Завантаження...
Друкувати
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • 3 Езд. • Неєм. • Тов. • Юдиф. • Есф.

Порівняти:
⇄

Глава 20 з 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Глvа, к~”
Κεφάλαιο 20
1
1
И$ ізыидо'ша вс^и сн~ве і^и^л~еви, и^ събра'шася ве'сь со'ньмъ ја%ко е^ді'нъ мђж'ъ. эT да'на и^ до вирса'вїа, и^ земля` галааDска къ гв~и ё^ маси'џе”
ΚΑΙ ἐξῆλθον πάντες οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ γῆ τοῦ Γαλαὰδ πρὸς Κύριον εἰς Μασσηφά.
2
2
И ста'ша старњ'ишины всњ'хъ людїи и^ вся` племе'на і^и^л~ева в со'нмњ людїи бж~їиX. у~, ты'сящь мђж'ъ пњшиX въздви'гнђщихъ ѓ^рђжїа”
καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ρομφαίαν.
3
3
И$ слы'шаша сн~ове венїами'ни, ја%ко и^зыидо'ша сн~ове і^и^л~евы въ маси'џъ, и^ реко'ша сн~ове і^и^л~евы гл~ите гд^њ бы'сть ѕло'ба сїя”
καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά. καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη;
4
4
И$ эTвњща` мђж'ъ левљ=тинъ, мђж'ъ жены` ё^мо'реныя гл~я, въ гаваѓ'нњ венїами'нњ. прїидо'хъ а%зъ и^ жени'ма моя` прележа'ти”
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν· εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι.
5
5
И$ въста'ша на' мя мђ'жи гаваѓDстїи. и^ ѓ^быидо'ша м^я въ дворњ` но'щїю. и^ хотњш'а м^я ё^би'ти и^ жени'мђю мою ѓ^би'дњша, и^ ѓ^брђга'ша и^ ё%мре.
καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ᾿ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανε.
6
6
И$ взяX женђ` свою и^ раздроби'хъ ю&. и^ послаX ю& въ вся` предњ'лы прича'стїа і^и^л~ева, ја%ко сътвори'ша безђ'мїе въ і^и^л~и”
καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ἐποίησαν ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ.
7
7
Се^ вс^и вы` сн~ове і^и^л~евы дадњте и^мъ сло'во и^ совњт'ъ”
ἰδοὺ πάντες ὑμεῖς, υἱοὶ ᾿Ισραήλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ.
8
8
И$ въста'ша вс^и лю'дїе ја%ко е^ді'нъ мђ'жъ гл~юще. не эTи%детъ мђж'ъ въ хра'мъ сво'и. и^ не ё^кло'нимся въ доM на'шь”
καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, λέγοντες· οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ.
9
9
И$ нн~њ сло'во с^е сътвори'мъ гаваѓ'нђ. да взы'идемъ на ню` по жре'бїю,
καὶ νῦν τοῦτο τὸ ρῆμα, ὃ ποιηθήσεται τῇ Γαβαά· ἀναβησόμεθα ἐπ᾿ αὐτὴν ἐν κλήρῳ,
10
10
и^ да по'имемъ по, і~, мђж'ъ, эT р~, въ всњ'хъ племе'нехъ і^и^л~евыX, и^ р~, эT ты'сящи. и^ Wа. эT тмы`” И$ ти` да и^дђтъ в#зяти бра'шно лю'демъ на съвръше'нїе и^сходя'щимъ. въ гава'ю венїами'ню. и^ сътворя'тъ е^мђ по всемђ` съгрњше'нїю и^же сътвори` въ і^и^л~и”
πλὴν ληψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς ᾿Ισραὴλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶχιλίους τοῖς μυρίοις, λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαὰ Βενιαμίν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν ᾿Ισραήλ.
11
11
И$ събра'шася вс^и мђж'и і^и^л~евы къ гра'дђ, ја%ко е^ді'нъ мђж'ъ эT граD и^сходя'ще”
καὶ συνήχθη πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.
12
12
И$ распђсти'ша племе'на і^и^л~евы, мђж'и въ вс^е племя` венїами'не. гл~юще чт^о е^сть ѕло'ба с^и бы'в#шая въ ва'съ”
Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμὶν λέγοντες· τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
13
13
И$ нн~њ дади'те мђж'и безако'нни и^же въ гава'и сн~овъ велїа'ловыхъ, и^ да ё^мо'риM и^хъ, и^ ѓ^чи'стимъ ѕл^о эT і^и^л~я. и^ не и^зво'лиша сн~ове венїами'ни послђшати гла'са бра'тїи свое^я сн~овъ і^и^л~евъ”
καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμὶν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ.
14
14
Но^ събра'шася сн~ове венїами'ни эT гра'довъ и^хъ в гава'ю, и^зы'ити на по'лкъ сн~овъ і^и^л~евъ”
καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ.
15
15
И$ съчто'шася сн~ове венїами'ни эT гра'да в то'и дн~ь. к~, и^ е~, ты'сящь мђж'ъ въздви'гнђщихъ ѓ^рђж'їа кро'мњ живђщихъ в гава'ле.
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ρομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες
16
16
и^же съчте'ся, з~, соT, и^ к~, мђж'ъ и^збра'нныX эT всXњ люде'и. ѓ^бое^мђ хђдо'жни сїи вс^и пра'щницы ме'щђще ка'менїе къ вла'сђ и^ не грњша'юще”
ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες.
17
17
И$ всXњ мђже'и і^и^л~евъ съчте'ся ра'звњ сн~овъ венїами'новыX. у~, ты'сящь мђж'ъ възвDиза'ющихъ ѓ^рђж'їе, и^ вс^и сїи мђ'жи во'ини”
καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμίν, τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.
18
18
И$ въста'ша възыидо'ша в# веџи'ль и^ въпраша'ша ё^ б~а. и^ реко'ша сн~ове і^и^л~еви, кт^о эT наs възы'идеT въже'мъ пр'ьвое, въе^ва'ти съ сн~ьми венїами'новыми. и^ реq г~ь і^ю'да да възы'идетъ въ нача'токъ”
καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἠρώτησαν ἐν τῷ Θεῷ καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ· τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος· ᾿Ιούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.
19
19
И$ въста'ша сн~ове і^и^л~еви заё%тра, и^ въпоlчи'шася в гаваѓ'на”
καὶ ἀνέστησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πρωΐ καὶ παρενέβαλον ἐπὶ Γαβαά.
20
20
І$ и^зы'иде ве'сь мQђ. і^и^л~евъ на' брань съ венїами'номъ. и^ ѓ^полчи'шася на венїами'на мђж'и і^и^л~евы на' брань въ гава'ю”
καὶ ἐξῆλθον πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰς παράταξιν πρὸς Βενιαμὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά.
21
21
И$зыидо'ша сн~ове венїами'нови, иZ гаваѓ'на. і^ и^зби'ша въ і^и^л~и в то'и дн~ь. Wк~в, мђж'ъ на земли`”
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἀπὸ τῆς Γαβαὰ καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
22
22
И$ ё^крњпи'ся ве'сь мђж'ъ і^и^л~евъ. и^ приложи'ша сни'тися в поlкъ на мњ'сто и^де'же снидо'шася въ дн~ь пр'ьвыи”
καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραὴλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ, ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ.
23
23
И$ възыидо'ша сн~ове і^и^л~еви, и^ пла'кашася преD гм~ъ до' вечера. и^ въпраша'ша г~а гл~юще. а^ще прило'жимъ е^ще` пристђпи'ти в поlкъ къ сн~омъ венїами'ниM бра'та на'шего. и^ реq г~ь възы'идете к ни'мъ”
καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπε Κύριος· ἀνάβητε πρὸς αὐτούς.
24
24
И$ прїидо'ша сн~ове і^и^л~еви къ сн~омъ венїами'немъ, въ дн~ь, в~.
καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ.
25
25
і^ и^зыидо'ша сн~ове венїами'ни проти'вђ и^мъ, эT гаваѓ'на въ дн~ь, в~. і^ и^зби'ша е^ще` эT сн~овъ і^и^л~евъ. Wи~і, мQђ на зеMли`. сїи вс^и въздвизающе ѓ^рђж'їе”
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπί τὴν γῆν· πάντες οὗτοι ἕλκοντες ρομφαίαν.
26
26
И$ в#зыидо'ша в#си сн~ове і^и^л~еви и^ вс^и лю'дїе въ веџи'ль и^ пла'кашася, и^ сњдоша преD гм~ъ, и^ пости'шася в# то'и дн~ь даже къ ве'черђ.
καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθὴλ καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου·
27
27
и^ възнесо'ша вс^есъж#же'нїе сп~сенїя в то'и дн~ь преD гм~ъ и^ т^ђ ковче'гъ завњта гн~я. в т^ы дн~и,
ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ Θεοῦ,
28
28
и^ џинее'съ сн~ъ е^лїа^за'ровъ, сн~а а^а^ро'ня, преDстоя` преD нимъ в ты дн~и” И$ въпраша'ше сн~ове і^и^л~евы гл~юще. а^ще прило'жимъ в#зыити` е^ще на по'лкъ къ сн~омъ венїа^ми'неM. брата на'шего. и^л^и ѓ^ста'вимъ” И$ рече г~ь в#зыидњте, ја%ко ё'тро даM я& в рђки ваша”
καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Κυρίῳ λέγοντες· εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμὶν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν; καὶ εἶπε Κύριος· ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς χεῖρας ὑμῶν.
29
29
И$ поDста'виша сн~ове і^и^л~евы поDса'дђ ѓ%крsтъ гаваѓ'на”
Καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ.
30
30
И$ взыидо'ша сн~ове і^и^л~еви къ сн~омъ венїа^ми'немъ въ дн~ь тре'тїи и^ въпоlчи'шася на гаваѓ'на ја%ко е^ді'ною, и^ е^ді'ною”
καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ.
31
31
И$зыидо'ша сн~ове венїа^ми'ни проти'вђ людеM, и^ протяго'шася и^з гра'да. и^ нача'ша ё^бива'ти людїи ё^ја%звле'ныхъ. ја^ко прь'вое и^ второ'е на пђти`, и^же е^сть е^ді'н# сходя'и въ веџи'ль, а^ дрђгїи въ гава'и. ја%ко л~, мђжъ въ і^и^л~и”
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστι μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν ᾿Ισραήλ.
32
32
И$ реко'ша сн~ве венїа^ми'ни, па'даютъ преD нами ја%ко и^ пре'жде. сн~ове же і^и^л~еви реко'ша. побњ'гнемъ д^а я& и^зведемъ и^з гра'да на пђти” И$ сътвори'ша та'ко
καὶ εἶπαν οἱ υἱοὶ Βενιαμίν· πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπαν· φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς· καὶ ἐποίησαν οὕτω.
33
33
и^ вс^и мђжи і^и^л~еви въста'ша эT мњста свое^го. и^ снидо'шася въ валаџама'рњ. поDса'да же і^и^л~ева и^зы'иде эT мњста свое^го. эT за'пада гава'и”
καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτῶν καὶ συνῆψαν ἐν Βααλθαμάρ, καὶ τό ἔνεδρον ᾿Ισραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαοραγαβέ.
34
34
И$ прїиде проти'вђ гаваеM, і~, ты'сящъ мђжъ и^збра'нныхъ эT всего і^и^л~я, и^ по'лкъ ё^силенъ. сиy не разђмњша ја%ко постиза'етъ я& ѕл^о”
καὶ ἦλθον ἐξ ἐναντίας Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ᾿Ισραὴλ καὶ παράταξις βαρεῖα· καὶ αὐτοὶ οὐ ἔγνωσαν, ὅτι φθάνει ἐπ᾿ αὐτοὺς ἡ κακία.
35
35
И$ поби` г~ь венїа^ми'на преD сн~ы і^и^л~евыми, и^ рас#сы'паша сн~ве і^и^л~ви эT венїа^ми'на в то'и дн~ь Wк~е, и^ р~, мђж# и^ сїи вс^и воZдвиза'юще ѓ^рђжїе”
καὶ ἐπάταξε Κύριος τὸν Βενιαμὶν ἐνώπιον υἱῶν ᾿Ισραήλ, καὶ διέφθειραν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ τοῦ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἷλκον ρομφαίαν.
36
36
И$ ви'дњша сн~ове венїа^ми'ни, ја^ко и^зби'ша и^хъ. и^ да'ша мњ'сто сн~ове і^и^л~еви венїа^ми'нђ. ја%ко ё^пова'ша поDса'дамъ и^же поDсади'ша ё^ гава'и”
καὶ εἶδον οἱ υἱοὶ Βενιαμὶν ὅτι ἐπλήγησαν· καὶ ἔδωκεν ἀνὴρ ᾿Ισραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν πρὸς τό ἔνεδρον, ὃ ἔθηκαν ἐπὶ τῇ Γαβαά.
37
37
И$ подви'жеся поDсњд# і^ и^зыиде в гава'ю и^ начаша трђби'ти і^ и^зби'ша весь граD ѓ%стрїемъ меча`”
καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καί ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας.
38
38
І$и^л~ьтяне же и^мњхђ зна'менїе со поDсњдомъ е^гда` за'жгђтъ граD мђж# же принесъ ме'чь къ поDса'де. на зна'менїе, да запа'ляT и ды'мъ да ё^мно'жится и^з гра'да”
καὶ σημεῖον ἦν τοῖς υἱοῖς ᾿Ισραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως.
39
39
Є$гда б^о възврати'ся і^и^л~ь въ ра'ть. венїа^ми'н же нача` ё^бива'ти ја%звенныX въ і^и^л~и, до, л~, мђж# ја%ко реко'ша, пакы паде'нїемъ падђтъ преD на'ми. ја%коже и^ прь'выи по'лкъ”
καὶ εἶδον οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαά, καὶ ἔστησαν ἐν τῇ παρατάξει, καὶ Βενιαμὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ᾿Ισραὴλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν· πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη.
40
40
Є$гда' же ја%ви'ся ѓ%гнь и^сходя` эT гра'да и^ сто'лпъ ды'менъ, и^ ѓ^зрњся вениа^миn за ся, и^ с^е в#зы'иде скоnча'нїе гра'дђ до нб~си”
καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψε Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ.
41
41
Мђж# же і^и^л~евъ возврати'ся. и^ разбего'шася сн~ве венїа^ми'ни. ви'дњша б^о ја%ко возвраща'шеся на него ѕл^о”
καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπέστρεψε, καὶ ἔσπευσαν ἄνδρες Βενιαμίν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ᾿ αὐτούς ἡ πονηρία.
42
42
И$ эTбњго'ша преD сн~ы і^и^л~евыми на пђти` пђсты'ня, поlк же подви'гнђлъся на' ня. і^ и^же эT гра'да бїя'хђ я& средњ себе`”
καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ᾿Ισραὴλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον, καὶ ἡ παράταξις ἔφθασεν ἐπ᾿ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν.
43
43
И$ побива'хђ венїа^ми'на, и^ гна'ша за пя'тъ е^мђ до гава'я, безъ эTпочива'нїа, и^ потопта'ша и^хъ даже проти'вђ гаваѓ'на на восто'къ сл~нцђ”
καὶ κατέκοπτον τὸν Βενιαμὶν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου.
44
44
И$ падо'ша эT венїа^ми'на, Wи~і, мђж#. и^ си вс^и и^ мђжи си'лни”
καὶ ἔπεσον ἀπὸ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
45
45
И ѓ^зрњ'вшеся ѓ^ста'вшеи% и^ пробњго'ша въ пђсты'ню къ камы'кђ рем#мо'ню. и^ собира'хђ и^хъ ја%ко ѓ^ставшее эT вина` по стеѕяM, Wе~, мQђ и^ гна'ша въ слDњ и^хъ до гаваа'да. і^ и^зби'ша эT ниX, Wв~, мђж#”
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ ᾿Ισραὴλ ἕως Γεδᾶν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
46
46
И$ бысть всњхъ мђжъ паDшихъ эT венїа'ми'на въ то'и дн~ь, Wк~е, мђжеи въздвиза'ю^щиX ѓ^рђжїе, всиy с^и мђжи си'лнїи”
καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἀπὸ Βενιαμὶν εἰκοσιπέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ρομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
47
47
И$ ѓ^зрњшася ѓ^ста'вшїи, и^ въбњго'ша въ пђсты'ню къ камы'кђ рем#мо'ню, х~, мQђ. и^ сњдњша въ камы'цњ реMмо'ни, д~, мsцњ”
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμών, ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμὼν τέσσαρας μῆνας.
48
48
Сн~ове же і^и^л~еви воZврати'шася къ сн~омъ венїа^ми'неM” і^ и^зби'ша я& ѓ^рђжїемъ эT града вн^е. и^ скотъ и^ вс^е е^же ѓ^брњте'ся въ всXњ гра'дехъ, и^ гра'ды вс^я ѓ^брTњшаја%ся и^зожго'ша ѓ^гнемъ”
καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμὶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας ἀπὸ πόλεως Μεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.

Глава 20 з 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Друкувати
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • 3 Езд. • Неєм. • Тов. • Юдиф. • Есф.