφάλαιο 41
|
Chapter 41
|
|
1
|
1
|
| ΚΑΙ εἰσήγαγέ με εἰς τὸν ναόν, ᾧ διεμέτρησε τὸ αἰλὰμ πηχῶν ἓξ τὸ πλάτος ἔνθεν | And he brought me into the temple, the porch of which he measured, six cubits the breadth on one side, and six cubits the breadth of the porch on the other side. |
|
2
|
2
|
| καὶ πηχῶν ἓξ τὸ εὖρος τοῦ αἰλὰμ ἔνθεν, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν· καὶ διεμέτρησε τὸ μῆκος αὐτοῦ πηχῶν τεσσαράκοντα καὶ τὸ εὖρος πηχῶν εἴκοσι. | And the breadth of the gateway was ten cubits, and the side-pieces of the gateway were five cubits on this side, and five cubits on that side: and he measured the length of it, forty cubits, and the breadth, twenty cubits. |
|
3
|
3
|
| καὶ εἰσῆλθεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησε τὸ αἲλ τοῦ θυρώματος πηχῶν δύο καὶ τὸ θύρωμα πηχῶν ἓξ καὶ τὰς ἐπωμίδας τοῦ θυρώματος πηχῶν ἑπτὰ ἔνθεν καὶ πηχῶν ἑπτὰ ἔνθεν. | And he went into the inner court, and measured the post of the door, two cubits; and the door, six cubits; and the side-pieces of the door, seven cubits on one side, and seven cubits on the other side. |
|
4
|
4
|
| καὶ διεμέτρησε τὸ μῆκος τῶν θυρῶν πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν εἴκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπε· τοῦτο τὸ ἅγιον τῶν ἁγίων. | And he measured the length of the doors, forty cubits; and the breadth, twenty cubits, in front of the temple: and he said, This is the holy of holies. |
|
5
|
5
|
| καὶ διεμέτησε τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν. | And he measured the wall of the house, six cubits: and the breadth of each side, four cubits round about. |
|
6
|
6
|
| καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρεῖς δίς, καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾶν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου. | And the sides were twice ninety, side against side; and there was a space in the wall of the house at the sides round about, that they should be for them that take hold of them to see, that they should not at all touch the walls of the house. |
|
7
|
7
|
| καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσθεμα ἐκ τοῦ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωθεν καὶ ἐκ τῶν κάτωθεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν μέσων ἐπὶ τὰ τριώροφα. | And the breadth of the upper side was made according to the projection out of the wall, against the upper one round about the house, that it might be enlarged above, and that men might go up to the upper chambers from those below, and from the ground-sills to the third story. |
|
8
|
8
|
| καὶ τὸ θραὲλ τοῦ οἴκου ὕψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ, πηχῶν ἓξ διάστημα. | And as for the height of the house round about, each space between the sides was equal to a reed of six cubits; |
|
9
|
9
|
| καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωθεν πηχῶν πέντε· καὶ τὰ ἀπόλοιπα ἀναμέσον τῶν πλευρῶν τοῦ οἴκου | and the breadth of the wall of each side without was five cubits; and the spaces that were left between the sides of the house, |
|
10
|
10
|
| καὶ ἀναμέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιφερὲς τῷ οἴκῳ κύκλῳ. | and between the chambers, were a width of twenty cubits, the circumference of the house. |
|
11
|
11
|
| καὶ αἱ θύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς θύρας τῆς μιᾶς τῆς πρὸς βορρᾶν· καὶ ἡ θύρα ἡ μία πρὸς νότον, καὶ τὸ εὖρος τοῦ φωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόθεν. | And the doors of the chambers were toward the space left by the one door that looked northward, and there was one door southward; and the breadth of the remaining open space was five cubits in extent round about. |
|
12
|
12
|
| καὶ τὸ διορίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου ὡς πρὸς θάλασσαν πηχῶν ἑβδομήκοντα, πλάτος τοῦ τοίχου τοῦ διορίζοντος πηχῶν πέντε, εὖρος κυκλόθεν καὶ μῆκος αὐτοῦ πηχῶν ἐνενήκοντα. | And the partition wall in front of the remaining space, toward the west, was seventy cubits in breadth; the breadth of the partition wall was five cubits round about, and the length of it ninety cubits. |
|
13
|
13
|
| καὶ διεμέτρησε κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατόν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν, | And he measured in front of the house a length of a hundred cubits, and the remaining spaces and the partitions; and the walls thereof were in length a hundred cubits. |
|
14
|
14
|
| καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν. | And the breadth in front of the house, and the remaining spaces before it were a hundred cubits. |
|
15
|
15
|
| καὶ διεμέτρησε μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισθεν τοῦ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνθεν καὶ ἔνθεν πηχῶν ἑκατὸν τὸ μῆκος. καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αἰλὰμ τὸ ἐξώτερον πεφατνωμένα, | And he measured the length of the partition in front of the space left by the back parts of that house; and the spaces left on this side and on that side were in length a hundred cubits: and the temple and the corners and the outer porch were ceiled. |
|
16
|
16
|
| καὶ αἱ θυρίδες δικτυωταί, ὑποφαύσεις κύκλῳ τοῖς τρισὶν ὥστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ καὶ τὸ ἔδαφος καὶ ἐκ τοῦ ἐδάφους ἕως τῶν θυρίδων, καὶ αἱ θυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν. | And the windows were latticed, giving light round about to the three stories, so as to look through: and the house and the parts adjoining were planked round about, and so was the floor, and from the floor up to the windows, and the window shutters folded back in three parts for one to look through. |
|
17
|
17
|
| καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας καὶ ἐφ' ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωθεν καὶ ἐν τῷ ἔξωθεν | And almost all the way to the inner, and close to the outer side, and upon all the wall round about within and without, |
|
18
|
18
|
| γεγλυμμένα Χερουβίμ, καὶ φοίνικες ἀναμέσον Χερούβ καὶ Χερούβ· δύο πρόσωπα τῷ Χερούβ, | were carved cherubs and palm-trees between the cherubs, and each cherub had two faces. |
|
19
|
19
|
| πρόσωπον ἀνθρώπου πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν καὶ πρόσωπον λέοντος πρὸς τὸν φοίνικα ἔνθεν καὶ ἔνθεν· διαγεγλυμμένος ὅλος ὁ οἶκος κυκλόθεν, | The face of a man was toward one palm-tree on this side and on that side, and the face of a lion toward another palm-tree on this side and on that side: the house was carved all round. |
|
20
|
20
|
| ἐκ τοῦ ἐδάφους ἕως τοῦ φατνώματος τὰ Χερουβὶμ καὶ οἱ φοίνικες διαγεγλυμμένοι. | From the floor to the ceiling were cherubs and palm-trees carved. |
|
21
|
21
|
| καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα. κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις | And the holy place and the temple opened on four sides; in front of the holy places the appearance was as the look of |
|
22
|
22
|
| θυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ καὶ τὸ μῆκος πηχῶν δύο καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχε, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπε πρός με· αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου Κυρίου. καὶ δύο θυρώματα τῷ ναῷ | a wooden altar, the height of it three cubits, and the length two cubits, and the breadth two cubits; and it had horns, and the base of it and the sides of it were of wood: and he said to me, This is the table, which is before the face of the Lord. |
|
23
|
23
|
| καὶ τῷ ἁγίῳ· | And the temple had two doors, and the sanctuary had two doors, with two turning leaves apiece; |
|
24
|
24
|
| δύο θυρώματα τοῖς δυσὶ θυρώμασι τοῖς στροφωτοῖς, δύο θυρώματα τῷ ἑνὶ καὶ δύο θυρώματα τῇ θύρᾳ τῇ δευτέρᾳ. | two leaves to the one, and two leaves to the other door. |
|
25
|
25
|
| καὶ γλυφὴ ἐπ' αὐτῶν, καὶ ἐπὶ τὰ θυρώματα τοῦ ναοῦ Χερουβίμ, καὶ φοίνικες κατὰ τὴν γλυφὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αἰλὰμ ἔξωθεν | And there was carved work upon them, and cherubs on the doors of the temple, and palm-trees according to the carving of the sanctuary; and there were stout planks in front of the porch without. |
|
26
|
26
|
| καὶ θυρίδες κρυπταί. καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα τοῦ αἰλὰμ καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα. | And there were secret windows; and he measured from side to side, to the roofing of the porch; and the sides of the house were closely planked. |
|
Κεφάλαιο 42
|
Chapter 42
|
|
1
|
1
|
| ΚΑΙ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατά ἀνατολὰς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέ με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν, | And he brought me into the inner court eastward, opposite the northern gate: and he brought me in, and behold five chambers near the vacant space, and near the northern partition, |
|
2
|
2
|
| ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν καὶ τὸ πλάτος πεντήκοντα πηχῶν, | a hundred cubits in length toward the north, and in breadth fifty, |
|
3
|
3
|
| διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί. | ornamented accordingly as the gates of the inner court, and arranged accordingly as the peristyles of the outer court, with triple porticos fronting one another. |
|
4
|
4
|
| καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τὰ θυρώματα αὐτῶν πρὸς βορρᾶν. | And in front of the chambers was a walk ten cubits in breadth, the length reaching to a hundred cubits; and their doors were northward. |
|
5
|
5
|
| καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως, ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα | And the upper walks were in like manner: for the peristyle projected from it, even from the range of columns below, and there was a space between; so were there a peristyle and a space between, and so were there two porticos. |
|
6
|
6
|
| καὶ οὕτως στοαί· διότι τριπλαῖ ἦσαν καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στῦλοι τῶν ἐξωτέρων, διὰ τοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς. | For they were triple, and they had not pillars like the pillars of the outer ones: therefore they projected from the lower ones and the middle ones from the ground. |
|
7
|
7
|
| καὶ φῶς ἔξωθεν ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν, μῆκος πηχῶν πεντήκοντα· | And there was light without, corresponding to the chambers of the outer court looking toward the front of the northern chambers; the length of them was fifty cubits. |
|
8
|
8
|
| ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν ἦν πηχῶν πεντήκοντα, καὶ αὐταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν. | For the length of the chambers looking toward the inner court was fifty cubits, and these are the ones that front the others; the whole was a hundred cubits. |
|
9
|
9
|
| καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι' αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας | And there were doors of these chambers for an outlet towards the east, so that one should go through them out of the outer court, |
|
10
|
10
|
| κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου. καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος ἐξέδραι, | by the opening of the walk at the corner; and the south parts were toward the south, toward the remaining space, and toward the partition, and so were the chambers. |
|
11
|
11
|
| καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατὰ τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν καὶ κατὰ τά φῶτα αὐτῶν καὶ κατὰ τὰ θυρώματα αὐτῶν | And the walk was in front of them, according to the measures of the chambers toward the north, both according to the length of them, and according to the breadth of them, and according to all their openings, and according to all their turnings, and according to their lights, and according to their doors. |
|
12
|
12
|
| τῶν ἐξεδρῶν τῶν πρὸς νότον καὶ κατὰ τὰ θυρώματα ἀπ' ἀρχῆς τοῦ περιπάτου ὡς ἐπὶ φῶς διαστήματος καλάμου καὶ κατὰ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι' αὐτῶν. - | So were the measures of the chambers toward the south, and according to the doors at the entrance of the walk, as it were the distance of a reed for light, and eastward as one went in by them. |
|
13
|
13
|
| Καὶ εἶπε πρός με· αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες πρὸς Κύριον τὰ ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων καὶ τὴν θυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος. | And he said to me, The chambers toward the north, and the chambers toward the south, in front of the void spaces, these are the chambers of the sanctuary, wherein the priests the sons of Sadduc, who draw nigh to the Lord, shall eat the most holy things: and there shall they lay the most holy things, and the meat-offering, and the sin-offerings, and the trespass-offerings; because the place is holy. |
|
14
|
14
|
| οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων· οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διαπαντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστι· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ. - | None shall go in thither except the priests, and they shall not go forth of the holy place into the outer court, that they that draw nigh to me may be continually holy, and may not touch their garments in which they minister, with defilement, for they are holy; and they shall put on other garments whenever they come in contact with the people. |
|
15
|
15
|
| Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν. καὶ ἐξήγαγέ με καθ' ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησε τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει. | So the measurement of the house within was accomplished: and he brought me forth by the way of the gate that looks eastward, and measured the plan of the house round about in order. |
|
16
|
16
|
| καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησε πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· | And he stood behind the gate looking eastward, and measured five hundred cubits with the measuring reed. |
|
17
|
17
|
| καὶ ἐπέστρεψε πρὸς βορρᾶν καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τοῦ βορρᾶ πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· | And he turned to the north and measured in front of the north side five hundred cubits with the measuring reed. |
|
18
|
18
|
| καὶ ἐπέστρεψε πρὸς θάλασσαν καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τῆς θαλάσσης πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου. | And he turned to the west, and measured in front of the west side, five hundred cubits with the measuring reed. |
|
19
|
19
|
| καὶ ἐπέστρεψε πρὸς νότον καὶ διεμέτρησε κατέναντι τοῦ νότου πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· | And he turned to the south, and measured in front of the south side, five hundred cubits by the measuring reed. |
|
20
|
20
|
| τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου. καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος τοῦ διαστέλλειν ἀναμέσον τῶν ἁγίων καὶ ἀναμέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου. | The four sides he measured by the same reed, and he marked out the house and the circumference of the parts round about, a space of five hundred cubits eastward, and a breadth of five hundred cubits, to make a division between the sanctuary and the outer wall, that belonged to the design of the house. |
|
Κεφάλαιο 43
|
Chapter 43
|
|
1
|
1
|
| ΚΑΙ ἤγαγέ με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέ με, | Moreover he brought me to the gate looking eastward, and led me forth. |
|
2
|
2
|
| καὶ ἰδοὺ δόξα Θεοῦ ᾿Ισραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν, καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν. | And, behold, the glory of the God of Israel came by the eastern way; and there was a voice of an army, as the sound of many redoubling their shouts, and the earth shone like light from the glory round about. |
|
3
|
3
|
| καὶ ἡ ὅρασις, ἣν εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν, καὶ ἡ ὅρασις τοῦ ἅρματος, οὗ εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. | And the vision which I saw was like the vision which I saw when I went in to anoint the city: and the vision of the chariot which I saw was like the vision which I saw at the river Chobar; and I fell upon my face. |
|
4
|
4
|
| καὶ δόξα Κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς. | And the glory of the Lord came into the house, by the way of the gate looking eastward. |
|
5
|
5
|
| καὶ ἀνέλαβέ με πνεῦμα καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης Κυρίου ὁ οἶκος. | And the Spirit took me up, and brought me into the inner court; and, behold, the house of the Lord was full of glory. |
|
6
|
6
|
| καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με, καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου. | And I stood, and behold there was a voice out of the house of one speaking to me, and a man stood near me, |
|
7
|
7
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας τὸν τόπον τοῦ θρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου ᾿Ισραὴλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος ᾿Ισραὴλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν, | and he said to me, Son of man, thou hast seen the place of my throne, and the place of the soles of my feet, in which my name shall dwell in the midst of the house of Israel for ever; and the house of Israel shall no more profane my holy name, they and their princes, by their fornication, or by the murders of their princes in the midst of them; |
|
8
|
8
|
| ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν, αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου καὶ ἐν φόνῳ. | when they set my door-way by their door-way, and my thresholds near to their thresholds: and they made my wall as it were joining myself and them, and they profaned my holy name with their iniquities which they wrought: and I destroyed them in my wrath and with slaughter. |
|
9
|
9
|
| καὶ νῦν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς φόνους τῶν ἡγουμένων αὐτῶν ἀπ' ἐμοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα. | And now let them put away from me their fornication, and the murders of their princes, and I will dwell in the midst of them for ever. |
|
10
|
10
|
| καὶ σύ, υἱὲ ἀνθρώπου, δεῖξον τῷ οἴκῳ ᾿Ισραὴλ τὸν οἶκον, καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ, | And thou, son of man, shew the house to the house of Israel, that they may cease from their sins; and shew its aspect and the arrangement of it. |
|
11
|
11
|
| καὶ αὐτοὶ λήψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων, ὧν ἐποίησαν. καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ καὶ πάντα τά προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν, καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά· | And they shall bear their punishment for all the things that they have done: and thou shalt describe the house, and its entrances, and the plan thereof, and all its ordinances, and thou shalt make known to them all the regulations of it, and describe them before them: and they shall keep all my commandments, and all my ordinances, and do them. |
|
12
|
12
|
| καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων. | And thou shalt shew the plan of the house on the top of the mountain: all its limits round about shall be most holy. |
|
13
|
13
|
| Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεως καὶ παλαιστῆς· κόλπωμα βάθους ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν σπιθαμῆς. καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου· | And these are the measures of the altar by the cubit of a cubit and a span, the cavity shall be a cubit deep, and a cubit shall be the breadth, and the border on the rim of it round about shall be a span: and this shall be the height of the altar |
|
14
|
14
|
| ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεως· καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς· | from the bottom at the commencement of the hollow part to this great mercy-seat, from beneath was two cubits, and the breadth was a cubit; and from the little mercy-seat to the great mercy-seat, four cubits, and the breadth was a cubit. |
|
15
|
15
|
| καὶ τῷ ἀριὴλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς· | And the altar shall be four cubits; and from the altar and above the horns a cubit. |
|
16
|
16
|
| καὶ τὸ ἀριὴλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ. | And the altar shall be of the length of twelve cubits, by twelve cubits in breadth, square upon its four sides. |
|
17
|
17
|
| καὶ τὸ ἱλαστήριον πηχῶν δεκατεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δεκατέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ· καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ. ἥμισυ πήχεως, καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατὰ ἀνατολάς. | And the mercy-seat shall be fourteen cubits in length, by fourteen cubits in breadth on its four sides; and there shall be a border to it carried round about it of half a cubit; and the rim of it shall be a cubit round about; and the steps thereof looking eastward. |
|
18
|
18
|
| καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναφέρειν ἐπ' αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα. | And he said to me, Son of man, thus saith the Lord God of Israel; These are the ordinances of the altar in the day of its being made, to offer upon it whole-burnt-offerings, and to pour blood upon it. |
|
19
|
19
|
| καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδοὺκ τοῖς ἐγγίζουσι πρός με, λέγει Κύριος ὁ Θεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας· | And thou shalt appoint to the priests the Levites of the seed of Sadduc, that draw nigh to me, saith the Lord God, to minister to me, a calf of the herd for a sin-offering. |
|
20
|
20
|
| καὶ λήψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό· | And they shall take of its blood, and shall put it on the four horns of the altar, and upon the four corners of the propitiatory, and upon the base round about, and they shall make atonement for it. |
|
21
|
21
|
| καὶ λήψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ κατακαυθήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωθεν τῶν ἁγίων. | And they shall take the calf of the sin-offering, and it shall be consumed by fire in the separate place of the house, outside the sanctuary. |
|
22
|
22
|
| καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ· | And on the second day they shall take two kids of the goats without blemish for a sin-offering; and they shall make atonement for the altar, as they made atonement with the calf. |
|
23
|
23
|
| καὶ μετὰ τὸ συντελέσαι τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον, | And after they have finished the atonement, they shall bring an unblemished calf of the herd, and an unblemished ram of the flock. |
|
24
|
24
|
| καὶ προσοίσετε ἐναντίον Κυρίου, καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ' αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ Κυρίῳ. | And ye shall offer them before the Lord, and the priests shall sprinkle salt upon them, and shall offer them up as whole-burnt-offerings to the Lord. |
|
25
|
25
|
| ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ' ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων, ἄμωμα ποιήσουσιν | Seven days shalt thou offer a kid daily for a sin-offering, and a calf of the herd, and a ram out of the flock: they shall sacrifice them unblemished for seven days: |
|
26
|
26
|
| ἑπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριοῦσιν αὐτὸ καὶ πλήσουσι χεῖρας αὐτῶν. | and they shall make atonement for the altar, and shall purge it; and they shall consecrate themselves. |
|
27
|
27
|
| καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν. καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. | And it shall come to pass from the eighth day and onward, that the priests shall offer your whole-burnt-offerings on the altar, and your peace-offerings; and I will accept you, saith the Lord. |
|
Κεφάλαιο 44
|
Chapter 44
|
|
1
|
1
|
| ΚΑΙ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. | Then he brought me back by the way of the outer gate of the sanctuary that looks eastward; and it was shut. |
|
2
|
2
|
| καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη· | And the Lord said to me, This gate shall be shut, it shall not be opened, and no one shall pass through it; for the Lord God of Israel shall enter by it, and it shall be shut. |
|
3
|
3
|
| διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. κατὰ τὴν ὁδὸν αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. - | For the prince, he shall sit in it, to eat bread before the Lord; he shall go in by the way of the porch of the gate, and shall go forth by the way of the same. |
|
4
|
4
|
| Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. | And he brought me in by the way of the gate that looks northward, in front of the house: and I looked, and, behold, the house was full of the glory of the Lord: and I fell upon my face. |
|
5
|
5
|
| καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσί σου ἄκουε πάντα, ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τά προστάγματα τοῦ οἴκου Κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις. | And the Lord said to me, Son of man, attend with thine heart, and see with thine eyes, and hear with thine ears all that I say to thee, according to all the ordinances of the house of the Lord, and all the regulations thereof; and thou shalt attend well to the entrance of the house, according to all its outlets, in all the holy things. |
|
6
|
6
|
| καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος ὁ Θεός· ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος ᾿Ισραήλ, | And thou shalt say to the provoking house, even to the house of Israel, Thus saith the Lord God; Let it suffice you to have committed all your iniquities, O house of Israel! |
|
7
|
7
|
| τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου, καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους, στέαρ καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν | that ye have brought in aliens, uncircumcised in heart, and uncircumcised in flesh, to be in my sanctuary, and to profane it, when ye offered bread, flesh, and blood; and ye transgressed my covenant by all your iniquities; |
|
8
|
8
|
| καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου. | and ye appointed others to keep the charges in my sanctuary. |
|
9
|
9
|
| διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου ᾿Ισραήλ, | Therefore thus saith the Lord God; No alien, uncircumcised in heart or uncircumcised in flesh, shall enter into my sanctuary, of all the children of strangers that are in the midst of the house of Israel. |
|
10
|
10
|
| ἀλλ' ἢ οἱ Λευῖται, οἵτινες ἀφήλαντο ἀπ' ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν ᾿Ισραὴλ ἀπ' ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήψονται ἀδικίαν αὐτῶν | But as for the Levites who departed far from me when Israel went astray from me after their imaginations, they shall even bear their iniquity. |
|
11
|
11
|
| καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σφάξουσι τὰς θυσίας καὶ τὰ ὁλοκαυτώματα τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς. | Yet they shall minister in my sanctuary, being porters at the gates of the house, and serving the house: they shall slay the victims and the whole-burnt-offerings for the people, and they shall stand before the people to minister to them. |
|
12
|
12
|
| ἀνθ' ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ ᾿Ισραὴλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ᾖρα τὴν χεῖρά μου ἐπ' αὐτούς, λέγει Κύριος ὁ Θεός, | Because they ministered to them before their idols, and it became to the house of Israel a punishment of iniquity; therefore have I lifted up my hand against them, saith the Lord God. |
|
13
|
13
|
| καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι, οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ ᾿Ισραὴλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει, ᾗ ἐπλανήθησαν. | And they shall not draw nigh to me to minister to me in the priests' office, nor to approach the holy things of the children of Israel, nor to approach my holy of holies: but they shall bear their reproach for the error wherein they erred. |
|
14
|
14
|
| καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα, ὅσα ἂν ποιήσωσιν. | They shall bring them to keep the charges of the house, for all the service of it, and for all that they shall do. |
|
15
|
15
|
| οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδούκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον ᾿Ισραὴλ ἀπ' ἐμοῦ, οὗτοι προσάξουσι πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός. | The priests the Levites, the sons of Sadduc, who kept the charges of my sanctuary when the house of Israel went astray from me, these shall draw nigh to me to minister to me, and shall stand before my face, to offer sacrifice to me, the fat and the blood, saith the Lord God. |
|
16
|
16
|
| οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ φυλάξουσι τὰς φυλακάς μου. | These shall enter into my sanctuary, and these shall approach my table, to minister to me, and they shall keep my charges. |
|
17
|
17
|
| καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἔρια ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς· | And it shall come to pass when they enter the gates of the inner court, that they shall put on linen robes; and they shall not put on woollen garments when they minister at the gate of the inner court. |
|
18
|
18
|
| καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ. | And they shall have linen mitres upon their heads, and shall have linen drawers upon their loins; and they shall not tightly gird themselves. |
|
19
|
19
|
| καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσι τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν. | And when they go out into the outer court to the people, they shall put off their robes, in which they minister; and they shall lay them up in the chambers of the sanctuary, and shall put on other robes, and they shall not sanctify the people with their robes. |
|
20
|
20
|
| καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσι, καλύπτοντες καλύψουσι τὰς κεφαλὰς αὐτῶν. | And they shall not shave their heads, nor shall they pluck off their hair; they shall carefully cover their heads. |
|
21
|
21
|
| καὶ οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν. | And no priest shall drink any wine, when they go into the inner court. |
|
22
|
22
|
| καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλ' ἢ παρθένον ἐκ τοῦ σπέρματος ᾿Ισραήλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήψονται. | Neither shall they take to themselves to wife a widow, or one that is put away, but a virgin of the seed of Israel: but if there should happen to be a priest's widow, they shall take her. |
|
23
|
23
|
| καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς. | And they shall teach my people to distinguish between holy and profane, and they shall make known to them the difference between unclean and clean. |
|
24
|
24
|
| καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσι καὶ τὰ κρίματά μου κρινοῦσι καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσι. | And these shall attend at a judgment of blood to decide it: they shall rightly observe my ordinances, and judge my judgments, and keep my statutes and my commandments in all my feasts; and they shall hallow my sabbaths. |
|
25
|
25
|
| καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, ἀλλ' ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφῷ καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρί, μιανθήσεται. | And they shall not go in to the dead body of a man to defile themselves: only a priest may defile himself for a father, or for a mother, or for a son, or for a daughter, or for a brother, or for his sister, who has not been married. |
|
26
|
26
|
| καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμηθήσῃ αὐτῷ· | And after he has been cleansed, let him number to himself seven days. |
|
27
|
27
|
| καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμόν, λέγει Κύριος ὁ Θεός. | And on whatsoever day they shall enter into the inner court to minister in the holy place, they shall bring a propitiation, saith the Lord God. |
|
28
|
28
|
| καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς ᾿Ισραήλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν. | And it shall be to them for an inheritance: I am their inheritance: and no possession shall be given them among the children of Israel; for I am their possession. |
|
29
|
29
|
| καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὗτοι φάγονται, καὶ πᾶν ἀφόρισμα ἐν τῷ ᾿Ισραὴλ αὐτοῖς ἔσται· | And these shall eat the meat-offerings, and the sin-offerings, and the trespass-offerings; and every special offering in Israel shall be theirs. |
|
30
|
30
|
| ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογεννήματα ὑμῶν δώσετε τῷ ἱερεῖ τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν. | And the first-fruits of all things, and the first-born of all animals and all offerings, of all your first-fruits there shall be a share for the priests; and ye shall give your earliest produce to the priest, to bring your blessings upon your houses. |
|
31
|
31
|
| καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶν κτηνῶν οὐ φάγονται οἱ ἱερεῖς. | And the priests shall eat no bird or beast that dies of itself, or is taken of wild beasts. |
|
Κεφάλαιο 45
|
Chapter 45
|
|
1
|
1
|
| ΚΑΙ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν. | And when ye measure the land for inheritance, ye shall set apart first-fruits to the Lord, a holy space of the land, in length twenty and five thousand reeds, and in breadth twenty thousand; it shall be holy in all the borders thereof round about. |
|
2
|
2
|
| καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν, καὶ πεντήκοντα πήχεις διάστημα αὐτῷ κυκλόθεν. | And there shall be a sanctuary out of this, five hundred reeds in length by five hundred in breadth, a square round about; and there shall be a vacant space beyond this of fifty cubits round about. |
|
3
|
3
|
| καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὖρος εἴκοσι χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται τὸ ἁγίασμα ἅγια τῶν ἁγίων. | And out of this measurement shalt thou measure the length five and twenty thousand, and the breadth twenty thousand: and in it shall be the holy of holies. |
|
4
|
4
|
| ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ Κυρίῳ, καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν. | Of the land shall be a portion for the priests that minister in the holy place, and it shall be for them that draw nigh to minister to the Lord: and it shall be to them a place for houses set apart for their sacred office; |
|
5
|
5
|
| εἴκοσι καὶ πέντε χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδες ἔσται τοῖς Λευίταις τοῖς λειτουργοῦσι τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν, πόλεις τοῦ κατοικεῖν. | the length shall be twenty-five thousand, and the breadth twenty thousand: and the Levites that attend the house, they shall have cities to dwell in for a possession. |
|
6
|
6
|
| καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας· ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ ᾿Ισραὴλ ἔσονται. | And ye shall appoint for the possession of the city five thousand in breadth, and in length twenty-five thousand: after the manner of the first-fruits of the holy portion, they shall be for all the house of Israel. |
|
7
|
7
|
| καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς, καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν καὶ τό μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς. | And the prince shall have a portion out of this, and out of this there shall be a portion for the first-fruits of the sanctuary, and for the possession of the city, in front of the first-fruits of the sanctuary, and in front of the possession of the city westward, and from the western parts eastward: and the length shall be equal to one of the parts of the western borders, and the length shall be to the eastern borders of the land. |
|
8
|
8
|
| καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ ᾿Ισραήλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ ᾿Ισραὴλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος ᾿Ισραὴλ κατὰ φυλὰς αὐτῶν. | And he shall have it for a possession in Israel: and the princes of Israel shall no more oppress my people; but the house of Israel shall inherit the land according to their tribes. |
|
9
|
9
|
| τάδε λέγει Κύριος Θεός· ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῦ ᾿Ισραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός. | Thus saith the Lord God; Let it suffice you, ye princes of Israel: remove injustice and misery, execute judgment and justice; take away oppression from my people, saith the Lord God. |
|
10
|
10
|
| ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν. | Ye shall have a just balance, and a just measure, and a just chœnix for measure. |
|
11
|
11
|
| τὸ μέτρον καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομὸρ ἡ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομὸρ τὸ μέτρον, πρὸς τὸ γομὸρ ἔσται ἴσον. | And in like manner there shall be one chœnix as a measure of capacity; the tenth of the gomor shall be the chœnix, and the tenth of the gomor shall be in fair proportion to the gomor. |
|
12
|
12
|
| καὶ τὰ στάθμια εἴκοσιν ὀβολοί· οἱ πέντε σίκλοι πέντε, καὶ οἱ δέκα σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν. - | And the weights shall be twenty oboli, your pound shall be five shekels, fifteen shekels and fifty shekels. |
|
13
|
13
|
| Καὶ αὕτη ἡ ἀπαρχή, ἣν ἀφοριεῖτε, ἕκτον μέτρου ἀπὸ τοῦ γομὸρ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οἰφὶ ἀπὸ τοῦ κόρου τῶν κριθῶν. | And these are the first-fruits which ye shall offer; a sixth part of a gomor of wheat, and the sixth part of it shall consist of an ephah of a cor of barley. |
|
14
|
14
|
| καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου· κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶ γομόρ. | And ye shall give as the appointed measure of oil one bath of oil out of ten baths; for ten baths are a gomor. |
|
15
|
15
|
| καὶ πρόβατον ἀπὸ τῶν δέκα προβάτων ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ ᾿Ισραὴλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν λέγει Κύριος Θεός. | And one sheep from the flock out of ten, as an oblation from all the tribes of Israel, for sacrifices, and for whole-burnt-offerings, and for peace-offerings, to make atonement for you, saith the Lord God. |
|
16
|
16
|
| καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ ᾿Ισραήλ. | And all the people shall give these first-fruits to the prince of Israel. |
|
17
|
17
|
| καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου ᾿Ισραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου ᾿Ισραήλ. | And through the prince shall be offered the whole-burnt-offerings and the meat-offerings, and the drink-offerings in the feasts, and at the new moons, and on the sabbaths; and in all the feasts of the house of Israel: he shall offer the sin-offerings, and the meat-offering, and the whole-burnt-offerings, and the peace-offerings, to make atonement for the house of Israel. |
|
18
|
18
|
| Τάδε λέγει Κύριος Θεός· ἐν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήψεσθε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασθαι τὸ ἅγιον. | Thus saith the Lord God; In the first month, on the first day of the month, ye shall take a calf without blemish out of the herd, to make atonement for the holy place. |
|
19
|
19
|
| καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας. | And the priest shall take of the blood of the atonement, and put it on the thresholds of the house, and upon the four corners of the temple, and upon the altar, and upon the thresholds of the gate of the inner court. |
|
20
|
20
|
| καὶ οὕτως ποιήσεις ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνός, λήψῃ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἶκον. | And thus shalt thou do in the seventh month; on the first day of the month thou shalt take a rate from each one; and ye shall make atonement for the house. |
|
21
|
21
|
| καὶ ἐν τῷ πρώτῳ μηνί, τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός, ἔσται ὑμῖν τὸ πάσχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. | And in the first month, on the fourteenth day of the month, ye shall have the feast of the passover; seven days shall ye eat unleavened bread. |
|
22
|
22
|
| καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὐτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ ἁμαρτίας. | And the prince shall offer in that day a calf for a sin-offering for himself, and the house, and for all the people of the land. |
|
23
|
23
|
| καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ Κυρίῳ, ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ' ἡμέραν, τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθ' ἡμέραν. | And for the seven days of the feast he shall offer as whole-burnt-offerings to the Lord seven calves and seven rams without blemish daily for the seven days; and a kid of the goats daily for a sin-offering, and a meat-offering. |
|
24
|
24
|
| καὶ θυσίαν πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι. | And thou shalt prepare a cake for the calf, and cakes for the ram, and a hin of oil for the cake. |
|
25
|
25
|
| καὶ ἐν τῷ ἑβδόμῳ μηνί, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐν τῇ ἑορτῇ, ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναὰ καὶ καθὼς τὸ ἔλαιον. | And in the seventh month, on the fifteenth day of the month, thou shalt sacrifice in the feast in the same way seven days, as they sacrificed the sin-offerings, and the whole-burnt-offerings, and the freewill-offering, and the oil. |
|
Κεφάλαιο 46
|
Chapter 46
|
|
1
|
1
|
| ΤΑΔΕ λέγει Κύριος Θεός· ἡ πύλη ἡ ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς, ἐν δὲ τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχθήσεται καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχθήσεται. | Thus saith the Lord God; The gate that is in the inner court, that looks eastward, shall be shut the six working days; but let it be opened on the sabbath-day, and it shall be opened on the day of the new moon. |
|
2
|
2
|
| καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης τῆς ἔσωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ· | And the prince shall enter by the way of the porch of the inner gate, and shall stand at the entrance of the gate, and the priests shall prepare his whole-burnt-offerings and his peace-offerings, and he shall worship at the entrance of the gate: then shall he come forth; but the gate shall not be shut till evening. |
|
3
|
3
|
| καὶ προσκυνήσει ἐπὶ τοῦ προθύρου τῆς πύλης καὶ ἐξελεύσεται καὶ ἡ πύλη οὐ μὴ κλεισθῇ ἕως ἑσπέρας. καὶ προσκυνήσει ὁ λαὸς τῆς γῆς κατὰ τὰ πρόθυρα τῆς πύλης ἐκείνης ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις ἐναντίον Κυρίου. | And the people of the land shall worship at the entrance of that gate, both on the sabbaths and at the new moons, before the Lord. |
|
4
|
4
|
| καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τῷ Κυρίῳ· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον | And the prince shall offer whole-burnt-offerings to the Lord on the sabbath-day, six lambs without blemish, and a ram without blemish; |
|
5
|
5
|
| καὶ μαναὰ πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς θυσίαν δόμα χειρὸς αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι. | and a freewill-offering, a meat-offering for the ram, and a meat-offering for the lambs, the gift of his hand, and a hin of oil for the meat-offering. |
|
6
|
6
|
| καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς, καὶ κριὸς ἄμωμος ἔσται, | And on the day of the new moon a calf without blemish, and six lambs, and there shall be a ram without blemish; |
|
7
|
7
|
| καὶ πέμμα τῷ κριῷ καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναά, καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι. | and a meat-offering for the ram, and there shall be a meat-offering for the calf as a freewill-offering, and for the lambs, according as his hand can furnish, and there shall be a hin of oil for the cake. |
|
8
|
8
|
| καὶ ἐν τῷ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τῆς πύλης ἐξελεύσεται. | And when the prince goes in, he shall go in by the way of the porch of the gate, and he shall go forth by the way of the gate. |
|
9
|
9
|
| καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τῆς γῆς ἐναντίον Κυρίου ἐν ταῖς ἑορταῖς, ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν προσκυνεῖν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον, καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν· οὐκ ἀναστρέψει κατὰ τὴν πύλην, εἰς ἣν εἰσελήλυθεν, ἀλλ' ἢ κατ' εὐθὺ αὐτῆς ἐξελεύσεται. | And whenever the people of the land shall go in before the Lord at the feasts, he that goes in by the way of the north gate to worship shall go forth by the way of the south gate; and he that goes in by the way of the south gate shall go forth by the way of the north gate: he shall not return by the gate by which he entered, but he shall go forth opposite it. |
|
10
|
10
|
| καὶ ὁ ἀφηγούμενος ἐν μέσῳ αὐτῶν ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετ' αὐτῶν καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται. | And the prince shall enter with them in the midst of them when they go in; and when they go forth, he shall go forth. |
|
11
|
11
|
| καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναὰ πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ καὶ ἐλαίου τὸ εἲν τῷ πέμματι. | And in the feasts and in the general assemblies the freewill oblation shall be a meat-offering for the calf, and a meat-offering for the ram, and for the lambs, as his hand can furnish, and a hin of oil for the meat-offering. |
|
12
|
12
|
| ἐὰν δέ ποιήσῃ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τῷ Κυρίῳ, καὶ ἀνοίξῃ ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ, ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθεῖν αὐτόν. | And if the prince should prepare as a thanksgiving a whole-burnt-peace-offering to the Lord, and should open for himself the gate looking eastward, and offer his whole-burnt-offering, and his peace-offerings, as he does on the sabbath-day; then shall he go out, and shall shut the doors after he has gone out. |
|
13
|
13
|
| καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθ' ἡμέραν τῷ Κυρίῳ, πρωΐ ποιήσει αὐτόν· | And he shall prepare daily as a whole-burnt-offering to the Lord a lamb of a year old without blemish: in the morning shall he prepare it. |
|
14
|
14
|
| καὶ μαναὰ ποιήσει ἐπ' αὐτῷ τὸ πρωΐ ἕκτον τοῦ μέτρου καὶ ἐλαίου τὸ τρίτον τοῦ εἲν τοῦ ἀναμεῖξαι τὴν σεμίδαλιν μαναὰ τῷ Κυρίῳ, πρόσταγμα διαπαντός. | And he shall prepare a freewill-offering for it in the morning, the sixth part of a measure of flour, and a third part of a hin of oil to mix therewith the fine flour, as a freewill-offering to the Lord, a perpetual ordinance. |
|
15
|
15
|
| ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναὰ καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωΐ ὁλοκαύτωμα διὰ παντός. | Ye shall prepare the lamb, and the freewill-offering, and the oil in the morning, for a perpetual whole-burnt-sacrifice. |
|
16
|
16
|
| Τάδε λέγει Κύριος Θεός· ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται κατάσχεσις ἐν κληρονομίᾳ. | Thus saith the Lord God; If the prince shall give a gift to one of his sons out of his inheritance, this shall be to his sons a possession as an inheritance. |
|
17
|
17
|
| ἐὰν δὲ δῷ δόμα ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως, καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ· πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ, αὐτοῖς ἔσται. | But if he give a gift to one of his servants, then it shall belong to him until the year of release; and then he shall restore it to the prince: but of the inheritance of his sons the possession shall continue to them. |
|
18
|
18
|
| καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ τοῦ καταδυναστεῦσαι αὐτούς· ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ. - | And the prince shall by no means take of the inheritance of the people, to oppress them: he shall give an inheritance to his sons out of his own possession: that my people be not scattered, every one from his possession. |
|
19
|
19
|
| Καὶ εἰσήγαγέ με εἰς τήν εἴσοδον τῆς κατὰ νώτου τῆς πύλης εἰς τὴν ἐξέδραν τῶν ἁγίων τῶν ἱερέων τὴν βλέπουσαν πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ τόπος κεχωρισμένος. | And he brought me into the entrance of the place behind the gate, into the chamber of the sanctuary belonging to the priests, that looks toward the north: and, behold, there was a place set apart. |
|
20
|
20
|
| καὶ εἶπε πρός με· οὗτος ὁ τόπος ἐστίν, οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκεῖ πέψουσι τὸ μαναὰ τὸ παράπαν τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν. | And he said to me, This is the place where the priests shall boil the trespass-offerings and the sin-offerings, and there shall they bake the meat-offering always; so as not to carry them out into the outer court, to sanctify the people. |
|
21
|
21
|
| καὶ ἐξήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ περιήγαγέ με ἐπὶ τὰ τέσσαρα μέρη τῆς αὐλῆς, καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τῆς αὐλῆς· | And he brought me into the outer court, and led me round upon the four sides of the court; and, behold, there was a court on each of the sides of the court, |
|
22
|
22
|
| ἐπὶ τὰ τέσσαρα κλίτη τῆς αὐλῆς αὐλὴ μικρά, μήκους πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν τριάκοντα, μέτρον ἓν ταῖς τέσσαρσι. | on every side a court, even a court for all the four sides, and each little court belonging to the court was in length forty cubits, and in breadth thirty cubits, there was one measure to the four. |
|
23
|
23
|
| καὶ ἐξέδραι κύκλῳ ἐν αὐταῖς, κύκλῳ ταῖς τέσσαρσι, καὶ μαγειρεῖα γεγονότα ὑποκάτω τῶν ἐξεδρῶν κύκλῳ. | And there were chambers in them round about, round about the four, and cooking-places formed under the chambers round about. |
|
24
|
24
|
| καὶ εἶπε πρός με· οὗτοι οἱ οἶκοι τῶν μαγειρείων, οὗ ἑψήσουσιν ἐκεῖ οἱ λειτουργοῦντες τῷ οἴκῳ τὰ θύματα τοῦ λαοῦ. | And he said to me, These are the cooks' houses, where they that serve the house shall boil the sacrifices of the people. |
|
Κεφάλαιο 47
|
Chapter 47
|
|
1
|
1
|
| ΚΑΙ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον. | And he brought me to the entrance of the house; and, behold, water issued from under the porch eastward, for the front of the house looked eastward; and the water came down from the right side, from the south to the altar. |
|
2
|
2
|
| καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ. | And he brought me out by the way of the northern gate, and he led me round by the way outside to the gate of the court that looks eastward; and, behold, water came down from the right side, |
|
3
|
3
|
| καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησε χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως· | in the direction in which a man went forth opposite; and there was a measuring line in his hand, and he measured a thousand cubits with the measure; |
|
4
|
4
|
| καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος· | and he passed through the water; it was water of a fountain: and again he measured a thousand, and passed through the water; and the water was up to the thighs: and again he measured a thousand; and he passed through water up to the loins. |
|
5
|
5
|
| καὶ διεμέτρησε χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζε τὸ ὕδωρ ὡς ροῖζος χειμάρρου, ὃν οὐ διαβήσονται. | And again he measured a thousand; and he could not pass through: for the water rose as of a torrent which men cannot pass over. |
|
6
|
6
|
| καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέ με καὶ ἐπέστρεψέ με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ. | And he said to me, Hast thou seen this, son of man? Then he brought me, and led me back to the brink of the river |
|
7
|
7
|
| ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν. | as I returned; and, behold, on the brink of the river there were very many trees on this side and on that side. |
|
8
|
8
|
| καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν ᾿Αραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα. | And he said to me, This is the water that goes forth to Galilee that lies eastward, and it is gone down to Arabia, and has reached as far as to the sea to the outlet of the water: and it shall heal the waters. |
|
9
|
9
|
| καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐφ᾿ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται. καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφ᾿ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται. | And it shall come to pass, that every animal of living and moving creatures, all on which the river shall come, shall live: and there shall be there very many fish; for this water shall go thither, and it shall heal them, and they shall live: everything on which the river shall come shall live. |
|
10
|
10
|
| καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Αἰνγαδεὶν ἕως ᾿Εναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ᾿ ἑαυτὴν ἔσται, καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα. | And fishers shall stand there from Ingadin to Enagallim; it shall be a place to spread out nets upon; it shall be distinct; and the fishes thereof shall be as the fishes of the great sea, a very great multitude. |
|
11
|
11
|
| καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται. | But at the outlet of the water, and the turn of it, and where it overflows its banks, they shall not heal at all; they are given to salt. |
|
12
|
12
|
| καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν. | And every fruit tree shall grow by the river, even on the bank of it on this side and on that side: they shall not decay upon it, neither shall their fruit fail: they shall bring forth the first-fruit of their early crop, for these their waters come forth of the sanctuary: and their fruit shall be for meat, and their foliage for health. |
|
13
|
13
|
| Τάδε λέγει Κύριος Θεός· ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν ᾿Ισραὴλ πρόσθεσις σχοινίσματος. | Thus saith the Lord God; Ye shall inherit these borders of the land; they are given by lot to the twelve tribes of the children of Israel. |
|
14
|
14
|
| καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ. | And ye shall inherit it, each according to his brother's portion, even the land concerning which I lifted up my hand to give it to your fathers: and this land shall fall to you by lot. |
|
15
|
15
|
| καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορρᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου ᾿Ημὰθ Σεδαδά, | And these are the borders of the land that lies northward, from the great sea that comes down, and divides the entrance of Emaseldam; |
|
16
|
16
|
| Βηρωθὰ Σεβραὶμ ῾Ηλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων ᾿Ημάθ, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος. | Maabthera, Ebrameliam, between the coasts of Damascus and the coasts of Emathi, the habitation of Saunan, which places are above the coasts of Auranitis. |
|
17
|
17
|
| ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν. | These are the borders from the sea, from the habitations of Ænan, the coasts of Damascus, and the northern coasts. |
|
18
|
18
|
| καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Αὐρανίτιδος καὶ ἀναμέσον Δαμασκοῦ καὶ ἀναμέσον τῆς Γαλααδίτιδος καὶ ἀναμέσον τῆς γῆς τοῦ ᾿Ισραήλ, ὁ ᾿Ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς. | And the eastern coasts between Loranitis, and Damascus, and the land of Galaad, and the land of Israel, the Jordan divides to the sea that is east of the city of palm-trees. These are the eastern coasts. |
|
19
|
19
|
| καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμὼθ Κάδης παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην· | And the southern and south-western coasts are from Thæman and the city of palm-trees, to the water of Marimoth Cadem, reaching forth to the great sea. This part is the south and south-west. |
|
20
|
20
|
| τοῦτο τὸ μέρος νότος καὶ λίψ. τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου ᾿Ημάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν ᾿Ημάθ. | This part of the great sea forms a border, till one comes opposite the entrance of Emath, even as far as the entrance thereof. These are the parts west of Emath. |
|
21
|
21
|
| καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ ᾿Ισραήλ. | So ye shall divide this land to them, even to the tribes of Israel. |
|
22
|
22
|
| βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ ᾿Ισραήλ, μεθ᾿ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ ᾿Ισραήλ· | Ye shall cast the lot upon it, for yourselves and the strangers that sojourn in the midst of you, who have begotten children in the midst of you: and they shall be to you as natives among the children of Israel; they shall eat with you in their inheritance in the midst of the tribes of Israel. |
|
23
|
23
|
| καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ᾿ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός. | And they shall be in the tribe of proselytes among the proselytes that are with them: there shall ye give them an inheritance, saith the Lord God. |
|
Κεφάλαιο 48
|
Chapter 48
|
|
1
|
1
|
| ΚΑΙ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν· ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς ᾿Ημὰθ αὐλῆς τοῦ Αἰνάν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος ᾿Ημὰθ αὐλῆς, καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δάν, μία. | And these are the names of the tribes from the northern corner, on the side of the descent that draws a line to the entrance of Emath the palace of Ælam, the border of Damascus northward on the side of Emath the palace; and they shall have the eastern parts as far as the sea, for Dan, one portion. |
|
2
|
2
|
| καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ᾿Ασσήρ, μία. | And from the borders of Dan eastward as far as the west sea-coast, for Asser, one. |
|
3
|
3
|
| καὶ ἀπὸ τῶν ὁρίων ᾿Ασσὴρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλίμ, μία. | And from the borders of Asser, from the eastern parts as far as the west coasts, for Nephthalim, one. |
|
4
|
4
|
| καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλὶμ ἀπὸ ἀνατολῶν ἕως τῶν πρὸς θάλασσαν Μανασσῆ, μία. | And from the borders of Nephthalim, from the east as far as the west coasts, for Manasse, one. |
|
5
|
5
|
| καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ ἀπὸ τῶν πρὸς ἀνατολὰς ὥς τῶν πρὸς θάλασσαν ᾿Εφραίμ, μία. | And from the borders of Manasse, from the eastern parts as far as the west coasts, for Ephraim, one. |
|
6
|
6
|
| καὶ ἀπὸ τῶν ὁρίων ᾿Εφραὶμ ἀπό τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ρουβήν, μία. | And from the borders of Ephraim, from the eastern parts to the west coasts, for Ruben, one. |
|
7
|
7
|
| καὶ ἀπὸ τῶν ὁρίων Ρουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ᾿Ιούδα, μία. | And from the borders of Ruben, from the eastern parts as far as the west coasts, for Juda, one. |
|
8
|
8
|
| καὶ ἀπὸ τῶν ὁρίων ᾿Ιούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν· | And from the borders of Juda, from the eastern parts shall be the offering of first-fruits, in breadth twenty-five thousand reeds, and in length as one of the portions measured from the east even to the western parts: and the sanctuary shall be in the midst of them. |
|
9
|
9
|
| ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὗρος εἴκοσι καὶ πέντε χιλιάδες. | As for the first-fruits which they shall offer to the Lord, it shall be in length twenty-five thousand, and in breadth twenty-five thousand. |
|
10
|
10
|
| τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων· τοῖς ἱερεῦσι, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ· | Out of this shall be the first-fruits of the holy things to the priests, northward, five and twenty-thousand, and towards the west, ten thousand, and southward, five and twenty thousand: and the mountain of the sanctuary, shall be in the midst of it, |
|
11
|
11
|
| τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις, υἱοῖς Σαδδούκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν ᾿Ισραήλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται, | for the priests, for the consecrated sons of Sadduc, who keep the charges of the house, who erred not in the error of the children of Israel, as the Levites erred. |
|
12
|
12
|
| καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν. | And the first-fruits shall be given to them out of the first-fruits of the land, even a most holy portion from the borders of the Levites. |
|
13
|
13
|
| τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὗρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες. | And the Levites shall have the part, next to the borders of the priests, in length twenty-five thousand, and in breadth ten thousand: the whole length shall be five and twenty thousand, and the breadth twenty thousand. |
|
14
|
14
|
| οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογεννήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστι τῷ Κυρίῳ. | No part of it shall be sold, nor measured as for sale, neither shall the first-fruits of the land be taken away: for they are holy to the Lord. |
|
15
|
15
|
| τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε, καὶ εἴκοσι χιλιάσι, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ. | But concerning the five thousand that remain in the breadth in the five and twenty thousand, they shall be a suburb to the city for dwelling, and for a space before it: and the city shall be in the midst thereof. |
|
16
|
16
|
| καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολάς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακόσιους. | And these shall be its dimensions; from the northern side four thousand and five hundred, and from the southern side four thousand and five hundred, and from the eastern side four thousand and five hundred, and from the western side they shall measure four thousand five hundred. |
|
17
|
17
|
| καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα. | And there shall be a space to the city northward two hundred and fifty, and southward two hundred and fifty, and eastward two hundred and fifty, and westward two hundred and fifty. |
|
18
|
18
|
| καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γεννήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν· | And the remainder of the length that is next to the first-fruits of the holy portion shall be ten thousand eastward, and ten thousand westward: and they shall be the first-fruits of the sanctuary; and the fruits thereof shall be for bread to them that labour for the city. |
|
19
|
19
|
| οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ ᾿Ισραήλ. | And they that labour for the city shall labour for it out of all the tribes of Israel. |
|
20
|
20
|
| πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως. | The whole offering shall be a square of twenty-five thousand by twenty-five thousand: ye shall separate again part of it, the first-fruits of the sanctuary, from the possession of the city. |
|
21
|
21
|
| τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς. | And the prince shall have the remainder on this side and on that side from the first-fruits of the sanctuary, and there shall be a possession of the city, for five and twenty thousand cubits in length, to the eastern and western borders, for five and twenty thousand to the western borders, next to the portions of the prince; and the first-fruits of the holy things and the sanctuary of the house shall be in the midst of it. |
|
22
|
22
|
| καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται· ἀναμέσον τῶν ὁρίων ᾿Ιούδα καὶ ἀναμέσον τῶν ὁρίων Βενιαμὶν τῶν ἀφηγουμένων ἔσται. - | And there shall be a portion taken from the Levites, from the possession of the city in the midst of the princes between the borders of Juda and the borders of Benjamin, and it shall be the portion of the princes. |
|
23
|
23
|
| Καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμίν, μία. | And as for the rest of the tribes, from the eastern parts as far as the western, Benjamin shall have one portion. |
|
24
|
24
|
| καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμὶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεών, μία. | And from the borders of Benjamin, from the eastern parts to the western, Symeon, one. |
|
25
|
25
|
| καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ᾿Ισσάχαρ, μία. | And from the borders of Symeon, from the eastern parts to the western, Issachar, one. |
|
26
|
26
|
| καὶ ἀπὸ τῶν ὁρίων τῶν ᾿Ισσάχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλών, μία. | And from the borders of Issachar, from the eastern parts to the western, Zabulon, one. |
|
27
|
27
|
| καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία. | And from the borders of Zabulon, from the east to the western parts, Gad, one. |
|
28
|
28
|
| καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν καὶ ὕδατος Μαριμὼθ Κάδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης. | And from the borders of Gad, from the eastern to the south-western parts; his coasts shall even be from Thæman, and the water of Barimoth Cades, for an inheritance, unto the great sea. |
|
29
|
29
|
| αὕτη ἡ γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς τοῦ ᾿Ισραήλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει Κύριος Θεός. - | This is the land, which ye shall divide by lot to the tribes of Israel, and these are their portions, saith the Lord God. |
|
30
|
30
|
| Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ. | And these are the goings out of the city northward, four thousand and five hundred by measure. |
|
31
|
31
|
| καὶ αἱ πύλαι τῆς πόλεως ἐπ᾿ ὀνόματι φυλῶν τοῦ ᾿Ισραήλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ρουβὴν μία καὶ πύλη ᾿Ιούδα μία καὶ πύλη Λευΐ μία. | And the gates of the city shall be after the names of the tribes of Israel: three gates northward; the gate of Ruben, one, and the gate of Juda, one, and the gate of Levi, one. |
|
32
|
32
|
| καὶ τὰς πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη ᾿Ιωσὴφ μία καὶ πύλη Βενιαμὶν μία καὶ πύλη Δὰν μία. | And eastward four thousand and five hundred: and three gates; the gate of Joseph, one, and the gate of Benjamin, one, and the gate of Dan, one. |
|
33
|
33
|
| καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν μία καὶ πύλη ᾿Ισσάχαρ μία καὶ πύλη Ζαβουλὼν μία. | And southward, four thousand and five hundred by measure: and three gates; the gate of Symeon, one, and the gate of Issachar, one, and the gate of Zabulon, one. |
|
34
|
34
|
| καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· πύλαι τρεῖς, πύλη Γὰδ μία καὶ πύλη ᾿Ασσὴρ μία καὶ πύλη Νεφθαλὶμ μία. | And westward, four thousand and five hundred by measure: and three gates; the gate of Gad, one, and the gate of Asser, one, and the gate of Nephthalim, one. |
|
35
|
35
|
| κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ᾿ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς. | The circumference, eighteen thousand measures: and the name of the city, from the day that it shall be finished, shall be the name thereof. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.