|
1 Maccabees*
|
ΜΑΚΚΑΒΑΙΩΝ А’*
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| And it happened, after that Alexander son of Philip, the Macedonian, who came out of the land of Chettiim, had smitten Darius king of the Persians and Medes, that he reigned in his stead, the first over Greece, | ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι ᾿Αλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειείμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ πρότερος ἐπὶ τὴν ῾Ελλάδα. |
|
2
|
2
|
| and made many wars, and won many strong holds, and slew the kings of the earth, | καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς· |
|
3
|
3
|
| and went through to the ends of the earth, and took spoils of many nations, insomuch that the earth was quiet before him; whereupon he was exalted, and his heart was lifted up. | καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ. |
|
4
|
4
|
| And he gathered a mighty strong host, and ruled over countries, and nations, and kings, who became tributaries unto him. | καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξε χωρῶν καὶ ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. |
|
5
|
5
|
| And after these things he fell sick, and perceived that he should die. | καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνήσκει. |
|
6
|
6
|
| Wherefore he called his servants, such as were honourable, and had been brought up with him from his youth, and parted his kingdom among them, while he was yet alive. | καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ. |
|
7
|
7
|
| So Alexander reigned twelve years, and then died. | καὶ ἐβασίλευσεν ᾿Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανε. |
|
8
|
8
|
| And his servants bare rule every one in his place. | καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. |
|
9
|
9
|
| And after his death they all put crowns upon themselves; so did their sons after them many years: and evils were multiplied in the earth. | καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ. |
|
10
|
10
|
| And there came out of them a wicked root, Antiochus surnamed Epiphanes, son of Antiochus the king, who had been an hostage at Rome, and he reigned in the hundred and thirty and seventh year of the kingdom of the Greeks. | καὶ ἐξῆλθεν ἐξ αὐτῶν ρίζα ἁμαρτωλὸς ᾿Αντίοχος ᾿Επιφανής, υἱὸς ᾿Αντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ρώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας ῾Ελλήνων. |
|
11
|
11
|
| In those days went there out of Israel wicked men, who persuaded many, saying, Let us go and make a covenant with the heathen that are round about us: for since we departed from them we have had much sorrow. | ᾿Εν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ ᾿Ισραὴλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες· πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ᾿ ἧς ἐχωρίσθημεν ἀπ᾿ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά. |
|
12
|
12
|
| So this device pleased them well. | καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν, |
|
13
|
13
|
| Then certain of the people were so forward herein, that they went to the king, who gave them licence to do after the ordinances of the heathen: | καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν. |
|
14
|
14
|
| whereupon they built a place of exercise at Jerusalem according to the customs of the heathen: | καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν ῾Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν |
|
15
|
15
|
| and made themselves uncircumcised, and forsook the holy covenant, and joined themselves to the heathen, and were sold to do mischief. | καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσι καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν. |
|
16
|
16
|
| Now when the kingdom was established before Antiochus, he thought to reign over Egypt, that he might have the dominion of two realms. | Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον ᾿Αντιόχου, καὶ ὑπέβαλε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας. |
|
17
|
17
|
| Wherefore he entered into Egypt with a great multitude, with chariots, and elephants, and horsemen, and a great navy, | καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι καὶ ἐν ἐλέφασι καὶ ἐν ἱππεῦσι καὶ ἐν στόλῳ μεγάλῳ |
|
18
|
18
|
| and made war against Ptolemee king of Egypt: but Ptolemee was afraid of him, and fled; and many were wounded to death. | καὶ συνεστήσαντο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγε, καὶ ἔπεσον τραυματίαι πολλοί. |
|
19
|
19
|
| Thus they got the strong cities in the land of Egypt, and he took the spoils thereof. | καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου. |
|
20
|
20
|
| And after that Antiochus had smitten Egypt, he returned again in the hundred forty and third year, and went up against Israel and Jerusalem with a great multitude, | καὶ ἐπέστρεψεν ᾿Αντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ ᾿Ισραὴλ καὶ ἀνέβη εἰς ῾Ιερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ. |
|
21
|
21
|
| and entered proudly into the sanctuary, and took away the golden altar, and the candlestick of light, and all the vessels thereof, | καὶ εἰσῆλθον εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς |
|
22
|
22
|
| and the table of the shewbread, and the pouring vessels, and the vials, and the censers of gold, and the veil, and the crowns, and the golden ornaments that were before the temple, all which he pulled off. | καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισε πάντα. |
|
23
|
23
|
| He took also the silver and the gold, and the precious vessels: also he took the hidden treasures which he found. | καὶ ἔλαβε τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε· |
|
24
|
24
|
| And when he had taken all away, he went into his own land, having made a great massacre, and spoken very proudly. | καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησε φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην. |
|
25
|
25
|
| Therefore there was great mourning in Israel, in every place where they were; | καὶ ἐγένετο πένθος μέγα ἐπὶ ᾿Ισραὴλ ἐν παντὶ τόπῳ αὐτῶν. |
|
26
|
26
|
| so that the princes and elders mourned, the virgins and young men were made feeble, and the beauty of women was changed. | καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη. |
|
27
|
27
|
| Every bridegroom took up lamentation, and she that sat in the marriage chamber was in heaviness. | πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει. |
|
28
|
28
|
| The land also was moved for the inhabitants thereof, and all the house of Jacob was covered with confusion. | καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ πᾶς ὁ οἶκος ᾿Ιακὼβ ἐνεδύσατο αἰσχύνην. |
|
29
|
29
|
| And after two years fully expired, the king sent his chief collector of tribute unto the cities of Juda, who came unto Jerusalem with a great multitude, | Καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις ᾿Ιούδα, καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ. |
|
30
|
30
|
| and spake peaceable words unto them, but all was deceit: for when they had given him credence, he fell suddenly upon the city, and smote it very sore, and destroyed much people of Israel. | καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ ᾿Ισραήλ. |
|
31
|
31
|
| And when he had taken the spoils of the city, he set it on fire, and pulled down the houses and walls thereof on every side. | καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ. |
|
32
|
32
|
| But the women and children took they captive, and possessed the cattle. | καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν. |
|
33
|
33
|
| Then builded they the city of David with a great and strong wall, and with mighty towers, and made it a stronghold for them. | καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν. |
|
34
|
34
|
| And they put therein a sinful nation, wicked men, and fortified themselves therein. | καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ. |
|
35
|
35
|
| They stored it also with armour and victuals, and when they had gathered together the spoils of Jerusalem, they laid them up there, and so they became a sore snare: | καὶ παρέθεντο ὅπλα καὶ τροφὰς καὶ συναγαγόντες τὰ σκῦλα ῾Ιερουσαλὴμ ἀπέθεντο ἐκεῖ, καὶ ἐγένοντο εἰς μεγάλην παγίδα. |
|
36
|
36
|
| for it was a place to lie in wait against the sanctuary, and an evil adversary to Israel. | καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τῷ ᾿Ισραὴλ διαπαντός. |
|
37
|
37
|
| Thus they shed innocent blood on every side of the sanctuary, and defiled it: | καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα. |
|
38
|
38
|
| insomuch that the inhabitants of Jerusalem fled because of them: whereupon the city was made an habitation of strangers, and became strange to those that were born in her; and her own children left her. | καὶ ἔφυγον οἱ κάτοικοι ῾Ιερουσαλὴμ δι᾿ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν. |
|
39
|
39
|
| Her sanctuary was laid waste like a wilderness, her feasts were turned into mourning, her sabbaths into reproach, her honour into contempt. | τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν. |
|
40
|
40
|
| As had been her glory, so was her dishonour increased, and her excellency was turned into mourning. | κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος. |
|
41
|
41
|
| Moreover king Antiochus wrote to his whole kingdom, that all should be one people, | Καὶ ἔγραψεν ὁ βασιλεὺς ᾿Αντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἷναι πάντας εἰς λαὸν ἕνα |
|
42
|
42
|
| and every one should leave his laws: so all the heathen agreed according to the commandment of the king. | καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως. |
|
43
|
43
|
| Yea, many also of the Israelites consented to his religion, and sacrificed unto idols, and profaned the sabbath. | καὶ πολλοὶ ἀπὸ ᾿Ισραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον. |
|
44
|
44
|
| For the king had sent letters by messengers unto Jerusalem and the cities of Juda, that they should follow the strange laws of the land, | καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς |
|
45
|
45
|
| and forbid burnt offerings, and sacrifice, and drink offerings, in the temple; and that they should profane the sabbaths and festival days: | καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς |
|
46
|
46
|
| and pollute the sanctuary and holy people: | καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους, |
|
47
|
47
|
| set up altars, and groves, and chapels of idols, and sacrifice swine's flesh, and unclean beasts: | καὶ οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδωλεῖα καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ |
|
48
|
48
|
| that they should also leave their children uncircumcised, and make their souls abominable with all manner of uncleanness and profanation: | καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει, |
|
49
|
49
|
| to the end they might forget the law, and change all the ordinances. | ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα· |
|
50
|
50
|
| And whosoever would not do according to the commandment of the king, he said, he should die. | καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ρῆμα τοῦ βασιλέως, ἀποθανεῖται. |
|
51
|
51
|
| In the selfsame manner wrote he to his whole kingdom, and appointed overseers over all the people, commanding the cities of Juda to sacrifice, city by city. | κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν ᾿Ιούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν. |
|
52
|
52
|
| Then many of the people were gathered unto them, to wit, every one that forsook the law; and so they committed evils in the land; | καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ |
|
53
|
53
|
| and drove the Israelites into secret places, even wheresoever they could flee for succour. | καὶ ἔθεντο τὸν ᾿Ισραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν. |
|
54
|
54
|
| Now the fifteenth day of the month Casleu, in the hundred forty and fifth year, they set up the abomination of desolation upon the altar, and builded idol altars throughout the cities of Juda on every side; | καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν ᾿Ιούδα κύκλῳ ᾠκοδόμησαν βωμούς· |
|
55
|
55
|
| and burnt incense at the doors of their houses, and in the streets. | καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων. |
|
56
|
56
|
| And when they had rent in pieces the books of the law which they found, they burnt them with fire. | καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες. |
|
57
|
57
|
| And wheresoever was found with any the book of the testament, or if any consented to the law, the king's commandment was, that they should put him to death. | καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν. |
|
58
|
58
|
| Thus did they by their authority unto the Israelites every month, to as many as were found in the cities. | ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ ᾿Ισραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι. |
|
59
|
59
|
| Now the five and twentieth day of the month they did sacrifice upon the idol altar, which was upon the altar of God. | καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου. |
|
60
|
60
|
| At which time according to the commandment they put to death certain women, that had caused their children to be circumcised. | καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα |
|
61
|
61
|
| And they hanged the infants about their necks, and rifled their houses, and slew them that had circumcised them. | καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν. |
|
62
|
62
|
| Howbeit many in Israel were fully resolved and confirmed in themselves not to eat any unclean thing. | καὶ πολλοὶ ἐν ᾿Ισραὴλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινὰ |
|
63
|
63
|
| Wherefore they chose rather to die, that they might not be defiled with meats, and that they might not profane the holy covenant: so then they died. | καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν, καὶ ἀπέθανον. |
|
64
|
64
|
| And there was very great wrath upon Israel. | καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ ᾿Ισραὴλ σφόδρα. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| In those days arose Mattathias the son of John, the son of Simeon, a priest of the sons of Joarib, from Jerusalem, and dwelt in Modin. | ΕΝ ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας υἱὸς ᾿Ιωάννου τοῦ Συμεὼν ἱερεὺς τῶν υἱῶν ᾿Ιωαρὶβ ἀπὸ ῾Ιερουσαλὴμ καὶ ἐκάθισεν ἐν Μωδεΐν. |
|
2
|
2
|
| And he had five sons, Joannan, called Caddis: | καὶ αὐτῷ υἱοὶ πέντε, ᾿Ιωάννης ὁ καλούμενος Γαδδίς, |
|
3
|
3
|
| Simon, called Thassi: | Σίμων ὁ καλούμενος Θασσί, |
|
4
|
4
|
| Judas, who was called Maccabeus: | ᾿Ιούδας ὁ καλούμενος Μακκαβαῖος, |
|
5
|
5
|
| Eleazar, called Avaran: and Jonathan, whose surname was Apphus. | ᾿Ελεάζαρ ὁ καλούμενος Αὐαράν, ᾿Ιωνάθαν ὁ καλούμενος ᾿Απφοῦς. |
|
6
|
6
|
| And when he saw the blasphemies that were committed in Juda and Jerusalem, | καὶ εἶδε τὰς βλασφημίας τὰς γινομένας ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ |
|
7
|
7
|
| he said, Woe is me! wherefore was I born to see this misery of my people, and of the holy city, and to dwell there, when it was delivered into the hand of the enemy, and the sanctuary into the hand of strangers? | καὶ εἶπεν· οἴμοι, ἱνατί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν καὶ τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων; |
|
8
|
8
|
| Her temple is become as a man without glory. | ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, |
|
9
|
9
|
| Her glorious vessels are carried away into captivity, her infants are slain in the streets, her young men with the sword of the enemy. | τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις, οἱ νεανίσκοι αὐτῆς ἐν ρομφαίᾳ ἐχθροῦ. |
|
10
|
10
|
| What nation hath not had a part in her kingdom, and gotten of her spoils? | ποῖον ἔθνος οὐκ ἐκληρονόμησε βασιλείαν αὐτῆς καὶ οὐκ ἐκράτησε τῶν σκύλων αὐτῆς; |
|
11
|
11
|
| All her ornaments are taken away; of a free woman she has become a bondslave. | πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην. |
|
12
|
12
|
| And, behold, our sanctuary, even our beauty and our glory, is laid waste, and the Gentiles have profaned it. | καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη. |
|
13
|
13
|
| To what end therefore shall we live any longer? | ἱνατί ἡμῖν ἔτι ζῆν; |
|
14
|
14
|
| Then Mattathias and his sons rent their clothes, and put on sackcloth, and mourned very sore. | καὶ διέρρηξε Ματταθίας καὶ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα. |
|
15
|
15
|
| In the mean while the king's officers, such as compelled the people to revolt, came into the city Modin, to make them sacrifice. | Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεΐν τὴν πόλιν, ἵνα θυσιάσωσι. |
|
16
|
16
|
| And when many of Israel came unto them, Mattathias also and his sons came together. | καὶ πολλοὶ ἀπὸ ᾿Ισραὴλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. |
|
17
|
17
|
| Then answered the king's officers, and said to Mattathias on this wise, Thou art a ruler, and an honourable and great man in this city, and strengthened with sons and brethren: | καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθίᾳ λέγοντες· ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς· |
|
18
|
18
|
| now therefore come thou first, and fulfil the king's commandment, like as all the nations have done, yea, and the men of Juda also, and such as remain at Jerusalem: so shalt thou and thy house be in the number of the king's friends, and thou and thy children shall be honoured with silver and gold, and many rewards. | νῦν οὖν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες ᾿Ιούδα καὶ οἱ καταλειφθέντες ἐν ῾Ιερουσαλήμ, καὶ ἔσῃ σὺ καὶ ὁ οἶκός σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς. |
|
19
|
19
|
| Then Mattathias answered and spake with a loud voice, Though all the nations that are under the king's dominion obey him, and fall away every one from the religion of their fathers, and give consent to his commandments: | καὶ ἀπεκρίθη Ματταθίας καὶ εἶπε φωνῇ μεγάλῃ· εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, |
|
20
|
20
|
| yet will I and my sons and my brethren walk in the covenant of our fathers. | ἀλλ᾿ ἐγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν. |
|
21
|
21
|
| God forbid that we should forsake the law and the ordinances. | ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· |
|
22
|
22
|
| We will not hearken to the king's words, to go from our religion, either on the right hand, or the left. | τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα τοῦ παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. |
|
23
|
23
|
| Now when he had left speaking these words, there came one of the Jews in the sight of all to sacrifice on the altar which was at Modin, according to the king's commandment. | καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ ᾿Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυσιᾶσαι ἐπὶ τοῦ βωμοῦ τοῦ ἐν Μωδεΐν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. |
|
24
|
24
|
| Which thing when Mattathias saw, he was inflamed with zeal, and his reins trembled, neither could he forbear to shew his anger according to judgment: wherefore he ran, and slew him upon the altar. | καὶ εἶδε Ματταθίας καὶ ἐζήλωσε, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκε θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· |
|
25
|
25
|
| Also the king's commissioner, who compelled men to sacrifice, he killed at that time, and the altar he pulled down. | καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλε. |
|
26
|
26
|
| Thus dealt he zealously for the law of God, like as Phinees did unto Zambri the son of Salom. | καὶ ἐζήλωσε τῷ νόμῳ, καθὼς ἐποίησε Φινεὲς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ. |
|
27
|
27
|
| And Mattathias cried throughout the city with a loud voice, saying, Whosoever is zealous of the law, and maintaineth the covenant, let him follow me. | καὶ ἀνέκραξε Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων· πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου. |
|
28
|
28
|
| So he and his sons fled into the mountains, and left all that ever they had in the city. | καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει. |
|
29
|
29
|
| Then many that sought after justice and judgment went down into the wilderness, to dwell there: | Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ, |
|
30
|
30
|
| both they and their children, and their wives, and their cattle; because afflictions increased sore upon them. | αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐπληθύνθη ἐπ᾿ αὐτοὺς τὰ κακά. |
|
31
|
31
|
| Now when it was told the king's servants, and the host that was at Jerusalem, in the city of David, that certain men, who had broken the king's commandment, were gone down into the secret places in the wilderness, | καὶ ἀνηγγέλη τοῖς ἀνδράσι τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἵ ἦσαν ἐν ῾Ιερουσαλὴμ πόλει Δαυίδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διασκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ. |
|
32
|
32
|
| they pursued after them a great number, and having overtaken them, they camped against them, and made war against them on the sabbath day. | καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπ᾿ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων |
|
33
|
33
|
| And they said unto them, Let that which ye have done hitherto suffice; come forth, and do according to the commandment of the king, and ye shall live. | καὶ εἶπον πρὸς αὐτούς· ἕως τοῦ νῦν ἱκανόν· ἐξέλθετε καὶ ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως καὶ ζήσεσθε. |
|
34
|
34
|
| But they said, We will not come forth, neither will we do the king's commandment, to profane the sabbath day. | καὶ εἶπον· οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως τοῦ βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων. |
|
35
|
35
|
| So then they gave them the battle with all speed. | καὶ ἐτάχυναν ἐπ᾿ αὐτοὺς πόλεμον. |
|
36
|
36
|
| Howbeit they answered them not, neither cast they a stone at them, nor stopped the places where they lay hid; | καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρύφους |
|
37
|
37
|
| but said, Let us die all in our innocency: heaven and earth shall testify for us, that ye put us to death wrongfully. | λέγοντες· ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ᾿ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς. |
|
38
|
38
|
| So they rose up against them in battle on the sabbath, and they slew them, with their wives and children, and their cattle, to the number of a thousand people. | καὶ ἀνέστησαν ἐπ᾿ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασι, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων. |
|
39
|
39
|
| Now when Mattathias and his friends understood hereof, they mourned for them right sore. | Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ᾿ αὐτοὺς ἕως σφόδρα. |
|
40
|
40
|
| And one of them said to another, If we all do as our brethren have done, and fight not for our lives and laws against the heathen, they will now quickly root us out of the earth. | καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ· ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ἐξολοθρεύσουσιν ἀπὸ τῆς γῆς. |
|
41
|
41
|
| At that time therefore they decreed, saying, Whosoever shall come to make battle with us on the sabbath day, we will fight against him: neither will we die all, as our brethren that were murdered in the secret places. | καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες· πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις. |
|
42
|
42
|
| Then came there unto him a company of Assideans, who were mighty men of Israel, even all such as were voluntarily devoted unto the law. | τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ ῾Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ ᾿Ισραήλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ· |
|
43
|
43
|
| Also all they that fled for persecution joined themselves unto them, and were a stay unto them. | καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα. |
|
44
|
44
|
| So they joined their forces, and smote sinful men in their anger, and wicked men in their wrath: but the rest fled to the heathen for succour. | καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι. |
|
45
|
45
|
| Then Mattathias and his friends went round about, and pulled down the altars: | καὶ ἐκύκλωσε Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς |
|
46
|
46
|
| and what children soever they found within the coast of Israel uncircumcised, those they circumcised valiantly. | καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις ᾿Ισραήλ, ἐν ἰσχύϊ |
|
47
|
47
|
| They pursued also after the proud men, and the work prospered in their hand. | καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευωδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν. |
|
48
|
48
|
| So they recovered the law out of the hand of the Gentiles, and out of the hand of kings, neither suffered they the sinner to triumph. | καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ. |
|
49
|
49
|
| Now when the time drew near that Mattathias should die, he said unto his sons, Now have pride and rebuke gotten strength, and the time of destruction, and the wrath of indignation: | Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ· νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ. |
|
50
|
50
|
| now therefore, my sons, be ye zealous for the law, and give your lives for the covenant of your fathers. | καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν. |
|
51
|
51
|
| Call to remembrance what acts our fathers did in their time; so shall ye receive great honour and an everlasting name. | μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον. |
|
52
|
52
|
| Was not Abraham found faithful in temptation, and it was imputed unto him for righteousness? | ῾Αβραὰμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην; |
|
53
|
53
|
| Joseph in the time of his distress kept the commandment, and was made lord of Egypt; | ᾿Ιωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου. |
|
54
|
54
|
| Phinees our father in being zealous and fervent obtained the covenant of an everlasting priesthood. | Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας. |
|
55
|
55
|
| Jesus for fulfilling the word was made a judge in Israel. | ᾿Ιησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν ᾿Ισραήλ. |
|
56
|
56
|
| Caleb for bearing witness before the congregation received the heritage of the land. | Χάλεβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβε γῆς κληρονομίαν. |
|
57
|
57
|
| David for being merciful possessed the throne of an everlasting kingdom. | Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος. |
|
58
|
58
|
| Elias for being zealous and fervent for the law was taken up into heaven. | ᾿Ηλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν. |
|
59
|
59
|
| Ananias, Azarias, and Misael, by believing were saved out of the flame. | ᾿Ανανίας, ᾿Αζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός. |
|
60
|
60
|
| Daniel for his innocency was delivered from the mouth of lions. | Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων. |
|
61
|
61
|
| And thus consider ye throughout all ages, that none that put their trust in him shall be overcome. | καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτὸν οὐκ ἀσθενήσουσι. |
|
62
|
62
|
| Fear not then the words of a sinful man: for his glory shall be dung and worms. | καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κοπρίαν καὶ εἰς σκώληκας· |
|
63
|
63
|
| To day he shall be lifted up, and to morrow he shall not be found, because he is returned into his dust, and his thought is come to nothing. | σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο. |
|
64
|
64
|
| Wherefore, ye my sons, be valiant, and shew yourselves men in the behalf of the law; for by it shall ye obtain glory. | καὶ ὑμεῖς τέκνα ἰσχύσατε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε. |
|
65
|
65
|
| And, behold, I know that your brother Simon is a man of counsel, give ear unto him alway: he shall be a father unto you. | καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα. |
|
66
|
66
|
| As for Judas Maccabeus, he hath been mighty and strong, even from his youth up: let him be your captain, and fight the battle of the people. | καὶ ᾿Ιούδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. |
|
67
|
67
|
| Take also unto you all those that observe the law, and avenge ye the wrong of your people. | καὶ ὑμεῖς προσάξατε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν. |
|
68
|
68
|
| Recompense fully the heathen, and take heed to the commandments of the law. | ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσι καὶ προσέχετε εἰς τὰ προστάγματα τοῦ νόμου. |
|
69
|
69
|
| So he blessed them, and was gathered to his fathers. | καὶ εὐλόγησεν αὐτούς, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. |
|
70
|
70
|
| And he died in the hundred forty and sixth year, and his sons buried him in the sepulchres of his fathers at Modin, and all Israel made great lamentation for him. | καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει, καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτῶν ἐν Μωδεΐν, καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| Then his son Judas, called Maccabeus, rose up in his stead. | ΚΑΙ ἀνέστη ᾿Ιούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. |
|
2
|
2
|
| And all his brethren helped him, and so did all they that held with his father, and they fought with cheerfulness the battle of Israel. | καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον ᾿Ισραὴλ μετ᾿ εὐφροσύνης. |
|
3
|
3
|
| So he gat his people great honour, and put on a breastplate as a giant, and girt his warlike harness about him, and he made battles, protecting the host with his sword. | καὶ ἐπλάτυνε δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη αὐτοῦ τὰ πολεμικὰ καὶ συνεστήσατο πολέμους σκεπάζων παρεμβολὴν ἐν ρομφαίᾳ. |
|
4
|
4
|
| In his acts he was like a lion, and like a lion's whelp roaring for his prey. | καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν. |
|
5
|
5
|
| For he pursued the wicked, and sought them out, and burnt up those that vexed his people. | καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶτοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισε. |
|
6
|
6
|
| Wherefore the wicked shrunk for fear of him, and all the workers of iniquity were troubled, because salvation prospered in his hand. | καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς γῆς καὶ συνήγαγεν ἀπολλυμένους. |
|
7
|
7
|
| He grieved also many kings, and made Jacob glad with his acts, and his memorial is blessed for ever. | καὶ ἐπίκρανε βασιλεῖς πολλοὺς καὶ εὔφρανε τὸν ᾿Ιακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν. |
|
8
|
8
|
| Moreover he went through the cities of Juda, destroying the ungodly out of them, and turning away wrath from Israel: | καὶ διῆλθεν ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐξωλόθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ ᾿Ισραὴλ |
|
9
|
|
| so that he was renowned unto the utmost part of the earth, and he received unto him such as were ready to perish. | |
|
10
|
10
|
| Then Apollonius gathered the Gentiles together, and a great host out of Samaria, to fight against Israel. | Καὶ συνήγαγεν ᾿Απολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς ᾿Ισραήλ. |
|
11
|
11
|
| Which thing when Judas perceived, he went forth to meet him, and so he smote him, and slew him: many also fell down slain, but the rest fled. | καὶ ἔγνω ᾿Ιούδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν αὐτόν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον. |
|
12
|
12
|
| Wherefore Judas took their spoils, and Apollonius' sword also, and therewith he fought all his life long. | καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν ᾿Απολλωνίου ἔλαβεν ᾿Ιούδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας. |
|
13
|
13
|
| Now when Seron, a prince of the army of Syria, heard say that Judas had gathered unto him a multitude and company of the faithful to go out with him to war; | καὶ ἤκουσε Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν ᾿Ιούδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ᾿ αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον, |
|
14
|
14
|
| he said, I will get me a name and honour in the kingdom; for I will go fight with Judas and them that are with him, who despise the king's commandment. | καὶ εἶπε· ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν ᾿Ιούδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως. |
|
15
|
15
|
| So he made him ready to go up, and there went with him a mighty host of the ungodly to help him, and to be avenged of the children of Israel. | καὶ προσέθετο τοῦ ἀναβῆναι· καὶ ἀνέβη μετ᾿ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ καὶ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς ᾿Ισραήλ. |
|
16
|
16
|
| And when he came near to the going up of Bethhoron, Judas went forth to meet him with a small company: | καὶ ἤγγισαν ἕως ἀναβάσεως Βαιθωρών, καὶ ἐξῆλθεν ᾿Ιούδας εἰς συνάντησιν αὐτῶν ὀλιγοστός. |
|
17
|
17
|
| who, when they saw the host coming to meet them, said unto Judas, How shall we be able, being so few, to fight against so great a multitude and so strong, seeing we are ready to faint with fasting all this day? | ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτοῖς, εἶπον τῷ ᾿Ιούδᾳ· πῶς δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτον ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. |
|
18
|
18
|
| Unto whom Judas answered, It is no hard matter for many to be shut up in the hands of a few; and with the God of heaven it is all one, to deliver with a great multitude, or a small company; | καὶ εἶπεν ᾿Ιούδας· εὔκοπόν ἐστι συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστι διαφορὰ ἐναντίον τοῦ Θεοῦ τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· |
|
19
|
19
|
| for the victory of battle standeth not in the multitude of an host; but strength cometh from heaven. | ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ᾿ ἢ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς. |
|
20
|
20
|
| They come against us in much pride and iniquity to destroy us, and our wives and children, and to spoil us: | αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς, |
|
21
|
21
|
| but we fight for our lives and our laws. | ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν. |
|
22
|
22
|
| Wherefore the Lord himself will overthrow them before our face: and as for you, be ye not afraid of them. | καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δὲ μὴ φοβηθῆτε ἀπ᾿ αὐτῶν. |
|
23
|
23
|
| Now as soon as he had left off speaking, he leaped suddenly upon them, and so Seron and his host were overthrown before him. | ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. |
|
24
|
24
|
| And they pursued them from the going down of Bethhoron unto the plain, where were slain about eight hundred men of them; and the residue fled into the land of the Philistines. | καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ᾿ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιείμ. |
|
25
|
25
|
| Then began the fear of Judas and his brethren, and exceeding great dread, to fall upon the nations round about them: | καὶ ἤρξατο ὁ φόβος ᾿Ιούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόησις ἐπιπίπτειν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν. |
|
26
|
26
|
| insomuch as his fame came unto the king, and all nations talked of the battles of Judas. | καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων ᾿Ιούδα ἐξηγεῖτο πᾶν ἔθνος. |
|
27
|
27
|
| Now when king Antiochus heard these things, he was full of indignation: wherefore he sent and gathered together all the forces of his realm, even a very strong army. | ῾Ως δὲ ἤκουσεν ᾿Αντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ καὶ ἀπέστειλε καὶ συνήγαγε τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα. |
|
28
|
28
|
| He opened also his treasure, and gave his soldiers pay for a year, commanding them to be ready whensoever he should need them. | καὶ ἤνοιξε τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο εἶναι αὐτοὺς ἑτοίμους εἰς πᾶσαν χρείαν. |
|
29
|
29
|
| Nevertheless, when he saw that the money of his treasures failed, and that the tributes in the country were small, because of the dissension and plague, which he had brought upon the land in taking away the laws which had been of old time; | καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι, χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀφ᾿ ἡμερῶν τῶν πρώτων. |
|
30
|
30
|
| he feared that he should not be able to bear the charges any longer, nor to have such gifts to give so liberally as he did before: for he had abounded above the kings that were before him. | καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἃ ἐδίδου ἔμπροσθεν δαψιλεῖ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν, |
|
31
|
31
|
| Wherefore, being greatly perplexed in his mind, he determined to go into Persia, there to take the tributes of the countries, and to gather much money. | καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ. |
|
32
|
32
|
| So he left Lysias, a nobleman, and one of the blood royal, to oversee the affairs of the king from the river Euphrates unto the borders of Egypt: | καὶ κατέλιπε Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου |
|
33
|
33
|
| and to bring up his son Antiochus, until he came again. | καὶ τρέφει ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν. |
|
34
|
34
|
| Moreover he delivered unto him the half of his forces, and the elephants, and gave him charge of all things that he would have done, as also concerning them that dwelt in Juda and Jerusalem; | καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὦν ἐβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν ᾿Ιουδαίαν καὶ ῾Ιερουσαλὴμ |
|
35
|
35
|
| to wit, that he should send an army against them, to destroy and root out the strength of Israel, and the remnant of Jerusalem, and to take away their memorial from that place; | ἀποστεῖλαι ἐπ᾿ αὐτοὺς δύναμιν τοῦ ἐκτρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν ᾿Ισραὴλ καὶ τὸ κατάλειμμα ῾Ιερουσαλὴμ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου |
|
36
|
36
|
| and that he should place strangers in all their quarters, and divide their land by lot. | καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. |
|
37
|
37
|
| So the king took the half of the forces that remained, and departed from Antioch, his royal city, the hundred forty and seventh year; and he passed the river Euphrates, and went through the high countries. | καὶ ὁ βασιλεὺς παρέλαβε τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῇρεν ἀπὸ ᾿Αντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ, καὶ διεπέρασε τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας. |
|
38
|
38
|
| Then Lysias chose Ptolemee the son of Dorymenes, and Nicanor, and Gorgias, mighty men of the king's friends: | Καὶ ἐπέλεξε Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως, |
|
39
|
39
|
| and with them he sent forty thousand footmen, and seven thousand horsemen, to go into the land of Juda, and to destroy it, as the king commanded. | καὶ ἀπέστειλε μετ᾿ αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον τοῦ ἐξελθεῖν εἰς γῆν ᾿Ιούδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως. |
|
40
|
40
|
| So they went forth with all their power, and came and pitched by Emmaus in the plain country. | καὶ ἀπῇραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον καὶ παρενέβαλον πλησίον ᾿Εμμανοὺμ ἐν τῇ γῇ τῇ πεδινῇ. |
|
41
|
41
|
| And the merchants of the country, hearing the fame of them, took silver and gold very much, with servants, and came into the camp to buy the children of Israel for slaves: a power also of Syria and of the land of the Philistines joined themselves unto them. | καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς παῖδας. καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων. |
|
42
|
42
|
| Now when Judas and his brethren saw that miseries were multiplied, and that the forces did encamp themselves in their borders; for they knew how the king had given commandment to destroy the people, and utterly abolish them; | καὶ εἶδεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν. |
|
43
|
43
|
| they said one to another, Let us restore the decayed estate of our people, and let us fight for our people and the sanctuary. | καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων. |
|
44
|
44
|
| Then the congregation gathered together, that they might be ready for battle, and that they might pray, and ask mercy and compassion. | καὶ συνηθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτιρμούς. |
|
45
|
45
|
| Now Jerusalem was laid void as a wilderness, there was none of her children that went in or out: the sanctuary also was trodden down, and aliens kept the strong hold; the heathen had their habitation in that place; and joy was taken from Jacob, and the pipe with the harp ceased. | καὶ ῾Ιερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος· οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς, καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσι· καὶ ἐξῄρθη τέρψις ἐξ ᾿Ιακώβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα. |
|
46
|
46
|
| Wherefore the Israelites assembled themselves together, and came to Maspha, over against Jerusalem; for in Maspha was the place where they prayed aforetime in Israel. | καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι ῾Ιερουσαλήμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ ᾿Ισραήλ. |
|
47
|
47
|
| Then they fasted that day, and put on sackcloth, and cast ashes upon their heads, and rent their clothes, | καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. |
|
48
|
48
|
| and laid open the book of the law, wherein the heathen had sought to paint the likeness of their images. | καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν. |
|
49
|
49
|
| They brought also the priest's garments, and the firstfruits, and the tithes: and the Nazarites they stirred up, who had accomplished their days. | καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας, |
|
50
|
50
|
| Then cried they with a loud voice toward heaven, saying, What shall we do with these, and whither shall we carry them away? | καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες· τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν; |
|
51
|
|
| For thy sanctuary is trodden down and profaned, and thy priests are in heaviness, and brought low. | |
|
52
|
52
|
| And, lo, the heathen are assembled together against us to destroy us: what things they imagine against us, thou knowest. | καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφ᾿ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφ᾿ ἡμᾶς. |
|
53
|
53
|
| How shall we be able to stand against them, except thou, O God, be our help? | πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν; |
|
54
|
54
|
| Then sounded they with trumpets, and cried with a loud voice. | καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν φωνῇ μεγάλῃ. |
|
55
|
55
|
| And after this Judas ordained captains over the people, even captains over thousands, and over hundreds, and over fifties, and over tens. | καὶ μετὰ τοῦτο κατέστησεν ᾿Ιούδας ἡγούμενος τοῦ λαοῦ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους. |
|
56
|
56
|
| But as for such as were building houses, or had betrothed wives, or were planting vineyards, or were fearful, those he commanded that they should return, every man to his own house, according to the law. | καὶ εἶπον τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον. |
|
57
|
57
|
| So the camp removed, and pitched upon the south side of Emmaus. | καὶ ἀπῇρεν ἡ παρεμβολή, καὶ παρενέβαλε κατὰ νότον ᾿Αμμαούς. |
|
58
|
58
|
| And Judas said, Arm yourselves, and be valiant men, and see that ye be in readiness against the morning, that ye may fight with these nations, that are assembled together against us to destroy us and our sanctuary: | καὶ εἶπεν ᾿Ιούδας· περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς τὸ πρωΐ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσι τούτοις τοῖς ἐπισυνηγμένοις ἐφ᾿ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν· |
|
59
|
59
|
| for it is better for us to die in battle, than to behold the calamities of our people and our sanctuary. | ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων. |
|
60
|
60
|
| Nevertheless, as the will of God is in heaven, so let him do. | ὡς δ᾿ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτω ποιήσει. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| Then took Gorgias five thousand footmen, and a thousand of the best horsemen, and removed out of the camp by night; | ΚΑΙ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτός, |
|
2
|
2
|
| to the end he might rush in upon the camp of the Jews, and smite them suddenly. And the men of the fortress were his guides. | ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν ᾿Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. |
|
3
|
3
|
| Now when Judas heard thereof, he himself removed, and the valiant men with him, that he might smite the king's army which was at Emmaus, | καὶ ἤκουσεν ᾿Ιούδας καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν ᾿Αμμαούς, |
|
4
|
4
|
| while as yet the forces were dispersed from the camp. | ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς. |
|
5
|
5
|
| In the mean season came Gorgias by night into the camp of Judas: and when he found no man there, he sought them in the mountains: for he said, These fellows flee from us. | καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν ᾿Ιούδα νυκτὸς καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε· φεύγουσιν οὗτοι ἀφ᾿ ἡμῶν. |
|
6
|
6
|
| But as soon as it was day, Judas shewed himself in the plain with three thousand men, who nevertheless had neither armour nor swords to their minds. | καὶ ἅμα τῇ ἡμέρᾳ ὤφθη ᾿Ιούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο. |
|
7
|
7
|
| And they saw the camp of the heathen, that it was strong and well harnessed, and compassed round about with horsemen; and these were expert of war. | καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. |
|
8
|
8
|
| Then said Judas to the men that were with him, Fear ye not their multitude, neither be ye afraid of their assault. | καὶ εἶπεν ᾿Ιούδας τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ· μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε· |
|
9
|
9
|
| Remember how our fathers were delivered in the Red sea, when Pharaoh pursued them with an army. | μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτι ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει. |
|
10
|
10
|
| Now therefore let us cry unto heaven, if peradventure the Lord will have mercy upon us, and remember the covenant of our fathers, and destroy this host before our face this day: | καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανόν, εἴ πως ἐλεήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον, |
|
11
|
11
|
| that so all the heathen may know that there is one who delivereth and saveth Israel. | καὶ γνώσεται πάντα τὰ ἔθνη ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σῴζων τὸν ᾿Ισραήλ. |
|
12
|
12
|
| Then the strangers lifted up their eyes, and saw them coming over against them. | καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξεναντίας |
|
13
|
13
|
| Wherefore they went out of the camp to battle; but they that were with Judas sounded their trumpets. | καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ ᾿Ιούδα |
|
14
|
14
|
| So they joined battle, and the heathen being discomfited, fled into the plain. | καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον, |
|
15
|
15
|
| Howbeit all the hindmost of them were slain with the sword: for they pursued them unto Gazera, and unto the plains of Idumea, and Azotus, and Jamnia, so that there were slain of them as many as three thousand men. | οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ρομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς ᾿Ιδουμαίας καὶ ᾿Αζώτου καὶ ᾿Ιαμνείας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. |
|
16
|
16
|
| This done, Judas returned again with his host from pursuing them, | καὶ ἐπέστρεψεν ᾿Ιούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν |
|
17
|
17
|
| and said to the people, Be not greedy of the spoils, inasmuch as there is a battle before us, | καὶ εἶπε πρὸς τὸν λαόν· μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν, |
|
18
|
18
|
| and Gorgias and his host are here by us in the mountain: but stand ye now against our enemies, and overcome them, and after this ye may boldly take the spoils. | καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας. |
|
19
|
19
|
| As Judas was yet speaking these words, there appeared a part of them looking out of the mountain: | ἔτι λαλοῦντος ᾿Ιούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους· |
|
20
|
20
|
| who when they perceived that the Jews had put their host to flight, and were burning the tents; for the smoke that was seen declared what was done: | καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός. |
|
21
|
21
|
| when therefore they perceived these things, they were sore afraid, and seeing also the host of Judas in the plain ready to fight, | οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν ᾿Ιούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν, |
|
22
|
22
|
| they fled every one into the land of strangers. | ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. |
|
23
|
23
|
| Then Judas returned to spoil the tents, where they got much gold, and silver, and blue silk, and purple of the sea, and great riches. | καὶ ἀνέστρεψεν ᾿Ιούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν. |
|
24
|
24
|
| After this they went home, and sung a song of thanksgiving, and praised the Lord in heaven: because it is good, because his mercy endureth for ever. | καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
|
25
|
25
|
| Thus Israel had a great deliverance that day. | καὶ ἐγένετο σωτηρία μεγάλη τῷ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
|
26
|
26
|
| Now all the strangers that had escaped came and told Lysias what had happened: | ῞Οσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. |
|
27
|
27
|
| who, when he heard thereof, was confounded and discouraged, because neither such things as he would were done unto Israel, nor such things as the king commanded him were come to pass. | ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ ᾿Ισραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεύς, τοιαῦτα ἐξέβη. |
|
28
|
28
|
| In the following year therefore, Lysias gathered together threescore thousand choice men of foot, and five thousand horsemen, that he might subdue them. | καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχισεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς. |
|
29
|
29
|
| So they came into Idumea, and pitched their tents at Bethsura, and Judas met them with ten thousand men. | καὶ ἦλθον εἰς τὴν ᾿Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς ᾿Ιούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. |
|
30
|
30
|
| And when he saw that mighty army, he prayed and said, Blessed art thou, O Saviour of Israel, who didst quell the violence of the mighty man by the hand of thy servant David, and gavest the host of strangers into the hands of Jonathan the son of Saul, and his armour-bearer; | καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν· εὐλογητὸς εἶ ὁ σωτὴρ τοῦ ᾿Ισραὴλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας ᾿Ιωνάθαν υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ· |
|
31
|
31
|
| shut up this army in the hand of thy people Israel, and let them be confounded in their power and horsemen: | οὕτω σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου ᾿Ισραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν· |
|
32
|
32
|
| make them to be of no courage, and cause the boldness of their strength to fall away, and let them quake at their destruction: | δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν· |
|
33
|
33
|
| cast them down with the sword of them that love thee, and let all those that know thy name praise thee with thanksgiving. | κατάβαλε αὐτοὺς ρομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. |
|
34
|
34
|
| So they joined battle; and there were slain of the host of Lysias about five thousand men, even before them were they slain. | καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. |
|
35
|
35
|
| Now when Lysias saw his army put to flight, and the manliness of Judas' soldiers, and how they were ready either to live or die valiantly, he went into Antiochia, and gathered together a company of strangers, and having made his army greater than it was, he purposed to come again into Judea. | ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ ᾿Ιούδα τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς ᾿Αντιόχειαν καὶ ἐξενολόγει, καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν ᾿Ιουδαίαν. |
|
36
|
36
|
| Then said Judas and his brethren, Behold, our enemies are discomfited: let us go up to cleanse and dedicate the sanctuary. | Εἶπε δὲ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ· ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι. |
|
37
|
37
|
| Upon this all the host assembled themselves together, and went up into mount Sion. | καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιών. |
|
38
|
38
|
| And when they saw the sanctuary desolate, and the altar profaned, and the gates burned up, and shrubs growing in the courts as in a forest, or in one of the mountains, yea, and the priests' chambers pulled down; | καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς πύλας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα. |
|
39
|
39
|
| they rent their clothes, and made great lamentation, and cast ashes upon their heads, | καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν |
|
40
|
40
|
| and fell down flat to the ground upon their faces, and blew an alarm with the trumpets, and cried toward heaven. | καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. |
|
41
|
41
|
| Then Judas appointed certain men to fight against those that were in the fortress, until he had cleansed the sanctuary. | τότε ἐπέταξεν ᾿Ιούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια. |
|
42
|
42
|
| So he chose priests of blameless conversation, such as had pleasure in the law: | καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου, |
|
43
|
43
|
| who cleansed the sanctuary, and bare out the defiled stones into an unclean place. | καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον. |
|
44
|
44
|
| And when as they consulted what to do with the altar of burnt offerings, which was profaned; | καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι· |
|
45
|
45
|
| they thought it best to pull it down, lest it should be a reproach to them, because the heathen had defiled it: wherefore they pulled it down, | καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον. |
|
46
|
46
|
| and laid up the stones in the mountain of the temple in a convenient place, until there should come a prophet to shew what should be done with them. | καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. |
|
47
|
47
|
| Then they took whole stones according to the law, and built a new altar according to the former; | καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. |
|
48
|
48
|
| and made up the sanctuary, and the things that were within the temple, and hallowed the courts. | καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν. |
|
49
|
49
|
| They made also new holy vessels, and into the temple they brought the candlestick, and the altar of incense, and the table. | καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. |
|
50
|
50
|
| And upon the altar they burned incense, and the lamps that were upon the candlestick they lighted, that they might give light in the temple. | καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῶ ναῷ. |
|
51
|
51
|
| Furthermore they set the loaves upon the table, and spread out the veils, and finished all the works which they had begun to make. | καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν. |
|
52
|
52
|
| Now on the five and twentieth day of the ninth month, which is called the month Casleu, in the hundred forty and eighth year, they rose up betimes in the morning, | καὶ ὤρθρισαν τὸ πρωΐ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου (οὗτος ὁ μὴν Χασελεῦ) τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους |
|
53
|
53
|
| and offered sacrifice according to the law upon the new altar of burnt offerings, which they had made. | καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν. |
|
54
|
54
|
| At what time and day the heathen had profaned it, even in that was it dedicated with songs, and citherns, and harps, and cymbals. | κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις. |
|
55
|
55
|
| Then all the people fell upon their faces, worshipping and praising the God of heaven, who had given them good success. | καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς. |
|
56
|
56
|
| And so they kept the dedication of the altar eight days, and offered burnt offerings with gladness, and sacrificed the sacrifice of deliverance and praise. | καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾿ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως. |
|
57
|
57
|
| They decked also the forefront of the temple with crowns of gold and with shields; and the gates and the chambers they renewed, and hanged doors upon them. | καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά. |
|
58
|
58
|
| Thus was there very great gladness among the people, for that the reproach of the heathen was put away. | καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν. |
|
59
|
59
|
| Moreover Judas and his brethren with the whole congregation of Israel ordained, that the days of the dedication of the altar should be kept in their season from year to year by the space of eight days, from the five and twentieth day of the month Casleu, with mirth and gladness. | καὶ ἔστησεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραήλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾿ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετ᾿ εὐφροσύνης καὶ χαρᾶς. |
|
60
|
60
|
| At that time also they builded up the mount Sion with high walls and strong towers round about, lest the Gentiles should come and tread it down, as they had done before. | καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον. |
|
61
|
61
|
| And they set there a garrison to keep it, and fortified Bethsura to preserve it; that the people might have a defence against Idumea. | καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς ᾿Ιδουμαίας. |
|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
| Now when the nations round about heard that the altar was built, and the sanctuary renewed as before, it displeased them very much. | ΚΑΙ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα |
|
2
|
2
|
| Wherefore they thought to destroy the generation of Jacob that was among them, and thereupon they began to slay and destroy the people. | καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος ᾿Ιακώβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. |
|
3
|
3
|
| Then Judas fought against the children of Esau in Idumea at Acrabattine, because they besieged Israel: and he gave them a great overthrow, and abated their courage, and took their spoils. | καὶ ἐπολέμει ᾿Ιούδας πρὸς τοὺς υἱοὺς ῾Ησαῦ ἐν τῇ ᾿Ιδουμαίᾳ, τὴν ᾿Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. |
|
4
|
4
|
| Also he remembered the injury of the children of Bæan, who had been a snare and an offence unto the people, in that they lay in wait for them in the ways. | καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς· |
|
5
|
5
|
| He shut them up therefore in the towers, and encamped against them, and destroyed them utterly, and burned the towers of that place with fire, and all that were therein. | καὶ συνεκλείσθησαν ὑπ᾿ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπ᾿ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι. |
|
6
|
6
|
| Afterward he passed over to the children of Ammon, where he found a mighty power, and much people, with Timotheus their captain. | καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν· |
|
7
|
7
|
| So he fought many battles with them, till at length they were discomfited before him; and he smote them. | καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. |
|
8
|
8
|
| And when he had taken Jazer, with the towns belonging thereto, he returned into Judea. | καὶ προκατελάβετο τὴν ᾿Ιαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν ᾿Ιουδαίαν. |
|
9
|
9
|
| Then the heathen that were at Galaad assembled themselves together against the Israelites that were in their quarters, to destroy them: but they fled to the fortress of Dathema, | Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαδαὰδ ἐπὶ τὸν ᾿Ισραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα. |
|
10
|
10
|
| and sent letters unto Judas and his brethren, saying, The heathen that are round about us are assembled together against us to destroy us: | καὶ ἀπέστειλαν γράμματα πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες· ἐπισυνηγμένα ἐστὶν ἐφ᾿ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς |
|
11
|
11
|
| and they are preparing to come and take the fortress where unto we are fled, Timotheus being captain of their host. | καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν· |
|
12
|
12
|
| Come now therefore, and deliver us from their hands, for many of us are slain: | νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος, |
|
13
|
13
|
| yea, all our brethren that were in the places of Tobie are put to death: their wives and their children also they have carried away captives, and borne away their stuff; and they have destroyed there about a thousand men. | καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν. |
|
14
|
14
|
| While these letters were yet being read, behold, there came other messengers from Galilee with their clothes rent, who reported on this wise, | ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ρήματα ταῦτα λέγοντες |
|
15
|
15
|
| saying that they of Ptolemais, and of Tyrus, and Sidon, and all Galilee of the Gentiles, were assembled together against them to consume us. | ἐπισυνῆχθαι ἐπ᾿ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς. |
|
16
|
16
|
| Now when Judas and the people heard these words, there assembled a great congregation together, to consult what they should do for their brethren, that were in trouble, and assaulted of them. | ὡς δὲ ἤκουσεν ᾿Ιούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν, τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾿ αὐτῶν. |
|
17
|
17
|
| Then said Judas unto Simon his brother, Choose thee out men, and go and deliver thy brethren that are in Galilee, for I and Jonathan my brother will go into the country of Galaad. | καὶ εἶπεν ᾿Ιούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ρῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ ᾿Ιωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν. |
|
18
|
18
|
| So he left Joseph the son of Zacharias, and Azarias, captains of the people, with the remnant of the host in Judea to keep it. | καὶ κατέλιπεν ᾿Ιώσηφον τὸν τοῦ Ζαχαρίου καὶ ᾿Αζαρίαν ἡγουμένους τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ ᾿Ιουδαίᾳ εἰς τήρησιν |
|
19
|
19
|
| Unto whom he gave commandment, saying, Take ye the charge of this people, and see that ye make not war against the heathen until the time that we come again. | καὶ ἐνετείλατο αὐτοῖς λέγων· πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. |
|
20
|
20
|
| Now unto Simon were given three thousand men to go into Galilee, and unto Judas eight thousand men for the country of Galaad. | καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, ᾿Ιούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. |
|
21
|
21
|
| Then went Simon into Galilee, where he fought many battles with the heathen, so that the heathen were discomfited by him. | καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, |
|
22
|
22
|
| And he pursued them unto the gate of Ptolemais; and there were slain of the heathen about three thousand men, whose spoils he took. | καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. |
|
23
|
23
|
| And those that were in Galilee, and in Arbattis, with their wives and their children, and all that they had, took he away with him, and brought them into Judea with great joy. | καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν ᾿Αρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν ᾿Ιουδαίαν μετ᾿ εὐφροσύνης μεγάλης. |
|
24
|
24
|
| Judas Maccabeus also and his brother Jonathan went over Jordan, and travelled three days' journey in the wilderness, | καὶ ᾿Ιούδας ὁ Μακκαβαῖος καὶ ᾿Ιωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν ᾿Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. |
|
25
|
25
|
| where they met with the Nabathites, who came unto them in a peaceable manner, and told them every thing that had happened to their brethren in the land of Galaad: | καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι. |
|
26
|
26
|
| and how that many of them were shut up in Bosora, and Bosor, and Alema, Casphor, Maked, and Carnaim; all these cities are strong and great: | καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσορρα καὶ Βοσόρ, ἐν ᾿Αλέμοις, Χασφώρ, Μακὲδ καὶ Καρναΐν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι· |
|
27
|
27
|
| and that they were shut up in the rest of the cities of the country of Galaad, and that against to morrow they had appointed to bring their host against the forts, and to take them, and to destroy them all in one day. | καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ. |
|
28
|
28
|
| Hereupon Judas and his host turned suddenly by the way of the wilderness unto Bosora; and when he had won the city, he slew all the males with the edge of the sword, and took all their spoils, and burned the city with fire. | καὶ ἀπέστρεψεν ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί. |
|
29
|
29
|
| From whence he removed by night, and went till he came to the fortress. | καὶ ἀπῇρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα· |
|
30
|
30
|
| And betimes in the morning they looked up, and, behold, there was an innumerable people bearing ladders and other engines of war, to take the fortress: for they assaulted them. | καὶ ἐγένετο ἑωθινῇ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς. |
|
31
|
31
|
| When Judas therefore saw that the battle was begun, and that the cry of the city went up to heaven, with trumpets, and a great sound, | καὶ εἶδεν ᾿Ιούδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ, |
|
32
|
32
|
| he said unto his host, Fight this day for your brethren. | καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως· πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν. |
|
33
|
33
|
| So he went forth behind them in three companies, who sounded their trumpets, and cried with prayer. | καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν ἐν προσευχῇ. |
|
34
|
34
|
| Then the host of Timotheus, knowing that it was Maccabeus, fled from him: wherefore he smote them with a great slaughter; so that there were killed of them that day about eight thousand men. | καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. |
|
35
|
35
|
| This done, Judas turned aside to Maspha; and after he had assaulted it, he took it, and slew all the males therein, and received the spoils thereof, and burnt it with fire. | καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί. |
|
36
|
36
|
| From thence went he, and took Casphon, Maged, Bosor, and the other cities of the country of Galaad. | ἐκεῖθεν ἀπῇρε καὶ προκατελάβετο τὴν Χασφών, Μακέδ, Βοσὸρ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. |
|
37
|
37
|
| After these things gathered Timotheus another host, and encamped against Raphon beyond the brook. | μετὰ δὲ τὰ ρήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλε κατὰ πρόσωπον Ραφὼν ἐκ πέραν τοῦ χειμάρρου. |
|
38
|
38
|
| So Judas sent men to espy the host, who brought him word, saying, All the heathen that be round about us are assembled unto them, even a very great host. | καὶ ἀπέστειλεν ᾿Ιούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα· |
|
39
|
39
|
| He hath also hired the Arabians to help them, and they have pitched their tents beyond the brook, ready to come and fight against thee. Upon this Judas went to meet them. | καὶ ῎Αραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρενέβαλον πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη ᾿Ιούδας εἰς συνάντησιν αὐτῶν. |
|
40
|
40
|
| Then Timotheus said unto the captains of his host, When Judas and his host come near the brook, if he pass over first unto us, we shall not be able to withstand him; for he will mightily prevail against us: | καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν ᾿Ιούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος· ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς· |
|
41
|
41
|
| but if he be afraid, and camp beyond the river, we shall go over unto him, and prevail against him. | ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν. |
|
42
|
42
|
| Now when Judas came near the brook, he caused the scribes of the people to remain by the brook: unto whom he gave commandment, saying, Suffer no man to remain in the camp, but let all come to the battle. | ὡς δὲ ἤγγισεν ᾿Ιούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων· μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλ᾿ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον. |
|
43
|
43
|
| So he went first over unto them, and all the people after him: then all the heathen, being discomfited before him, cast away their weapons, and fled unto the temple that was at Carnaim. | καὶ διεπέρασεν ἐπ᾿ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν. |
|
44
|
44
|
| But they took the city, and burned the temple with all that were therein. Thus was Carnaim subdued, neither could they stand any longer before Judas. | καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναΐν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον ᾿Ιούδα. |
|
45
|
45
|
| Then Judas gathered together all the Israelites that were in the country of Galaad, from the least unto the greatest, even their wives, and their children, and their stuff, a very great host, to the end they might come into the land of Judea. | καὶ συνήγαγεν ᾿Ιούδας πάντα ᾿Ισραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν ᾿Ιούδα. |
|
46
|
46
|
| Now when they came unto Ephron (this was a great city in the way as they should go, very well fortified) they could not turn from it, either on the right hand or the left, but must needs pass through the midst of it. | καὶ ἦλθον ἕως ᾿Εφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι· |
|
47
|
47
|
| Then they of the city shut them out, and stopped up the gates with stones. | καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις. |
|
48
|
48
|
| Whereupon Judas sent unto them in peaceable manner, saying, Let us pass through your land to go into our own country, and none shall do you any hurt; we will only pass through on foot: howbeit they would not open unto him. | καὶ ἀπέστειλε πρὸς αὐτοὺς ᾿Ιούδας λόγοις εἰρηνικοῖς λέγων· διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. |
|
49
|
49
|
| Wherefore Judas commanded a proclamation to be made throughout the host, that every man should pitch his tent in the place where he was. | καὶ ἐπέταξεν ᾿Ιούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ· |
|
50
|
50
|
| So the soldiers pitched, and assaulted the city all that day and all that night, till at the length the city was delivered into his hands: | καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ. |
|
51
|
51
|
| who then slew all the males with the edge of the sword, and rased the city, and took the spoils thereof, and passed through the city over them that were slain. | καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. |
|
52
|
52
|
| After this went they over Jordan into the great plain before Bethsan. | καὶ διέβησαν τὸν ᾿Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν. |
|
53
|
53
|
| And Judas gathered together those that came behind, and exhorted the people all the way through, till they came into the land of Judea. | καὶ ἦν ᾿Ιούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως οὗ ἦλθον εἰς γῆν ᾿Ιούδα. |
|
54
|
54
|
| So they went up to mount Sion with joy and gladness, where they offered burnt offerings, because not one of them was slain until they had returned in peace. | καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ. |
|
55
|
55
|
| Now what time as Judas and Jonathan were in the land of Galaad, and Simon his brother in Galilee before Ptolemais, | Καὶ ἐν ταῖς ἡμέραις, αἷς ἦν ᾿Ιούδας καὶ ᾿Ιωνάθαν ἐν τῇ Γαλαὰδ καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος, |
|
56
|
56
|
| Joseph the son of Zacharias, and Azarias, captains of the garrisons, heard of the valiant acts and warlike deeds which they had done. | ἤκουσεν ᾿Ιωσὴφ ὁ τοῦ Ζαχαρίου καὶ ᾿Αζαρίας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, |
|
57
|
57
|
| Wherefore they said, Let us also get us a name, and go fight against the heathen that are round about us. | καὶ εἶπε· ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. |
|
58
|
58
|
| So when they had given charge unto the garrison that was with them, they went toward Jamnia. | καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾿ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ ᾿Ιάμνειαν. |
|
59
|
59
|
| Then came Gorgias and his men out of the city to fight against them. | καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. |
|
60
|
60
|
| And so it was, that Joseph and Azarias were put to flight, and pursued unto the borders of Judea: and there were slain that day of the people of Israel about two thousand men. | καὶ ἐτροπώθη ᾿Ιώσηφος καὶ ᾿Αζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς ᾿Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ ᾿Ισραὴλ εἰς δισχιλίους ἄνδρας. |
|
61
|
61
|
| Thus was there a great overthrow among the children of Israel, because they were not obedient unto Judas and his brethren, but thought to do some valiant act. | καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσαν ᾿Ιούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι· |
|
62
|
62
|
| Moreover these men came not of the seed of those, by whose hand deliverance was given unto Israel. | αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία ᾿Ισραὴλ διὰ χειρὸς αὐτῶν. |
|
63
|
63
|
| Howbeit the man Judas and his brethren were greatly renowned in the sight of all Israel, and of all the heathen, wheresoever their name was heard of: | καὶ ὁ ἀνὴρ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς ᾿Ισραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν· |
|
64
|
64
|
| insomuch as the people assembled unto them with joyful acclamations. | καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες. |
|
65
|
65
|
| Afterward went Judas forth with his brethren, and fought against the children of Esau in the land toward the south, where he smote Hebron, and the towns thereof, and pulled down the fortress of it, and burned the towers thereof round about. | καὶ ἐξῆλθεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς ῾Ησαῦ ἐν τῇ γῇ πρὸς νότον καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν. |
|
66
|
66
|
| From thence he removed to go into the land of the Philistines, and passed through Samaria. | καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων. καὶ διεπορεύετο τὴν Σαμάρειαν. |
|
67
|
67
|
| At that time certain priests, desirous to shew their valour, were slain in battle, for that they went out to fight unadvisedly. | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως. |
|
68
|
68
|
| So Judas turned to Azotus in the land of the Philistines, and when he had pulled down their altars, and burned their carved images with fire, and spoiled their cities, he returned into the land of Judea. | καὶ ἐξέκλινεν ᾿Ιούδας εἰς ῎Αζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς τὴν γῆν ᾿Ιούδα. |
|
Chapter 6
|
Κεφάλαιο 6
|
|
1
|
1
|
| About that time king Antiochus travelling through the high countries heard say, that Elymais in the country of Persia was a city greatly renowned for riches, silver, and gold; | ΚΑΙ ὁ βασιλεὺς ᾿Αντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ᾿Ελυμαΐς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ τε καὶ χρυσίῳ· |
|
2
|
2
|
| and that there was in it a very rich temple, wherein were coverings of gold, and breastplates, and shields, which Alexander, son of Philip, the Macedonian king, who reigned first among the Grecians, had left there: | καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα, ἃ κατέλιπεν ἐκεῖ ᾿Αλέξανδρος ὁ Φιλίππου βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς ῞Ελλησι. |
|
3
|
3
|
| wherefore he came and sought to take the city, and to spoil it; but he was not able, because they of the city, having had warning thereof, | καὶ ἦλθε καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως, |
|
4
|
4
|
| rose up against him in battle: so he fled, and departed thence with great heaviness, and returned to Babylon. | καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγε καὶ ἀπῇρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα. |
|
5
|
5
|
| Moreover there came one who brought him tidings into Persia, that the armies, which went against the land of Judea, were put to flight: | καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν ᾿Ιούδα, |
|
6
|
6
|
| and that Lysias, who went forth first with a great power, was driven away of the Jews; and that they were made strong by the armour, and power, and store of spoils, which they had gotten of the armies, whom they had destroyed: | καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς, οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν, ὧν ἐξέκοψαν, |
|
7
|
7
|
| also that they had pulled down the abomination, which he had set up upon the altar in Jerusalem, and that they had compassed about the sanctuary with high walls, as before, and his city Bethsura. | καὶ κα θεῖλον τὸ βδέλυγμα, ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν ῾Ιερουσαλήμ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιθσούραν πόλιν αὐτοῦ. |
|
8
|
8
|
| Now when the king heard these words, he was astonished and sore moved: whereupon he laid him down upon his bed, and fell sick for grief, because it had not befallen him as he looked for. | καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο. |
|
9
|
9
|
| And there he continued many days: for his grief was ever more and more, and he made account that he should die. | καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπ᾿ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει. |
|
10
|
10
|
| Wherefore he called for all his friends, and said unto them, The sleep is gone from mine eyes, and my heart faileth for very care. | καὶ ἐκάλεσε πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης, |
|
11
|
11
|
| And I thought with myself, Into what tribulation am I come, and how great a flood of misery is it wherein now I am! for I was bountiful and beloved in my power. | καὶ εἶπα τῇ καρδίᾳ μου· ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου, |
|
12
|
12
|
| But now I remember the evils that I did at Jerusalem, and that I took all the vessels of gold and silver that were therein, and sent to destroy the inhabitants of Judea without a cause. | νῦν δὲ μιμνήσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν ῾Ιερουσαλὴμ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας ᾿Ιούδα διακενῆς. |
|
13
|
13
|
| I perceive therefore that for this cause these troubles are come upon me, and, behold, I perish through great grief in a strange land. | ἔγνων οὖν ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ. |
|
14
|
14
|
| Then called he for Philip, one of his friends, whom he made ruler over all his realm. | καὶ ἐκάλεσε Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ· |
|
15
|
15
|
| And gave him the crown, and his robe, and his signet, to the end he should bring up his son Antiochus, and nourish him up for the kingdom. | καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. |
|
16
|
16
|
| So king Antiochus died there in the hundred forty and ninth year. | καὶ ἀπέθανεν ἐκεῖ ᾿Αντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ. |
|
17
|
17
|
| Now when Lysias knew that the king was dead, he set up Antiochus his son, whom he had brought up being young, to reign in his stead, and his name he called Eupator. | καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησε βασιλεύειν ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ, ὃν ἐξέθρεψε νεώτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Εὐπάτορα. |
|
18
|
18
|
| About this time they that were in the tower shut up the Israelites round about the sanctuary, and sought always their hurt, and the strengthening of the heathen. | Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν ᾿Ισραὴλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες τὰ κακὰ δι᾿ ὅλου καὶ στήριγμα τοῖς ἔθνεσι. |
|
19
|
19
|
| Wherefore Judas, purposing to destroy them, called all the people together to besiege them. | καὶ ἐλογίσατο ᾿Ιούδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ᾿ αὐτούς· |
|
20
|
20
|
| So they came together, and besieged them in the hundred and fiftieth year, and he made mounts for shot against them, and other engines. | καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ᾿ αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν ἐπ᾿ αὐτοὺς βελοστάσεις καὶ μηχανάς. |
|
21
|
21
|
| Howbeit certain of them that were besieged got forth, unto whom some ungodly men of Israel joined themselves: | καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ ᾿Ισραήλ, |
|
22
|
22
|
| and they went unto the king, and said, How long will it be ere thou execute judgment, and avenge our brethren? | καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον· ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν; |
|
23
|
23
|
| We have been willing to serve thy father, and to do as he would have us, and to obey his commandments; | ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ᾿ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ. |
|
24
|
24
|
| for which cause they of our nation besiege the tower, and are alienated from us: moreover as many of us as they could light on they slew, and spoiled our inheritance. | καὶ περικάθηνται εἰς τὴν ἄκραν υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἀλλοτριοῦνται ἀφ᾿ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφ᾿ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο. |
|
25
|
25
|
| Neither have they stretched out their hand against us only, but also against all their borders. | καὶ οὐκ ἐφ᾿ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν· |
|
26
|
26
|
| And, behold, this day are they besieging the tower at Jerusalem, to take it: the sanctuary also and Bethsura have they fortified. | καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν ῾Ιερουσαλὴμ τοῦ καταλαβέσθαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσούραν ὠχύρωσαν, |
|
27
|
27
|
| Wherefore if thou dost not prevent them quickly, they will do greater things than these, neither shalt thou be able to rule them. | καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσι, καὶ ἰδοὺ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν. |
|
28
|
28
|
| Now when the king heard this, he was angry, and gathered together all his friends, and the captains of his army, and those that had charge of the horse. | Καὶ ὠργίσθη ὁ βασιλεὺς ὅτε ἤκουσε, καὶ συνήγαγε πάντας τοὺς φίλους αὐτοῦ καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· |
|
29
|
29
|
| There came also unto him from other kingdoms, and from isles of the sea, bands of hired soldiers. | καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί. |
|
30
|
30
|
| So that the number of his army was an hundred thousand footmen, and twenty thousand horsemen, and two and thirty elephants exercised in battle. | καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν καὶ εἴκοσι χιλιάδες ἵππων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. |
|
31
|
31
|
| These went through Idumea, and pitched against Bethsura, which they assaulted many days, making engines; but they of Bethsura came out, and burned them with fire, and fought valiantly. | καὶ ἤλθοσαν διὰ τῆς ᾿Ιδουμαίας καὶ παρενεβάλοσαν ἐπὶ Βαιθσούραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς ἐν πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς. |
|
32
|
32
|
| Upon this Judas removed from the tower, and pitched in Bethzacharias, over against the king's camp. | καὶ ἀπῇρεν ᾿Ιούδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρία ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. |
|
33
|
33
|
| Then the king rising very early marched fiercely with his host toward Bethzacharias, where his armies made them ready to battle, and sounded the trumpets. | καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωΐ καὶ ἀπῇρε τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρία, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξι. |
|
34
|
34
|
| And to the end they might provoke the elephants to fight, they shewed them the blood of grapes and mulberries. | καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. |
|
35
|
35
|
| Moreover they divided the beasts among the armies, and for every elephant they appointed a thousand men, armed with coats of mail, and with helmets of brass on their heads; and beside this, for every beast were ordained five hundred horsemen of the best. | καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι· |
|
36
|
36
|
| These were ready at every occasion: wheresoever the beast was, and whithersoever the beast went, they went also, neither departed they from him. | οὗτοι πρὸ καιροῦ, οὗ ἐὰν ἦν τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπ᾿ αὐτοῦ. |
|
37
|
37
|
| And upon the beasts were there strong towers of wood, which covered every one of them, and were girt fast unto them with devices: there were also upon every one two and thirty strong men, that fought upon them, beside the Indian that ruled him. | καὶ πύργοι ξύλινοι ἐπ᾿ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ᾿ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ᾿ αὐτοῦ μηχαναῖς, καὶ ἐφ᾿ ἑκάστου ἄνδρες δυνάμεως δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπ᾿ αὐτοῖς καὶ ὁ ᾿Ινδὸς αὐτοῦ. |
|
38
|
38
|
| As for the remnant of the horsemen, they set them on this side and that side at the two parts of the host, giving them signs what to do, and being harnessed all over amidst the ranks. | καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησαν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάραγξιν. |
|
39
|
39
|
| Now when the sun shone upon the shields of gold and brass, the mountains glistered therewith, and shined like lamps of fire. | ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβε τὰ ὄρη ἀπ᾿ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός. |
|
40
|
40
|
| So part of the king's army being spread upon the high mountains, and part on the valleys below, they marched on safely and in order. | καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως. |
|
41
|
41
|
| Wherefore all that heard the noise of their multitude, and the marching of the company, and the rattling of the harness, were moved: for the army was very great and mighty. | καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά. |
|
42
|
42
|
| Then Judas and his host drew near, and entered into battle, and there were slain of the king's army six hundred men. | καὶ ἤγγισεν ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες. |
|
43
|
43
|
| Eleazar also, surnamed Savaran, perceiving that one of the beasts, armed with royal harness, was higher than all the rest, and supposing that the king was upon him, | καὶ εἶδεν ᾿Ελεάζαρ ὁ Αὐαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώρακι βασιλικῷ, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς. |
|
44
|
44
|
| put himself in jeopardy, to the end he might deliver his people, and get him a perpetual name: | καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον· |
|
45
|
45
|
| wherefore he ran upon him courageously through the midst of the battle, slaying on the right hand and on the left, so that they were divided from him on both sides. | καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ᾿ αὐτοῦ ἔνθα καὶ ἔνθα· |
|
46
|
46
|
| Which done, he crept under the elephant, and thrust him under, and slew him: whereupon the elephant fell down upon him, and there he died. | καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθεκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ. |
|
47
|
47
|
| Howbeit the rest of the Jews seeing the strength of the king, and the violence of his forces, turned away from them. | καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπ᾿ αὐτῶν. |
|
48
|
48
|
| Then the king's army went up to Jerusalem to meet them, and the king pitched his tents against Judea, and against mount Sion. | οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς ῾Ιερουσαλήμ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν ᾿Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιών. |
|
49
|
49
|
| But with them that were in Bethsura he made peace: for they came out of the city, because they had no victuals there to endure the siege, it being a year of rest to the land. | καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσούρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ· |
|
50
|
50
|
| So the king took Bethsura, and set a garrison there to keep it. | καὶ κατελάβετο βασιλεὺς τὴν Βαιθσούραν, καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν. |
|
51
|
51
|
| As for the sanctuary, he besieged it many days: and set there artillery with engines and instruments to cast fire and stones, and pieces to cast darts and slings. | καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας. |
|
52
|
52
|
| Whereupon they also made engines against their engines, and held them battle a long season. | καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς. |
|
53
|
53
|
| Yet at the last, their vessels being without victuals, (for that it was the seventh year, and they in Judea, that were delivered from the Gentiles, had eaten up the residue of the store;) | βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν ᾿Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως. |
|
54
|
54
|
| there were but a few left in the sanctuary, because the famine did so prevail against them, that they were fain to disperse themselves, every man to his own place. | καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. |
|
55
|
55
|
| At that time Lysias heard say, that Philip, whom Antiochus the king, whiles he lived, had appointed to bring up his son Antiochus, that he might be king, | Καὶ ἤκουσε Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς ᾿Αντίοχος ἔτι ζῶν ἐκθρέψαι ᾿Αντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν, |
|
56
|
56
|
| was returned out of Persia and Media, and the king's host also that went with him, and that he sought to take unto him the ruling of affairs. | ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετ᾿ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ πράγματα. |
|
57
|
57
|
| Wherefore he went in all haste, and said to the king and the captains of the host and the company, We decay daily, and our victuals are but small, and the place we lay siege unto is strong, and the affairs of the kingdom lie upon us: | καὶ κατέσπευδε τοῦ ἀπελθεῖν καὶ εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας· ἐκλείπομεν καθ᾿ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας· |
|
58
|
58
|
| now therefore let us be friends with these men, and make peace with them, and with all their nation; | νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις καὶποιήσωμεν μετ᾿ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν |
|
59
|
59
|
| and covenant with them, that they shall live after their laws, as they did before: for they are therefore displeased, and have done all these things, because we abolished their laws. | καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα. |
|
60
|
60
|
| So the king and the princes were content: wherefore he sent unto them to make peace; and they accepted thereof. | καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλε πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. |
|
61
|
61
|
| Also the king and the princes made an oath unto them: whereupon they went out of the strong hold. | καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος. |
|
62
|
62
|
| Then the king entered into mount Sion: but when he saw the strength of the place, he brake his oath that he had made, and gave commandment to pull down the wall round about. | καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιὼν καὶ εἶδε τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησε τὸν ὁρκισμόν, ὃν ὤμοσε, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν. |
|
63
|
63
|
| Afterward departed he in all haste, and returned unto Antiochia, where he found Philip to be master of the city: so he fought against him, and took the city by force. | καὶ ἀπῇρε κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς ᾿Αντιόχειαν καὶ εὗρε Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησε πρὸς αὐτόν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ. |
|
Chapter 7
|
Κεφάλαιο 7
|
|
1
|
1
|
| In the hundred and one and fiftieth year Demetrius the son of Seleucus departed from Rome, and came up with a few men unto a city of the sea coast, and reigned there. | ΕΤΟΥΣ ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθε Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ. |
|
2
|
2
|
| And as he entered into the palace of his ancestors, so it was, that his forces had taken Antiochus and Lysias, to bring them unto him. | καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν ᾿Αντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ. |
|
3
|
3
|
| Wherefore, when he knew it, he said, Let me not see their faces. | καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπε· μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν. |
|
4
|
4
|
| So his host slew them. Now when Demetrius was set upon the throne of his kingdom, | καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισε Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ. |
|
5
|
5
|
| there came unto him all the wicked and ungodly men of Israel, having Alcimus, who was desirous to be high priest, for their captain: | καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ ᾿Ισραήλ, καὶ ῎Αλκιμος ἡγεῖτο αὐτῶν, βουλόμενος ἱερατεύειν. |
|
6
|
6
|
| and they accused the people to the king, saying, Judas and his brethren have slain all thy friends, and driven us out of our own land. | καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες· ἀπώλεσεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισαν ἀπὸ τῆς γῆς ἡμῶν· |
|
7
|
7
|
| Now therefore send some man whom thou trustest, and let him go and see what havock he hath made among us, and in the king's land, and let him punish them with all them that aid them. | νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολόθρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς. |
|
8
|
8
|
| Then the king chose Bacchides, a friend of the king, who ruled beyond the river, and was a great man in the kingdom, and faithful to the king. | καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ |
|
9
|
9
|
| And him he sent with that wicked Alcimus, whom he made high priest, and commanded that he should take vengeance of the children of Israel. | καὶ ἀπέστειλεν αὐτὸν καὶ ῎Αλκιμον τὸν ἀσεβῆ, καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. |
|
10
|
10
|
| So they departed, and came with a great power into the land of Juda, where they sent messengers to Judas and his brethren with peaceable words deceitfully. | καὶ ἀπῇραν καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν ᾿Ιούδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου. |
|
11
|
11
|
| But they gave no heed to their words; for they saw that they were come with great power. | καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλθον μετὰ δυνάμεως πολλῆς. |
|
12
|
12
|
| Then did there assemble unto Alcimus and Bacchides a company of scribes, to require justice. | καὶ ἐπισυνήχθησαν πρὸς ῎Αλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια, |
|
13
|
13
|
| Now the Assideans were the first among the children of Israel that sought peace of them: | καὶ πρῶτοι οἱ ῾Ασιδαῖοι ἦσαν ἐν υἱοῖς ᾿Ισραὴλ καὶ ἐπεζήτουν παρ᾿ αὐτῶν εἰρήνην· |
|
14
|
14
|
| for said they, One that is a priest of the seed of Aaron is come with this army, and he will do us no wrong. | εἶπαν γάρ· ἄνθρωπος ἱερεὺς ἐκ τοῦ σπέρματος ᾿Ααρὼν ἦλθεν ἐν ταῖς δυνάμεσι καὶ οὐκ ἀδικήσει ἡμᾶς. |
|
15
|
15
|
| So he spake unto them peaceably, and sware unto them, saying, We will procure the harm neither of you nor your friends. | καὶ ἐλάλησε μετ᾿ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων· οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. |
|
16
|
16
|
| Whereupon they believed him: howbeit he took of them threescore men, and slew them in one day, according to the words which he wrote, | καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψε· |
|
17
|
17
|
| The flesh of thy saints have they cast out, and their blood have they shed round about Jerusalem, and there was none to bury them. | σάρκας ὁσίων σου καὶ αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ ῾Ιερουσαλήμ, καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων. |
|
18
|
18
|
| Wherefore the fear and dread of them fell upon all the people, who said, There is neither truth nor righteousness in them; for they have broken the covenant and oath that they made. | καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος ἐπὶ πάντα τὸν λαόν, ὅτι εἶπαν· οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν. |
|
19
|
19
|
| After this removed Bacchides from Jerusalem, and pitched his tents in Bezeth, where he sent and took many of the men that had forsaken him, and certain of the people also, and when he had slain them, he cast them into the great pit. | καὶ ἀπῇρε Βακχίδης ἀπὸ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βηθζαὶθ καὶ ἀπέστειλε καὶ συνέλαβε πολλοὺς ἀπὸ τῶν ἀπ᾿ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα. |
|
20
|
20
|
| Then committed he the country to Alcimus, and left with him a power to aid him: so Bacchides went to the king. | καὶ κατέστησε τὴν χώραν τῷ ᾿Αλκίμῳ καὶ ἀφῆκε μετ᾿ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθε Βακχίδης πρὸς τὸν βασιλέα. |
|
21
|
21
|
| But Alcimus contended for the high priesthood. | καὶ ἠγωνίσατο ῎Αλκιμος περὶ τῆς ἀρχιερωσύνης, |
|
22
|
22
|
| And unto him resorted all such as troubled the people, who, after they had gotten the land of Juda into their power, did much hurt in Israel. | καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν ᾿Ιούδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν ᾿Ισραήλ. |
|
23
|
23
|
| Now when Judas saw all the mischief that Alcimus and his company had done among the Israelites, even above the heathen, | καὶ εἶδεν ᾿Ιούδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ῎Αλκιμος καὶ οἱ μετ᾿ αὐτοῦ ἐν υἱοῖς ᾿Ισραὴλ ὑπὲρ τὰ ἔθνη, |
|
24
|
24
|
| he went out into all the coasts of Judea round about, and took vengeance of them that had revolted from him, so that they durst no more go forth into the country. | καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς ᾿Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσι τοῖς αὐτομολήσασι, καὶ ἀνεστάλησαν τοῦ πορεύεσθαι εἰς τὴν χώραν. |
|
25
|
25
|
| On the other side, when Alcimus saw that Judas and his company had gotten the upper hand, and knew that he was not able to abide their force, he went again to the king, and said evil things against them. | ὡς δὲ εἶδεν ῎Αλκιμος ὅτι ἐνίσχυσεν ᾿Ιούδας καὶ οἱ μετ᾿ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψε πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά. |
|
26
|
26
|
| Then the king sent Nicanor, one of his honourable princes, a man that bare deadly hate unto Israel, with commandment to destroy the people. | Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ ᾿Ισραὴλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν. |
|
27
|
27
|
| So Nicanor came to Jerusalem with a great force: and sent unto Judas and his brethren deceitfully with friendly words, saying, | καὶ ἦλθε Νικάνωρ εἰς ῾Ιερουσαλὴμ δυνάμει πολλῇ, καὶ ἀπέστειλε πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων· |
|
28
|
28
|
| Let there be no battle between me and you; I will come with a few men, that I may see you in peace. | μὴ ἔστω μάχην ἀναμέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ὑμῶν ἴδω τὰ πρόσωπα μετ᾿ εἰρήνης. |
|
29
|
29
|
| He came therefore to Judas, and they saluted one another peaceably. Howbeit the enemies were prepared to take away Judas by violence. | καὶ ἦλθε πρὸς ᾿Ιούδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἦσαν ἕτοιμοι ἐξαρπᾶσαι τὸν ᾿Ιούδαν. |
|
30
|
30
|
| Which thing after it was known to Judas, to wit, that he came unto him with deceit, he was sore afraid of him, and would see his face no more. | καὶ ἐγνώσθη ὁ λόγος τῷ ᾿Ιούδᾳ ὅτι μετὰ δόλου ἦλθεν ἐπ᾿ αὐτόν, καὶ ἐπτοήθη ἀπ᾿ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ. |
|
31
|
31
|
| Nicanor also, when he saw that his counsel was discovered, went out to fight against Judas beside Capharsalama: | καὶ ἔγνω Νικάνωρ, ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιούδᾳ ἐν πολέμῳ κατὰ Χαφαρσαλαμά. |
|
32
|
32
|
| and there were slain of Nicanor's side about five thousand men, and the rest fled into the city of David. | καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακισχίλοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυίδ. |
|
33
|
33
|
| After this went Nicanor up to mount Sion, and there came out of the sanctuary certain of the priests and certain of the elders of the people, to salute him peaceably, and to shew him the burnt sacrifice that was offered for the king. | Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς τὸ ὄρος Σιών. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως. |
|
34
|
34
|
| But he mocked them, and laughed at them, and abused them shamefully, and spake proudly, | καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως· |
|
35
|
35
|
| and sware in his wrath, saying, Unless Judas and his host be now delivered into my hands, if ever I come again in safety, I will burn up this house: and with that he went out in a great rage. | καὶ ὤμοσε μετὰ θυμοῦ λέγων· ἐὰν μὴ παραδοθῇ ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθε μετὰ θυμοῦ μεγάλου. |
|
36
|
36
|
| Then the priests entered in, and stood before the altar and the temple, weeping, and saying, | καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον· |
|
37
|
37
|
| Thou, O Lord, didst choose this house to be called by thy name, and to be a house of prayer and petition for thy people: | σύ, Κύριε, ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ᾿ αὐτῷ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου· |
|
38
|
38
|
| be avenged of this man and his host, and let them fall by the sword: remember their blasphemies, and suffer them not to continue any longer. | ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ρομφαίᾳ· μνήσθητι τῶν δυσφηριῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν. |
|
39
|
39
|
| So Nicanor went out of Jerusalem, and pitched his tents in Bethhoron, where a host out of Syria met him. | καὶ ἐξῆλθε Νικάνωρ ἐξ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐν Βαιθωρών, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας. |
|
40
|
40
|
| But Judas pitched in Adasa with three thousand men, and there he prayed, saying, | καὶ ᾿Ιούδας παρενέβαλεν ἐν ᾿Αδασὰ ἐν τρισχιλίοις ἀνδράσι· καὶ προσηύξατο ᾿Ιούδας καὶ εἶπεν· |
|
41
|
41
|
| O Lord, when they that were sent from the king of the Assyrians blasphemed, thine angel went out and smote an hundred fourscore and five thousand of them. | οἱ παρὰ τοῦ βασιλέως ᾿Ασσυρίων ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ἄγγελός σου, Κύριε, καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· |
|
42
|
42
|
| Even so destroy thou this host before us this day, that the rest may know that he hath spoken blasphemously against thy sanctuary, and judge thou him according to his wickedness. | οὕτω σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι, ὅτι κακῶς ἐλάλησαν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ. |
|
43
|
43
|
| So the thirteenth day of the month Adar the hosts joined battle: but Nicanor's host was discomfited, and he himself was first slain in the battle. | καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς ῎Αδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ. |
|
44
|
44
|
| Now when Nicanor's host saw that he was slain, they cast away their weapons, and fled. | ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσε Νικάνωρ, ρίψαντες τὰ ὅπλα αὐτῶν ἔφυγον. |
|
45
|
45
|
| Then they pursued after them a day's journey, from Adasa unto Gazera, sounding an alarm after them with their trumpets. | καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ ᾿Αδασὰ ἕως τοῦ ἐλθεῖν εἰς Γάζηρα καὶ ἐσάλπισαν ὀπίσω αὐτῶν ταῖς σάλπιγξι τῶν σημασιῶν. |
|
46
|
46
|
| Whereupon they came forth out of all the towns of Judea round about, and closed them in; so that they, turning back upon them that pursued them, were all slain with the sword, and not one of them was left. | καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς ᾿Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀνέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ρομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. |
|
47
|
47
|
| Afterwards they took the spoils, and the prey, and smote off Nicanor's head, and his right hand, which he stretched out so proudly, and brought them away, and hanged them up toward Jerusalem. | καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τὴν ῾Ιερουσαλήμ. |
|
48
|
48
|
| For this cause the people rejoiced greatly, and kept that day as a day of great gladness. | καὶ εὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλης· |
|
49
|
49
|
| Moreover they ordained to keep yearly this day, being the thirteenth of Adar. | καὶ ἔστησαν τοῦ ἄγειν κατὰ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τὴν τρισκαιδεκάτην τοῦ ῎Αδαρ. |
|
50
|
50
|
| Thus the land of Juda was in rest a little while. | καὶ ἠσύχασεν ἡ γῆ ᾿Ιούδα ἡμέρας ὀλίγας. |
|
Chapter 8
|
Κεφάλαιο 8
|
|
1
|
1
|
| Now Judas had heard of the fame of the Romans, that they were mighty and valiant men, and such as would lovingly accept all that joined themselves unto them, and make a league of amity with all that came unto them; | ΚΑΙ ἤκουσεν ᾿Ιούδας τὸ ὄνομα τῶν Ρωμαίων, ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ καὶ αὐτοὶ εὐδοκοῦσιν ἐν πᾶσι τοῖς προστιθεμένοις αὐτοῖς, καὶ ὅσοι ἂν προσέλθωσιν αὐτοῖς, ἱστῶσιν αὐτοῖς φιλίαν, |
|
2
|
2
|
| and that they were men of great valour. It was told him also of their wars and noble acts which they had done among the Galatians, and how they had conquered them, and brought them under tribute; | καὶ ὅτι εἰσὶ δυνατοὶ ἰσχύϊ. καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους αὐτῶν καὶ τὰς ἀνδραγαθίας, ἃς ποιοῦσιν ἐν τοῖς Γαλάταις, καὶ ὅτι κατεκράτησαν αὐτῶν καὶ ἤγαγον αὐτοὺς ὑπὸ φόρον, |
|
3
|
3
|
| and what they had done in the country of Spain, for the winning of the mines of the silver and gold which is there; | καὶ ὅσα ἐποίησαν ἐν χώρᾳ ῾Ισπανίας τοῦ κατακρατῆσαι τῶν μετάλλων τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τοῦ ἐκεῖ· |
|
4
|
4
|
| and that by their policy and patience they had conquered all the place, though it were very far from them; and the kings also that came against them from the uttermost part of the earth, till they had discomfited them, and given them a great overthrow, so that the rest did give them tribute every year: | καὶ κατεκράτησαν τοῦ τόπου παντὸς τῇ βουλῇ αὐτῶν καὶ τῇ μακροθυμίᾳ, καὶ ὁ τόπος ἦν μακρὰν ἀπέχων ἀπ᾿ αὐτῶν σφόδρα, καὶ τῶν βασιλέων τῶν ἐπελθόντων ἐπ᾿ αὐτοὺς ἀπ᾿ ἄκρου τῆς γῆς ἕως συνέτριψαν αὐτοὺς καὶ ἐπάταξαν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ οἱ ἐπίλοιποι διδόασιν αὐτοῖς φόρον κατ᾿ ἐνιαυτόν· |
|
5
|
5
|
| Beside this, how they had discomfited in battle Philip, and Perseus, king of the Citims, with others that lifted up themselves against them, and had overcome them: | καὶ τὸν Φίλιππον καὶ τὸν Περσέα Κιτιέων βασιλέα καὶ τοὺς ἐπῃρμένους ἐπ᾿ αὐτοὺς συνέτριψαν αὐτοὺς ἐν πολέμῳ καὶ κατεκράτησαν αὐτῶν· |
|
6
|
6
|
| how also Antiochus the great king of Asia, that came against them in battle, having an hundred and twenty elephants, with horsemen, and chariots, and a very great army, was discomfited by them; | καὶ ᾿Αντίοχον τὸν μέγαν βασιλέα τῆς ᾿Ασίας τὸν πορευθέντα ἐπ᾿ αὐτοὺς εἰς πόλεμον ἔχοντα ἑκατὸν εἴκοσιν ἐλέφαντας καὶ ἵππον καὶ ἅρματα καὶ δύναμιν πολλὴν σφόδρα, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν, |
|
7
|
7
|
| and how they took him alive, and covenanted that he and such as reigned after him should pay a great tribute, and give hostages, and that which was agreed upon, | καὶ ἔλαβον αὐτὸν ζῶντα καὶ ἔστησαν αὐτοῖς διδόναι αὐτόν τε καὶ τοὺς βασιλεύοντας μετ᾿ αὐτὸν φόρον μέγαν καὶ διδόναι ὅμηρα καὶ διαστολὴν |
|
8
|
8
|
| and the country of India, and Media, and Lydia, and of the goodliest countries, which they took of him, and gave to king Eumenes. | καὶ χώραν τὴν ᾿Ινδικὴν καὶ Μηδίαν καὶ Λυδίαν καὶ ἀπὸ τῶν καλλίστων χωρῶν αὐτῶν, καὶ λαβόντες αὐτὰς παρ᾿ αὐτοῦ ἔδωκαν αὐτὰς Εὐμένει τῷ βασιλεῖ· |
|
9
|
9
|
| Moreover how the Grecians had determined to come and destroy them; | καὶ ὅτι οἱ ἐκ τῆς ῾Ελλάδος ἐβουλεύσαντο ἐλθεῖν καὶ ἐξᾶραι αὐτούς, |
|
10
|
10
|
| and that they, having knowledge thereof, sent against them a certain captain, and fighting with them slew many of them, and carried away captives their wives and their children, and spoiled them, and took possession of their lands, and pulled down their strong holds, and brought them to be their servants unto this day. | καὶ ἐγνώσθη ὁ λόγος αὐτοῖς, καὶ ἀπέστειλαν ἐπ᾿ αὐτοὺς στρατηγὸν ἕνα καὶ ἐπολέμησαν πρὸς αὐτούς, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί, καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ κατεκράτησαν τῆς γῆς αὐτῶν καὶ καθεῖλον τὰ ὀχυρώματα αὐτῶν καὶ κατεδουλώσαντο αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· |
|
11
|
11
|
| It was told him besides, how they destroyed and brought under their dominion all other kingdoms and isles that at any time resisted them; | καὶ τὰς ἐπιλοίπους βασιλείας καὶ τὰς νήσους, ὅσοι ποτὲ ἀντέστησαν αὐτοῖς, κατέφθειραν καὶ ἐδούλωσαν αὐτούς, |
|
12
|
12
|
| but with their friends and such as relied upon them they kept amity: and that they had conquered kingdoms both far and nigh, insomuch as all that heard of their name were afraid of them: | μετὰ δὲ τῶν φίλων αὐτῶν καὶ τῶν ἐπαναπαυομένων αὐτοῖς συνετήρησαν φιλίαν· καὶ κατεκράτησαν τῶν βασιλειῶν τῶν ἐγγὺς καὶ τῶν μακράν, καὶ ὅσοι ἤκουον τὸ ὄνομα αὐτῶν, ἐφοβοῦντο ἀπ᾿ αὐτῶν. |
|
13
|
13
|
| also that, whom they would help to a kingdom, those reign; and whom again they would, they displace: finally, that they were greatly exalted: | ὅσοις δ᾿ ἂν βούλωνται βοηθεῖν καὶ βασιλεύειν, βασιλεύουσιν· οὓς δ᾿ ἂν βούλωνται, μεθιστῶσι· καὶ ὑψώθησαν σφόδρα. |
|
14
|
14
|
| yet for all this none of them wore a crown, or was clothed in purple, to be magnified thereby: | καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπέθετο οὐδεὶς αὐτῶν διάδημα καὶ οὐ περιεβάλοντο πορφύραν ὥστε ἁδρυνθῆναι ἐν αὐτῇ· |
|
15
|
15
|
| moreover how they had made for themselves a senate house, wherein three hundred and twenty men sat in council daily, consulting alway for the people, to the end they might be well ordered: | καὶ βουλευτήριον ἐποίησαν ἑαυτοῖς, καὶ καθ᾿ ἡμέραν ἐβουλεύοντο τριακόσιοι καὶ εἴκοσι βουλευόμενοι διαπαντὸς περὶ τοῦ πλήθους τοῦ εὐκοσμεῖν αὐτούς· |
|
16
|
16
|
| and that they committed their government to one man every year, who ruled over all their country, and that all were obedient to that one, and that there was neither envy nor emulation among them. | καὶ πιστεύουσιν ἑνὶ ἀνθρώπῳ τὴν ἀρχὴν αὐτῶν κατ᾿ ἐνιαυτὸν καὶ κυριεύειν πάσης τῆς γῆς αὐτῶν, καὶ πάντες ἀκούουσι τοῦ ἑνός, καὶ οὐκ ἔστι φθόνος οὐδὲ ζῆλος ἐν αὐτοῖς. |
|
17
|
17
|
| In consideration of these things, Judas chose Eupolemus the son of John, the son of Accos, and Jason the son of Eleazar, and sent them to Rome, to make a league of amity and confederacy with them, | καὶ ἐπέλεξεν ᾿Ιούδας τὸν Εὐπόλεμον υἱὸν ᾿Ιωάννου τοῦ ᾿Ακκὼς καὶ ᾿Ιάσονα υἱὸν ᾿Ελεαζάρου καὶ ἀπέστειλεν αὐτοὺς εἰς Ρώμην στῆσαι αὐτοῖς φιλίαν καὶ συμμαχίαν |
|
18
|
18
|
| and to intreat them that they would take the yoke from them; for they saw that the kingdom of the Grecians did oppress Israel with servitude. | καὶ τοῦ ἆραι τὸν ζυγὸν ἀπ᾿ αὐτῶν, ὅτι εἶδον τὴν βασιλείαν τῶν ῾Ελλήνων καταδουλουμένους τὸν ᾿Ισραὴλ δουλείᾳ. |
|
19
|
19
|
| They went therefore to Rome, which was a very great journey, and came into the senate, where they spake and said, | καὶ ἐπορεύθησαν εἰς Ρώμην, καὶ ἡ ὁδὸς πολλὴ σφόδρα, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ ἀπεκρίθησαν καὶ εἶπον· |
|
20
|
20
|
| Judas Maccabeus with his brethren, and the people of the Jews, have sent us unto you, to make a confederacy and peace with you, and that we might be registered your confederates and friends. | ᾿Ιούδας ὁ Μακκαβαῖος καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τὸ πλῆθος τῶν ᾿Ιουδαίων ἀπέστειλαν ἡμᾶς πρὸς ὑμᾶς στῆσαι μεθ᾿ ὑμῶν συμμαχίαν καὶ εἰρήνην καὶ γραφῆναι ἡμᾶς συμμάχους καὶ φίλους ὑμῶν. |
|
21
|
21
|
| So that matter pleased the Romans well. | καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον αὐτῶν. |
|
22
|
22
|
| And this is the copy of the epistle which the senate wrote back again in tables of brass, and sent to Jerusalem, that there they might have by them a memorial of peace and confederacy: | καὶ τοῦτο τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἀντέγραψεν ἐπὶ δέλτοις χαλκαῖς καὶ ἀπέστειλεν εἰς ῾Ιερουσαλὴμ εἶναι παρ᾿ αὐτοῖς ἐκεῖ μνημόσυνον εἰρήνης καὶ συμμαχίας. |
|
23
|
23
|
| Good success be to the Romans, and to the people of the Jews, by sea and by land for ever: the sword also and enemy be far from them. | «Καλῶς γένοιτο Ρωμαίοις καὶ τῷ ἔθνει ᾿Ιουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ρομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ᾿ αὐτῶν. |
|
24
|
24
|
| If there come first any war upon the Romans or any of their confederates throughout all their dominion, | ἐὰν δὲ ἐνστῇ πόλεμος ἐν Ρώμῃ προτέρᾳ ἢ πᾶσι τοῖς συμμάχοις αὐτῶν ἐν πάσῃ κυρείᾳ αὐτῶν, |
|
25
|
25
|
| the people of the Jews shall help them, as the time shall be appointed, with all their heart: | συμμαχήσει τὸ ἔθνος τῶν ᾿Ιουδαίων, ὡς ἂν ὁ καιρὸς ὑπογραφῇ αὐτοῖς καρδίᾳ πλήρει. |
|
26
|
26
|
| neither shall they give any thing unto them that make war upon them, or aid them with victuals, weapons, money, or ships, as it hath seemed good unto the Romans: but they shall keep their covenants without taking any thing therefore. | καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσι σῖτον, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ρωμαίοις· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες. |
|
27
|
27
|
| In the same manner also, if war come first upon the nation of the Jews, the Romans shall help them with all their heart, according as the time shall be appointed them: | κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει ᾿Ιουδαίων συμβῇ προτέροις πόλεμος, συμμαχήσουσιν οἱ Ρωμαῖοι ἐκ ψυχῆς, ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ· |
|
28
|
28
|
| neither shall victuals be given to them that take part against them, or weapons, or money, or ships, as it hath seemed good to the Romans; but they shall keep their covenants, and that without deceit. | καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος, ὅπλα, ἀργύριον, πλοῖα, ὡς ἔδοξε Ρώμῃ· καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν καὶ οὐ μετὰ δόλου. — |
|
29
|
29
|
| According to these articles did the Romans make a covenant with the people of the Jews. | κατὰ τοὺς λόγους τούτους ἔστησαν Ρωμαῖοι τῷ δήμῳ τῶν ᾿Ιουδαίων. |
|
30
|
30
|
| Howbeit if hereafter the one party or the other shall think meet to add or diminish any thing, they may do it at their pleasures, and whatsoever they shall add or take away shall be ratified. | ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν, ποιήσονται ἐξ αἱρέσεως αὐτῶν, καὶ ὃ ἐὰν προσθῶσιν ἢ ἀφέλωσιν, ἔσται κύρια. |
|
31
|
31
|
| And as touching the evils that king Demetrius doeth to the Jews, we have written unto him, saying, Wherefore hast thou made thy yoke heavy upon our friends and confederates the Jews? | καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες· διατί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους ᾿Ιουδαίους; |
|
32
|
32
|
| If therefore they complain any more against thee, we will do them justice, and fight with thee by sea and by land. | ἐὰν οὖν ἔτι ἐντύχωσι κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς». |
|
Chapter 9
|
Κεφάλαιο 9
|
|
1
|
1
|
| Furthermore when Demetrius heard that Nicanor and his host were slain in battle, he sent Bacchides and Alcimus into the land of Judea the second time, and with them the chief strength of his host: | ΚΑΙ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν ῎Αλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν ᾿Ιούδα καὶ τὸ δεξιὸν κέρας μετ᾿ αὐτῶν. |
|
2
|
2
|
| who went forth by the way that leadeth to Galgala, and pitched their tents before Masaloth, which is in Arbela, and after they had won it, they slew much people. | καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν ᾿Αρβήλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. |
|
3
|
3
|
| Also the first month of the hundred fifty and second year they encamped before Jerusalem: | καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ ῾Ιερουσαλήμ· |
|
4
|
4
|
| from whence they removed, and went to Berea, with twenty thousand footmen and two thousand horsemen. | καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ. |
|
5
|
5
|
| Now Judas had pitched his tents at Eleasa, and three thousand chosen men with him: | καὶ ᾿Ιούδας ἦν παρεμβεβληκὼς ἐν ᾿Ελασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετ᾿ αὐτοῦ. |
|
6
|
6
|
| who seeing the multitude of the other army to be so great, were sore afraid; whereupon many conveyed themselves out of the host, insomuch as there abode of them no more but eight hundred men. | καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες. |
|
7
|
7
|
| When Judas therefore saw that his host slipt away, and that the battle pressed upon him, he was sore troubled in mind, and much distressed, for that he had no time to gather them together. | καὶ εἶδεν ᾿Ιούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς, |
|
8
|
8
|
| Nevertheless unto them that remained he said, Let us arise and go up against our enemies, if peradventure we may be able to fight with them. | καὶ ἐξελύθη καὶ εἶπε τοῖς καταλειφθεῖσιν· ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς. |
|
9
|
9
|
| But they dehorted him, saying, We shall never be able: let us now rather save our lives, and hereafter we will return with our brethren, and fight against them: for we are but few. | καὶ ἀπέστρεφον αὐτὸν λέγοντες· οὐ μὴ δυνώμεθα, ἀλλ᾿ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. |
|
10
|
10
|
| Then Judas said, God forbid that I should do this thing, and flee away from them: if our time be come, let us die manfully for our brethren, and let us not stain our honour. | καὶ εἶπεν ᾿Ιούδας· μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ᾿ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν. |
|
11
|
11
|
| With that the host of Bacchides removed out of their tents, and stood over against them, their horsemen being divided into two troops, and their slingers and archers going before the host, and they that marched in the foreward were all mighty men. | καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί· |
|
12
|
12
|
| As for Bacchides, he was in the right wing: so the host drew near on the two parts, and sounded their trumpets. | Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξι, |
|
13
|
13
|
| They also of Judas' side, even they sounded their trumpets also, so that the earth shook at the noise of the armies, and the battle continued from morning till night. | καὶ ἐσάλπισαν οἱ παρὰ ᾿Ιούδᾳ καὶ αὐτοὶ ταῖς σάλπιγξι· καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας. |
|
14
|
14
|
| Now when Judas perceived that Bacchides and the strength of his army were on the right side, he took with him all the hardy men, | καὶ εἶδεν ᾿Ιούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ, |
|
15
|
15
|
| who discomfited the right wing, and pursued them unto the mount Azotus. | καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπ᾿ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως ᾿Αζώτου ὄρους. |
|
16
|
16
|
| But when they of the left wing saw that they of the right wing were discomfited, they followed upon Judas and those that were with him hard at the heels from behind: | καὶ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας ᾿Ιούδα καὶ τῶν μετ᾿ αὐτοῦ ἐκ τῶν ὄπισθεν. |
|
17
|
17
|
| whereupon there was a sore battle, insomuch as many were slain on both parts. | καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων. |
|
18
|
18
|
| Judas also was killed, and the remnant fled. | καὶ ᾿Ιούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον. |
|
19
|
19
|
| Then Jonathan and Simon took Judas their brother, and buried him in the sepulchre of his fathers in Modin. | καὶ ᾖραν ᾿Ιωνάθαν καὶ Σίμων ᾿Ιούδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεΐν. |
|
20
|
20
|
| Moreover they bewailed him, and all Israel made great lamentation for him, and mourned many days, saying, | καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον· |
|
21
|
21
|
| How is the valiant man fallen, that delivered Israel! | πῶς ἔπεσε δυνατὸς σῴζων τὸν ᾿Ισραήλ; |
|
22
|
22
|
| As for the other things concerning Judas and his wars, and the noble acts which he did, and his greatness, they are not written, for they were very many. | καὶ τὰ περισσὰ τῶν λόγων ᾿Ιούδα καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα. |
|
23
|
23
|
| Now after the death of Judas the wicked began to put forth their heads in all the coasts of Israel, and there arose up all such as wrought iniquity. | Καὶ ἐγένετο, μετὰ τὴν τελευτὴν ᾿Ιούδα ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις ᾿Ισραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. |
|
24
|
24
|
| In those days also was there a very great famine, by reason whereof the country revolted, and went with them. | ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετ᾿ αὐτῶν. |
|
25
|
25
|
| Then Bacchides chose the wicked men, and made them lords of the country. | καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. |
|
26
|
26
|
| And they made enquiry and search for Judas' friends, and brought them unto Bacchides, who took vengeance of them, and used them despitefully. | καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους ᾿Ιούδα καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκει ἐν αὐτοῖς καὶ ἐνέπαιζεν αὐτοῖς. |
|
27
|
27
|
| So was there a great affliction in Israel, the like whereof was not since the time that a prophet was not seen among them. | καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ ᾿Ισραήλ, ἥτις οὐκ ἐγένετο ἀφ᾿ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς. |
|
28
|
28
|
| For this cause all Judas' friends came together, and said unto Jonathan, | καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι ᾿Ιούδα καὶ εἶπον τῷ ᾿Ιωνάθαν· |
|
29
|
29
|
| Since thy brother Judas died, we have no man like him to go forth against our enemies, and Bacchides, and against them of our nation that are adversaries to us. | ἀφ᾿ οὗ ὁ ἀδελφός σου ᾿Ιούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· |
|
30
|
30
|
| Now therefore we have chosen thee this day to be our prince and captain in his stead, that thou mayest fight our battles. | νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ᾿ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. |
|
31
|
31
|
| Upon this Jonathan took the governance upon him at that time, and rose up instead of his brother Judas. | καὶ ἐπεδέξατο ᾿Ιωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ ᾿Ιούδα τοῦ ἀδελφοῦ αὐτοῦ. |
|
32
|
32
|
| But when Bacchides gat knowledge thereof, he sought for to slay him. | Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. |
|
33
|
33
|
| Then Jonathan, and Simon his brother, and all that were with him, perceiving that, fled into the wilderness of Thecoe, and pitched their tents by the water of the pool Asphar. | καὶ ἔγνω ᾿Ιωνάθαν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ· καὶ πάντες οἱ μετ᾿ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου ᾿Ασφάρ. |
|
34
|
34
|
| Which when Bacchides understood, he came near to Jordan with all his host upon the sabbath day. | καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ ᾿Ιορδάνου. |
|
35
|
35
|
| Now Jonathan had sent his brother John, a captain of the people, to pray his friends the Nabathites, that they might leave with them their carriage, which was much. | καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσε τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. |
|
36
|
36
|
| But the children of Jambri came out of Medaba, and took John, and all that he had, and went their way with it. | καὶ ἐξῆλθον υἱοὶ ᾿Ιαμβρὶ ἐκ Μηδαβὰ καὶ συνέλαβον ᾿Ιωάννην καὶ πάντα, ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες. |
|
37
|
37
|
| After this came word to Jonathan and Simon his brother, that the children of Jambri made a great marriage, and were bringing the bride from Nadabatha with a great train, as being the daughter of one of the great princes of Chanaan. | μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ ᾿Ιωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι οἱ υἱοὶ ᾿Ιαμβρὶ ποιοῦσι γάμον μέγαν καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χαναὰν μετὰ παραπομπῆς μεγάλης. |
|
38
|
38
|
| Therefore they remembered John their brother, and went up, and hid themselves under the covert of the mountain: | καὶ ἐμνήσθησαν ᾿Ιωάννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους. |
|
39
|
39
|
| where they lifted up their eyes, and looked, and, behold, there was much ado and great carriage: and the bridegroom came forth, and his friends and brethren, to meet them with drums, and instruments of music, and many weapons. | καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. |
|
40
|
40
|
| Then Jonathan and they that were with him rose up against them from the place where they lay in ambush, and made a slaughter of them in such sort, as many fell down dead, and the remnant fled into the mountain, and they took all their spoils. | καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν ᾿Ιωνάθαν καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. |
|
41
|
41
|
| Thus was the marriage turned into mourning, and the noise of their melody into lamentation. | καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. |
|
42
|
42
|
| So when they had avenged fully the blood of their brother, they turned again to the marsh of Jordan. | καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ ᾿Ιορδάνου. |
|
43
|
43
|
| Now when Bacchides heard hereof, he came on the sabbath day unto the banks of Jordan with a great power. | καὶ ἤκουσε Βακχίδης καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ ᾿Ιορδάνου ἐν δυνάμει πολλῇ. |
|
44
|
44
|
| Then Jonathan said to his company, Let us go up now and fight for our lives, for it standeth not with us to day, as in time past: | καὶ εἶπεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ· ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· |
|
45
|
45
|
| for, behold, the battle is before us and behind us, and the water of Jordan on this side and that side, the marsh likewise and wood, neither is there place for us to turn aside. | ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ ᾿Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι· |
|
46
|
46
|
| Wherefore cry ye now unto heaven, that ye may be delivered from the hand of your enemies. | νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. |
|
47
|
47
|
| With that they joined battle, and Jonathan stretched forth his hand to smite Bacchides, but he turned back from him. | καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν ᾿Ιωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτοῦ εἰς τὰ ὀπίσω. |
|
48
|
48
|
| Then Jonathan and they that were with him leapt into Jordan, and swam over unto the farther bank: howbeit the other passed not over Jordan unto them. | καὶ ἐνεπήδησεν ᾿Ιωνάθαν καὶ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν ᾿Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ᾿ αὐτοὺς τὸν ᾿Ιορδάνην. |
|
49
|
49
|
| So there were slain of Bacchides' side that day about a thousand men. | καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. |
|
50
|
50
|
| Afterward returned Bacchides to Jerusalem, and repaired the strong cities in Judea; the fort in Jericho, and Emmaus, and Bethhoron, and Bethel, and Thamnatha, Pharathoni, and Taphon, these did he strengthen with high walls, with gates, and with bars. | καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ ᾿Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν ῾Ιεριχὼ καὶ τὴν ᾿Αμμαοὺς καὶ τὴν Βαιθωρὼν καὶ τὴν Βαιθὴλ καὶ τὴν Θαμναθὰ Φαραθωνὶ καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· |
|
51
|
51
|
| And in them he set a garrison, that they might work malice upon Israel. | καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ ᾿Ισραήλ. |
|
52
|
52
|
| He fortified also the city Bethsura, and Gazara, and the tower, and put forces in them, and provision of victuals. | καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ καὶ τὴν Γάζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. |
|
53
|
53
|
| Besides, he took the chief men's sons in the country for hostages, and put them into the tower at Jerusalem to be kept. | καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν ῾Ιερουσαλὴμ ἐν φυλακῇ. |
|
54
|
54
|
| Moreover in the hundred fifty and third year, in the second month, Alcimus commanded that the wall of the inner court of the sanctuary should be pulled down; he pulled down also the works of the prophets. | Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ῎Αλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν. |
|
55
|
55
|
| And as he began to pull down, even at that time was Alcimus plagued, and his enterprizes hindered: for his mouth was stopped, and he was taken with a palsy, so that he could no more speak any thing, nor give order concerning his house. | ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ῎Αλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ. |
|
56
|
56
|
| So Alcimus died at that time with great torment. | καὶ ἀπέθανεν ῎Αλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης. |
|
57
|
57
|
| Now when Bacchides saw that Alcimus was dead, he returned to the king: whereupon the land of Juda was in rest two years. | καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν ῎Αλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα ἔτη δύο. |
|
58
|
58
|
| Then all the ungodly men held a council, saying, Behold, Jonathan and his company are at ease, and dwell without care: now therefore we will bring Bacchides hither, who shall take them all in one night. | Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες· ἰδοὺ ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ. |
|
59
|
59
|
| So they went and consulted with him. | καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ. |
|
60
|
60
|
| Then removed he, and came with a great host, and sent letters privily to his adherents in Judea, that they should take Jonathan and those that were with him: howbeit they could not, because their counsel was known unto them. | καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρᾳ πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ, ὅπως συλλάβωσι τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν. |
|
61
|
61
|
| Wherefore they took of the men of the country, that were authors of that mischief, about fifty persons, and slew them. | καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς. |
|
62
|
62
|
| Afterward Jonathan, and Simon, and they that were with him, got them away to Bethbasi, which is in the wilderness, and they repaired the decays thereof, and made it strong. | καὶ ἐξεχώρησεν ᾿Ιωνάθαν καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν. |
|
63
|
63
|
| Which thing when Bacchides knew, he gathered together all his host, and sent word to them that were of Judea. | καὶ ἔγνω Βακχίδης καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς ᾿Ιουδαίας παρήγγειλε· |
|
64
|
64
|
| Then went he and laid siege against Bethbasi; and they fought against it a long season, and made engines of war. | καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησε μηχανάς. |
|
65
|
65
|
| But Jonathan left his brother Simon in the city, and went forth himself into the country, and with a certain number went he forth. | καὶ ἀπέλιπεν ᾿Ιωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἐξῆλθεν ἐν ἀριθμῷ. |
|
66
|
66
|
| And he smote Odonarres and his brethren, and the children of Phasiron in their tent. | καὶ ἐπάταξεν ῾Οδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσι. |
|
67
|
67
|
| And when he began to smite them, and came up with his forces, Simon and his company went out of the city, and burned up the engines of war, | καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς· |
|
68
|
68
|
| and fought against Bacchides, who was discomfited by them, and they afflicted him sore: for his counsel and travail was in vain. | καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν. καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή. |
|
69
|
69
|
| Wherefore he was very wroth at the wicked men that gave him counsel to come into the country, insomuch as he slew many of them, and purposed to return into his own country. | καὶ ὠργίσθη θυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ. |
|
70
|
70
|
| Whereof when Jonathan had knowledge, he sent ambassadors unto him, to the end he should make peace with him, and deliver them the prisoners. | καὶ ἐπέγνω ᾿Ιωνάθαν καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν. |
|
71
|
71
|
| Which thing he accepted, and did according to his demands, and sware unto him that he would never do him harm all the days of his life. | καὶ ἀπεδέξατο καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· |
|
72
|
72
|
| When therefore he had restored unto him the prisoners that he had taken aforetime out of the land of Judea, he returned and went his way into his own land, neither came he any more into their borders. | καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσε τὸ πρότερον ἐκ γῆς ᾿Ιούδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν. |
|
73
|
73
|
| Thus the sword ceased from Israel: but Jonathan dwelt at Machmas, and began to govern the people; and he destroyed the ungodly men out of Israel. | καὶ κατέπαυσε ρομφαία ἐξ ᾿Ισραήλ· καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν Μαχμάς. καὶ ἤρξατο ᾿Ιωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ ᾿Ισραήλ. |
|
Chapter 10
|
Κεφάλαιο 10
|
|
1
|
1
|
| In the hundred and sixtieth year Alexander, the son of Antiochus surnamed Epiphanes, went up and took Ptolemais: for the people had received him, by means whereof he reigned there. | ΚΑΙ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη ᾿Αλέξανδρος ὁ τοῦ ᾿Αντιόχου ὁ ᾿Επιφανὴς καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ. |
|
2
|
2
|
| Now when king Demetrius heard thereof, he gathered together an exceeding great host, and went forth against him to fight. | καὶ ἤκουσε Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. |
|
3
|
3
|
| Moreover Demetrius sent letters unto Jonathan with loving words, so as he magnified him. | καὶ ἀπέστειλε Δημήτριος πρὸς ᾿Ιωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν. |
|
4
|
4
|
| For said he, Let us first make peace with him, before he join with Alexander against us: | εἶπε γάρ· προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ᾿ αὐτοῦ, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ ᾿Αλεξάνδρου καθ᾿ ἡμῶν· |
|
5
|
5
|
| else he will remember all the evils that we have done against him, and against his brethren and his people. | μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ. |
|
6
|
6
|
| Wherefore he gave him authority to gather together an host, and to provide weapons, that he might aid him in battle: he commanded also that the hostages that were in the tower should be delivered him. | καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ. |
|
7
|
7
|
| Then came Jonathan to Jerusalem, and read the letters in the audience of all the people, and of them that were in the tower: | καὶ ἦλθεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. |
|
8
|
8
|
| who were sore afraid, when they heard that the king had given him authority to gather together an host. | καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτι ἤκουσαν ὅτι ἔδωκεν ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις. |
|
9
|
9
|
| Whereupon they of the tower delivered their hostages unto Jonathan, and he delivered them unto their parents. | καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας ᾿Ιωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. |
|
10
|
10
|
| This done, Jonathan settled himself in Jerusalem, and began to build and repair the city. | καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν ῾Ιερουσαλὴμ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. |
|
11
|
11
|
| And he commanded the workmen to build the walls and the mount Sion round about with square stones for fortification; and they did so. | καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως. |
|
12
|
12
|
| Then the strangers, that were in the fortresses which Bacchides had built, fled away; | καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησε Βακχίδης. |
|
13
|
13
|
| insomuch as every man left his place, and went into his own country. | καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. |
|
14
|
14
|
| Only at Bethsura certain of those that had forsaken the law and the commandments remained still: for it was their place of refuge. | πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον. |
|
15
|
15
|
| Now when king Alexander had heard what promises Demetrius had sent unto Jonathan: when also it was told him of the battles and noble acts which he and his brethren had done, and of the pains that they had endured, | Καὶ ἤκουσεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλε Δημήτριος τῷ ᾿Ιωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον, |
|
16
|
16
|
| he said, Shall we find such another man? now therefore we will make him our friend and confederate. | καὶ εἶπε· μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. |
|
17
|
17
|
| Upon this he wrote a letter, and sent it unto him, according to these words, saying, | καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων· |
|
18
|
18
|
| King Alexander to his brother Jonathan sendeth greeting: | «Βασιλεὺς ᾿Αλέξανδρος τῷ ἀδελφῷ ᾿Ιωνάθαν χαίρειν· |
|
19
|
19
|
| We have heard of thee, that thou art a man of great power, and meet to be our friend. | ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος. |
|
20
|
20
|
| Wherefore now this day we ordain thee to be the high priest of thy nation, and to be called the king's friend; (and therewithal he sent him a purple robe and a crown of gold:) and require thee to take our part, and keep friendship with us. | καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε (καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν) καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς». |
|
21
|
21
|
| So in the seventh month of the hundred and sixtieth year, at the feast of the tabernacles, Jonathan put on the holy robe, and gathered together forces, and provided much armour. | καὶ ἐνεδύσατο ᾿Ιωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγε δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά. |
|
22
|
22
|
| Whereof when Demetrius heard, he was very sorry, and said, | Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπε· |
|
23
|
23
|
| What have we done, that Alexander hath prevented us in making amity with the Jews to strengthen himself? | τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς ὁ ᾿Αλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς ᾿Ιουδαίοις εἰς στήριγμα; |
|
24
|
24
|
| I also will write unto them words of encouragement, and promise them dignities and gifts, that I may have their aid. | γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δογμάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν. |
|
25
|
25
|
| He sent unto them therefore to this effect: King Demetrius unto the people of the Jews sendeth greeting: | καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· «Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν ᾿Ιουδαίων χαίρειν. |
|
26
|
26
|
| Whereas ye have kept covenants with us, and continued in our friendship, not joining yourselves with our enemies, we have heard hereof, and are glad. | ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν. |
|
27
|
27
|
| Wherefore now continue ye still to be faithful unto us, and we will well recompense you for the things ye do in our behalf, | καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ᾿ ὧν ποιεῖτε μεθ᾿ ἡμῶν. |
|
28
|
28
|
| and will grant you many immunities, and give you rewards. | καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα. |
|
29
|
29
|
| And now do I free you, and for your sake I release all the Jews, from tributes, and from the customs of salt, and from crown taxes, | καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς ᾿Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων, |
|
30
|
30
|
| and from that which appertaineth unto me to receive for the third part of the seed, and the half of the fruit of the trees, I release it from this day forth, so that they shall not be taken of the land of Juda, nor of the three governments which are added thereunto out of the country of Samaria and Galilee, from this day forth for evermore. | καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς ᾿Ιούδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον. |
|
31
|
31
|
| Let Jerusalem also be holy and free, with the borders thereof, both from tenths and tributes. | καὶ ῾Ιερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη. |
|
32
|
32
|
| And as for the tower which is at Jerusalem, I yield up my authority over it, and give it to the high priest, that he may set in it such men as he shall choose to keep it. | ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν ῾Ιερουσαλὴμ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν. |
|
33
|
33
|
| Moreover I freely set at liberty every one of the Jews, that were carried captives out of the land of Juda into any part of my kingdom, and I will that all my officers remit the tributes even of their cattle. | καὶ πᾶσαν ψυχὴν ᾿Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς ᾿Ιούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν. |
|
34
|
34
|
| Furthermore I will that all the feasts, and sabbaths, and new moons, and solemn days, and the three days before the feast, and the three days after the feast, shall be all days of immunity and freedom for all the Jews in my realm. | καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς ᾿Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου. |
|
35
|
35
|
| Also no man shall have authority to meddle with them, or to molest any of them in any matter. | καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος. |
|
36
|
36
|
| I will further, that there be enrolled among the king's forces about thirty thousand men of the Jews, unto whom pay shall be given, as belongeth to all the king's forces. | καὶ προγραφήτωσαν τῶν ᾿Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως. |
|
37
|
37
|
| And of them some shall be placed in the king's strong holds, of whom also some shall be set over the affairs of the kingdom, which are of trust: and I will that their overseers and governors be of themselves, and that they live after their own laws, even as the king hath commanded in the land of Judea. | καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾿ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν. καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ ᾿Ιούδα. |
|
38
|
38
|
| And concerning the three governments that are added to Judea from the country of Samaria, let them be joined with Judea, that they may be reckoned to be under one, nor bound to obey other authority than the high priest's. | καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ ᾿Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ᾿ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾿ ἢ τοῦ ἀρχιερέως. |
|
39
|
39
|
| As for Ptolemais, and the land pertaining thereto, I give it as a free gift to the sanctuary at Jerusalem for the necessary expences of the sanctuary. | Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν ῾Ιερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις. |
|
40
|
40
|
| Moreover I give every year fifteen thousand shekels of silver out of the king's accounts from the places appertaining. | κἀγὼ δίδωμι κατ᾿ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. |
|
41
|
41
|
| And all the overplus, which the officers paid not in as in former time, from henceforth shall be given toward the works of the temple. | καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου. |
|
42
|
42
|
| And beside this, the five thousand shekels of silver, which they took from the uses of the temple out of the accounts year by year, even those things shall be released, because they appertain to the priests that minister. | καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾿ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι. |
|
43
|
43
|
| And whosoever they be that flee unto the temple at Jerusalem, or be within the liberties thereof, being indebted unto the king, or for any other matter, let them be at liberty, and all that they have in my realm. | καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν ῾Ιεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου. |
|
44
|
44
|
| For the building also and repairing of the works of the sanctuary, expences shall be given out of the king's accounts. | καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως. |
|
45
|
45
|
| Yea, and for the building of the walls of Jerusalem, and the fortifying thereof round about, expences shall be given out of the king's accounts, as also for the building of the walls in Judea. | καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ ᾿Ιουδαίᾳ». |
|
46
|
46
|
| Now when Jonathan and the people heard these words, they gave no credit unto them, nor received them, because they remembered the great evil that he had done in Israel; for he had afflicted them very sore. | ῾Ως δὲ ἤκουσεν ᾿Ιωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν ᾿Ισραὴλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα. |
|
47
|
47
|
| But with Alexander they were well pleased, because he was the first that entreated of true peace with them, and they were confederate with him always. | καὶ εὐδόκησαν ἐν ᾿Αλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας. |
|
48
|
48
|
| Then gathered king Alexander great forces, and camped over against Demetrius. | Καὶ συνήγαγεν ᾿Αλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου. |
|
49
|
49
|
| And after the two kings had joined battle, Demetrius' host fled: but Alexander followed after him, and prevailed against them. | καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ ᾿Αλέξανδρος καὶ ἴσχυσεν ἐπ᾿ αὐτούς. |
|
50
|
50
|
| And he continued the battle very sore until the sun went down: and that day was Demetrius slain. | καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
|
51
|
51
|
| Afterward Alexander sent ambassadors to Ptolemee king of Egypt with a message to this effect: | καὶ ἀπέστειλεν ᾿Αλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων· |
|
52
|
52
|
| Forasmuch as I am come again to my realm, and am set in the throne of my progenitors, and have gotten the dominion, and overthrown Demetrius, and recovered our country; | «᾿Επεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν |
|
53
|
53
|
| for after I had joined battle with him, both he and his host was discomfited by us, so that we sit in the throne of his kingdom: | καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾿ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· |
|
54
|
54
|
| now therefore let us make a league of amity together, and give me now thy daughter to wife: and I will be thy son in law, and will give both thee and her gifts according to thy dignity. | καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου». |
|
55
|
55
|
| Then Ptolemee the king gave answer, saying, Happy be the day wherein thou didst return into the land of thy fathers, and satest in the throne of their kingdom. | Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων· «᾿Αγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. |
|
56
|
56
|
| And now will I do to thee, as thou hast written: meet me therefore at Ptolemais, that we may see one another; for I will marry my daughter to thee according to thy desire. | καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλ᾿ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας». |
|
57
|
57
|
| So Ptolemee went out of Egypt with his daughter Cleopatra, and they came unto Ptolemais in the hundred threescore and second year: | Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. |
|
58
|
58
|
| where king Alexander meeting him, he gave unto him his daughter Cleopatra, and celebrated her marriage at Ptolemais with great glory, as the manner of kings is. | καὶ ἀπήντησεν αὐτῷ ᾿Αλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι καθὼς οἱ βασιλεὶς ἐν δόξῃ μεγάλῃ. |
|
59
|
59
|
| Now king Alexander had written unto Jonathan, that he should come and meet him. | καὶ ἔγραψεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τῷ ᾿Ιωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ. |
|
60
|
60
|
| Who thereupon went honourably to Ptolemais, where he met the two kings, and gave them and their friends silver and gold, and many presents, and found favour in their sight. | καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρε χάριν ἐναντίον αὐτῶν. |
|
61
|
61
|
| At that time certain pestilent fellows of Israel, men of a wicked life, assembled themselves against him, to accuse him: but the king would not hear them. | καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ ᾿Ισραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾿ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. |
|
62
|
62
|
| Yea more than that, the king commanded to take off his garments, and clothe him in purple: and they did so. | καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν ᾿Ιωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως. |
|
63
|
63
|
| Also he made him sit by himself, and said unto his princes, Go with him into the midst of the city, and make proclamation, that no man complain against him of any matter, and that no man trouble him for any manner of cause. | καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ· ἐξέλθετε μετ᾿ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ᾿ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου. |
|
64
|
64
|
| Now when his accusers saw that he was honoured according to the proclamation, and clothed in purple, they fled all away. | καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξε, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες. |
|
65
|
65
|
| So the king honoured him, and wrote him among his chief friends, and made him a duke, and partaker of his dominion. | καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην. |
|
66
|
66
|
| Afterward Jonathan returned to Jerusalem with peace and gladness. | καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ εὐφροσύνης. |
|
67
|
67
|
| Furthermore in the hundred threescore and fifth year came Demetrius son of Demetrius out of Crete into the land of his fathers: | Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. |
|
68
|
68
|
| whereof when king Alexander heard tell, he was right sorry, and returned into Antioch. | καὶ ἤκουσεν ᾿Αλέξανδρος βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς ᾿Αντιόχειαν. |
|
69
|
69
|
| Then Demetrius made Apollonius the governor of Celosyria his general, who gathered together a great host, and camped in Jamnia, and sent unto Jonathan the high priest, saying, | καὶ κατέστησε Δημήτριος ᾿Απολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐν ᾿Ιαμνείᾳ. καὶ ἀπέστειλε πρὸς ᾿Ιωνάθαν τὸν ἀρχιερέα λέγων· |
|
70
|
70
|
| Thou alone liftest up thyself against us, and I am laughed to scorn for thy sake, and reproached: and why dost thou vaunt thy power against us in the mountains? | «Σὺ μονώτατος ἐπαίρῃ ἐφ᾿ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφ᾿ ἡμᾶς ἐν τοῖς ὄρεσι; |
|
71
|
71
|
| Now therefore, if thou trustest in thine own strength, come down to us into the plain field, and there let us try the matter together: for with me is the power of the cities. | νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾿ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων. |
|
72
|
72
|
| Ask and learn who I am, and the rest that take our part, and they shall tell thee that thy foot is not able to stand before our face; for thy fathers have been twice put to flight in their own land. | ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν· οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν γῇ αὐτῶν. |
|
73
|
73
|
| Wherefore now thou shalt not be able to abide the horsemen and so great a power in the plain, where is neither stone nor flint, nor place to flee unto. | καὶ νῦν οὐ δυνήσῃ ὑποστῇναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν». |
|
74
|
74
|
| So when Jonathan heard these words of Apollonius, he was moved in his mind, and choosing ten thousand men he went out of Jerusalem, where Simon his brother met him for to help him. | ῾Ως δὲ ἤκουσεν ᾿Ιωνάθαν τῶν λόγων ᾿Απολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ ῾Ιερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ. |
|
75
|
75
|
| And he pitched his tents against Joppe: but they shut him out of the city, because Apollonius had a garrison in Joppe. | καὶ παρενέβαλεν ἐπὶ ᾿Ιόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ ᾿Απολλωνίου ἐν ᾿Ιόππῃ, καὶ ἐπολέμησαν αὐτήν. |
|
76
|
76
|
| Then Jonathan laid siege unto it: whereupon they of the city let him in for fear: and so Jonathan won Joppe. | καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν ᾿Ιωνάθαν ᾿Ιόππης. |
|
77
|
77
|
| Whereof when Apollonius heard, he took three thousand horsemen, with a great host of footmen, and went to Azotus as one that journeyed, and therewithal drew him forth into the plain, because he had a great number of horsemen, in whom he put his trust. | καὶ ἤκουσεν ᾿Απολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς ῎Αζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ᾿ αὐτῇ. |
|
78
|
78
|
| Then Jonathan followed after him to Azotus, where the armies joined battle. | καὶ κατεδίωξεν ᾿Ιωνάθαν ὀπίσω αὐτοῦ εἰς ῎Αζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον. |
|
79
|
79
|
| Now Apollonius had left a thousand horsemen in ambush. | καὶ ἀπέλιπεν ᾿Απολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν. |
|
80
|
80
|
| And Jonathan knew that there was an ambushment behind him; for they had compassed in his host, and cast darts at the people, from morning till evening. | καὶ ἔγνω ᾿Ιωνάθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας· |
|
81
|
81
|
| But the people stood still, as Jonathan had commanded them: and so the enemies' horses were tired. | ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν ᾿Ιωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. |
|
82
|
82
|
| Then brought Simon forth his host, and set them against the footmen, (for the horsemen were spent,) who were discomfited by him, and fled. | καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψε πρὸς τὴν φάραγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ᾿ αὐτοῦ καὶ ἔφυγον. |
|
83
|
83
|
| The horsemen also, being scattered in the field, fled to Azotus, and went into Beth-dagon, their idol's temple, for safety. | καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς ῎Αζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν τοῦ σωθῆναι. |
|
84
|
84
|
| But Jonathan set fire on Azotus, and the cities round about it, and took their spoils; and the temple of Dagon, with them that were fled into it, he burned with fire. | καὶ ἐνεπύρισεν ᾿Ιωνάθαν τὴν ῎Αζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί. |
|
85
|
85
|
| Thus there were burned and slain with the sword well nigh eight thousand men. | καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. |
|
86
|
86
|
| And from thence Jonathan removed his host, and camped against Ascalon, where the men of the city came forth, and met him with great pomp. | καὶ ἀπῇρεν ἐκεῖθεν ᾿Ιωνάθαν καὶ παρενέβαλεν ἐπὶ ᾿Ασκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. |
|
87
|
87
|
| After this returned Jonathan and his host unto Jerusalem, having many spoils. | καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλὴμ σὺν τοῖς παρ᾿ αὐτοῦ ἔχοντες σκῦλα πολλά. |
|
88
|
88
|
| Now when king Alexander heard these things, he honoured Jonathan yet more, | καὶ ἐγένετο ὡς ἤκουσεν ᾿Αλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν ᾿Ιωνάθαν. |
|
89
|
89
|
| and sent him a buckle of gold, as the use is to be given to such as are of the king's blood: he gave him also Accaron with the borders thereof in possession. | καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ακκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν. |
|
Chapter 11
|
Κεφάλαιο 11
|
|
1
|
1
|
| And the king of Egypt gathered together a great host, like the sand that lieth upon the sea shore, and many ships, and went about through deceit to get Alexander's kingdom, and join it to his own. | ΚΑΙ ὁ βασιλεὺς Αἰγύπτου ἤθροισε δυνάμεις πολλὰς ὡς τὴν ἄμμον τὴν περὶ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας ᾿Αλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ. |
|
2
|
2
|
| Whereupon he took his journey into Syria in peaceable manner, so as they of the cities opened unto him, and met him: for king Alexander had commanded them so to do, because he was his father in law. | καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν ᾿Αλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι. |
|
3
|
3
|
| Now as Ptolemee entered into the cities, he set in every one of them a garrison of soldiers to keep it. | ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις ὁ Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει. |
|
4
|
4
|
| And when he came near to Azotus, they shewed him the temple of Dagon that was burnt, and Azotus and the suburbs thereof that were destroyed, and the bodies that were cast abroad, and them that he had burnt in the battle: for they had made heaps of them by the way where he should pass. | ὡς δὲ ἤγγισεν ᾿Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγὼν ἐμπεπυρισμένον καὶ ῎Αζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ θημωνίας αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ. |
|
5
|
5
|
| Also they told the king whatsoever Jonathan had done, to the intent he might blame him: but the king held his peace. | καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν ᾿Ιωνάθαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν ὁ βασιλεύς. |
|
6
|
6
|
| Then Jonathan met the king with great pomp at Joppe, where they saluted one another, and lodged. | καὶ συνήντησεν ᾿Ιωνάθαν τῷ βασιλεῖ εἰς ᾿Ιόππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ. |
|
7
|
7
|
| Afterward Jonathan, when he had gone with the king to the river called Eleutherus, returned again to Jerusalem. | καὶ ἐπορεύθη ᾿Ιωνάθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου ᾿Ελευθέρου καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ. |
|
8
|
8
|
| King Ptolemee therefore, having gotten the dominion of the cities by the sea unto Seleucia upon the sea coast, imagined wicked counsels against Alexander. | ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσε τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ ᾿Αλεξάνδρου λογισμοὺς πονηρούς. |
|
9
|
9
|
| Whereupon he sent ambassadors unto king Demetrius, saying, Come, let us make a league betwixt us, and I will give thee my daughter whom Alexander hath, and thou shalt reign in thy father's kingdom: | καὶ ἀπέστειλε πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων· δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην, καὶ δώσω σοι τὴν θυγατέρα μου, ἣν ἔχει ᾿Αλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου· |
|
10
|
10
|
| for I repent that I gave my daughter unto him, for he sought to slay me. | μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου, ἐζήτησε γὰρ ἀποκτεῖναί με. |
|
11
|
11
|
| Thus did he slander him, because he was desirous of his kingdom. | καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ· |
|
12
|
12
|
| Wherefore he took his daughter from him, and gave her to Demetrius, and forsook Alexander, so that their hatred was openly known. | καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοτριώθη τῷ ᾿Αλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν. |
|
13
|
13
|
| Then Ptolemee entered into Antioch, where he set two crowns upon his head, the crown of Asia, and of Egypt. | καὶ εἰσῆλθε Πτολεμαῖος εἰς ᾿Αντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς ᾿Ασίας· καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ τῆς ᾿Ασίας καὶ Αἰγύπτου. |
|
14
|
14
|
| In the mean season was king Alexander in Cilicia, because those that dwelt in those parts had revolted from him. | ᾿Αλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων. |
|
15
|
15
|
| But when Alexander heard of this, he came to war against him: whereupon king Ptolemee brought forth his host, and met him with a mighty power, and put him to flight. | καὶ ἤκουσεν ᾿Αλέξανδρος καὶ ἦλθεν ἐπ᾿ αὐτὸν πολέμῳ. καὶ ἐξήγαγε Πτολεμαῖος τὴν δύναμιν καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν. |
|
16
|
16
|
| So Alexander fled into Arabia, there to be defended; but king Ptolemee was exalted: | καὶ ἔφυγεν ᾿Αλέξανδρος εἰς τὴν ᾿Αραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη. |
|
17
|
17
|
| for Zabdiel the Arabian took off Alexander's head, and sent it unto Ptolemee. | καὶ ἀφεῖλε Ζαβδιὴλ ὁ ῎Αραψ τὴν κεφαλὴν ᾿Αλεξάνδρου καὶ ἀπέστειλε τῷ Πτολεμαίῳ. |
|
18
|
18
|
| King Ptolemee also died the third day after, and they that were in the strong holds were slain one of another. | καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασι. |
|
19
|
19
|
| By this means Demetrius reigned in the hundred threescore and seventh year. | καὶ ἐβασίλευσε Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. |
|
20
|
20
|
| At the same time Jonathan gathered together them that were in Judea, to take the tower that was in Jerusalem: and he made many engines of war against it. | ᾿Εν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν ᾿Ιωνάθαν τοὺς ἐκ τῆς ᾿Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησεν ἐπ᾿ αὐτὴν μηχανὰς πολλάς. |
|
21
|
21
|
| Then certain ungodly persons, who hated their own people, went unto the king, and told him that Jonathan besieged the tower. | καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι ᾿Ιωνάθαν περικάθηται τὴν ἄκραν. |
|
22
|
22
|
| Whereof when he heard, he was angry, and immediately removing, he came to Ptolemais, and wrote unto Jonathan, that he should not lay siege to the tower, but come and speak with him at Ptolemais in great haste. | καὶ ἀκούσας ὠργίσθη· ὡς δὲ ἤκουσεν, εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαΐδα καὶ ἔγραψεν ᾿Ιωνάθαν τοῦ μὴ περικαθῆσθαι τῇ ἄκρᾳ καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαΐδα τὴν ταχίστην. |
|
23
|
23
|
| Nevertheless Jonathan, when he heard this, commanded to besiege it still: and he chose certain of the elders of Israel and the priests, and put himself in peril; | ὡς δὲ ἤκουσεν ᾿Ιωνάθαν, ἐκέλευσε περικαθῆσθαι καὶ ἐπέλεξε τῶν πρεσβυτέρων ᾿Ισραὴλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ· |
|
24
|
24
|
| and took silver and gold, and raiment, and divers presents besides, and went to Ptolemais unto the king, where he found favour in his sight. | καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαΐδα καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ. |
|
25
|
25
|
| And though certain ungodly men of the people had made complaints against him, | καὶ ἐνετύγχανον κατ᾿ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους. |
|
26
|
26
|
| yet the king entreated him as his predecessors had done before, and promoted him in the sight of all his friends, | καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον πάντων τῶν φίλων αὐτοῦ, |
|
27
|
27
|
| and confirmed him in the high priesthood, and in all the honours that he had before, and gave him pre-eminence among his chief friends. | καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχε τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι. |
|
28
|
28
|
| Then Jonathan desired the king, that he would make Judea free from tribute, as also the three governments, with the country of Samaria; and he promised him three hundred talents. | καὶ ἠξίωσεν ᾿Ιωνάθαν τὸν βασιλέα ποιῆσαι τὴν ᾿Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρεῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια. |
|
29
|
29
|
| So the king consented, and wrote letters unto Jonathan of all these things after this manner: | καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψε τῷ ᾿Ιωνάθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον· |
|
30
|
30
|
| King Demetrius unto his brother Jonathan, and unto the nation of the Jews, sendeth greeting: | «Βασιλεὺς Δημήτριος ᾿Ιωνάθαν τῷ ἀδελφῷ χαίρειν, καὶ ἔθνει ᾿Ιουδαίων. |
|
31
|
31
|
| We send you here a copy of the letter which we did write unto our cousin Lasthenes concerning you, that ye might see it. | τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε. |
|
32
|
32
|
| King Demetrius unto his father Lasthenes sendeth greeting: | βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. |
|
33
|
33
|
| We are determined to do good to the people of the Jews, who are our friends, and keep covenants with us, because of their good will toward us. | τῷ ἔθνει τῶν ᾿Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσι τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθοποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς. |
|
34
|
34
|
| Wherefore we have ratified unto them the borders of Judea, with the three governments of Apherema and Lydda and Ramathem, that are added unto Judea from the country of Samaria, and all things appertaining unto them, for all such as do sacrifice in Jerusalem, instead of the payments which the king received of them yearly aforetime out of the fruits of the earth and of trees. | ἑστάκαμεν οὖν αὐτοῖς τά τε ὅρια τῆς ᾿Ιουδαίας καὶ τοὺς τρεῖς νομούς, ᾿Αφαίρεμα καὶ Λύδδαν καὶ Ραμαθέμ, οἵτινες προσετέθησαν τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρείτιδος, καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσι τοῖς θυσιάζουσιν εἰς ῾Ιεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ᾿ αὐτῶν τὸ πρότερον κατ᾿ ἐνιαυτὸν ἀπὸ τῶν γεννημάτων τῆς γῆς καὶ ἀπὸ τῶν ἀκροδρύων. |
|
35
|
35
|
| And as for other things that belong unto us, of the tithes and customs pertaining unto us, as also the saltpits, and the crown taxes, which are due unto us, we discharge them of them all for their relief. | καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους, πάντα ἐπαρκῶς παρίεμεν αὐτοῖς. |
|
36
|
36
|
| And nothing hereof shall be revoked from this time forth for ever. | καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον. |
|
37
|
37
|
| Now therefore see that thou make a copy of these things, and let it be delivered unto Jonathan, and set upon the holy mount in a conspicuous place. | νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω ᾿Ιωνάθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ». |
|
38
|
38
|
| After this, when king Demetrius saw that the land was quiet before him, and that no resistance was made against him, he sent away all his forces, every one to his own place, except certain bands of strangers, whom he had gathered from the isles of the heathen: wherefore all the forces of his fathers hated him. | Καὶ εἶδε Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσε πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις τῶν πατέρων αὐτοῦ. |
|
39
|
39
|
| Moreover there was one Tryphon, that had been of Alexander's part afore, who, seeing that all the host murmured against Demetrius, went to Simalcue the Arabian, that brought up Antiochus the young son of Alexander, | Τρύφων δὲ ἦν τῶν παρὰ ᾿Αλέξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσι τοῦ Δημητρίου, καὶ ἐπορεύθη πρὸς Εἰμαλκουαὶ τὸν ῎Αραβα, ὃς ἔτρεφε τὸν ᾿Αντίοχον τὸ παιδάριον τὸ τοῦ ᾿Αλεξάνδρου. |
|
40
|
40
|
| and lay sore upon him to deliver him this young Antiochus, that he might reign in his father's stead: he told him therefore all that Demetrius had done, and how his men of war were at enmity with him, and there he remained a long season. | καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσε Δημήτριος καὶ τὴν ἔχθραν, ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς. |
|
41
|
41
|
| In the mean time Jonathan sent unto king Demetrius, that he would cast those of the tower out of Jerusalem, and those also in the fortresses: for they fought against Israel. | καὶ ἀπέστειλεν ᾿Ιωνάθαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ ῾Ιερουσαλὴμ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν ᾿Ισραήλ. |
|
42
|
42
|
| So Demetrius sent unto Jonathan, saying, I will not only do this for thee and thy people, but I will greatly honour thee and thy nation, if opportunity serve. | καὶ ἀπέστειλε Δημήτριος πρὸς ᾿Ιωνάθαν λέγων· οὐ μόνον ταῦτα ποιήσω σοι καὶ τῷ ἔθνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου, ἐὰν εὐκαιρίας τύχω. |
|
43
|
43
|
| Now therefore thou shalt do well, if thou send me men to help me; for all my forces are gone from me. | νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσιν, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου. |
|
44
|
44
|
| Upon this Jonathan sent him three thousand strong men unto Antioch: and when they came to the king, the king was very glad of their coming. | καὶ ἀπέστειλεν ᾿Ιωνάθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύϊ αὐτῷ εἰς ᾿Αντιόχειαν, καὶ ἤλθοσαν πρὸς τὸν βασιλέα, καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. |
|
45
|
45
|
| Howbeit they that were of the city gathered themselves together into the midst of the city, to the number of an hundred and twenty thousand men, and would have slain the king. | καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας ἀνδρῶν καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα. |
|
46
|
46
|
| Wherefore the king fled into the court, but they of the city kept the passages of the city, and began to fight. | καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν. |
|
47
|
47
|
| Then the king called to the Jews for help, who came unto him all at once, and dispersing themselves through the city slew that day in the city to the number of an hundred thousand. | καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς ᾿Ιουδαίους ἐπὶ βοήθειαν, καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει πάντες ἅμα καὶ ἀπέκτειναν ἐν τῇ πόλει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα· |
|
48
|
48
|
| Also they set fire on the city, and gat many spoils that day, and delivered the king. | καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἐλάβοσαν σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα. |
|
49
|
49
|
| So when they of the city saw that the Jews had got the city as they would, their courage was abated: wherefore they made supplication to the king, and cried, saying, | καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ ᾿Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες· |
|
50
|
50
|
| Grant us peace, and let the Jews cease from assaulting us and the city. | δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ ᾿Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν. |
|
51
|
51
|
| With that they cast away their weapons, and made peace; and the Jews were honoured in the sight of the king, and in the sight of all that were in his realm; and they returned to Jerusalem, having great spoils. | καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ ᾿Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἔχοντες σκῦλα πολλά. |
|
52
|
52
|
| So king Demetrius sat on the throne of his kingdom, and the land was quiet before him. | καὶ ἐκάθησε Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ. |
|
53
|
53
|
| Nevertheless he dissembled in all that ever he spake, and estranged himself from Jonathan, neither rewarded he him according to the benefits which he had received of him, but troubled him very sore. | καὶ ἐψεύσατο πάντα, ὅσα εἶπε, καὶ ἠλλοτριώθη τῷ ᾿Ιωνάθαν καὶ οὐκ ἀνταπέδωκε κατὰ τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔθλιβεν αὐτὸν σφόδρα. |
|
54
|
54
|
| After this returned Tryphon, and with him the young child Antiochus, who reigned, and was crowned. | Μετὰ δὲ ταῦτα ἀπέστρεψε Τρύφων καὶ ᾿Αντίοχος μετ᾿ αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσε καὶ ἐπέθετο διάδημα. |
|
55
|
55
|
| Then there gathered unto him all the men of war, whom Demetrius had put away, and they fought against Demetrius, who turned his back and fled. | καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκόρπισε Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔφυγε καὶ ἐτροπώθη. |
|
56
|
56
|
| Moreover Tryphon took the elephants, and won Antioch. | καὶ ἔλαβε Τρύφων τὰ θηρία καὶ κατεκράτησεν ᾿Αντιοχείας. |
|
57
|
57
|
| At that time young Antiochus wrote unto Jonathan, saying, I confirm thee in the high priesthood, and appoint thee ruler over the four governments, and to be one of the king's friends. | καὶ ἔγραψεν ᾿Αντίοχος ὁ νεώτερος τῷ ᾿Ιωνάθαν λέγων· ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως. |
|
58
|
58
|
| Upon this he sent him golden vessels to be served in, and gave him leave to drink in gold, and to be clothed in purple, and to wear a golden buckle. | καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασι καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν· |
|
59
|
59
|
| His brother Simon also he made captain from the place called The ladder of Tyrus unto the borders of Egypt. | καὶ Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησε στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου. |
|
60
|
60
|
| Then Jonathan went forth, and passed through the cities beyond the water, and all the forces of Syria gathered themselves unto him for to help him: and when he came to Ascalon, they of the city met him honourably. | καὶ ἐξῆλθεν ᾿Ιωνάθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσι, καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις Συρίας εἰς συμμαχίαν, καὶ ἦλθεν εἰς ᾿Ασκάλωνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως. |
|
61
|
61
|
| From whence he went to Gaza, but they of Gaza shut him out; wherefore he laid siege unto it, and burned the suburbs thereof with fire, and spoiled them. | καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάθισε περὶ αὐτὴν καὶ ἐνεπύρισε τὰ περιπόλια αὐτῆς πυρὶ καὶ ἐσκύλευσεν αὐτά. |
|
62
|
62
|
| Afterward, when they of Gaza made supplication unto Jonathan, he made peace with them, and took the sons of their chief men for hostages, and sent them to Jerusalem, and passed through the country unto Damascus. | καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης τὸν ᾿Ιωνάθαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβε τοὺς υἱοὺς ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ· καὶ διῆλθε τὴν χώραν ἕως Δαμασκοῦ. |
|
63
|
63
|
| Now when Jonathan heard that Demetrius' princes were come to Cades, which is in Galilee, with a great power, purposing to remove him out of the country, | καὶ ἤκουσεν ᾿Ιωνάθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κάδης τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας. |
|
64
|
64
|
| he went to meet them, and left Simon his brother in the country. | καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελφὸν αὐτοῦ Σίμωνα κατέλιπεν ἐν τῇ χώρᾳ. |
|
65
|
65
|
| Then Simon encamped against Bethsura, and fought against it a long season, and shut it up: | καὶ παρενέβαλε Σίμων ἐπὶ Βαιθσούρᾳ καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν. |
|
66
|
66
|
| but they desired to have peace with him, which he granted them, and then put them out from thence, and took the city, and set a garrison in it. | καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ᾿ αὐτῇ φρουράν. |
|
67
|
67
|
| As for Jonathan and his host, they pitched at the water of Gennesar, from whence betimes in the morning they gat them to the plain of Nasor. | καὶ ᾿Ιωνάθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ Γεννησάρ, καὶ ὤρθρισαν τὸ πρωΐ εἰς τὸ πεδίον Νασώρ. |
|
68
|
68
|
| And, behold, the host of strangers met them in the plain, who, having laid men in ambush for him in the mountains, came themselves over against him. | καὶ ἰδοὺ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ᾿ αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξεναντίας. |
|
69
|
69
|
| So when they that lay in ambush rose out of their places, and joined battle, all that were of Jonathan's side fled; | τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον. καὶ ἔφυγον οἱ παρὰ ᾿Ιωνάθαν πάντες, |
|
70
|
70
|
| insomuch as there was not one of them left, except Mattathias the son of Absalom, and Judas the son of Calphi, the captains of the host. | οὐδὲ εἷς κατελείφθη ἀπ᾿ αὐτῶν, πλὴν Ματταθίας ὁ τοῦ ᾿Αβεσσαλώμου καὶ ᾿Ιούδας ὁ τοῦ Χαλφὶ ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων. |
|
71
|
71
|
| Then Jonathan rent his clothes, and cast earth upon his head, and prayed. | καὶ διέρρηξεν ᾿Ιωνάθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο. |
|
72
|
72
|
| Afterwards turning again to battle, he put them to flight, and so they ran away. | καὶ ὑπέστρεψε πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔφυγον. |
|
73
|
73
|
| Now when his own men that were fled saw this, they turned again unto him, and with him pursued them to Cades, even unto their own tents, and there they camped. | καὶ εἶδον οἱ φεύγοντες οἱ παρ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν πρὸς αὐτὸν καὶ ἐδίωκον μετ᾿ αὐτοῦ ἕως Κάδης ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ. |
|
74
|
74
|
| So there were slain of the heathen that day about three thousand men: but Jonathan returned to Jerusalem. | καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν εἰς ῾Ιερουσαλήμ. |
|
Chapter 12
|
Κεφάλαιο 12
|
|
1
|
1
|
| Now when Jonathan saw that the time served him, he chose certain men, and sent them to Rome, for to confirm and renew the friendship that they had with them. | ΚΑΙ εἶδεν ᾿Ιωνάθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας καὶ ἀπέστειλεν εἰς Ρώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν. |
|
2
|
2
|
| He sent letters also to the Lacedemonians, and to other places, for the same purpose. | καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά. |
|
3
|
3
|
| So they went unto Rome, and entered into the senate, and said, Jonathan the high priest, and the people of the Jews, sent us unto you, to the end ye should renew the friendship, which ye had with them, and league, as in former time. | καὶ ἐπορεύθησαν εἰς Ρώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον· ᾿Ιωνάθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν ᾿Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον. |
|
4
|
4
|
| Upon this the Romans gave them letters unto the governors of every place, that they should bring them into the land of Judea peaceably. | καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν ᾿Ιούδα μετ᾿ εἰρήνης. |
|
5
|
5
|
| And this is the copy of the letters which Jonathan wrote to the Lacedemonians: | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν ᾿Ιωνάθαν τοῖς Σπαρτιάταις· |
|
6
|
6
|
| Jonathan the high priest, and the elders of the nation, and the priests, and the other people of the Jews, unto the Lacedemonians their brethren send greeting: | «᾿Ιωνάθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν ᾿Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν. |
|
7
|
7
|
| There were letters sent in times past unto Onias the high priest from Darius, who reigned then among you, to signify that ye are our brethren, as the copy here underwritten doth specify. | ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς ᾿Ονίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται. |
|
8
|
8
|
| At which time Onias entreated the ambassador that was sent honourably, and received the letters, wherein declaration was made of the league and friendship. | καὶ ἐπεδέξατο ᾿Ονίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβε τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας. |
|
9
|
9
|
| Therefore we also, albeit we need none of these things, for that we have the holy books of scripture in our hands to comfort us, | καὶ ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν, |
|
10
|
10
|
| have nevertheless attempted to send unto you for the renewing of brotherhood and friendship, lest we should become strangers unto you altogether: for there is a long time passed since ye sent unto us. | ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ᾿ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς. |
|
11
|
11
|
| We therefore at all times without ceasing, both in our feasts, and other convenient days, do remember you in the sacrifices which we offer, and in our prayers, as reason is, and as it becometh us to think upon our brethren: | ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμῶν ἐφ᾿ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶ καὶ πρέπον μνημονεύειν ἀδελφῶν· |
|
12
|
12
|
| and we are right glad of your honour. | εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν. |
|
13
|
13
|
| As for ourselves, we have had great troubles and wars on every side, forsomuch as the kings that are round about us have fought against us. | ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν. |
|
14
|
14
|
| Howbeit we would not be troublesome unto you, nor to others of our confederates and friends, in these wars: | καὶ οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις· |
|
15
|
15
|
| for we have help from heaven that succoureth us, so as we are delivered from our enemies, and our enemies are brought under foot. | ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν. |
|
16
|
16
|
| For this cause we chose Numenius the son of Antiochus, and Antipater the son of Jason, and sent them unto the Romans, to renew the amity that we had with them, and the former league. | ἐπελέξαμεν οὖν Νουμήνιον ᾿Αντιόχου καὶ ᾿Αντίπατρον ᾿Ιάσωνος καὶ ἀπεστάλκαμεν πρὸς Ρωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν προτέραν. |
|
17
|
17
|
| We commanded them also to go unto you, and to salute you, and to deliver you our letters concerning the renewing of our brotherhood. | ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ᾿ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν. |
|
18
|
18
|
| Wherefore now ye shall do well to give us an answer thereto. | καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσοντες ἡμῖν πρὸς ταῦτα». |
|
19
|
19
|
| And this is the copy of the letters which Oniares sent. | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν ᾿Ονίᾳ· |
|
20
|
20
|
| Areus king of the Lacedemonians to Onias the high priest, greeting: | «῎Αρειος βασιλεὺς Σπαρτιατῶν ᾿Ονίᾳ ἱερεῖ μεγάλῳ χαίρειν. |
|
21
|
21
|
| It is found in writing, that the Lacedemonians and Jews are brethren, and that they are of the stock of Abraham: | εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ ᾿Ιουδαίων, ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους ῾Αβραάμ. |
|
22
|
22
|
| now therefore, since this is come to our knowledge, ye shall do well to write unto us of your prosperity. | καὶ νῦν ἀφ᾿ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν, |
|
23
|
23
|
| We do write back again to you, that your cattle and goods are our's, and our's are your's. We do command therefore our ambassadors to make report unto you on this wise. | καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστι, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν. ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα». |
|
24
|
24
|
| Now when Jonathan heard that Demetrius' princes were come to fight against him with a greater host than afore, | Καὶ ἤκουσεν ᾿Ιωνάθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν. |
|
25
|
25
|
| he removed from Jerusalem, and met them in the land of Amathis: for he gave them no respite to enter his country. | καὶ ἀπῇρεν ἐξ ῾Ιερουσαλὴμ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν ᾿Αμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ. |
|
26
|
26
|
| He sent spies also unto their tents, who came again, and told him that they were appointed to come upon them in the night season. | καὶ ἀπέστειλε κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ, ὅτι οὕτω τάσσονται ἐπιπεσεῖν ἐπ᾿ αὐτοὺς τὴν νύκτα. |
|
27
|
27
|
| Wherefore so soon as the sun was down, Jonathan commanded his men to watch, and to be in arms, that all the night long they might be ready to fight: also he sent forth centinels round about the host. | ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις καὶ ἑτοιμάζεσθαι εἰς πόλεμον δι᾿ ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλε προφύλακας κύκλῳ τῆς παρεμβολῆς. |
|
28
|
28
|
| But when the adversaries heard that Jonathan and his men were ready for battle, they feared, and trembled in their hearts, and they kindled fires in their camp. | καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. |
|
29
|
29
|
| Howbeit Jonathan and his company knew it not till the morning: for they saw the lights burning. | ᾿Ιωνάθαν δὲ καὶ οἱ παρ᾿ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωΐ, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα. |
|
30
|
30
|
| Then Jonathan pursued after them, but overtook them not: for they were gone over the river Eleutherus. | καὶ κατεδίωξεν ᾿Ιωνάθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν ᾿Ελεύθερον ποταμόν. |
|
31
|
31
|
| Wherefore Jonathan turned to the Arabians, who were called Zabadeans, and smote them, and took their spoils. | καὶ ἐξέκλινεν ᾿Ιωνάθαν ἐπὶ τοὺς ῎Αραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. |
|
32
|
32
|
| And removing thence, he came to Damascus, and so passed through all the country. | καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. |
|
33
|
33
|
| Simon also went forth, and passed through the country unto Ascalon, and the holds there adjoining, from whence he turned aside to Joppe, and won it. | καὶ Σίμων ἐξῆλθε καὶ διώδευσεν ἕως ᾿Ασκάλωνος καὶ τῶν πλησίον ὀχυρωμάτων, καὶ ἐξέκλινεν εἰς ᾿Ιόππην καὶ προκατελάβετο αὐτήν· |
|
34
|
34
|
| For he had heard that they would deliver the hold unto them that took Demetrius' part: wherefore he set a garrison there to keep it. | ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν. |
|
35
|
35
|
| After this came Jonathan home again, and calling the elders of the people together, he consulted with them about building strong holds in Judea, | καὶ ἐπέστρεψεν ᾿Ιωνάθαν καὶ ἐξεκκλησίασε τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύσατο μετ᾿ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ ᾿Ιουδαίᾳ |
|
36
|
36
|
| and making the walls of Jerusalem higher, and raising a great mount between the tower and the city, for to separate it from the city, that so it might be alone, that men might neither sell nor buy in it. | καὶ προσυψῶσαι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσι μήτε πωλῶσι. |
|
37
|
37
|
| Upon this they came together to build up the city, forasmuch as part of the wall toward the brook on the east side was fallen down, and they repaired that which was called Caphenatha. | καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἤγγισε τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασαν τὸ καλούμενον Χαφεναθά. |
|
38
|
38
|
| Simon also set up Adida in Sephela, and made it strong with gates and bars. | καὶ Σίμων ᾠκοδόμησε τὴν ᾿Αδιδὰ ἐν τῇ Σεφήλᾳ καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησε θύρας καὶ μοχλούς. |
|
39
|
39
|
| Now Tryphon went about to get the kingdom of Asia, and to kill Antiochus the king, that he might set the crown upon his own head. | Καὶ ἐζήτησε Τρύφων βασιλεῦσαι τῆς ᾿Ασίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπὶ ᾿Αντίοχον τὸν βασιλέα. |
|
40
|
40
|
| Howbeit he was afraid that Jonathan would not suffer him, and that he would fight against him; wherefore he sought a way how to take Jonathan, that he might kill him. So he removed, and came to Bethsan. | καὶ ἐφοβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν ᾿Ιωνάθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει πόρον τοῦ συλλαβεῖν τὸν ᾿Ιωνάθαν τοῦ ἀπολέσαι αὐτόν, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσάν. |
|
41
|
41
|
| Then Jonathan went out to meet him with forty thousand men chosen for the battle, and came to Bethsan. | καὶ ἐξῆλθεν ᾿Ιωνάθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσάν. |
|
42
|
42
|
| Now when Tryphon saw that Jonathan came with so great a force, he durst not stretch his hand against him; | καὶ εἶδε Τρύφων ὅτι πάρεστιν ᾿Ιωνάθαν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ᾿ αὐτὸν εὐλαβήθη, |
|
43
|
43
|
| but received him honourably, and commended him unto all his friends, and gave him gifts, and commanded his men of war to be as obedient unto him, as to himself. | καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξε ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡς ἑαυτῷ. |
|
44
|
44
|
| Unto Jonathan also he said, Why hast thou put all this people to so great trouble, seeing there is no war betwixt us? | καὶ εἶπε τῷ ᾿Ιωνάθαν· ἱνατί ἔκοψας πάντα τὸν λαὸν τοῦτον, πολέμου μὴ ἐνεστηκότος ἡμῖν; |
|
45
|
45
|
| Therefore send them now home again, and choose a few men to wait on thee, and come thou with me to Ptolemais, for I will give it thee, and the rest of the strong holds and forces, and all that have any charge: as for me, I will return and depart: for this is the cause of my coming. | καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ᾿ ἐμοῦ εἰς Πτολεμαΐδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι. |
|
46
|
46
|
| So Jonathan believing him did as he bade him, and sent away his host, who went into the land of Judea. | καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησε καθὼς εἶπε, καὶ ἐξαπέστειλε τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν ᾿Ιούδα. |
|
47
|
47
|
| And with himself he retained but three thousand men, of whom he sent two thousand into Galilee, and one thousand went with him. | κατέλιπε δὲ μεθ᾿ ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ. |
|
48
|
48
|
| Now as soon as Jonathan entered into Ptolemais, they of Ptolemais shut the gates, and took him, and all them that came with him they slew with the sword. | ὡς δὲ εἰσῆλθεν ᾿Ιωνάθαν εἰς Πτολεμαΐδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς εἰσελθόντας μετ᾿ αὐτοῦ ἀπέκτειναν ἐν ρομφαίᾳ. |
|
49
|
49
|
| Then sent Tryphon an host of footmen and horsemen into Galilee, and into the great plain, to destroy all Jonathan's company. | καὶ ἀπέστειλε Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ ᾿Ιωνάθαν. |
|
50
|
50
|
| But when they knew that Jonathan and they that were with him were taken and slain, they encouraged one another, and went close together, prepared to fight. | καὶ ἐπέγνωσαν ὅτι συνελήφθη ᾿Ιωνάθαν καὶ ἀπόλωλε καὶ οἱ μετ᾿ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. |
|
51
|
51
|
| They therefore that followed upon them, perceiving that they were ready to fight for their lives, turned back again. | καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστι, καὶ ἐπέστρεψαν. |
|
52
|
52
|
| Whereupon they all came into the land of Judea peaceably, and there they bewailed Jonathan, and them that were with him, and they were sore afraid; wherefore all Israel made great lamentation. | καὶ ἦλθον πάντες μετ᾿ εἰρήνης εἰς γῆν ᾿Ιούδα καὶ ἐπένθησαν τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησε πᾶς ᾿Ισραὴλ πένθος μέγα. |
|
53
|
53
|
| Then all the heathen that were round about them sought to destroy them: for said they, They have no captain, nor any to help them: now therefore let us make war upon them, and take away their memorial from among men. | καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτούς· εἶπαν γάρ· οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. |
|
Chapter 13
|
Κεφάλαιο 13
|
|
1
|
1
|
| Now when Simon heard that Tryphon had gathered together a great host to invade the land of Judea, and destroy it, | ΚΑΙ ἤκουσε Σίμων ὅτι συνήγαγε Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν ᾿Ιούδα καὶ ἐκτρῖψαι αὐτήν. |
|
2
|
2
|
| and saw that the people was in great trembling and fear, he went up to Jerusalem, and gathered the people together, | καὶ εἶδε τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος καὶ ἔμφοβος, καὶ ἀνέβη εἰς ῾Ιερουσαλὴμ καὶ ἤθροισε τὸν λαὸν |
|
3
|
3
|
| and gave them exhortation, saying, Ye yourselves know what great things I, and my brethren, and my father's house, have done for the laws and the sanctuary, the battles also and troubles which we have seen, | καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς· αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν. |
|
4
|
4
|
| by reason whereof all my brethren are slain for Israel's sake, and I am left alone. | τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ ᾿Ισραήλ, καὶ κατελείφθην ἐγὼ μόνος. |
|
5
|
5
|
| Now therefore be it far from me, that I should spare mine own life in any time of trouble: for I am no better than my brethren. | καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως, οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου. |
|
6
|
6
|
| Doubtless I will avenge my nation, and the sanctuary, and our wives, and our children: for all the heathen are gathered to destroy us of very malice. | πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν. |
|
7
|
7
|
| Now as soon as the people heard these words, their spirit revived. | καὶ ἀνεζωοπύρησε τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τῷ ἀκοῦσαι τῶν λόγων τούτων, |
|
8
|
8
|
| And they answered with a loud voice, saying, Thou shalt be our leader instead of Judas and Jonathan thy brother. | καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες· σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ ᾿Ιούδα καὶ ᾿Ιωνάθαν τοῦ ἀδελφοῦ σου· |
|
9
|
9
|
| Fight thou our battles, and whatsoever thou commandest us, that will we do. | πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. |
|
10
|
10
|
| So then he gathered together all the men of war, and made haste to finish the walls of Jerusalem, and he fortified it round about. | καὶ συνήγαγε πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνε τοῦ τελέσαι τὰ τείχη ῾Ιερουσαλὴμ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν. |
|
11
|
11
|
| Also he sent Jonathan the son of Absalom, and with him a great power, to Joppe: who casting out them that were therein remained there in it. | καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν τοῦ ᾿Αβεσσαλώμου καὶ μετ᾿ αὐτοῦ δύναμιν ἱκανὴν εἰς ᾿Ιόππην, καὶ ἐξέβαλε τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. |
|
12
|
12
|
| So Tryphon removed from Ptolemais with a great power to invade the land of Judea, and Jonathan was with him in ward. | Καὶ ἀπῇρε Τρύφων ἀπὸ Πτολεμαΐδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν ᾿Ιούδα, καὶ ᾿Ιωνάθαν μετ᾿ αὐτοῦ ἐν φυλακῇ. |
|
13
|
13
|
| But Simon pitched his tents at Adida, over against the plain. | Σίμων δὲ παρενέβαλεν ἐν ᾿Αδιδὰ κατὰ πρόσωπον τοῦ πεδίου. |
|
14
|
14
|
| Now when Tryphon knew that Simon was risen up instead of his brother Jonathan, and meant to join battle with him, he sent messengers unto him, saying, | καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ ᾿Ιωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις λέγων· |
|
15
|
15
|
| Whereas we have Jonathan thy brother in hold, it is for money that he is owing unto the king's treasure, concerning the business that was committed unto him. | περὶ ἀργυρίου, οὗ ὤφειλεν ᾿Ιωνάθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι᾿ ἃς εἶχε χρείας, συνέχομεν αὐτόν· |
|
16
|
16
|
| Wherefore now send an hundred talents of silver, and two of his sons for hostages, that when he is at liberty he may not revolt from us, and we will let him go. | καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ᾿ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν. |
|
17
|
17
|
| Hereupon Simon, albeit he perceived that they spake deceitfully unto him, yet sent he the money and the children, lest peradventure he should procure to himself great hatred of the people: | καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσι πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν |
|
18
|
18
|
| who might have said, Because I sent him not the money and the children, therefore is Jonathan dead. | λέγων· ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ ἀπώλετο. |
|
19
|
19
|
| So he sent them the children and the hundred talents: howbeit Tryphon dissembled, neither would he let Jonathan go. | καὶ ἀπέστειλε τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκε τὸν ᾿Ιωνάθαν. |
|
20
|
20
|
| And after this came Tryphon to invade the land, and destroy it, going round about by the way that leadeth unto Adora: but Simon and his host marched against him in every place, wheresoever he went. | καὶ μετὰ ταῦτα ἦλθε Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσεν ὁδὸν τὴν εἰς ῎Αδωρα. καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο. |
|
21
|
21
|
| Now they that were in the tower sent messengers unto Tryphon, to the end that he should hasten his coming unto them by the wilderness, and send them victuals. | οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς. |
|
22
|
22
|
| Wherefore Tryphon made ready all his horsemen to come that night: but there fell a very great snow, by reason whereof he came not. So he departed, and came into the country of Galaad. | καὶ ἡτοίμασε Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθε διὰ τὴν χιόνα· καὶ ἀπῇρε καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν. |
|
23
|
23
|
| And when he came near to Bascama, he slew Jonathan, who was buried there. | ὡς δὲ ἤγγισε τῆς Βασκαμᾶ, ἀπέκτεινε τὸν ᾿Ιωνάθαν, καὶ ἐτάφη ἐκεῖ. |
|
24
|
24
|
| Afterward Tryphon returned and went into his own land. | καὶ ἐπέστρεψε Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. |
|
25
|
25
|
| Then sent Simon, and took the bones of Jonathan his brother, and buried them in Modin, the city of his fathers. | Καὶ ἀπέστειλε Σίμων καὶ ἔλαβε τὰ ὀστᾶ ᾿Ιωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὰ ἐν Μωδεΐν πόλει τῶν πατέρων αὐτοῦ. |
|
26
|
26
|
| And all Israel made great lamentation for him, and bewailed him many days. | καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς. |
|
27
|
27
|
| Simon also built a monument upon the sepulchre of his father and his brethren, and raised it aloft to the sight, with hewn stone behind and before. | καὶ ᾠκοδόμησε Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν. |
|
28
|
28
|
| Moreover he set up seven pyramids, one against another, for his father, and his mother, and his four brethren. | καὶ ἔστησεν ἐπ᾿ αὐτὰ ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς. |
|
29
|
29
|
| And in these he made cunning devices, about the which he set great pillars, and upon the pillars he made all their armour for a perpetual memory, and by the armour ships carved, that they might be seen of all that sail on the sea. | καὶ ταύταις ἐποίησε μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν. |
|
30
|
30
|
| This is the sepulchre which he made at Modin, and it standeth yet unto this day. | οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεΐν, ἕως τῆς ἡμέρας ταύτης. |
|
31
|
31
|
| Now Tryphon dealt deceitfully with the young king Antiochus, and slew him. | ῾Ο δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ ᾿Αντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν |
|
32
|
32
|
| And he reigned in his stead, and crowned himself king of Asia, and brought a great calamity upon the land. | καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ καὶ περιέθετο διάδημα τῆς ᾿Ασίας καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς. |
|
33
|
33
|
| Then Simon built up the strong holds in Judea, and fenced them about with high towers, and great walls, and gates, and bars, and laid up victuals therein. | καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς ᾿Ιουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς καὶ τείχεσι μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι. |
|
34
|
34
|
| Moreover Simon chose men, and sent to king Demetrius, to the end he should give the land an immunity, because all that Tryphon did was to spoil. | καὶ ἐπέλεξε Σίμων ἄνδρας καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί. |
|
35
|
35
|
| Unto whom king Demetrius answered and wrote after this manner: | καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην· |
|
36
|
36
|
| King Demetrius unto Simon the high priest, and friend of kings, as also unto the elders and nation of the Jews, sendeth greeting: | «Βασιλεὺς Δημήτριος Σίμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει ᾿Ιουδαίων χαίρειν. |
|
37
|
37
|
| The golden crown, and the scarlet robe, which ye sent unto us, we have received: and we are ready to make a stedfast peace with you, yea, and to write unto our officers, to confirm the immunities which we have granted. | τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαΐνην, ἣν ἀπεστείλατε, κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν ἀφέματα. |
|
38
|
38
|
| And whatsoever covenants we have made with you shall stand; and the strong holds, which ye have builded, shall be your own. | καὶ ὅσα ἑστήκαμεν πρὸς ὑμᾶς, ἕστηκε, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήκατε, ὑπαρχέτω ὑμῖν. |
|
39
|
39
|
| As for any oversight or fault committed unto this day, we forgive it, and the crown tax also, which ye owe us: and if there were any other tribute paid in Jerusalem, it shall no more be paid. | ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον, ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν ῾Ιερουσαλήμ, μηκέτι τελωνείσθω. |
|
40
|
40
|
| And look who are meet among you to be in our court, let them be enrolled, and let there be peace betwixt us. | καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀναμέσον ἡμῶν εἰρήνη». — |
|
41
|
41
|
| Thus the yoke of the heathen was taken away from Israel in the hundred and seventieth year. | ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ ᾿Ισραήλ, |
|
42
|
42
|
| Then the people of Israel began to write in their instruments and contracts, In the first year of Simon the high priest, the governor and leader of the Jews. | καὶ ἤρξατο ὁ λαὸς ᾿Ισραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου ᾿Ιουδαίων. |
|
43
|
43
|
| In those days Simon camped against Gaza, and besieged it round about; he made also an engine of war, and set it by the city, and battered a certain tower, and took it. | ᾿Εν ταῖς ἡμέραις ἐκείναις παρενέβαλε Σίμων ἐπὶ Γάζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεπόλεις καὶ προσήγαγε τῇ πόλει καὶ ἐπάταξε πύργον ἕνα καὶ κατελάβετο. |
|
44
|
44
|
| And they that were in the engine leaped into the city; whereupon there was a great uproar in the city: | καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει. |
|
45
|
45
|
| insomuch as the people of the city rent their clothes, and climbed upon the walls with their wives and children, and cried with a loud voice, beseeching Simon to grant them peace. | καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι |
|
46
|
46
|
| And they said, Deal not with us according to our wickedness, but according to thy mercy. | καὶ εἶπαν· μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου. |
|
47
|
47
|
| So Simon was appeased toward them, and fought no more against them, but put them out of the city, and cleansed the houses wherein the idols were, and so entered into it with songs and thanksgiving. | καὶ συνελύθη Σίμων αὐτοῖς καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισε τὰς οἰκίας, ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν. |
|
48
|
48
|
| Yea, he put all uncleanness out of it, and placed such men there as would keep the law, and made it stronger than it was before, and built therein a dwelling place for himself. | καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν καὶ κατῴκισεν ἐκεῖ ἄνδρας, οἵτινες τὸν νόμον ποιοῦσι, καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν. |
|
49
|
49
|
| They also of the tower in Jerusalem were kept so strait, that they could neither come forth, nor go into the country, nor buy, nor sell: wherefore they were in great distress for want of victuals, and a great number of them perished through famine. | οἱ δὲ ἐκ τῆς ἄκρας ἐν ῾Ιερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ. |
|
50
|
50
|
| Then cried they to Simon, beseeching him to be at one with them: which thing he granted them; and when he had put them out from thence, he cleansed the tower from pollutions; | καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ ἐκαθάρισε τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων. |
|
51
|
51
|
| and entered into it the three and twentieth day of the second month, in the hundred seventy and first year, with thanksgiving, and branches of palm trees, and with harps, and cymbals, and with viols, and hymns, and songs: because there was destroyed a great enemy out of Israel. | καὶ εἰσῆλθον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ ᾿Ισραήλ. |
|
52
|
52
|
| He ordained also that that day should be kept every year with gladness. Moreover the hill of the temple that was by the tower he made stronger than it was, and there he dwelt himself with his company. | καὶ ἔστησε κατ᾿ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετ᾿ εὐφροσύνης. καὶ προσωχύρωσε τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν· καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ᾿ αὐτοῦ. |
|
53
|
53
|
| And when Simon saw that John his son was a valiant man, he made him captain of all the hosts; and he dwelt in Gazara. | καὶ εἶδε Σίμων τὸν ᾿Ιωάννην υἱὸν αὐτοῦ, ὅτι ἀνήρ ἐστι, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν· καὶ ᾤκει ἐν Γαζάροις. |
|
Chapter 14
|
Κεφάλαιο 14
|
|
1
|
1
|
| Now in the hundred threescore and twelfth year king Demetrius gathered his forces together, and went into Media, to get him help to fight against Tryphon. | ΚΑΙ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγε Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν αὐτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα. |
|
2
|
2
|
| But when Arsaces, the king of Persia and Media, heard that Demetrius was entered within his borders, he sent one of his princes to take him alive: | καὶ ἤκουσεν ᾿Αρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι ἦλθε Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα. |
|
3
|
3
|
| who went and smote the host of Demetrius, and took him, and brought him to Arsaces, by whom he was put in ward. | καὶ ἐπορεύθη καὶ ἐπάταξε τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς ᾿Αρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ. |
|
4
|
4
|
| As for the land of Judea, that was quiet all the days of Simon; for he sought the good of his nation in such wise, as that evermore his authority and honour pleased them well. | Καὶ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα πάσας τὰς ἡμέρας Σίμωνος, καὶ ἐζήτησαν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας. |
|
5
|
5
|
| And as he was honourable in all his acts, so in this, that he took Joppe for an haven, and made an entrance to the isles of the sea, | καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβε τὴν ᾿Ιόππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης. |
|
6
|
6
|
| and enlarged the bounds of his nation, and recovered the country, | καὶ ἐπλάτυνε τὰ ὅρια τῷ ἔθνει αὐτοῦ καὶ ἐκράτησε τῆς χώρας. |
|
7
|
7
|
| and gathered together a great number of captives, and had the dominion of Gazara, and Bethsura, and the tower, out of the which he took all uncleanness, neither was there any that resisted him. | καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσε Γαζάρων καὶ Βαιθσούρων καὶ τῆς ἄκρας· καὶ ἐξῇρε τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ. |
|
8
|
8
|
| Then did they till their ground in peace, and the earth gave her increase, and the trees of the field their fruit. | καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ᾿ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γεννήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν. |
|
9
|
9
|
| The ancient men sat all in the streets, communing together of good things, and the young men put on glorious and warlike apparel. | πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου. |
|
10
|
10
|
| He provided victuals for the cities, and set in them all manner of munition, so that his honourable name was renowned unto the end of the world. | ταῖς πόλεσιν ἐχορήγησε βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου τῆς γῆς. |
|
11
|
11
|
| He made peace in the land, and Israel rejoiced with great joy: | ἐποίησε τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐφράνθη ᾿Ισραὴλ εὐφροσύνην μεγάλην. |
|
12
|
12
|
| for every man sat under his vine and his fig tree, and there was none to fray them: | καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς. |
|
13
|
13
|
| neither was there any left in the land to fight against them: yea, the kings themselves were overthrown in those days. | καὶ ἐξέλιπεν ὁ πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις. |
|
14
|
14
|
| Moreover he strengthened all those of his people that were brought low: the law he searched out; and every contemner of the law and wicked person he took away. | καὶ ἐστήρισε πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησε καὶ ἐξῇρε πάντα ἄνομον καὶ πονηρόν· |
|
15
|
15
|
| He beautified the sanctuary, and multiplied the vessels of the temple. | τὰ ἅγια ἐδόξασε, καὶ ἐπλήθυνε τὰ σκεύη τῶν ἁγίων. |
|
16
|
16
|
| Now when it was heard at Rome, and as far as Sparta, that Jonathan was dead, they were very sorry. | Καὶ ἠκούσθη ἐν Ρώμῃ, ὅτι ἀπέθανεν ᾿Ιωνάθαν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. |
|
17
|
17
|
| But as soon as they heard that his brother Simon was made high priest in his stead, and ruled the country, and the cities therein: | ὡς δὲ ἤκουσαν, ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντ᾿ αὐτοῦ ἀρχιερεὺς καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, |
|
18
|
18
|
| they wrote unto him in tables of brass, to renew the friendship and league which they had made with Judas and Jonathan his brethren: | ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν, ἣν ἔστησαν πρὸς ᾿Ιούδαν καὶ ᾿Ιωνάθαν τοὺς ἀδελφοὺς αὐτοῦ. |
|
19
|
19
|
| which writings were read before the congregation at Jerusalem. | καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν ῾Ιερουσαλήμ. |
|
20
|
20
|
| And this is the copy of the letters that the Lacedemonians sent; The rulers of the Lacedemonians, with the city, unto Simon the high priest, and the elders, and priests, and residue of the people of the Jews, our brethren, send greeting: | καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιάται· «Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσι καὶ τῷ λοιπῷ δήμῳ τῶν ᾿Ιουδαίων ἀδελφοῖς χαίρειν. |
|
21
|
21
|
| The ambassadors that were sent unto our people certified us of your glory and honour: wherefore we were glad of their coming, | οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. |
|
22
|
22
|
| and did register the things that they spake in the council of the people in this manner; Numenius son of Antiochus, and Antipater son of Jason, the Jews' ambassadors, came unto us, to renew the friendship they had with us. | καὶ ἀνεγράψαμεν τὰ ὑπ᾿ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως· Νουμήνιος ᾿Αντιόχου καὶ ᾿Αντίπατρος ᾿Ιάσωνος πρεσβευταὶ ᾿Ιουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν. |
|
23
|
23
|
| And it pleased the people to entertain the men honourably, and to put the copy of their ambassage in public records, to the end the people of the Lacedemonians might have a memorial thereof: furthermore we have written a copy thereof unto Simon the high priest. | καὶ ἤρεσε τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῶ δήμῳ βιβλίοις τοῦ ἔχειν μνημόσυνον τὸν δῆμον τῶν Σπαρτιατῶν. τὸ δὲ ἀντίγραφον τούτων ἐγράψαμεν Σίμωνι τῷ ἀρχιερεῖ». — |
|
24
|
24
|
| After this Simon sent Numenius to Rome with a great shield of gold of a thousand pound weight, to confirm the league with them. | Μετὰ δὲ ταῦτα ἀπέστειλε Σίμων τὸν Νουμήνιον εἰς Ρώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκῆς μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν. |
|
25
|
25
|
| Whereof when the people heard, they said, What thanks shall we give to Simon and his sons? | ῾Ως δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν· τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ; |
|
26
|
26
|
| For he and his brethren and the house of his father have established Israel, and chased away in fight their enemies from them, and confirmed their liberty. | ἐστήρισε γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς ᾿Ισραὴλ ἀπ᾿ αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν. καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιών. |
|
27
|
27
|
| So then they wrote it in tables of brass, which they set upon pillars in mount Sion: and this is the copy of the writing; The eighteenth day of the month Elul, in the hundred threescore and twelfth year, being the third year of Simon the high priest, | καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς· «᾿Οκτωκαιδεκάτῃ ᾿Ελούλ, ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ —καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος ἀρχιερέως |
|
28
|
28
|
| at Saramel in the great congregation of the priests, and people, and rulers of the nation, and elders of the country, were these things notified unto us. | ἐν ἀσαραμὲλ— ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν· |
|
29
|
29
|
| Forasmuch as oftentimes there have been wars in the country, wherein for the maintenance of their sanctuary, and the law, Simon the son of Mattathias, of the posterity of Jarib, together with his brethren, put themselves in jeopardy, and resisting the enemies of their nation did their nation great honour: | ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν ᾿Ιωαρὶβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἑαυτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν. |
|
30
|
30
|
| (For after that Jonathan, having gathered his nation together, and been their high priest, was added to his people, | καὶ ἤθροισεν ᾿Ιωνάθαν τὸ ἔθνος αὐτῶν καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ, |
|
31
|
31
|
| their enemies purposed to invade their country, that they might destroy it, and lay hands on the sanctuary: | καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν τοῦ ἐκτρῖψαι τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν. |
|
32
|
32
|
| at which time Simon rose up, and fought for his nation, and spent much of his own substance, and armed the valiant men of his nation, and gave them wages, | τότε ἀνέστη Σίμων, καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησε χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὡπλοδότησε τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια |
|
33
|
33
|
| and fortified the cities of Judea, together with Bethsura, that lieth upon the borders of Judea, where the armour of the enemies had been before; but he set a garrison of Jews there: | καὶ ὠχύρωσε τὰς πόλεις τῆς ᾿Ιουδαίας καὶ τὴν Βαιθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς ᾿Ιουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας ᾿Ιουδαίους. |
|
34
|
34
|
| moreover he fortified Joppe, which lieth upon the sea, and Gazara, that bordereth upon Azotus, where the enemies had dwelt before: but he placed Jews there, and furnished them with all things convenient for the reparation thereof.) | καὶ ᾿Ιόππην ὠχύρωσε τὴν ἐπὶ τῆς θαλάσσης καὶ τὴν Γάζαρα τὴν ἐπὶ τῶν ὁρίων ᾿Αζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τὸ πρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ ᾿Ιουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τὴν τούτων ἐπανόρθωσιν, ἔθετο ἐν αὐτοῖς. |
|
35
|
35
|
| The people therefore, seeing the acts of Simon, and unto what glory he thought to bring his nation, made him their governor and chief priest, because he had done all these things, and for the justice and faith which he kept to his nation, and for that he sought by all means to exalt his people. | καὶ εἶδεν ὁ λαὸς τὴν πρᾶξιν τοῦ Σίμωνος καὶ τὴν δόξαν, ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν, ἣν συνετήρησε τῷ ἔθνει αὐτοῦ, καὶ ἐζήτησε παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ. |
|
36
|
36
|
| For in his time things prospered in his hands, so that the heathen were taken out of their country, and they also that were in the city of David in Jerusalem, who had made themselves a tower, out of which they issued, and polluted all about the sanctuary, and did much hurt in the holy place: | καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐωδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυὶδ τοὺς ἐν ῾Ιερουσαλήμ, οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ. |
|
37
|
37
|
| but he placed Jews therein, and fortified it for the safety of the country and the city, and raised up the walls of Jerusalem. | καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας ᾿Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσε τὰ τείχη ῾Ιερουσαλήμ, |
|
38
|
38
|
| King Demetrius also confirmed him in the high priesthood according to those things, | καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα |
|
39
|
39
|
| and made him one of his friends, and honoured him with great honour. | καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ. |
|
40
|
40
|
| For he had heard say, that the Romans had called the Jews their friends and confederates and brethren; and that they had entertained the ambassadors of Simon honourably: | ἤκουσε γὰρ ὅτι προσηγόρευνται οἱ ᾿Ιουδαῖοι ὑπὸ Ρωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως, |
|
41
|
41
|
| also that the Jews and priests were well pleased that Simon should be their governor and high priest for ever, until there should arise a faithful prophet; | καὶ ὅτι εὐδόκησαν οἱ ᾿Ιουδαῖοι καὶ οἱ ἱερεῖς τοῦ εἶναι Σίμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προφήτην πιστὸν |
|
42
|
42
|
| moreover that he should be their captain, and should take charge of the sanctuary, to set them over their works, and over the country, and over the armour, and over the fortresses, that, I say, he should take charge of the sanctuary; | καὶ τοῦ εἶναι ἐπ᾿ αὐτῶν στρατηγὸν καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι αὐτοὺς ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων, |
|
43
|
43
|
| beside this, that he should be obeyed of every man, and that all the writings in the country should be made in his name, and that he should be clothed in purple, and wear gold: | καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ· |
|
44
|
44
|
| Also that it should be lawful for none of the people or priests to break any of these things, or to gainsay his words, or to gather an assembly in the country without him, or to be clothed in purple, or wear a buckle of gold: | καὶ οὐκ ἐξέσται οὐδενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ᾿ αὐτοῦ ρηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν· |
|
45
|
45
|
| and whosoever should do otherwise, or break any of these things, he should be punished. | ὃς δ᾿ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται». — |
|
46
|
46
|
| Thus it liked all the people to deal with Simon, and to do as hath been said. | καὶ εὐδόκησε πᾶς ὁ λαὸς θέσθαι Σίμωνι καὶ ποιῆσαι κατὰ τοὺς λόγους τούτους. |
|
47
|
47
|
| Then Simon accepted hereof, and was well pleased to be high priest, and captain and governor of the Jews and priests, and to defend them all. | καὶ ἐπεδέξατο Σίμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν ᾿Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων. |
|
48
|
48
|
| So they commanded that this writing should be put in tables of brass, and that they should be set up within the compass of the sanctuary in a conspicuous place; | καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ, |
|
49
|
49
|
| also that the copies thereof should be laid up in the treasury, to the end that Simon and his sons might have them. | τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ. |
|
Chapter 15
|
Κεφάλαιο 15
|
|
1
|
1
|
| Moreover Antiochus son of Demetrius the king sent letters from the isles of the sea unto Simon the priest and prince of the Jews, and to all the people; | ΚΑΙ ἀπέστειλεν ὁ ᾿Αντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν ᾿Ιουδαίων καὶ παντὶ τῷ ἔθνει. |
|
2
|
2
|
| the contents whereof were these: King Antiochus to Simon the high priest and prince of his nation, and to the people of the Jews, greeting: | καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον· «Βασιλεὺς ᾿Αντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει ᾿Ιουδαίων χαίρειν, |
|
3
|
3
|
| Forasmuch as certain pestilent men have usurped the kingdom of our fathers, and my purpose is to challenge it again, that I may restore it to the old estate, and to that end have gathered a multitude of foreign soldiers together, and prepared ships of war; | ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά, |
|
4
|
4
|
| my meaning also being to go through the country, that I may be avenged of them that have destroyed it, and made many cities in the kingdom desolate: | βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ· |
|
5
|
5
|
| now therefore I confirm unto thee all the oblations which the kings before me granted thee, and whatsoever gifts besides they granted. | νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα, ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι. |
|
6
|
6
|
| I give thee leave also to coin money for thy country with thine own stamp. | καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου, |
|
7
|
7
|
| And as concerning Jerusalem and the sanctuary, let them be free; and all the armour that thou hast made, and fortresses that thou hast built, and keepest in thine hands, let them remain unto thee. | ῾Ιερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδόμησας ὧν κρατεῖς, μενέτω σοι. |
|
8
|
8
|
| And if any thing be, or shall be, owing to the king, let it be forgiven thee from this time forth for evermore. | καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικά, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι· |
|
9
|
9
|
| Furthermore, when we have obtained our kingdom, we will honour thee, and thy nation, and thy temple, with great honour, so that your honour shall be known throughout the world. | ὡς δ᾿ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ». — |
|
10
|
10
|
| In the hundred threescore and fourteenth year went Antiochus into the land of his fathers: at which time all the forces came together unto him, so that few were left with Tryphon. | ῎Ετους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν ᾿Αντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ὥστε ὀλίγους εἶναι τοὺς καταλειφθέντας σὺν Τρύφωνι. |
|
11
|
11
|
| Wherefore being pursued by king Antiochus, he fled unto Dora, which lieth by the sea side: | καὶ ἐδίωξεν αὐτὸν ᾿Αντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης· |
|
12
|
12
|
| for he saw that troubles came upon him all at once, and that his forces had forsaken him. | εἶδε γὰρ ὅτι συνῆκται ἐπ᾿ αὐτὸν τὰ κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις. |
|
13
|
13
|
| Then camped Antiochus against Dora, having with him an hundred and twenty thousand men of war, and eight thousand horsemen. | καὶ παρενέβαλεν ᾿Αντίοχος ἐπὶ Δωρᾶ καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος. |
|
14
|
14
|
| And when he had compassed the city round about, and joined ships close to the town on the sea side, he vexed the city by land and by sea, neither suffered he any to go out or in. | καὶ ἐκύκλωσε τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι. |
|
15
|
15
|
| In the mean season came Numenius and his company from Rome, having letters to the kings and countries; wherein were written these things: | Καὶ ἦλθε Νουμήνιος καὶ οἱ παρ᾿ αὐτοῦ ἐκ Ρώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε· |
|
16
|
16
|
| Lucius, consul of the Romans unto king Ptolemee, greeting: | «Λεύκιος ὕπατος Ρωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν. |
|
17
|
17
|
| The Jews' ambassadors, our friends and confederates, came unto us to renew the old friendship and league, being sent from Simon the high priest, and from the people of the Jews: | οἱ πρεσβευταὶ τῶν ᾿Ιουδαίων ἦλθον πρὸς ἡμᾶς, φίλοι ἡμῶν καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν ᾿Ιουδαίων· |
|
18
|
18
|
| and they brought a shield of gold of a thousand pound. | ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων. |
|
19
|
19
|
| We thought it good therefore to write unto the kings and countries, that they should do them no harm, nor fight against them, their cities, or countries, nor yet aid their enemies against them. | ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς. |
|
20
|
20
|
| It seemed also good to us to receive the shield of them. | ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρ᾿ αὐτῶν. |
|
21
|
21
|
| If therefore there be any pestilent fellows, that have fled from their country unto you, deliver them unto Simon the high priest, that he may punish them according to their own law. | εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ἡμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν». — |
|
22
|
22
|
| The same things wrote he likewise unto Demetrius the king, and Attalus, to Ariarathes, and Arsaces, | Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ καὶ ᾿Αττάλῳ, ᾿Αριαράθῃ καὶ ᾿Αρσάκῃ |
|
23
|
23
|
| and to all the countries, and to Sampsames, and the Lacedemonians, and to Delus, and Myndus, and Sicyon, and Caria, and Samos, and Pamphylia, and Lycia, and Halicarnassus, and Rhodus, and Phaselis, and Cos, and Side, and Aradus, and Gortyna, and Cnidus, and Cyprus, and Cyrene. | καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ Μύνδον καὶ Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ εἰς τὴν Λυκίαν καὶ εἰς ῾Αλικαρνασσὸν καὶ εἰς Ρόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς ῎Αραδον καὶ εἰς Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην. |
|
24
|
24
|
| And the copy hereof they wrote to Simon the high priest. | τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ. |
|
25
|
25
|
| So Antiochus the king camped against Dora the second day, assaulting it continually, and making engines, by which means he shut up Tryphon, that he could neither go out nor in. | ᾿Αντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι. |
|
26
|
26
|
| At that time Simon sent him two thousand chosen men to aid him; silver also, and gold, and much armour. | καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά. |
|
27
|
27
|
| Nevertheless he would not receive them, but brake all the covenants which he had made with him afore, and became strange unto him. | καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλ᾿ ἠθέτησε πάντα, ὅσα συνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦντο αὐτῷ. |
|
28
|
28
|
| Furthermore he sent unto him Athenobius, one of his friends, to commune with him, and say, Ye withhold Joppe and Gazara, with the tower that is in Jerusalem, which are cities of my realm. | καὶ ἀπέστειλε πρὸς αὐτὸν ᾿Αθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησάμενον αὐτῷ λέγων· ὑμεῖς κατακρατεῖτε τῆς ᾿Ιόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν ῾Ιερουσαλήμ, πόλεις τῆς βασιλείας μου. |
|
29
|
29
|
| The borders thereof ye have wasted, and done great hurt in the land, and got the dominion of many places within my kingdom. | τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου. |
|
30
|
30
|
| Now therefore deliver the cities which ye have taken, and the tributes of the places, whereof ye have gotten dominion without the borders of Judea: | νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς ᾿Ιουδαίας. |
|
31
|
31
|
| or else give me for them five hundred talents of silver; and for the harm that ye have done, and the tributes of the cities, other five hundred talents: if not, we will come and fight against you. | εἰ δὲ μή, δότε ἀντ᾿ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς, ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς. |
|
32
|
32
|
| So Athenobius the king's friend came to Jerusalem: and when he saw the glory of Simon, and the cupboard of gold and silver plate, and his great attendance, he was astonished, and told him the king's message. | καὶ ἦλθεν ᾿Αθηνόβιος φίλος τοῦ βασιλέως εἰς ῾Ιερουσαλὴμ καὶ εἶδε τὴν δόξαν Σίμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῶ τοὺς λόγους τοῦ βασιλέως. |
|
33
|
33
|
| Then answered Simon, and said unto him, We have neither taken other men's land, nor holden that which appertaineth to others, but the inheritance of our fathers, which our enemies had wrongfully in possession a certain time. | καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη· |
|
34
|
34
|
| Wherefore we, having opportunity, hold the inheritance of our fathers. | ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν. |
|
35
|
35
|
| And whereas thou demandest Joppe and Gazara, albeit they did great harm unto the people in our country, yet will we give an hundred talents for them. Hereunto Athenobius answered him not a word; | περὶ δὲ ᾿Ιόππης καὶ Γαζάρων, ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν. καὶ οὐκ ἀπεκρίθη αὐτῷ ᾿Αθηνόβιος λόγον, |
|
36
|
36
|
| but returned in a rage to the king, and made report unto him of these speeches, and of the glory of Simon, and of all that he had seen: whereupon the king was exceeding wroth. | ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σίμωνος καὶ πάντα, ὅσα εἶδε, καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην. |
|
37
|
37
|
| In the mean time fled Tryphon by ship unto Orthosias. | Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς ᾿Ορθωσιάδα. |
|
38
|
38
|
| Then the king made Cendebeus captain of the sea coast, and gave him an host of footmen and horsemen, | καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ· |
|
39
|
39
|
| and commanded him to remove his host toward Judea: also he commanded him to build up Cedron, and to fortify the gates, and to war against the people; but as for the king himself, he pursued Tryphon. | καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς ᾿Ιουδαίας καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν καὶ ὀχυρῶσαι τὰς πύλας καὶ ὅπως πολεμήσῃ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα. |
|
40
|
40
|
| So Cendebeus came to Jamnia, and began to provoke the people, and to invade Judea, and to take the people prisoners, and slay them. | καὶ παρεγενήθη Κενδεβαῖος εἰς ᾿Ιάμνειαν καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν ᾿Ιουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν, |
|
41
|
41
|
| And when he had built up Cedron, he set horsemen there, and an host of footmen, to the end that issuing out they might make outroads upon the ways of Judea, as the king had commanded him. | καὶ ᾠκοδόμησε τὴν Κεδρὼν καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς ᾿Ιουδαίας, καθὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς. |
|
Chapter 16
|
Κεφάλαιο 16
|
|
1
|
1
|
| Then came up John from Gazara, and told Simon his father what Cendebeus had done. | ΚΑΙ ἀνέβη ᾿Ιωάννης ἐκ Γαζάρων καὶ ἀπήγγειλε Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος. |
|
2
|
2
|
| Wherefore Simon called his two eldest sons, Judas and John, and said unto them, I, and my brethren, and my father's house, have ever from our youth unto this day fought against the enemies of Israel; and things have prospered so well in our hands, that we have delivered Israel oftentimes. | καὶ ἐκάλεσε Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους ᾿Ιούδαν καὶ ᾿Ιωάννην καὶ εἶπεν αὐτοῖς· ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολεμίους ᾿Ισραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐωδώθη ἐν ταῖς χερσὶν ἡμῶν ρύσασθαι τὸν ᾿Ισραὴλ πλεονάκις. |
|
3
|
3
|
| But now I am old, and ye, by God's mercy, are of a sufficient age: be ye instead of me and my brother, and go and fight for our nation, and the help from heaven be with you. | νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῶ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσι· γίνεσθε ἀντ᾿ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἔστω μεθ᾿ ὑμῶν. |
|
4
|
4
|
| So he chose out of the country twenty thousand men of war with horsemen, who went out against Cendebeus, and rested that night at Modin. | καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήθησαν ἐν Μωδεΐν. |
|
5
|
5
|
| And when as they rose in the morning, and went into the plain, behold, a mighty great host both of footmen and horsemen came against them: howbeit there was a water brook betwixt them. | καὶ ἀναστάντες τὸ πρωΐ ἐπορεύοντο εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικὴ καὶ ἱππεῖς, καὶ ἦν χειμάρρους ἀναμέσον αὐτῶν. |
|
6
|
6
|
| So he and his people pitched over against them: and when he saw that the people were afraid to go over the water brook, he went first over himself, and then the men seeing him passed through after him. | καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ. καὶ εἶδε τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασε πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ. |
|
7
|
7
|
| That done, he divided his men, and set the horsemen in the midst of the footmen: for the enemies' horsemen were very many. | καὶ διεῖλε τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα. |
|
8
|
8
|
| Then sounded they with the holy trumpets: whereupon Cendebeus and his host were put to flight, so that many of them were slain, and the remnant gat them to the strong hold. | καὶ ἐσάλπισαν ταῖς ἱεραῖς σάλπιγξι, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα. |
|
9
|
9
|
| At that time was Judas John's brother wounded; but John still followed after them, until he came to Cedron, which Cendebeus had built. | τότε ἐτραυματίσθη ᾿Ιούδας ὁ ἀδελφὸς ᾿Ιωάννου· ᾿Ιωάννης δὲ κατεδίωξεν αὐτοὺς ἕως ἦλθεν εἰς Κεδρών, ἣν ᾠκοδόμησε. |
|
10
|
10
|
| So they fled even unto the towers in the fields of Azotus; wherefore he burned it with fire: so that there were slain of them about two thousand men. Afterward he returned into the land of Judea in peace. | καὶ ἔφυγον ἕως εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς ᾿Αζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς γῆν ᾿Ιούδα μετ᾿ εἰρήνης. |
|
11
|
11
|
| Moreover in the plain of Jericho was Ptolemeus the son of Abubus made captain, and he had abundance of silver and gold: | Καὶ Πτολεμαῖος ὁ τοῦ ᾿Αβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον ῾Ιεριχὼ καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ· |
|
12
|
12
|
| for he was the high priest's son in law. | ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως. |
|
13
|
13
|
| Wherefore his heart being lifted up, he thought to get the country to himself, and thereupon consulted deceitfully against Simon and his sons to destroy them. | καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἠβουλήθη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σίμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς. |
|
14
|
14
|
| Now Simon was visiting the cities that were in the country, and taking care for the good ordering of them; at which time he came down himself to Jericho with his sons, Mattathias and Judas, in the hundred threescore and seventeenth year, in the eleventh month, called Sabat: | Σίμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν· καὶ κατέβη εἰς ῾Ιεριχὼ αὐτὸς καὶ Ματταθίας καὶ ᾿Ιούδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ (οὗτος ὁ μὴν Σαβάτ). |
|
15
|
15
|
| where the son of Abubus receiving them deceitfully into a little hold, called Docus, which he had built, made them a great banquet: howbeit he had hid men there. | καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ ᾿Αβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δὼκ μετὰ δόλου, ὃ ᾠκοδόμησε, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας. |
|
16
|
16
|
| So when Simon and his sons had drunk largely, Ptolemee and his men rose up, and took their weapons, and came upon Simon into the banqueting place, and slew him, and his two sons, and certain of his servants. | καὶ ὅτε ἐμεθύσθη Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ᾿ αὐτοῦ καὶ ἐλάβοσαν τὰ ὅπλα αὐτῶν καὶ ἐπεισήλθοσαν τῷ Σίμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ. |
|
17
|
17
|
| In which doing he committed a great treachery, and recompensed evil for good. | καὶ ἐποίησεν ἀθεσίαν μεγάλην, καὶ ἀπέδωκε κακὰ ἀντὶ ἀγαθῶν. |
|
18
|
18
|
| Then Ptolemee wrote these things, and sent to the king, that he should send him an host to aid him, and he would deliver him the country and cities. | καὶ ἔγραψε ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλε τῷ βασιλεῖ, ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν καὶ παραδῷ αὐτῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις. |
|
19
|
19
|
| He sent others also to Gazara to kill John: and unto the tribunes he sent letters to come unto him, that he might give them silver, and gold, and rewards. | καὶ ἀπέστειλεν ἑτέρους εἰς Γάζαρα ἆραι τὸν ᾿Ιωάννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα, |
|
20
|
20
|
| And others he sent to take Jerusalem, and the mountain of the temple. | καὶ ἑτέρους ἀπέστειλε καταλαβέσθαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸ ὄρος τοῦ ἱεροῦ. |
|
21
|
21
|
| Now one had run afore to Gazara, and told John that his father and brethren were slain, and, quoth he, Ptolemee hath sent to slay thee also. | καὶ προδραμών τις ἀπήγγειλεν ᾿Ιωάννῃ εἰς Γάζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὅτι ἀπέσταλκε καὶ σὲ ἀποκτεῖναι. |
|
22
|
22
|
| Hereof when he heard, he was sore astonished: so he laid hands on them that were come to destroy him, and slew them; for he knew that they sought to make him away. | καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβε τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς, ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι. |
|
23
|
23
|
| As concerning the rest of the acts of John, and his wars, and worthy deeds which he did, and the building of the walls which he made, and his doings, | Καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ, ὧν ἠνδραγάθησε, καὶ τῆς οἰκοδομῆς τῶν τειχέων, ὧν ᾠκοδόμησε, καὶ τῶν πράξεων αὐτοῦ, |
|
24
|
24
|
| behold, these are written in the chronicles of his priesthood, from the time he was made high priest after his father. | ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφ᾿ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.