Завантаження...
Обкладинка книги Паперове видання
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • 3 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.

• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.

• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.

• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Главa в7i
Κεφάλαιο 12
1
1
И# и4де цaрь ровоaмъ въ сікjму, ћкw въ сікjму пріи1де вeсь ї}ль воцари1ти є3го2. ΚΑΙ πορεύεται βασιλεὺς Ροβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς ᾿Ισραὴλ βασιλεῦσαι αὐτόν.*
2
2
И# бhсть є3гдA ўслhша їеровоaмъ сhнъ навaтовъ, сyщу є3мY є3щE во є3гЂптэ, ћкw ўбёглъ бЁ t лицA соломHна, и3 возврати1сz їеровоaмъ и3з8 є3гЂпта: Καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, καὶ ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως Σαλωμὼν καὶ ἐπέστρεψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου,
3
3
и3 послaша, и3 призвaша є3го2. И# пріи1де їеровоaмъ и3 вeсь с0нмъ ї}левъ, и3 рек0ша лю1діе къ царю2 ровоaму глаг0люще: καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραήλ.
4
4
nтeцъ тв0й њтzгчи2 kрeмъ нaшъ, тh же нн7э њблегчи2 t раб0ты nтцA твоегw2 жeстокіz и3 t kрмA є3гw2 тsжкагw, є3г0же возложи2 на ны2, и3 пораб0таемъ ти2. ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφ᾿ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
5
5
И# речE къ ни6мъ: tиди1те (и3 пребyдите) до трeтіzгw днE, и3 возврати1тесz ко мнЁ. И# и3д0ша. καὶ εἶπεν πρὸς αὐτούς· ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον.
6
6
И# возвэсти2 ровоaмъ цaрь старёйшинамъ, и5же бhша предстоsще пред8 соломHномъ nтцeмъ є3гw2, є3щE жи1ву є3мY сyщу, глаг0лz: кaкw вы2 мhслите, да tвэщaю лю1демъ си6мъ сл0во; καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων· πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον;
7
7
И# рёша є3мY, глаг0люще: ѓще въ днeшній дeнь бyдеши рaбъ лю1демъ си6мъ и3 пораб0таеши и5мъ, и3 речeши и5мъ словесA бл†га, и3 бyдутъ ти2 раби2 во вс‰ дни6. καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες· εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσεις αὐτοῖς καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
8
8
И# пренебрежE совётъ старёйшинъ, ±же совэщaша є3мY, и3 совётова со џтрwки воспитaнными съ ни1мъ предстоsвшими пред8 лицeмъ є3гw2, καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾿ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ
9
9
и3 речE и5мъ: что2 вы2 совэщавaете; и3 что2 tвэщaю лю1демъ си6мъ, и5же рёша ко мнЁ, глаг0люще: њблегчи2 нaшъ kрeмъ, є3г0же возложи2 nтeцъ тв0й на ны2; καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων· κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς;
10
10
И# глаг0лаша къ немY џтроцы воспитaнніи съ ни1мъ и3 рёша є3мY: си1це да глаг0леши лю1демъ си6мъ, и5же рёша къ тебЁ, глаг0люще: nтeцъ тв0й њтzгчи2 kрeмъ нaшъ: тh же нн7э њблегчи2 t нaсъ: сі‰ речeши къ ни6мъ: ю4ность моS толстёе чрeслъ nтцA моегw2: καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες· τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς· ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου·
11
11
и3 нн7э nтeцъ м0й наложи2 на вы2 kрeмъ тsжекъ, ѓзъ же приложY къ kрмY вaшему: nтeцъ м0й наказA вы2 рaнами, ѓзъ же накажY вы2 скорпі0нами. καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
12
12
И# пріи1де вeсь ї}ль къ царю2 ровоaму въ дeнь трeтій, ћкоже речE и5мъ цaрь, глаг0лz: возврати1тесz ко мнЁ въ дeнь трeтій. καὶ παρεγένοντο πᾶς ᾿Ισραὴλ πρὸς τὸν βασιλέα Ροβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων· ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.
13
13
И# tвэщA цaрь къ лю1демъ жeстокw: и3 њстaви цaрь ровоaмъ совётъ старёйшинъ, ±же совэщaша є3мY, καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ,
14
14
и3 речE къ ни6мъ по совёту nтрокHвъ, глаг0лz: nтeцъ м0й њтzгчи2 kрeмъ вaшъ, ѓзъ же приложY къ kрмY вaшему: nтeцъ м0й наказA вы2 рaнами, ѓзъ же накажY вы2 скорпі0нами. καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
15
15
И# не послyша цaрь людjй, ћкw бЁ превращeніе t гDа, ћкw да ўтверди1тъ гlг0лъ св0й, є3г0же гlа рук0ю ґхjи силwнjтzнина њ їеровоaмэ сhнэ навaтовэ. καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Αχιὰ τοῦ Σηλωνίτου περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ.
16
16
И# ви1дэ вeсь ї}ль, ћкw не послyша цaрь глaса и4хъ, и3 tвэщaша лю1діе царю2, глаг0люще: кaz нaмъ чaсть въ давjдэ; и3 нёсть нaмъ наслёдіz въ сhнэ їессeовэ: бэжи2, ї}лю, въ кр0вы сво‰: нн7э паси2 д0мъ тв0й, давjде. И# tи1де ї}ль въ кр0вы сво‰. καὶ εἶδον πᾶς ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων· τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἀπότρεχε, ᾿Ισραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἀπῆλθεν ᾿Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.
17
Над8 сынми1 же ї}левыми, и5же живsху во градёхъ їyдиныхъ, воцари1сz ровоaмъ над8 ни1ми.
18
18
И# послA цaрь ровоaмъ ґдwнірaма, и4же над8 дaнію, и3 поби2 є3го2 кaменіемъ вeсь ї}ль, и3 ќмре. Цaрь же ровоaмъ потщaсz взhти на колесни1цу ўбэжaти во їеrли1мъ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς ῾Ιερουσαλήμ.
19
19
И# tложи1сz ї}ль t д0му давjдова дaже до днeсь. καὶ ἠθέτησεν ᾿Ισραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.
20
20
И# бhсть є3гдA ўслhша вeсь ї}ль, ћкw возврати1сz їеровоaмъ t є3гЂпта, и3 послaша, и3 призвaша є3го2 на соб0ръ, и3 воцари1ша є3го2 над8 ї}лемъ: и3 не бЁ в8слёдъ д0му давjдова, т0кмw хорyгвь їyдина и3 веніамjнова. καὶ ἐγένετο ὡς ἤκουσε πᾶς ᾿Ισραὴλ ὅτι ἀνέκαμψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ ᾿Ισραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου ᾿Ιούδα καὶ Βενιαμὶν μόνοι.
21
21
И# ровоaмъ вни1де во їеrли1мъ и3 собрA вeсь с0нмъ їyдинъ и3 хорyгвь веніамjню, сто2 и3 двaдесzть тhсzщъ ю4ношей, творsщихъ брaнь, рaтовати на д0мъ ї}левъ, є4же возврати1ти цaрство ровоaму сhну соломHню. καὶ Ροβοὰμ εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν ᾿Ιούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον ᾿Ισραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ροβοὰμ υἱῷ Σαλωμών.
22
22
И# бhсть сл0во гDне ко самeю человёку б9ію, гlz: καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων·
23
23
рцы2 къ ровоaму сhну соломHню царю2 їyдину и3 ко всемY д0му їyдину и3 веніамjнову и3 ко њстaвшымсz лю1демъ, глаг0лz: εἰπὸν τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων·
24
24
тaкw гlетъ гDь: не восходи1те, нижE рaтуйте на брaтію вaшу, на сhны ї}лєвы: но возврати1тесz кjйждо въ д0мы сво‰, ћкw t менє2 бhсть гlг0лъ сeй. И# послyшаша словесE гDнz, и3 престaша и3ти2 по гlг0лу гDню. τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου. 24α Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ ᾿Ανὰν υἱοῦ Ναὰς βασιλέως υἱῶν ᾿Αμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 24β καὶ ἦν ἄνθρωπος ἐξ ὄρους ᾿Εφραὶμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ ῾Ιεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρά, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου ᾿Ιωσήφ, καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ, καὶ ἦσαν αὐτῶ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου ᾿Εφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. 24γ καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν, καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών. 24δ καὶ ἤκουσεν ῾Ιεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου λέγων· ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακίμ· αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 24ε καὶ Σουσακὶμ ἔδωκε τῷ ῾Ιεροβοὰμ τὴν ᾿Ανώ, ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκε τῷ ῾Ιεροβοὰμ τὸν ᾿Αβιὰ υἱὸν αὐτοῦ. 24ζ καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς Σουσακίμ· ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον ᾿Εφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Ιεροβοὰμ χάρακα. 24η Καὶ ἠρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα, καὶ ἐπορεύθη ῾Ιεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς ᾿Ανὼ τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 24θ καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ καὶ ὄνομα αὐτῷ ᾿Αχιά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ρῆμα Κυρίου μετ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ιεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. καὶ ἀνέστη ἡ γυνὴ 24ι καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ ᾿Αχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν, 24κ καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται, καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς ᾿Αχιὰ τὸν Σηλωνίτην καὶ εἶπεν ᾿Αχιὰ τῷ παιδαρίῳ αὐτοῦ· ἔξελθε δὴ εἰς ἀπαντὴν ᾿Ανὼ τῇ γυναικὶ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῇ· εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος· σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ. 24λ καὶ εἰσῆλθεν ᾿Ανὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἶπεν αὐτῇ ᾿Αχιά· ἱνατί ἐνήνοχάς μοι ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος· ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσί σοι· τὸ παιδάριον τέθνηκεν. 24μ ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ ῾Ιεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ ῾Ιεροβοὰμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψονται· οὐαὶ Κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου. 24ν καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσε, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρά, καὶ τὸ παιδάριον ἀπέθανε, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. 24ξ Καὶ ἐπορεύθη ῾Ιεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ᾿Ισραήλ, καὶ ἀνέβη ἐκεῖ Ροβοὰμ υἱὸς Σαλωμών. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν ᾿Ελαμὶ λέγων· λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ρῆξον αὐτὸ δώδεκα ρήγματα καὶ δώσεις τῷ ῾Ιεροβοὰμ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος· λάβε σεαυτῷ δέκα ρήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν ῾Ιεροβοάμ· καὶ εἶπε Σαμαίας· τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ᾿Ισραήλ. 24ο Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοὰμ υἱὸν Σαλωμών· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι. καὶ εἶπε Ροβοὰμ πρὸς τὸν λαόν· ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ρῆμα. 24π καὶ εἶπε Ροβοάμ· εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ρῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησε Ροβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ· οὕτως ἐλάλησε πρός σε ὁ λαός. 24ρ καὶ διεσκέδασε Ροβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς· ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρός με λέγων. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ· οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων· ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις. 24σ καὶ ἤρεσε τὸ ρῆμα ἐνώπιον Ροβοάμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τά παιδάρια. 24τ καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες· οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου ᾿Ισραήλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 24υ καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησε Ροβοὰμ καὶ ἀπῆλθε καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ῾Ιερουσαλήμ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ᾿Ιούδα καὶ πᾶν σκῆπτρον Βενιαμίν. 24φ καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισε Ροβοὰμ πάντα ἄνδρα ᾿Ιούδα καὶ Βενιαμὶν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ῾Ιεροβοὰμ εἰς Σίκιμα. 24χ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· εἰπὸν τῷ Ροβοὰμ βασιλεῖ ᾿Ιούδα καὶ πρὸς πάντα οἶκον ᾿Ιούδα καὶ Βενιαμὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων· τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς ᾿Ισραήλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. 24ψ καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου.
25
25
И# создA їеровоaмъ сікjму въ горЁ є3фрeмли, и3 всели1сz въ нeй, и3 и3зhде tтyду, и3 создA фануи1ла. Καὶ ᾠκοδόμησεν ῾Ιεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει ᾿Εφραὶμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ.
26
26
И# речE їеровоaмъ въ сeрдцы своeмъ: сE, нн7э возврати1тсz цaрство въ д0мъ давjдовъ, καὶ εἶπεν ῾Ιεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυίδ·
27
27
ѓще взhдутъ лю1діе сjи вознести2 жeртву въ хрaмэ гDни во їеrли1мъ, и3 њбрати1тсz сeрдце людjй ко гDу и3 господи1ну своемY, къ ровоaму царю2 їyдину, и3 ўбію1тъ мS, и3 возвратsтсz къ ровоaму царю2 їyдину. ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς ῾Ιερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοὰμ βασιλέα ᾿Ιούδα, καὶ ἀποκτενοῦσί με.
28
28
И# ўсовётова цaрь, и3 сотвори2 двЁ ю4ницы зл†ты, и3 речE къ лю1демъ: довлёетъ вaмъ восходи1ти во їеrли1мъ: сE, б0зи твои2, ї}лю, и3звeдшіи тS и3з8 земли2 є3гЂпетскіz. καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς· καὶ εἶπε πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς ῾Ιερουσαλήμ· ἰδοὺ θεοί σου, ᾿Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
29
29
И# постaви є3ди1ну въ веfи1ли, ґ другyю въ дaнэ. καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
30
30
И# бhсть сл0во сіE на согрэшeніе, и3 и3дsху лю1діе пред8 лицeмъ ю4ницы є3ди1ныz дaже до дaна, и3 њстaвиша хрaмъ гDень. καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν. καὶ εἴασαν τὸν οἶκον Κυρίου.
31
31
И# сотвори2 к†пища на выс0кихъ, и3 сотвори2 жерцHвъ чaсть t людjй, и5же не бёша t сынHвъ леvjиныхъ. καὶ ἐποίησεν οἴκους ἐφ᾿ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί.
32
32
И# сотвори2 їеровоaмъ прaздникъ въ nсмhй мцcъ въ пzтыйнaдесzть дeнь мцcа, по прaзднику, и4же въ земли2 бЁ їyдинэ, и3 взhде на nлтaрь, є3г0же сотвори2 въ веfи1ли, жрeти ю4ницамъ, ±же сотвори2, и3 постaви въ веfи1ли жерцы2 на выс0кихъ, ±же сотвори2. καὶ ἐποίησεν ῾Ιεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ ᾿Ιούδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθήλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησε.
33
33
И# взhде на nлтaрь, є3г0же сотвори2 въ веfи1ли, въ nсмhй мцcъ, въ пzтыйнaдесzть дeнь въ прaздникъ, є3г0же состaви по сeрдцу своемY: и3 сотвори2 прaздникъ сынHмъ ї}лєвымъ, и3 взhде на nлтaрь є4же пожрeти. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. -------------------------------- *

Обкладинка книги Паперове видання
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • 3 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.

• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.

• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.

• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.