|
ΠΡΟΣ ТΙΜΟΘΕΟΝ Β΄
|
2 Timothy
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| Παῦλος, ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ, κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν χριστῷ Ἰησοῦ, | Paul, an apostle of Jesus Christ through the will of God, according to the promise of the life which is in Christ Jesus, |
|
2
|
2
|
| Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. | to Timothy, my beloved child: Grace, mercy, peace, from God the Father and Christ Jesus our Lord. |
|
3
|
3
|
| Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, | I thank God, whom I serve from my forefathers in a pure conscience, how unceasing is my remembrance of thee in my supplications, night and day |
|
4
|
4
|
| ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, | longing to see thee, remembering thy tears, that I may be filled with joy; |
|
5
|
5
|
| ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. | being reminded of the unfeigned faith that is in thee; which dwelt first in thy grandmother Lois, and thy mother Eunice; and, I am persuaded, in thee also. |
|
6
|
6
|
| Δι’ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. | For which cause I put thee in remembrance that thou stir up the gift of God, which is in thee through the laying on of my hands. |
|
7
|
7
|
| Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. | For God gave us not a spirit of fearfulness; but of power and love and discipline. |
|
8
|
8
|
| Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, | Be not ashamed therefore of the testimony of our Lord, nor of me his prisoner: but suffer hardship with the gospel according to the power of God; |
|
9
|
9
|
| τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, | who saved us, and called us with a holy calling, not according to our works, but according to his own purpose and grace, which was given us in Christ Jesus before times eternal, |
|
10
|
10
|
| φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, | but hath now been manifested by the appearing of our Savior Jesus Christ, who abolished death, and brought life and immortality to light through the gospel, |
|
11
|
11
|
| εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. | whereunto I was appointed a preacher, and an apostle, and a teacher of the Gentiles. |
|
12
|
12
|
| Δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. | For which cause I suffer also these things: yet I am not ashamed; for I know him whom I have believed, and I am persuaded that he is able to guard that which I have committed unto him against that day. |
|
13
|
13
|
| Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν χριστῷ Ἰησοῦ. | Hold the pattern of sound words which thou hast heard from me, in faith and love which is in Christ Jesus. |
|
14
|
14
|
| Τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. | That good thing which was committed unto thee guard through the Holy Spirit which dwelleth in us. |
|
15
|
15
|
| Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστὶν Φύγελος καὶ Ἑρμογένης. | This thou knowest, that all that are in Asia turned away from me; of whom are Phygellus and Hermogenes. |
|
16
|
16
|
| Δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, | The Lord grant mercy unto the house of Onesiphorus: for he oft refreshed me, and was not ashamed of my chain; |
|
17
|
17
|
| ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιότερον ἐζήτησέν με καὶ εὗρεν- | but, when he was in Rome, he sought me very diligently, and found me |
|
18
|
18
|
| δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ- καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις. | (the Lord grant unto him to find mercy of the Lord in that day); and in how many things he ministered at Ephesus, thou knowest very well. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ Ἰησοῦ. | Thou therefore, my child, be strengthened in the grace that is in Christ Jesus. |
|
2
|
2
|
| Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. | And the things which thou hast heard from me among many witnesses, the same commit thou to faithful men, who shall be able to teach others also. |
|
3
|
3
|
| Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ χριστοῦ. | Thou therefore suffer hardship, as a good soldier of Jesus Christ. |
|
4
|
4
|
| Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. | No soldier on service entangleth himself in the affairs of this life; that he may please him who enrolled him as a soldier. |
|
5
|
5
|
| Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. | And if also a man contend in the games, he is not crowned, except he have contended lawfully. |
|
6
|
6
|
| Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. | The husbandman that laboreth must be the first to partake of the fruits. |
|
7
|
7
|
| Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. | Consider what I say; may the Lord indeed give thee understanding in all things. |
|
8
|
8
|
| Μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· | Remember Jesus Christ, risen from the dead, of the seed of David, according to my gospel: |
|
9
|
9
|
| ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. | wherein I suffer hardship unto bonds, as a malefactor; but the word of God is not bound. |
|
10
|
10
|
| Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. | Therefore I endure all things for the elect’s sake, that they also may obtain the salvation which is in Christ Jesus with eternal glory. |
|
11
|
11
|
| Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· | Faithful is the saying: For if we died with him, we shall also live with him: |
|
12
|
12
|
| εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· | if we endure, we shall also reign with him: if we deny him, he also will deny us: |
|
13
|
13
|
| εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. | if we are faithless, he abideth faithful: he cannot deny himself. |
|
14
|
14
|
| Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. | Of these things put them in remembrance, charging them in the sight of the Lord, that they strive not about words, to no profit, to the subverting of them that hear. |
|
15
|
15
|
| Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. | Give diligence to present thyself approved unto God, a workman that needeth not to be ashamed, handling aright the word of truth. |
|
16
|
16
|
| Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, | But shun profane babblings: for they will proceed further in ungodliness, |
|
17
|
17
|
| καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός· | and their word will eat as doth a gangrene: of whom is Hymenaeus and Philetus; |
|
18
|
18
|
| οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. | men who concerning the truth have erred, saying that the resurrection is past already, and overthrow the faith of some. |
|
19
|
19
|
| Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. | Howbeit the firm foundation of God standeth, having this seal, The Lord knoweth them that are his: and, Let everyone that nameth the name of the Lord depart from unrighteousness. |
|
20
|
20
|
| Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. | Now in a great house there are not only vessels of gold and of silver, but also of wood and of earth; and some unto honor, and some unto dishonor. |
|
21
|
21
|
| Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. | If a man therefore purge himself from these, he shall be a vessel unto honor, sanctified, and meet for the master’s use, prepared unto every good work. |
|
22
|
22
|
| Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. | But flee youthful lusts, and follow after righteousness, faith, love, peace, with them that call on the Lord out of a pure heart. |
|
23
|
23
|
| Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας. | But foolish and ignorant questionings refuse, knowing that they gender strifes. |
|
24
|
24
|
| Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, | And the Lord’s servant must not strive, but be gentle toward all, apt to teach, forbearing, |
|
25
|
25
|
| ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, | in meekness correcting them that oppose themselves; if peradventure God may give them repentance unto the knowledge of the truth, |
|
26
|
26
|
| καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. | and they may recover themselves out of the snare of the devil, having been taken captive by him unto his will. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. | But know this, that in the last days grievous times shall come. |
|
2
|
2
|
| Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, | For men shall be lovers of self, lovers of money, boastful, haughty, railers, disobedient to parents, unthankful, unholy, |
|
3
|
3
|
| ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, | without natural affection, implacable, slanderers, without self-control, fierce, no lovers of good, |
|
4
|
4
|
| προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, | traitors, headstrong, puffed up, lovers of pleasure rather than lovers of God; |
|
5
|
5
|
| ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. | holding a form of godliness, but having denied the power thereof: from these also turn away. |
|
6
|
6
|
| Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτεύοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, | For of these are they that creep into houses, and take captive silly women laden with sins, led away by diverse lusts, |
|
7
|
7
|
| πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. | ever learning, and never able to come to the knowledge of the truth. |
|
8
|
8
|
| Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. | And even as Jannes and Jambres withstood Moses, so do these also withstand the truth; men corrupted in mind, reprobate concerning the faith. |
|
9
|
9
|
| Ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. | But they shall proceed no further: for their folly shall be evident unto all men, as theirs also came to be. |
|
10
|
10
|
| Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, | But thou hast followed my teaching, conduct, purpose, faith, long-suffering, love, patience, |
|
11
|
11
|
| τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. | persecutions, sufferings; what things befell me at Antioch, at Iconium, at Lystra; what persecutions I endured: and out of them all the Lord delivered me. |
|
12
|
12
|
| Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν χριστῷ Ἰησοῦ διωχθήσονται. | Yea, and all that would live godly in Christ Jesus shall suffer persecution. |
|
13
|
13
|
| Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. | But evil men and impostors shall wax worse and worse, deceiving and being deceived. |
|
14
|
14
|
| Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, | But abide thou in the things which thou hast learned and hast been assured of, knowing of whom thou hast learned them; |
|
15
|
15
|
| καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν χριστῷ Ἰησοῦ. | and that from a babe thou hast known the sacred writings which are able to make thee wise unto salvation through faith which is in Christ Jesus. |
|
16
|
16
|
| Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· | Every scripture is inspired of God, and profitable for teaching, for reproof, for correction, for instruction which is in righteousness: |
|
17
|
17
|
| ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. | that the man of God may be complete, furnished completely unto every good work. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ θεοῦ, καὶ τοῦ κυρίου Ἰησοῦ χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, | I charge thee therefore in the sight of God, and of the Lord Jesus Christ, who shall judge the living and the dead at his appearing and his kingdom: |
|
2
|
2
|
| κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. | preach the word; be urgent in season, out of season; reprove, rebuke, exhort, with all long-suffering and teaching. |
|
3
|
3
|
| Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· | For the time will come when they will not endure the sound doctrine; but, having itching ears, will heap to themselves teachers after their own lusts; |
|
4
|
4
|
| καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | and will turn away their ears from the truth, and turn aside unto fables. |
|
5
|
5
|
| Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. | But be thou sober in all things, suffer hardship, do the work of an evangelist, fulfill thy ministry. |
|
6
|
6
|
| Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. | For I am already being offered, and the time of my departure is come. |
|
7
|
7
|
| Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· | I have fought the good fight, I have finished the course, I have kept the faith: |
|
8
|
8
|
| λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ. | henceforth there is laid up for me the crown of righteousness, which the Lord, the righteous judge, shall give to me at that day; and not to me only, but also to all them that have loved his appearing. |
|
9
|
9
|
| Σπούδασον ἐλθεῖν πρός με ταχέως· | Give diligence to come shortly unto me: |
|
10
|
10
|
| Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. | for Demas forsook me, having loved this present world, and went to Thessalonica; Crescens to Galatia, Titus to Dalmatia. |
|
11
|
11
|
| Λουκᾶς ἐστὶν μόνος μετ’ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. | Only Luke is with me. Take Mark, and bring him with thee; for he is useful to me for ministering. |
|
12
|
12
|
| Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. | But Tychicus I sent to Ephesus. |
|
13
|
13
|
| Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. | The cloak that I left at Troas with Carpus, bring when thou comest, and the books, especially the parchments. |
|
14
|
14
|
| Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· | Alexander the coppersmith did me much evil: the Lord render to him according to his works: |
|
15
|
15
|
| ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκεν τοῖς ἡμετέροις λόγοις. | of whom do thou also beware; for he hath greatly withstood our words. |
|
16
|
16
|
| Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. | At my first defense no one took my part, but all forsook me: may it not be laid to their account. |
|
17
|
17
|
| Ὁ δὲ κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. | But the Lord stood by me, and strengthened me; that through me the message might be fully proclaimed, and that all the Gentiles might hear: and I was delivered out of the mouth of the lion. |
|
18
|
18
|
| Καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | And the Lord will deliver me from every evil work, and will save me unto his heavenly kingdom: to whom be the glory forever and ever. Amen. |
|
19
|
19
|
| Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. | Salute Prisca and Aquila, and the house of Onesiphorus. |
|
20
|
20
|
| Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. | Erastus remained at Corinth: but Trophimus I left at Miletus sick. |
|
21
|
21
|
| Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. | Give diligence to come before winter. Eubulus saluteth thee, and Pudens, and Linus, and Claudia, and all the brethren. |
|
22
|
22
|
| Ὁ κύριος Ἰησοῦς χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν. | The Lord Jesus Christ be with thy spirit. Grace be with you. Amen. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.