Κεφάλαιο 12
1
ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἀφ’ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος ᾿Αρνῶν ἕως τοῦ ὄρους ᾿Αερμὼν καὶ πᾶσαν τὴν γῆν ῎Αραβα ἀπ’ ἀνατολῶν·
2
Σηὼν τὸν βασιλέα τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβὼν κυριεύων ἀπὸ ᾿Αροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως ᾿Ιαβόκ, ὅρια υἱῶν ᾿Αμμών,
3
καὶ ῎Αραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ’ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης ῎Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ ᾿Ασειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ ᾿Ασηδὼθ Φασγά·
4
καὶ ῍Ωγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν,
5
ἄρχων ἀπὸ ὄρους ᾿Αερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως ᾿Εσεβών.
6
Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ ᾿Ισραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.
7
Καὶ οὗτοι οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οὓς ἀνεῖλεν ᾿Ιησοῦς καὶ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν ᾿Ιησοῦς ταῖς φυλαῖς ᾿Ισραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,
8
ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν ῎Αραβα καὶ ἐν ᾿Ασηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Ιεβουσαῖον·
9
τὸν βασιλέα ῾Ιεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ,
10
βασιλέα ῾Ιερουσαλήμ, βασιλέα Χεβρών,
11
βασιλέα ῾Ιεριμούθ, βασιλέα Λαχίς,
12
βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ,
13
βασιλέα Δαβίρ, βασιλέα Γαδέρ,
14
βασιλέα ῾Ερμάθ, βασιλέα ᾿Αράθ,
15
βασιλέα Λεβνά, βασιλέα ᾿Οδολλάμ,
17
βασιλέα Ταφούγ, βασιλέα ᾿Οφέρ,
22
βασιλέα ᾿Αφὲκ τῆς Σαρών, βασιλέα ᾿Ασώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα ᾿Αζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα ᾿Ιεκονὰμ τοῦ Χερμέλ,
23
βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας,
24
βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.