|
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
|
Lamentations
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον. | Aleph. How does the city that was filled with people sit solitary! she is become as a widow: she that was magnified among the nations, and princess among the provinces, has become tributary. |
|
2
|
2
|
| Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. | Beth. She weeps sore in the night, and her tears are on her cheeks; and there is none of all her lovers to comfort her: all that were her friends have dealt deceitfully with her, they are become her enemies. |
|
3
|
3
|
| Μετῳκίσθη ᾿Ιουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς· ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀναμέσον τῶν θλιβόντων. | Gimel. Judea is gone into captivity by reason of her affliction, and by reason of the abundance of her servitude: she dwells among the nations, she has not found rest: all her pursuers have overtaken her between her oppressors. |
|
4
|
4
|
| ῾Οδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ. | Daleth. The ways of Sion mourn, because there are none that come to the feast: all her gates are ruined: her priests groan, her virgins are led captive, and she is in bitterness in herself. |
|
5
|
5
|
| ᾿Εγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος. | He. Her oppressors are become the head, and her enemies have prospered; for the Lord has afflicted her because of the multitude of her sins: her young children are gone into captivity before the face of the oppressor. |
|
6
|
6
|
| Καὶ ἐξῄρθη ἐκ θυγατρὸς Σιὼν πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύϊ κατὰ πρόσωπον διώκοντος. | Vau. And all her beauty has been taken away from the daughter of Sion: her princes were as rams finding no pasture, and are gone away in weakness before the face of the pursuer. |
|
7
|
7
|
| ᾿Εμνήσθη ῾Ιερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς. | Zain. Jerusalem remembered the days of her affliction, and her rejection; she thought on all her desirable things which were from the days of old, when her people fell into the hands of the oppressor, and there was none to help her: when her enemies saw it they laughed at her habitation. |
|
8
|
8
|
| ῾Αμαρτίαν ἥμαρτεν ᾿Ιερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω. | Heth. Jerusalem has sinned a great sin; therefore has she come into tribulation, all that used to honour her have afflicted her, for they have seen her shame: yea, she herself groaned, and turned backward. |
|
9
|
9
|
| ᾿Ακαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, Κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός. | Teth. Her uncleanness is before her feet; she remembered not her last end; she has lowered her boasting tone, there is none to comfort her. Behold, O Lord, my affliction: for the enemy has magnified himself. |
|
10
|
10
|
| Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου. | Jod. The oppressor has stretched out his hand on all her desirable things: for she has seen the Gentiles entering into her sanctuary, concerning whom thou didst command that they should not enter into thy congregation. |
|
11
|
11
|
| Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον, ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιτστρέψαι ψυχήν· ἰδέ, Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθη ἠτιμωμένη. | Chaph. All her people groan, seeking bread: they have given their desirable things for meat, to restore their soul: behold, Lord, and look; for she is become dishonoured. |
|
12
|
12
|
| Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδόν, ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέ με Κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ. | Lamed. All ye that pass by the way, turn, and see if there is sorrow like to my sorrow, which has happened to me. The Lord who spoke by me has afflicted me in the day of his fierce anger. |
|
13
|
13
|
| ᾿Εξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὰ ὀπίσω, ἔδωκέ με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὠδυνωμένην. | Mem. He has sent fire from his lofty habitation, he has brought it into my bones: he has spread a net for my feet, he has turned me back: he has made me desolate and mourning all the day. |
|
14
|
14
|
| ᾿Εγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσί μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκε Κύριος ἐν χερσί μου ὀδύνας, οὐ δυνήσομαι στῆναι. | Nun. He has watched over my sins, they are twined about my hands, they have come up on my neck: my strength has failed; for the Lord has laid pains on my hands, I shall not be able to stand. |
|
15
|
15
|
| ᾿Εξῆρε πάντας τοὺς ἰσχυρούς μου ὁ Κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ’ ἐμὲ καιρὸν τοῦ συντρίψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ ᾿Ιούδα, ἐπὶ τούτοις ἐγὼ κλαίω. | Samech. The Lord has cut off all my strong men from the midst of me: he has summoned against me a time for crushing my choice men: the Lord has trodden a wine-press for the virgin daughter of Juda: for these things I weep. |
|
16
|
16
|
| ῾Ο ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ’ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός. | Ain. Mine eye has poured out water, because he that should comfort me, that should restore my soul, has been removed far from me: my sons have been destroyed, because the enemy has prevailed. |
|
17
|
17
|
| Διεπέτασε Σιὼν χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο Κύριος τῷ ᾿Ιακώβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν, ἐγενήθη ῾Ιερουσαλὴμ εἰς ἀποκαθημένην ἀναμέσον αὐτῶν. | Phe. Sion has spread out her hand, and there is none to comfort her: the Lord has commanded concerning Jacob, his oppressors are round about him: Jerusalem has become among them as a removed woman. |
|
18
|
18
|
| Δίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκραναν· ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ. | Tsade. The Lord is righteous; for I have provoked his mouth: hear, I pray you, all people, and behold my grief: my virgins and my young men are gone into captivity. |
|
19
|
19
|
| ᾿Εκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς, ἵνα ἐπιστρέψωσι ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον. | Koph. I called my lovers, but they deceived me: my priests and my elders failed in the city; for they sought meat that they might restore their souls, and found it not. |
|
20
|
20
|
| ᾿Ιδέ, Κύριε, ὅτι θλίβομαι· ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπικράνθην· ἔξωθεν ἠτέκνωσέ με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ. | Rhechs. Behold, O Lord; for I am afflicted: my belly is troubled, and my heart is turned within me; for I have been grievously rebellious: abroad the sword has bereaved me, even as death at home. |
|
21
|
21
|
| ᾿Ακούσατε δή, ὅτι στενάζω ἐγώ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, ἐγένοντο ὅμοιοι ἐμοί. | Chsen. Hear, I pray you, for I groan: there is none to comfort me: all mine enemies have heard of mine afflictions, and rejoice because thou hast done it: thou hast brought on the day, thou hast called the time: they are become like to me. |
|
22
|
22
|
| Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ καρδία μου λυπεῖται. | Thau. Let all their wickedness come before thy face; and strip them, as they have made a gleaning for all my sins: for my groans are many, and my heart is grieved. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΠΩΣ ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα ᾿Ισραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ. | Aleph. How has the Lord darkened in his wrath the daughter of Sion! he has cast down the glory of Israel from heaven to earth, and has not remembered his footstool. |
|
2
|
2
|
| Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα ᾿Ιακώβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς ᾿Ιούδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς. | Beth. In the day of his wrath the Lord has overwhelmed her as in the sea, and not spared: he has brought down in his fury all the beautiful things of Jacob; he has brought down to the ground the strong-holds of the daughter of Juda: he has profaned her king and her princes. |
|
3
|
3
|
| Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας ᾿Ισραήλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν ᾿Ιακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ. | Gimel. He has broken in his fierce anger all the horn of Israel: he has turned back his right hand from the face of the enemy, and has kindled a flame in Jacob as fire, and it has devoured all things round about. |
|
4
|
4
|
| ᾿Ενέτεινε τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιών, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ. | Daleth. He has bent his bow as an opposing enemy: he has strengthened his right hand as an adversary, and has destroyed all the desirable things of my eyes in the tabernacle of the daughter of Sion: he has poured forth his anger as fire. |
|
5
|
5
|
| ᾿Εγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν ᾿Ισραήλ, κατεπόντισε πάσας τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνε τῇ θυγατρὶ ᾿Ιούδα ταπεινουμένην καὶ τεταπεινωμένην. | He. The Lord is become as an enemy: he has overwhelmed Israel as in the sea, he has overwhelmed her palaces: he has destroyed his strong-holds, and has multiplied the afflicted and humbled ones to the daughter of Juda. |
|
6
|
6
|
| Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σιὼν ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα. | Vau. And he has scattered his tabernacle as a vine, he has marred his feast: the Lord has forgotten the feast and the sabbath which he appointed in Sion, and in the fury of his wrath has vexed the king, and priest, and prince. |
|
7
|
7
|
| ᾿Απώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς. | Zain. The Lord has rejected his altar, he has cast off his sanctuary, he has broken by the hand of the enemy the wall of her palaces; they have uttered their voice in the house of the Lord as on a feast day. |
|
8
|
8
|
| Καὶ ἐπέστρεψε Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν. | Heth. And he has turned to destroy the wall of the daughter of Zion: he has stretched out the measuring line, he has not turned back his hand from afflicting her: therefore the bulwark mourned, and the wall was weakened with it. |
|
9
|
9
|
| ᾿Ενεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου. | Teth. Her gates are sunk into the ground: he has destroyed and broken to pieces her bars, and her king and her prince among the Gentiles: there is no law, nay, her prophets have seen no vision from the Lord. |
|
10
|
10
|
| ᾿Εκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιών, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν ῾Ιερουσαλήμ. | Jod. The elders of the daughter of Sion have sat upon the ground, they have kept silence: they have cast up dust upon their heads; they have girded themselves with sackcloths: they have brought down to the ground the chief virgins in Jerusalem. |
|
11
|
11
|
| ᾿Εξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. | Chaph. Mine eyes have failed with tears, my heart is troubled, my glory is cast down to the ground, for the destruction of the daughter of my people; while the infant and suckling swoon in the streets of the city. |
|
12
|
12
|
| Ταῖς μητράσιν αὐτῶν εἶπαν· ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. | Lamed. They said to their mothers, Where is corn and wine? while they fainted like wounded men in the streets of the city, while their souls were poured out into their mother's bosom. |
|
13
|
13
|
| Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ ῾Ιερουσαλήμ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε; | Mem. What shall I testify to thee, or what shall I compare to thee, O daughter of Jerusalem? who shall save and comfort thee, O virgin daughter of Sion? for the cup of thy destruction is enlarged: who shall heal thee? |
|
14
|
14
|
| Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα. | Nun. Thy prophets have seen for thee vanities and folly: and they have not discovered thine iniquity, to turn back thy captivity; but they have seen for thee vain burdens, and worthless visions. |
|
15
|
15
|
| ᾿Εκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα ῾Ιερουσαλήμ· αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς. | Samech. All that go by the way have clapped their hands at thee; they have hissed and shaken their head at the daughter of Jerusalem. Is this the city, they say, the crown of joy of all the earth? |
|
16
|
16
|
| Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὁδόντας, καὶ εἶπαν· κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν. | Ain. All thine enemies have opened their mouth against thee: they have hissed and gnashed their teeth, and said, We have swallowed her up: moreover this is the day which we looked for; we have found it, we have seen it. |
|
17
|
17
|
| ᾿Εποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ρήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλε καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσε κέρας θλίβοντός σε. | Phe. The Lord has done that which he purposed; he has accomplished his word, even the things which he commanded from the ancient days: he has thrown down, and has not spared: and he has caused the enemy to rejoice over thee, he has exalted the horn of him that afflicted thee. |
|
18
|
18
|
| ᾿Εβόησε καρδία αὐτῶν πρὸς Κύριον· τείχη Σιών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου. | Tsade. Their heart cried to the Lord, Ye walls of Sion, pour down tears like torrents day and night: give thyself no rest; let not the apple of thine eyes cease. |
|
19
|
19
|
| ᾿Ανάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ’ ἀρχῆς πασῶν ἐξόδων. | Koph. Arise, rejoice in the night at the beginning of thy watch: pour out thy heart as water before the face of the Lord: lift up thy hands to him for the life of thine infants, who faint for hunger at the top of all the streets. |
|
20
|
20
|
| ᾿Ιδέ, Κύριε, καὶ ἐπίβλεψον τίνι ἐπφφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην; | Rhechs. Behold, O Lord, and see for whom thou hast gathered thus. Shall the women eat the fruit of their womb? the cook has made a gathering: shall the infants sucking at the breasts be slain? wilt thou slay the priest and prophet in the sanctuary of the Lord? |
|
21
|
21
|
| ᾿Εκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης. παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω. | Chsen. The child and old man have lain down in the street: my virgins and my young men are gone into captivity: thou hast slain them with the sword and with famine; in the day of thy wrath thou hast mangled them, thou hast not spared. |
|
22
|
22
|
| ᾿Εκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας. | Thau. He has called my sojourners round about to a solemn day, and there was not in the day of the wrath of the Lord any one that escaped or was left; whereas I have strengthened and multiplied all mine enemies. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΕΓΩ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ράβδῳ θυμοῦ αὐτοῦ ἐπ’ ἐμέ· | Aleph. I am the man that sees poverty, through the rod of his wrath upon me. |
|
2
|
2
|
| παρέλαβέ με καὶ ἀπήγαγέ με εἰς σκότος καὶ οὐ φῶς, | He has taken me, and led me away into darkness, and not into light. |
|
3
|
3
|
| πλὴν ἐν ἐμοὶ ἐπέστρεψε χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. | Nay, against me has he turned his hand all the day. |
|
4
|
4
|
| ᾿Επαλαίωσε σάρκα μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν· | He has made old my flesh and my skin; he has broken my bones. |
|
5
|
5
|
| ἀῳκοδόμησε κατ’ ἐμοῦ καὶ ἐκύκλωσε κεφαλήν μου καὶ ἐμόχθησεν, | Beth. He has built against me, and compassed my head, and brought travail upon me. |
|
6
|
6
|
| ἐν σκοτεινοῖς ἐκάθισέ με ὡς νεκροὺς αἰῶνος. | He has set me in dark places, as them that have long been dead. |
|
7
|
7
|
| ᾿Ανῳκοδόμησε κατ’ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνε χαλκόν μου· | He has builded against me, and I cannot come forth: he has made my brazen chain heavy. |
|
8
|
8
|
| καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου· | Gimel. Yea, though I cry and shout, he shuts out my prayer. |
|
9
|
9
|
| ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέφραξε τρίβους μου, ἐτάραξεν. | Daleth. He has built up my ways, he has hedged my paths; |
|
10
|
10
|
| ῎Αρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυφαίοις· | he has troubled me, as a she-bear lying in wait: he is to me as a lion in secret places. |
|
11
|
11
|
| κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέ με, ἔθετό με ἠφανισμένην. | He pursued me after I departed, and brought me to a stand: he has utterly ruined me. |
|
12
|
12
|
| ἐνέτεινε τόξον αὐτοῦ καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος. | He. He has bent his bow, and set me as a mark for the arrow. |
|
13
|
13
|
| Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· | He has caused the arrows of his quiver to enter into my reins. |
|
14
|
14
|
| ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν· | I became a laughing-stock to all my people; and their song all the day. |
|
15
|
15
|
| ἐχόρτασέ με πικρίας, ἐμέθυσέ με χολῆς. | Vau. He has filled me with bitterness, he has drenched me with gall. |
|
16
|
16
|
| Καὶ ἐξέβαλε ψήφῳ ὀδόντας μου, ἐψώμισέ με σποδόν· | And he has dashed out my teeth with gravel, he has fed me with ashes. |
|
17
|
17
|
| καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, | He has also removed my soul from peace: I forgot prosperity. |
|
18
|
18
|
| ἐπελαθόμην ἀγαθά, καὶ εἶπα· ἀπώλετο νῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου. | Therefore my success has perished, and my hope from the Lord. |
|
19
|
19
|
| ᾿Εμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκδιωγμοῦ μου πικρίας καὶ χολῆς μου. | Zain. I remembered by reason of my poverty, and because of persecution my bitterness and gall shall be remembered; |
|
206
|
|
| μνησθήσεται καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μου· | |
|
21
|
21
|
| ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ. | This will I lay up in my heart, therefore will I endure. |
|
22
|
|
| Τὰ ἐλέη Κυρίου, ὅτι οὐκ ἐξέλιπέμε, ὅτι οὐσυνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ· μῆνας εἰς τὰς πρωΐας ἐλέησον, Κύριε, ὅτι οὐ συνετελέσθημεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ. | |
|
23
|
|
| καινὰ εἰς τὰς πρωΐας, πολλὴ ἡ πίστις σου. | |
|
24
|
|
| μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου· διὰ τοῦτο ὑπομενῶ αὐτῷ. | |
|
25
|
25
|
| ᾿Αγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχὴ ἣ ζητήσει αὐτὸν ἀγαθὸν | Teth. The Lord is good to them that wait for him: the soul which shall seek him |
|
26
|
26
|
| καὶ ὑπομεννεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου. | is good, and shall wait for, and quietly expect salvation of the Lord. |
|
27
|
27
|
| ἀγαθὸν ἀνδρί, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. | Teth. It is good for a man when he bears a yoke in his youth. |
|
28
|
28
|
| Καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ᾖρεν ἐφ’ ἑαυτῷ· | He will sit alone, and be silent, because he has borne it upon him. |
|
30
|
30
|
| δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν. | Jod. He will give his cheek to him that smites him: he will be filled full with reproaches. |
|
31
|
31
|
| ῞Οτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος. | For the Lord will not reject for ever. |
|
32
|
32
|
| ὅτι ὁ ταπεινώσας οἰκτειρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ· | Chaph. For he that has brought down will pity, and that according to the abundance of his mercy. |
|
33
|
33
|
| ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός. | He has not answered in anger from his heart, though he has brought low the children of a man. |
|
34
|
34
|
| Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς, | Lamed. To bring down under his feet all the prisoners of the earth, |
|
35
|
35
|
| τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ῾Υψίστου, | to turn aside the judgment of a man before the face of the Most High, |
|
36
|
36
|
| καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν Κύριος οὐκ εἶπε. | to condemn a man unjustly in his judgment, the Lord has not given commandment. |
|
37
|
37
|
| Τίς οὕτως εἶπε, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο. | Who has thus spoken, and it has come to pass? the Lord has not commanded it. |
|
38
|
38
|
| ἐκ στόματος ῾Υψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν; | Out of the mouth of the Most High there shall not come forth evil and good. |
|
39
|
39
|
| τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ; | Mem. Why should a living man complain, a man concerning his sin? |
|
40
|
40
|
| ᾿Εξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, κὶ ἐπιστρέψομεν ἕως Κυρίου· | Nun. Our way has been searched out and examined, and we will turn to the Lord. |
|
41
|
41
|
| ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ· | Let us lift up our hearts with our hands to the lofty One in heaven. |
|
42
|
42
|
| ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης. | We have sinned, we have transgressed; and thou hast not pardoned. |
|
43
|
43
|
| ᾿Επεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐφείσω. | Samech. Thou hast visited us in wrath, and driven us away: thou hast slain, thou hast not pitied. |
|
44
|
44
|
| ᾿Επεσκέπασας νεφέλην σεαυτῷ ἕνεκεν προσευχῆς, | Thou hast veiled thyself with a cloud because of prayer, that I might be blind, |
|
45
|
45
|
| καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν. | and be cast off. Ain. Thou hast set us alone in the midst of the nations. |
|
46
|
46
|
| Διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν· | All our enemies have opened their mouth against us. |
|
47
|
47
|
| φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή. | Fear and wrath are come upon us, suspense and destruction. |
|
48
|
48
|
| ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου. | Mine eye shall pour down torrents of water, for the destruction of the daughter of my people. |
|
49
|
49
|
| ῾Ο ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν, | Phe. Mine eye is drowned with tears, and I will not be silent, so that there shall be no rest, |
|
50
|
50
|
| ἕως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ· | until the Lord look down, and behold from heaven. |
|
51
|
51
|
| ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως. | Mine eye shall prey upon my soul, because of all the daughters of the city. |
|
52
|
52
|
| Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον πάντες οἱ ἐχθροί μου δωρεάν, | Tsade. The fowlers chased me as a sparrow, all mine enemies destroyed my life in a pit without cause, |
|
53
|
53
|
| ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμοί. | and laid a stone upon me. |
|
54
|
54
|
| ὑπερεχύθη ὕδωρ ἐπὶ τὴν κεφαλήν μου· εἶπα· ἀπῶσμαι. | Water flowed over my head: I said, I am cut off. |
|
55
|
55
|
| ᾿Επεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου· | Koph. I called upon thy name, O Lord, out of the lowest dungeon. |
|
56
|
56
|
| φωνήν μου ἤκουσας· μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου. | Thou heardest my voice: close not thine ears to my supplication. |
|
57
|
57
|
| εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ἡμέρᾳ, ᾗ ἐπεκαλεσάμην σε· εἶπάς μοι· μὴ φοβοῦ. | Thou drewest nigh to my help: in the day wherein I called upon thee thou saidst to me, Fear not. |
|
58
|
58
|
| ᾿Εδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου· | Rechs. O Lord, thou hast pleaded the causes of my soul; thou hast redeemed my life. |
|
59
|
59
|
| εἶδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου· | Thou hast seen, O Lord, my troubles: thou hast judged my cause. |
|
60
|
60
|
| εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. | Thou hast seen all their vengeance, thou hast looked on all their devices against me. |
|
61
|
61
|
| ῎Ηκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ’ ἐμοῦ, | Chsen. Thou hast heard their reproach and all their devices against me; |
|
62
|
62
|
| χείλη ἐπανισταμένων μοι καὶ μελέτας αὐτῶν κατ’ ἐμοῦ ὅλην τὴν ἡμέραν, | the lips of them that rose up against me, and their plots against me all the day; |
|
63
|
63
|
| καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν. | their sitting down and their rising up: look thou upon their eyes. |
|
64
|
64
|
| ᾿Αποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν. | Thou wilt render them a recompence, O Lord, according to the works of their hands. |
|
65
|
65
|
| ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχθον σου αὐτοῖας, | Thau. Thou wilt give them as a covering, the grief of my heart. |
|
66
|
66
|
| καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτωθεν τοῦ οὐρανοῦ, Κύριε. | Thou wilt persecute them in anger, and wilt consume them from under the heaven, O Lord. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΠΩΣ ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν; ἐξεχύθησαν λίθοι ἅγιοι ἀπ’ ἀρχῆς πασῶν ἐξόδων. | Aleph. How will the gold be tarnished, and the fine silver changed! the sacred stones have been poured forth at the top of all the streets. |
|
2
|
2
|
| Υἱοὶ Σιὼν οἱ τίμιοι, οἱ ἐπῃρμένοι ἐν χρυσίῳ, πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως; | Beth. The precious sons of Zion, who were equalled in value with gold, how are they counted as earthen vessels, the works of the hands of the potter! |
|
3
|
3
|
| Καί γε δράκοντες ἐξέδυσαν μαστούς, ἐθήλασαν σκύμνοι αὐτῶν· θυγατέρες λαοῦ μου εἰς ἀνίατον ὡς στρουθίον ἐν ἐρήμῳ. | Gimel. Nay, serpents have drawn out the breasts, they give suck to their young, the daughters of my people are incurably cruel, as an ostrich in a desert. |
|
4
|
4
|
| ᾿Εκολλήθη ἡ γλῶσσα θηλάζοντες πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτηησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς. | Daleth. The tongue of the sucking child cleaves to the roof of its mouth for thirst: the little children ask for bread, and there is none to break it to them. |
|
5
|
5
|
| Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις, οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλλοντο κοπρίας. | He. They that feed on dainties are desolate in the streets: they that used to be nursed in scarlet have clothed themselves with dung. |
|
6
|
6
|
| Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδόμων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας. | Vau. And the iniquity of the daughter of my people has been increased beyond the iniquities of Sodoma, the city that was overthrown very suddenly, and none laboured against her with their hands. |
|
7
|
7
|
| ᾿Εκαθαριώθησαν Ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρώθησαν ὑπὲρ λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν. | Zain. Her Nazarites were made purer than snow, they were whiter than milk, they were purified as with fire, their polishing was superior to sapphire stone. |
|
8
|
8
|
| ᾿Εσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν ὥσπερ ξύλον. | Heth. Their countenance is become blacker than smoke; they are not known in the streets: their skin has cleaved to their bones; they are withered, they are become as a stick. |
|
9
|
9
|
| Καλοὶ ἦσαν οἱ τραυματίαι ρομφαίας ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν. | Teth. The slain with the sword were better than they that were slain with hunger: they have departed, pierced through from want of the fruits of the field. |
|
10
|
10
|
| Χεῖρες γυναικῶν οἰκτριρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συννντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου. | Jod. The hands of tender-hearted women have sodden their own children: they became meat for them in the destruction of the daughter of my people. |
|
11
|
11
|
| Συνετέλεσε Κύριος θυμὸν αὐτοῦ, ἐξέχεε θυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψε πῦρ ἐν Σιών, καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς. | Chaph. The Lord has accomplished his wrath; he has poured out his fierce anger, and has kindled a fire in Sion, and it has devoured her foundations. |
|
12
|
12
|
| Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν ῾Ιερουσαλήμ. | Lamed. The kings of the earth, even all that dwell in the world, believed not that an enemy and oppressor would enter through the gates of Jerusalem. |
|
13
|
13
|
| ᾿Εξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς. | Mem. For the sins of her prophets, and iniquities of her priests, who shed righteous blood in the midst of her, |
|
14
|
14
|
| ᾿Εσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνθησαν ἐν αἵματι· ἐν τῷ μὴ δύνασθαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτῶν. | Nun. her watchmen staggered in the streets, they were defiled with blood in their weakness, they touched their raiment with it. |
|
15
|
15
|
| ᾿Απόστητε ἐκαθάρτων —καλέσατε αὐτούς— ἀπόστητε, ἀπόστητε, μὴ ἅπτεσθε, ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν· εἴπατε ἐν τοῖς ἔθνεσιν· οὐ μὴ προσθῶσι τοῦ παροικεῖν. | Samech. Depart ye from the unclean ones: call ye them: depart, depart, touch them not: for they are on fire, yea, they stagger: say ye among the nations, They shall no more sojourn there. |
|
16
|
16
|
| Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέπψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, πρεσβύτας οὐκ ἠλέησαν. | Ain. The presence of the Lord was their portion; but he will not again look upon them: they regarded not the person of the priests, they pitied not the prophets. |
|
17
|
17
|
| ῎Ετι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀοφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν μάταια· ἀποσκοπευόντων ἡμῶν ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῷζον. | Phe. While we yet lived our eyes failed, while we looked in vain for our help. Tsade. We looked to a nation that could not save. |
|
18
|
18
|
| ᾿Εθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴυ προεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν· | We have hunted for our little ones, that they should not walk in our streets. Koph. Our time has drawn nigh, our days are fulfilled, our time is come. |
|
19
|
19
|
| ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐκπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν. Κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνύδρευσαν ἡμᾶς. | Our pursuers were swifter than the eagles of the sky, they flew on the mountains, in the wilderness they laid wait for us. |
|
20
|
20
|
| Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κυρίου συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπαμεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. | Rechs. The breath of our nostrils, our anointed Lord, was taken in their destructive snares, of whom we said, In his shadow we shall live among the Gentiles. |
|
21
|
21
|
| Χαῖρε καὶ εὐφραίνου, θύγατερ ᾿Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελε‘ύσεται τὸ ποτήριον Κυρίου καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς. | Chsen. Rejoice and be glad, O daughter of Idumea, that dwellest in the land: yet the cup of the Lord shall pass through to thee: thou shalt be drunken, and pour forth. |
|
22
|
22
|
| ᾿Εξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σιών, οὐ προσθήσει τοῦ ἀποικίσαι σε. ἐπεσκέψατο ἀνομίας σου, θύγατερ ᾿Εδώμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου. | Thau. O daughter of Sion, thine iniquity has come to an end; he shall no more carry thee captive: he has visited thine iniquities, O daughter of Edom; he has discovered thy sins. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΜΝΗΣΘΗΤΙ, Κύριε, ὅ,τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν. | Remember, O Lord, what has happened to us: behold, and look on our reproach. |
|
2
|
2
|
| κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. | Our inheritance has been turned away to aliens, our houses to strangers: |
|
3
|
3
|
| ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. | we are become orphans, we have no father, our mothers are as widows. |
|
4
|
4
|
| ὕδωρ ἡμῶν ἐν ἀργυρίῳ ἐπίομεν, ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν ἐπὶ τὸν τράχηλον ἡμῶν. | We have drunk our water for money; our wood is sold to us for a burden on our neck: |
|
5
|
5
|
| ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. | we have been persecuted, we have laboured, we have had no rest. |
|
6
|
6
|
| Αἴγυπτος ἔδωκε χεῖρα, ᾿Ασσοὺρ εἰς πλησμονὴν αὐτῶν. | Egypt gave the hand to us, Assur to their own satisfaction. |
|
7
|
7
|
| οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάραχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. | Our fathers sinned, and are not: we have borne their iniquities. |
|
8
|
8
|
| δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. | Servants have ruled over us: there is none to ransom us out of their hand. |
|
9
|
9
|
| ἐν ταῖας ψυχαῖς ἡμῶν, εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ρομφαίας τῆς ἐρήμου. | We shall bring in our bread with danger of our lives, because of the sword of the wilderness. |
|
10
|
10
|
| τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. | Our skin is blackened like an oven; they are convulsed, because of the storms of famine. |
|
11
|
11
|
| γυναῖκας ἐν Σιὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν ᾿Ιούδα. | They humbled the women in Sion, the virgins in the cities of Juda. |
|
12
|
12
|
| ἄρχοντες ἐν χερσὶν αὐτῶν, ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν. | Princes were hanged up by their hands: the elders were not honoured. |
|
13
|
13
|
| ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν. | The chosen men lifted up the voice in weeping, and the youths fainted under the wood. |
|
14
|
14
|
| καὶ πρεσβύται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν. | And the elders ceased from the gate, the chosen men ceased from their music. |
|
15
|
15
|
| κατέλυσε χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν, | The joy of our heart has ceased; our dance is turned into mourning. |
|
16
|
16
|
| ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν. | The crown has fallen from our head: yea, woe to us! for we have sinned. |
|
17
|
17
|
| περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν. | For this has grief come; our heart is sorrowful: for this our eyes are darkened. |
|
18
|
18
|
| ἐπ’ ὄρος Σιών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ. | Over the mountain of Sion, because it is made desolate, foxes have walked therein. |
|
19
|
19
|
| σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν. | But thou, O Lord, shalt dwell for ever; thy throne shall endure to generation and generation. |
|
20
|
20
|
| ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; | Wherefore wilt thou utterly forget us, and abandon us a long time? |
|
21
|
21
|
| ἐπίστρεψον ἡμᾶς, Κύριε, πρός σε, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. | Turn us, O Lord, to thee, and we shall be turned; and renew our days as before. |
|
22
|
22
|
| ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ’ ἡμᾶς ἕως σφόδρα. | For thou hast indeed rejected us; thou hast been very wroth against us. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.