|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν ᾿Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, | In that day they read in the book of Moses in the ears of the people; and it was found written in it, that the Ammonites and Moabites should not enter into the congregation of God for ever; |
|
2
|
2
|
| ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ἄρτῳ καὶ ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι, καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. | because they met not the children of Israel with bread and water, but hired Balaam against them to curse them: but our God turned the curse into a blessing. |
|
3
|
3
|
| καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν ᾿Ισραήλ. | And it came to pass, when they heard the law, that they were separated, even every alien in Israel. |
|
4
|
4
|
| καὶ πρὸ τούτου ᾿Ελιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν ἐγγίων Τωβίᾳ | And before this time Eliasib the priest dwelt in the treasury of the house of our God, connected with Tobias; |
|
5
|
5
|
| καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα, καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ἆδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων. | and he made himself a great treasury, and there they were formerly in the habit of bestowing the offerings, and the frankincense, and the vessels, and the tithe of the corn, and the wine, and the oil, the ordered portion of the Levites, and singers, and porters; and the first-fruits of the priests. |
|
6
|
6
|
| καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν ῾Ιερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα. καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως | But in all this time I was not in Jerusalem; for in the thirty-second year of Arthasastha king of Babylon I came to the king, and after a certain time I made my request of the king; |
|
7
|
7
|
| καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ. καὶ συνῆκα ἐν τῇ πονηρίᾳ, ᾖ ἐποίησεν ᾿Ελιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ. | and I came to Jerusalem, and I understood the mischief which Eliasib had done in the case of Tobias, in making for him a treasury in the court of the house of God. |
|
8
|
8
|
| καὶ πονηρόν μοι ἐφάνη σφόδρα, καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου· | And it appeared very evil to me: so I cast forth all the furniture of the house of Tobias from the treasury. |
|
9
|
9
|
| καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια, καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰν καὶ τὸν λίβανον. | And I gave orders, and they purified the treasuries: and I restored thither the vessels of the house of God, and the offerings, and the frankincense. |
|
10
|
10
|
| καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ, οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. | And I understood that the portion of the Levites had not been given: and they had fled every one to his field, the Levites and the singers doing the work. |
|
11
|
11
|
| καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα· διατί ἐγκατελείφθη ὁ οἶκος τοῦ Θεοῦ; καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. | And I strove with the commanders, and said, Wherefore has the house of God been abandoned? and I assembled them, and set them in their place. |
|
12
|
12
|
| καὶ πᾶς ᾿Ιούδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς | And all Juda brought a tithe of the wheat and the wine and the oil into the treasuries, |
|
13
|
13
|
| ἐπὶ χεῖρα Σελεμία τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαΐα ἀπὸ τῶν Λευιτῶν, καὶ ἐπὶ χεῖρα αὐτῶν ᾿Ανὰν υἱὸς Ζακχούρ, υἱὸς Ματθανίου, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν. | to the charge of Selemia the priest, and Sadoc the scribe, and Phadaea of the Levites: and next to them was Anan the son of Zacchur, son of Matthanias; for they were accounted faithful: it was their office to distribute to their brethren. |
|
14
|
14
|
| μνήσθητί μου, ὁ Θεός, ἐν ταύτῃ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου, ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ Θεοῦ. | Remember me, O God, in this, and let not my kindness be forgotten which I have wrought in regard to the house of the Lord God. |
|
15
|
15
|
| ᾿Εν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν ᾿Ιούδᾳ πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς ῾Ιερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. | In those days I saw in Juda men treading wine-presses on the sabbath, and carrying sheaves, and loading asses with both wine, and grapes, and figs, and every kind of burden, and bringing them into Jerusalem on the sabbath-day: |
|
16
|
16
|
| καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλήμ. | and I testified in the day of their sale. Also their dwelt in it men bringing fish, and selling every kind of merchandise to the children of Juda and in Jerusalem on the sabbath. |
|
17
|
17
|
| καὶ ἐμαχεσάμην τοῖς υἱοῖς ᾿Ιούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς· τίς ὁ λόγος οὗτος ὁ πονηρός, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; | And I strove with the free children of Juda, and said to them, What is this evil thing which ye do, and profane the sabbath-day? |
|
18
|
18
|
| οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ ᾿Ισραὴλ βεβηλῶσαι τὸ σάββατον; | Did not your fathers thus, and our God brought upon them and upon us and upon this city all these evils? and do ye bring additional wrath upon Israel by profaning the sabbath? |
|
19
|
19
|
| καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν ῾Ιερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. | And it came to pass, when the gates were set up in Jerusalem, before the sabbath, that I spoke, and they shut the gates; and I gave orders that they should not be opened till after the sabbath: and I set some of my servants at the gates, that none should bring in burdens on the sabbath-day. |
|
20
|
20
|
| καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω ῾Ιερουσαλὴμ ἅπαξ καὶ δίς. | So all the merchants lodged, and carried on traffic without Jerusalem once or twice. |
|
21
|
21
|
| καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς· διατί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. | Then I testified against them, and said to them, Why do ye lodge in front of the wall? if ye do so again, I will stretch out my hand upon you. From that time they came not on the sabbath. |
|
22
|
22
|
| καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ Θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. | and I told the Levites who were purifying themselves, and came and kept the gates, that they should sanctify the sabbath-day. Remember me, O God, for these things, and spare me according to the abundance of thy mercy. |
|
23
|
23
|
| Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς ᾿Ιουδαίους, οἳ ἐκάθισαν γυναῖκας ᾿Αζωτίας, ᾿Αμμανίτιδας, Μωαβίτιδας | And in those days I saw the Jews who had married women of Ashdod, of Ammon, and of Moab: |
|
24
|
24
|
| καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες ᾿Αζωτιστὶ καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν ᾿Ιουδαϊστί, | and their children spoke half in the language of Ashdod, and did not know how to speak in the Jewish language. |
|
25
|
25
|
| καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ Θεῷ· ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. | And I strove with them and cursed them; and I smote some of them, and plucked off their hair, and made them swear by God, saying,Ye shall not give your daughters to their sons, and ye shall not take of their daughters to your sons. |
|
26
|
26
|
| οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς ᾿Ισραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ· καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα ᾿Ισραήλ· καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. | Did not Solomon king of Israel sin thus? though there was no king like him among many nations, and he was beloved of God, and God made him king over all Israel; yet strange women turned him aside. |
|
27
|
27
|
| καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας; | So we will not hearken to you to do all this evil, to break covenant with our God, —to marry strange wives. |
|
28
|
28
|
| καὶ ἀπὸ υἱῶν ᾿Ιωαδὰ τοῦ ᾿Ελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ. | and Elisub the high priest, one of the sons of Joada, being son-in-law of Sanaballat the Uranite, I chased him away from me. |
|
29
|
29
|
| μνήσθητι αὐτοῖς, ὁ Θεός, ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκῃ τῆς ἱερατείας καὶ τοὺς Λευίτας. | Remember them, O God, for their false connection with the priesthood, and the breaking the covenant of the priesthood, and for defiling the Levites. |
|
30
|
30
|
| καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ, | So I purged them from all foreign connection, and established courses for the priests and the Levites, every man according to his work. |
|
31
|
31
|
| καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου ὁ Θεὸς ἡμῶν εἰς ἀγαθωσύνην. | And the offering of the wood-bearers was at certain set times, and in the times of the first-fruits. Remember me, O our God, for good. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.