|
ΠΡΟΣ ТIΤΟΝ
|
Titus
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| Παῦλος, δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, | Paul, a servant of God, and an apostle of Jesus Christ, according to the faith of God’s elect, and the knowledge of the truth which is according to godliness, |
|
2
|
2
|
| ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, | in hope of eternal life, which God, who cannot lie, promised before times eternal; |
|
3
|
3
|
| ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, | but in his own seasons manifested his word in the message, wherewith I was entrusted according to the commandment of God our Savior; |
|
4
|
4
|
| Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρός, καὶ κυρίου Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν. | to Titus, my true child after a common faith: Grace, mercy, peace, from God the Father and the Lord Jesus Christ our Savior. |
|
5
|
5
|
| Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· | For this cause left I thee in Crete, that thou shouldest set in order the things that were wanting, and appoint elders in every city, as I gave thee charge; |
|
6
|
6
|
| εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. | if any man is blameless, the husband of one wife, having children that believe, who are not accused of riot or unruly. |
|
7
|
7
|
| Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, | For the bishop must be blameless, as God’s steward; not self-willed, not soon angry, no brawler, no striker, not greedy of filthy lucre; |
|
8
|
8
|
| ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, | but given to hospitality, a lover of good, sober-minded, just, holy, self-controlled; |
|
9
|
9
|
| ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. | holding to the faithful word which is according to the teaching, that he may be able both to exhort in the sound doctrine, and to convict the gainsayers. |
|
10
|
10
|
| Εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς, | For there are many, and they are unruly, vain talkers and deceivers, especially they of the circumcision, |
|
11
|
11
|
| οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. | whose mouths must be stopped; men who overthrow whole houses, teaching things which they ought not, for filthy lucre’s sake. |
|
12
|
12
|
| Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. | One of themselves, a prophet of their own, said, Cretans are always liars, evil beasts, idle gluttons. |
|
13
|
13
|
| Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, | This testimony is true. For which cause reprove them sharply, that they may be sound in the faith, |
|
14
|
14
|
| μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. | not giving heed to Jewish fables, and commandments of men who turn away from the truth. |
|
15
|
15
|
| Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. | To the pure all things are indeed pure: but to them that are defiled and unbelieving nothing is pure; but both their mind and their conscience are defiled. |
|
16
|
16
|
| Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. | They profess that they know God; but by their works they deny him, being abominable, and disobedient, and unto every good work reprobate. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· | But speak thou the things which befit the sound doctrine: |
|
2
|
2
|
| πρεσβύτας νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· | that aged men be temperate, grave, sober-minded, sound in faith, in love, in patience: |
|
3
|
3
|
| πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, | that aged women likewise be reverent in demeanor, not slanderers, not enslaved to much wine, teachers of that which is good; |
|
4
|
4
|
| ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, | that they may train the young women to love their husbands, to love their children, |
|
5
|
5
|
| σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται· | to be sober-minded, chaste, keepers at home, kind, being in subjection to their own husbands, that the word of God be not blasphemed: |
|
6
|
6
|
| τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· | the younger men likewise exhort to be sober-minded: |
|
7
|
7
|
| περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν, | in all things showing thyself an example of good works; in thy doctrine showing uncorruptness, gravity, incorruptibility, |
|
8
|
8
|
| λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. | sound speech, that cannot be condemned; that he that is of the contrary part may be ashamed, having no evil thing to say of us. |
|
9
|
9
|
| Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, | Exhort servants to be in subjection to their own masters, and to be well-pleasing to them in all things; not gainsaying; |
|
10
|
10
|
| μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν. | not purloining, but showing all good fidelity; that they may adorn the doctrine of God our Savior in all things. |
|
11
|
11
|
| Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, | For the saving grace of God hath appeared to all men, |
|
12
|
12
|
| παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, | instructing us, to the intent that, denying ungodliness and worldly lusts, we should live soberly and righteously and godly in this present world; |
|
13
|
13
|
| προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, | looking for the blessed hope and appearing of the glory of our great God and Savior Jesus Christ; |
|
14
|
14
|
| ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. | who gave himself for us, that he might redeem us from all iniquity, and purify unto himself a people for his own possession, zealous of good works. |
|
15
|
15
|
| Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω. | These things speak and exhort and reprove with all authority. Let no man despise thee. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, | Put them in mind to be in subjection to rulers and to authorities, to be obedient, to be ready unto every good work, |
|
2
|
2
|
| μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους. | to speak evil of no man, not to be contentious, to be gentle, showing all meekness toward all men. |
|
3
|
3
|
| Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. | For we also once were foolish, disobedient, deceived, serving diverse lusts and pleasures, living in malice and envy, hateful, hating one another. |
|
4
|
4
|
| Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, | But when the kindness of God our Savior, and his love toward man, appeared, |
|
5
|
5
|
| οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, | not by works done in righteousness, which we did ourselves, but according to his mercy he saved us, through the washing of regeneration and renewing of the Holy Spirit, |
|
6
|
6
|
| οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν, | which he poured out upon us richly, through Jesus Christ our Savior; |
|
7
|
7
|
| ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου. | that, being justified by his grace, we might be made heirs according to the hope of eternal life. |
|
8
|
8
|
| Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. Ταῦτά ἐστιν τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· | Faithful is the saying, and concerning these things I desire that thou affirm confidently, to the end that they who have believed God may be careful to maintain good works. These things are good and profitable unto men: |
|
9
|
9
|
| μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. | but shun foolish questionings, and genealogies, and strifes, and fightings about the law; for they are unprofitable and vain. |
|
10
|
10
|
| Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, | A factious man after a first and second admonition refuse; |
|
11
|
11
|
| εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. | knowing that such a one is perverted, and sinneth, being self-condemned. |
|
12
|
12
|
| Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. | When I shall send Artemas unto thee, or Tychicus, give diligence to come unto me to Nicopolis: for there I have determined to winter. |
|
13
|
13
|
| Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. | Set forward Zenas the lawyer and Apollos on their journey diligently, that nothing be wanting unto them. |
|
14
|
14
|
| Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. | And let our people also learn to maintain good works for necessary uses, that they be not unfruitful. |
|
15
|
15
|
| Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. | All that are with me salute thee. Salute them that love us in faith. Grace be with you all. Amen. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.