|
2 Maccabees*
|
ΜΑΚΚΑΒΑΙΩΝ Β’*
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| The brethren, the Jews that be at Jerusalem and in the land of Judea, wish unto the brethren, the Jews that are throughout Egypt, health and peace: | ΤΟΙΣ ἀδελφοῖς τοῖς κατ᾿ Αἴγυπτον ᾿Ιουδαίοις χαίρειν. οἱ ἀδελφοὶ οἱ ἐν ῾Ιεροσολύμοις ᾿Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς ᾿Ιουδαίας εἰρήνην ἀγαθήν· |
|
2
|
2
|
| God be gracious unto you, and remember his covenant that he made with Abraham, Isaac, and Jacob, his faithful servants; | καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ Θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν· |
|
3
|
3
|
| and give you all an heart to serve him, and to do his will, with a good courage and a willing mind; | καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· |
|
4
|
4
|
| and open your hearts in his law and commandments, and send you peace, | καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασι καὶ εἰρήνην ποιήσαι |
|
5
|
5
|
| and hear your prayers, and be at one with you, and never forsake you in time of trouble. | καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ. |
|
6
|
6
|
| And now we be here praying for you. | καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. |
|
7
|
7
|
| What time as Demetrius reigned, in the hundred threescore and ninth year, we the Jews wrote unto you in the extremity of trouble that came upon us in those years, from the time that Jason and his company revolted from the holy land and kingdom, | βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου, ἡμεῖς οἱ ᾿Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσι τούτοις, ἀφ᾿ οὗ ἀπέστη ᾿Ιάσων καὶ οἱ μετ᾿ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας |
|
8
|
8
|
| and burned the porch, and shed innocent blood: then we prayed unto the Lord, and were heard; we offered also sacrifices and fine flour, and lighted the lamps, and set forth the loaves. | καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῷον· καὶ ἐδεήθημεν τοῦ Κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους. |
|
9
|
9
|
| And now see that ye keep the feast of tabernacles in the month Casleu. | καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελεῦ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου». |
|
10
|
10
|
| In the hundred fourscore and eighth year, the people that were at Jerusalem and in Judea, and the council, and Judas, sent greeting and health unto Aristobulus, king Ptolemeus' master, who was of the stock of the anointed priests, and to the Jews that were in Egypt: | «Οἱ ἐν ῾Ιεροσολύμοις καὶ οἱ ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ ᾿Ιούδας ᾿Αριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ ᾿Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν. |
|
11
|
11
|
| Insomuch as God hath delivered us from great perils, we thank him highly, as having been in battle against a king. | ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ Θεοῦ σεσωσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ, ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι· |
|
12
|
12
|
| For he cast them out that fought within the holy city. | αὐτὸς γὰρ ἐξέβρασε τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει. |
|
13
|
13
|
| For when the leader was come into Persia, and the army with him that seemed invincible, they were slain in the temple of Nanea by the deceit of Nanea's priests. | εἰς γὰρ τὴν Περσίδα γενόμενος ὁ ἡγεμὼν καὶ ὁ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις, κατεκόπησαν ἐν τῷ τῆς Ναναίᾳς ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. |
|
14
|
14
|
| For Antiochus, as though he would marry her, came into the place, and his friends that were with him, to receive money in name of a dowry. | ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε ᾿Αντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα εἰς φερνῆς λόγον· |
|
15
|
15
|
| Which when the priests of Nanea had set forth, and he was entered with a small company into the compass of the temple, they shut the temple as soon as Antiochus was come in: | καὶ προθέντων αὐτὰ τῶν ἱερέων τῆς Ναναίας κἀκείνου προσελθόντος μετ᾿ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες, τὸ ἱερόν, ὡς εἰσῆλθεν ᾿Αντίοχος, |
|
16
|
16
|
| and opening a privy door of the roof, they threw stones like thunderbolts, and struck down the captain, hewed them in pieces, smote off their heads, and cast them to those that were without. | ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν, βάλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν. |
|
17
|
17
|
| Blessed be our God in all things, who hath delivered up the ungodly. | κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ Θεός, ὃς παρέδωκε τοὺς ἀσεβήσαντας. |
|
18
|
18
|
| Therefore whereas we are now purposed to keep the purification of the temple upon the five and twentieth day of the month Casleu, we thought it necessary to certify you thereof, that ye also might keep it, as the feast of the tabernacles, and of the fire, which was given us when Neemias offered sacrifice, after that he had builded the temple and the altar. | μέλλοντες οὖν ἄγειν ἐν τῷ Χασελεῦ πέμπτη καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ, δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε τῆς σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμίας οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκε θυσίαν. |
|
19
|
19
|
| For when our fathers were led into Persia, the priests that were then devout took the fire of the altar privily, and hid it in an hollow place of a pit without water, where they kept it sure, so that the place was unknown to all men. | καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο οἱ πατέρες ἡμῶν, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως, κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἀνύδρου, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον. |
|
20
|
20
|
| Now after many years, when it pleased God, Neemias, being sent from the king of Persia, did send of the posterity of those priests that had hid it to the fire: but when they told us they found no fire, but thick water; | διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξε τῷ Θεῷ, ἀποσταλεὶς Νεεμίας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, |
|
21
|
21
|
| then commanded he them to draw it up, and to bring it; and when the sacrifices were laid on, Neemias commanded the priests to sprinkle the wood and the things laid thereupon with the water. | ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν. ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσε τοὺς ἱερεῖς Νεεμίας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα. |
|
22
|
22
|
| When this was done, and the time came that the sun shone, which afore was hid in the cloud, there was a great fire kindled, so that every man marvelled. | ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψε, πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας. |
|
23
|
23
|
| And the priests made a prayer whilst the sacrifice was consuming, I say, both the priests, and all the rest, Jonathan beginning, and the rest answering thereunto, as Neemias did. | προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου ᾿Ιωνάθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμίου. |
|
24
|
24
|
| And the prayer was after this manner: O Lord, Lord God, Creator of all things, who art fearful and strong, and righteous, and merciful, and the only and gracious King, | ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον· Κύριε Κύριε ὁ Θεὸς ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, |
|
25
|
25
|
| the only giver of all things, the only just, almighty, and everlasting, thou that deliverest Israel from all trouble, and didst choose the fathers, and sanctify them: | ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασώζων τὸν ᾿Ισραὴλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς, |
|
26
|
26
|
| receive the sacrifice for thy whole people Israel, and preserve thine own portion, and sanctify it. | πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον. |
|
27
|
27
|
| Gather those together that are scattered from us, deliver them that serve among the heathen, look upon them that are despised and abhorred, and let the heathen know that thou art our God. | ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσι, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη, ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν. |
|
28
|
28
|
| Punish them that oppress us, and with pride do us wrong. | βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ. |
|
29
|
29
|
| Plant thy people again in thy holy place, as Moses hath spoken. | καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπε Μωυσῆς. |
|
30
|
30
|
| And the priests sung psalms of thanksgiving. | οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους. |
|
31
|
31
|
| Now when the sacrifice was consumed, Neemias commanded the water that was left to be poured on the great stones. | καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας καὶ τὸ περιλειπόμενον ὕδωρ, ὁ Νεεμίας ἐκέλευσε λίθους μείζονας κατασχεῖν. |
|
32
|
32
|
| When this was done, there was kindled a flame: but it was consumed by the light that shined from the altar. | ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη. |
|
33
|
33
|
| So when this matter was known, it was told the king of Persia, that in the place, where the priests that were led away had hid the fire, there appeared water, and that Neemias had purified the sacrifices therewith. | ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἀπέκρυψαν οἱ μεταχθέντες ἱερεῖς τὸ ὕδωρ ἐφάνη, ἀφ᾿ οὗ καὶ οἱ περὶ τὸν Νεεμίαν ἥγνισαν τὰ τῆς θυσίας, |
|
34
|
34
|
| Then the king, inclosing the place, made it holy, after he had tried the matter. | περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησε, δοκιμάσας τὸ πρᾶγμα. |
|
35
|
35
|
| And the king took many gifts, and bestowed thereof on those whom he would gratify. | καὶ οἷς ἐχαρίζετο ὁ βασιλεὺς πολλὰ διάφορα ἐλάμβανε καὶ μετεδίδου. |
|
36
|
36
|
| And Neemias called this thing Naphthar, which is as much as to say, a cleansing: but many men call it Nephi. | προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμίαν τοῦτο νέφθαρ, ὃ διερμηνεύεται Καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς Νεφθαεί. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| It is also found in the records, that Jeremy the prophet commanded them that were carried away to take of the fire, as it hath been signified: | ΕΥΡΙΣΚΕΤΑΙ δὲ ἐν ταῖς ἀπογραφαῖς ῾Ιερεμίας ὁ προφήτης ὅτι ἐκέλευσε τοῦ πυρὸς λαβεῖν τοὺς μεταγινομένους, ὡς σεσήμανται, |
|
2
|
2
|
| and how that the prophet, having given them the law, charged them not to forget the commandments of the Lord, and that they should not err in their minds, when they see images of silver and gold, with their ornaments. | καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ Κυρίου καὶ ἵνα μὴ ἀποπλανηθῶσι ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον· |
|
3
|
3
|
| And with other such speeches exhorted he them, that the law should not depart from their hearts. | καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν. |
|
4
|
4
|
| It was also contained in the same writing, that the prophet, being warned of God, commanded the tabernacle and the ark to go with him, as he went forth into the mountain, where Moses climbed up, and saw the heritage of God. | ἦν δὲν ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν· ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος, οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν. |
|
5
|
5
|
| And when Jeremy came thither, he found an hollow cave, wherein he laid the tabernacle, and the ark, and the altar of incense, and so stopped the door. | καὶ ἐλθὼν ὁ ῾Ιερεμίας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξε. |
|
6
|
6
|
| And some of those that followed him came to mark the way, but they could not find it. | καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημήνασθαι τὴν ὁδὸν καὶ οὐκ ἠδυνήθησαν εὑρεῖν. |
|
7
|
7
|
| Which when Jeremy perceived, he blamed them, saying, As for that place, it shall be unknown until the time that God gather his people again together, and receive them unto mercy. | ὡς δὲ ὁ ῾Ιερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· |
|
8
|
8
|
| Then shall the Lord shew them these things, and the glory of the Lord shall appear, and the cloud also, as it was shewed under Moses, and as when Solomon desired that the place might be honourably sanctified. | καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ Κυρίου καὶ ἡ νεφέλη, ὡς καὶ ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως. |
|
9
|
9
|
| It was also declared, that he being wise offered the sacrifice of dedication, and of the finishing of the temple. | διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκε θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. |
|
10
|
10
|
| And as when Moses prayed unto the Lord, the fire came down from heaven, and consumed the sacrifices: even so prayed Solomon also, and the fire came down from heaven, and consumed the burnt offerings. | καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς Κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλαμὼν προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσε τὰ ὁλοκαυτώματα. |
|
11
|
11
|
| And Moses said, Because the sin offering was not to be eaten, it was consumed. | καὶ εἶπε Μωυσῆς· διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας, ἀνηλώθη. |
|
12
|
12
|
| So Solomon kept those eight days. | ὡσαύτως καὶ ὁ Σαλωμὼν τὰς ὀκτὼ ἡμέρας ἤγαγεν. |
|
13
|
13
|
| The same things also were reported in the writings and commentaries of Neemias; and how he founding a library gathered together the acts of the kings, and the prophets, and of David, and the epistles of the kings concerning the holy gifts. | ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγε τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν καὶ τὰ τοῦ Δαυὶδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων. |
|
14
|
14
|
| In like manner also Judas gathered together all those things that were lost by reason of the war we had, and they remain with us. | ὡσαύτως δὲ καὶ ᾿Ιούδας τὰ διαπεπτωκότα διὰ τὸν πόλεμον τὸν γεγονότα ἡμῖν ἐπισυνήγαγε πάντα, καὶ ἔστι παρ᾿ ἡμῖν· |
|
15
|
15
|
| Wherefore if ye have need thereof, send some to fetch them unto you. | ὧν οὖν ἐὰν χρείαν ἔχητε τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε. |
|
16
|
16
|
| Whereas we then are about to celebrate the purification, we have written unto you, and ye shall do well, if ye keep the same days. | Μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλῶς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας. |
|
17
|
17
|
| We hope also, that the God, that delivered all his people, and gave them all an heritage, and the kingdom, and the priesthood, and the sanctuary, | ὁ δὲ Θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσι καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν, |
|
18
|
18
|
| as he promised in the law, will shortly have mercy upon us, and gather us together out of every land under heaven into the holy place: for he hath delivered us out of great troubles, and hath purified the place. | καθὼς ἐπηγγείλατο διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ Θεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαθάρισε. |
|
19
|
19
|
| Now as concerning Judas Maccabeus, and his brethren, and the purification of the great temple, and the dedication of the altar, | Τὰ δὲ κατὰ τὸν ᾿Ιούδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγάλου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμόν, |
|
20
|
20
|
| and the wars against Antiochus Epiphanes, and Eupator his son, | ἔτι τε τοὺς πρὸς ᾿Αντίοχον τὸν ᾿Επιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους |
|
21
|
21
|
| and the manifest signs that came from heaven unto those that behaved themselves manfully to their honour for Judaism: so that, being but a few, they overcame the whole country, and chased barbarous multitudes, | καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ ᾿Ιουδαϊσμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήθη διώκειν, |
|
22
|
22
|
| and recovered again the temple renowned all the world over, and freed the city, and upheld the laws which were going down, the Lord being gracious unto them with all favour: | καὶ τὸ περιβόητον καθ᾿ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ Κυρίου μετὰ πάσης ἐπιεικείας ἱλέω γενομένου αὐτοῖς, |
|
23
|
23
|
| all these things, I say, being declared by Jason of Cyrene in five books, we will assay to abridge in one volume. | τὰ ὑπὸ ᾿Ιάσωνος τοῦ Κυρηναίου δεδηλωμένα δὲ πέντε βιβλίων πειρασόμεθα δι᾿ ἑνὸς συντάγματος ἐπιτεμεῖν. |
|
24
|
24
|
| For considering the infinite number, and the difficulty which they find that desire to look into the narrations of the story, for the variety of the matter, | συνορῶντες γὰρ τὸ χῦμα τῶν ἀριθμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασι διὰ τὸ πλῆθος τῆς ὕλης, |
|
25
|
25
|
| we have been careful, that they that will read may have delight, and that they that are desirous to commit to memory might have ease, and that all into whose hands it comes might have profit. | ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν. |
|
26
|
26
|
| Therefore to us, that have taken upon us this painful labour of abridging, it was not easy, but a matter of sweat and watching; | καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ρᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα, |
|
27
|
27
|
| even as it is no ease unto him that prepareth a banquet, and seeketh the benefit of others: yet for the pleasuring of many we will undertake gladly this great pains; | καθάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερὲς μέν, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν, |
|
28
|
28
|
| leaving to the author the exact handling of every particular, and labouring to follow the rules of an abridgement. | τὸ μὲ διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες. |
|
29
|
29
|
| For as the master builder of a new house must care for the whole building: but he that undertaketh to set it out, and paint it, must seek out fit things for the adorning thereof: even so I think it is with us. | καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτω δοκῶ καὶ ἐπὶ ἡμῶν. |
|
30
|
30
|
| To stand upon every point, and go over things at large, and to be curious in particulars, belongeth to the first author of the story: | τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσθαι λόγον καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καθήκει· |
|
31
|
31
|
| but to use brevity, and avoid much labouring of the work, is to be granted to him that will make an abridgement. | τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσθαι τῷ τὴν μετάφρασιν ποιουμένῳ συγχωρητέον. |
|
32
|
32
|
| Here then will we begin the story: only adding thus much to that which hath been said, that it is a foolish thing to make a long prologue, and to be short in the story itself. | ἐντεῦθεν οὖν ἀρξώμεθα τῆς διηγήσεως, τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| Now when the holy city was inhabited with all peace, and the laws were kept very well, because of the godliness of Onias the high priest, and his hatred of wickedness, | ΤΗΣ ἁγίας τοίνυν πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ἔτι κάλλιστα συντηρουμένων διὰ τὴν ᾿Ονίου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν, |
|
2
|
2
|
| it came to pass that even the kings themselves did honour the place, and magnify the temple with their best gifts; | συνέβαινε καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν, |
|
3
|
3
|
| insomuch that Seleucus king of Asia of his own revenues bare all the costs belonging to the service of the sacrifices. | ὥστε καὶ Σέλευκον τὸν τῆς ᾿Ασίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα. |
|
4
|
4
|
| But one Simon of the tribe of Benjamin, who was made governor of the temple, fell out with the high priest about disorder in the city. | Σίμων δέ τις ἐκ τῆς Βενιαμὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας· |
|
5
|
5
|
| And when he could not overcome Onias, he gat him to Apollonius the son of Thraseas, who then was governor of Celosyria and Phenice, | καὶ νικῆσαι τὸν ᾿Ονίαν μὴ δυνάμενος, ἦλθε πρὸς ᾿Απολλώνιον Θρασαίου τὸν κατ᾿ ἐκεῖνον τὸ καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν |
|
6
|
6
|
| and told him that the treasury in Jerusalem was full of infinite sums of money, so that the multitude of their riches, which did not pertain to the account of the sacrifices, was innumerable, and that it was possible to bring all into the king's hand. | καὶ προσήγγειλε περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν ῾Ιεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἐναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ἅπαντα ταῦτα. |
|
7
|
7
|
| Now when Apollonius came to the king, and had shewed him of the money whereof he was told, the king chose out Heliodorus his treasurer, and sent him with a commandment to bring him the foresaid money. | συμμείξας δὲ ὁ ᾿Απολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος ῾Ηλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλε δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι. |
|
8
|
8
|
| So forthwith Heliodorus took his journey, under a colour of visiting the cities of Celosyria and Phenice, but indeed to fulfil the king's purpose. | εὐθέως δὲ ὁ ῾Ηλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεύσων, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελέσων. |
|
9
|
9
|
| And when he was come to Jerusalem, and had been courteously received of the high priest of the city, he told him what intelligence was given of the money, and declared wherefore he came, and asked if these things were so indeed. | παραγενηθεὶς δὲ εἰς ῾Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστι διεσάφησεν· ἐπυνθάνετο δέ, εἰ ταῖς ἀληθείας ταῦτα οὕτως ἔχοντα τυγχάνει. |
|
10
|
10
|
| Then the high priest told him that there was such money laid up for the relief of widows and fatherless children: | τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παραθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, |
|
11
|
11
|
| and that some of it belonged to Hircanus son of Tobias, a man of great dignity, and not as that wicked Simon had misinformed: the sum whereof in all was four hundred talents of silver, and two hundred of gold: | τινὰ δὲ καὶ ῾Υρκανοῦ τοῦ Τωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου —οὐχ ὥσπερ ἦν διαβάλλων ὁ δυσεβὴς Σίμων— τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· |
|
12
|
12
|
| and that it was altogether impossible that such wrongs should be done unto them, that had committed it to the holiness of the place, and to the majesty and inviolable sanctity of the temple, honoured over all the world. | ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. |
|
13
|
13
|
| But Heliodorus, because of the king's commandment given him, said, That in any wise it must be brought into the king's treasury. | ὁ δὲ ῾Ηλιόδωρος, δι᾿ ἃς εἶχε βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναληπτέα ταῦτα εἶναι. |
|
14
|
14
|
| So at the day which he appointed he entered in to order this matter: wherefore there was no small agony throughout the whole city. | ταξάμενος δὲ ἡμέραν εἰσήει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ᾿ ὅλην τὴν πόλιν ἀγωνία. |
|
15
|
15
|
| But the priests, prostrating themselves before the altar in their priests' vestments, called unto heaven upon him that made a law concerning things given to be kept, that they should safely be preserved for such as had committed them to be kept. | οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ρίψαντες ἑαυτούς, ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παραθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι. |
|
16
|
16
|
| Then whoso had looked the high priest in the face, it would have wounded his heart: for his countenance and the changing of his colour declared the inward agony of his mind. | ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινε τὴν κατὰ ψυχὴν ἀγωνίαν. |
|
17
|
17
|
| For the man was so compassed with fear and horror of the body, that it was manifest to them that looked upon him, what sorrow he had now in his heart. | περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾿ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσι τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. |
|
18
|
18
|
| Others ran flocking out of their houses to the general supplication, because the place was like to come into contempt. | οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν, διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον. |
|
19
|
19
|
| And the women, girt with sackcloth under their breasts, abounded in the streets, and the virgins that were kept in ran, some to the gates, and some to the walls, and others looked out of the windows. | ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον· |
|
20
|
20
|
| And all, holding their hands toward heaven, made supplication. | πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· |
|
21
|
21
|
| Then it would have pitied a man to see the falling down of the multitude of all sorts, and the fear of the high priest, being in such an agony. | ἐλεεῖν δ᾿ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλου διαγωνιῶντος ἀρχιερέως προσδοκίαν. |
|
22
|
22
|
| They then called upon the Almighty Lord to keep the things committed of trust safe and sure for those that had committed them. | οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παντοκράτορα Θεὸν τὰ πεπιστευμένα τοῖς πεπιστευκόσι σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας, |
|
23
|
23
|
| Nevertheless Heliodorus executed that which was decreed. | ὁ δὲ ῾Ηλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. |
|
24
|
24
|
| Now as he was there present himself with his guard about the treasury, the Lord of spirits, and the Prince of all power, caused a great apparition, so that all that presumed to come in with him were astonished at the power of God, and fainted, and were sore afraid. | αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πατέρων Κύριος καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατοτολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ Θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι. |
|
25
|
25
|
| For there appeared unto them an horse with a terrible rider upon him, and adorned with a very fair covering, and he ran fiercely, and smote at Heliodorus with his forefeet, and it seemed that he that sat upon the horse had complete harness of gold. | ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ρύδην ἐνέσεισε τῷ ῾Ηλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων. |
|
26
|
26
|
| Moreover two other young men appeared before him, notable in strength, excellent in beauty, and comely in apparel, who stood by him on either side, and scourged him continually, and gave him many sore stripes. | ἕτεροι δὲ δύο προεφάνησαν αὐτῷ νεανίαι τῇ ρώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τῇ δόξῃ, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ παραστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. |
|
27
|
27
|
| And Heliodorus fell suddenly unto the ground, and was compassed with great darkness: but they that were with him took him up, and put him into a litter. | ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες |
|
28
|
28
|
| Thus him, that lately came with a great train and with all his guard into the said treasury, they carried out, being unable to help himself with his weapons: and manifestly they acknowledged the power of God: | τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα, φανερῶς τὴν τοῦ Θεοῦ δυναστείαν ἐπεγνωκότες. |
|
29
|
29
|
| for he by the hand of God was cast down, and lay speechless without all hope of life. | καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, |
|
30
|
30
|
| But they praised the Lord, that had miraculously honoured his own place: for the temple, which a little afore was full of fear and trouble, when the Almighty Lord appeared, was filled with joy and gladness. | οἱ δὲ τὸν Κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος Κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο. |
|
31
|
31
|
| Then straightways certain of Heliodorus' friends prayed Onias, that he would call upon the most High to grant him his life, who lay ready to give up the ghost. | ταχὺ δέ τινες τῶν τοῦ ῾Ηλιοδώρου συνήθων ἠξίουν τὸν ᾿Ονίαν ἐπικαλέσασθαι τὸν ῞Υψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. |
|
32
|
32
|
| So the high priest, suspecting lest the king should misconceive that some treachery had been done to Heliodorus by the Jews, offered a sacrifice for the health of the man. | ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεύς, μήποτε διάληψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν ῾Ηλιόδωρον ὑπὸ τῶν ᾿Ιουδαίων συντετελέσθαι, προσήγαγε θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. |
|
33
|
33
|
| Now as the high priest was making an atonement, the same young men in the same clothing appeared and stood beside Heliodorus, saying, Give Onias the high priest great thanks, insomuch as for his sake the Lord hath granted thee life: | ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμόν, οἱ αὐτοὶ νεανίαι πάλιν ἐνεφάνησαν τῷ ῾Ηλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον· πολλὰς τῷ ᾿Ονίᾳ τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ Κύριος· |
|
34
|
34
|
| and seeing that thou hast been scourged from heaven, declare unto all men the mighty power of God. And when they had spoken these words, they appeared no more. | σὺ δὲ ὑπ᾿ αὐτοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ Θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο. |
|
35
|
35
|
| So Heliodorus, after he had offered sacrifice unto the Lord, and made great vows unto him that had saved his life, and saluted Onias, returned with his host to the king. | ὁ δὲ ῾Ηλιόδωρος θυσίαν ἀνενέγκας τῷ Κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν ᾿Ονίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσε πρὸς τὸν βασιλέα. |
|
36
|
36
|
| Then testified he to all men the works of the great God, which he had seen with his eyes. | ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾿ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου Θεοῦ. |
|
37
|
37
|
| And when the king asked Heliodorus, who might be a fit man to be sent yet once again to Jerusalem, he said, | τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν ῾Ηλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς ῾Ιεροσόλυμα, ἔφησεν· |
|
38
|
38
|
| If thou hast any enemy or traitor, send him thither, and thou shalt receive him well scourged, if he escape with his life: for in that place, no doubt, there is an especial power of God. | εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάν περ καὶ διασωθείη, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα Θεοῦ δύναμιν· |
|
39
|
39
|
| For he that dwelleth in heaven hath his eye on that place, and defendeth it; and he beateth and destroyeth them that come to hurt it. | αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων, ἐπόπτης ἐστὶ καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπόλλυσι. |
|
40
|
40
|
| And the things concerning Heliodorus, and the keeping of the treasury, fell out on this sort. | καὶ τὰ μὲν κατὰ ῾Ηλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| This Simon now, of whom we spake afore, having been a betrayer of the money, and of his country, slandered Onias, as if he had terrified Heliodorus, and been the worker of these evils. | Ο δὲ προειρημένος Σίμων, ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονώς, ἐκακολόγει τὸν ᾿Ονίαν, ὡς αὐτός τε εἴη τὸν ῾Ηλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς, |
|
2
|
2
|
| Thus was he bold to call him a traitor, that had deserved well of the city, and tendered his own nation, and was so zealous of the laws. | καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν. |
|
3
|
3
|
| But when their hatred went so far, that by one of Simon's faction murders were committed, | τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι, |
|
4
|
4
|
| Onias seeing the danger of this contention, and that Apollonius, as being the governor of Celosyria and Phenice, did rage, and increase Simon's malice, | συνορῶν ὁ ᾿Ονίας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ ᾿Απολλώνιον τὸν Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος, |
|
5
|
5
|
| he went to the king, not to be an accuser of his countrymen, but seeking the good of all, both public and private: | πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ συμφέρον κοινῇ καὶ κατ᾿ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν· |
|
6
|
6
|
| for he saw that it was impossible that the state should continue quiet, and Simon leave his folly, unless the king did look thereunto. | ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σίμωνα παῦλαν οὐ ληψόμενον τῆς ἀνοίας. |
|
7
|
7
|
| But after the death of Seleucus, when Antiochus, called Epiphanes, took the kingdom, Jason the brother of Onias laboured underhand to be high priest, | Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν ᾿Αντιόχου τοῦ προσαγορευθέντος ᾿Επιφανοῦς, ὑπενόθευσεν ᾿Ιάσων ὁ ἀδελφὸς ᾿Ονίου τὴν ἀρχιερωσύνην, |
|
8
|
8
|
| promising unto the king by intercession three hundred and threescore talents of silver, and of another revenue eighty talents: | ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾿ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα. |
|
9
|
9
|
| beside this, he promised to assign an hundred and fifty more, if he might have licence to set him up a place for exercise, and for the training up of youth in the fashions of the heathen, and to write them of Jerusalem by the name of Antiochians. | πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράψαι πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν συγχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν ῾Ιεροσολύμοις ᾿Αντιοχεῖς ἀναγράψαι. |
|
10
|
10
|
| Which when the king had granted, and he had gotten into his hand the rule, he forthwith brought his own nation to the Greekish fashion. | ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως ἐπὶ τὸν ῾Ελληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετῆγε |
|
11
|
11
|
| And the royal privileges granted of special favour to the Jews by the means of John the father of Eupolemus, who went ambassador to Rome for amity and aid, he took away; and putting down the governments which were according to the law, he brought up new customs against the law: | καὶ τὰ κείμενα τοῖς ᾿Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ ᾿Ιωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ρωμαίους, παρώσατο. καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν· |
|
12
|
12
|
| for he built gladly a place of exercise under the tower itself, and brought the chief young men under his subjection, and made them wear a hat. | ἀσμένως γὰρ ὑπ᾿ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσε καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἦγεν. |
|
13
|
13
|
| Now such was the height of Greek fashions, and increase of heathenish manners, through the exceeding profaneness of Jason, that ungodly wretch, and no high priest; | ἦν δ᾿ οὕτως ἀκμή τις ῾Ελληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως ᾿Ιάσωνος ὑπερβάλλουσαν ἀναγνείαν, |
|
14
|
14
|
| that the priests had no courage to serve any more at the altar, but despising the temple, and neglecting the sacrifices, hastened to be partakers of the unlawful allowance in the place of exercise, after the game of Discus called them forth; | ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν ναοῦ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρᾳ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόκλησιν, |
|
15
|
15
|
| not setting by the honours of their fathers, but liking the glory of the Grecians best of all. | καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ ῾Ελληνικὰς δόξας καλλίστας ἡγούμενοι. |
|
16
|
16
|
| By reason whereof sore calamity came upon them: for they had them to be their enemies and avengers, whose custom they followed so earnestly, and unto whom they desired to be like in all things. | ὧν χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθάπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον· |
|
17
|
17
|
| For it is not a light thing to do wickedly against the laws of God; but the time following shall declare these things. | ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ρᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει. |
|
18
|
18
|
| Now when the game that was used every fifth year was kept at Tyrus, the king being present, | ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος, |
|
19
|
19
|
| this ungracious Jason sent special messengers from Jerusalem, who were Antiochians, to carry three hundred drachms of silver to the sacrifice of Hercules, which even the bearers thereof thought fit not to bestow upon the sacrifice, because it was not convenient, but to be reserved for other charges. | ἀπέστειλεν ᾿Ιάσων ὁ μιαρὸς θεωροὺς ἀπὸ ῾Ιεροσολύμων ᾿Αντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ ῾Ηρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι πρὸς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην. |
|
20
|
20
|
| This money then, in regard of the sender, was appointed to Hercules' sacrifice; but because of the bearers thereof it was employed to the making of gallies. | ἔπεσεν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ ῾Ηρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριήρων κατασκευάς. |
|
21
|
21
|
| Now when Apollonius the son of Menestheus was sent into Egypt for the coronation of king Ptolemeus Philometor, Antiochus, understanding him not to be well affected to his affairs, provided for his own safety: whereupon he came to Joppe, and from thence to Jerusalem: | ἀποσταλέντος δὲ εἰς Αἴγυπτον ᾿Απολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια Πτολεμαίου τοῦ Φιλομήτορος Βασιλέως, μεταλαβὼν ᾿Αντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτῶν γεγονέναι πραγμάτων, τῆς καθ᾿ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς ᾿Ιόππην παραγενόμενος κατήντησεν εἰς ῾Ιεροσόλυμα. |
|
22
|
22
|
| where he was honourably received of Jason, and of the city, and was brought in with torch light, and with great shoutings: and so afterward went with his host unto Phenice. | μεγαλοπρεπῶς δὲ ὑπὸ τοῦ ᾿Ιάσωνος καὶ τῆς πόλεως παραδεχθείς, μετὰ δᾳδουχίας καὶ βοῶν εἰσπεπόρευται, εἶθ᾿ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσε. |
|
23
|
23
|
| Three years afterward Jason sent Menelaus, the aforesaid Simon's brother, to bear the money unto the king, and to put him in mind of certain necessary matters. | μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν ᾿Ιάσων Μενέλαον, τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα. |
|
24
|
24
|
| But he being brought to the presence of the king, when he had magnified him for the glorious appearance of his power, got the priesthood to himself, offering more than Jason by three hundred talents of silver. | ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησε τὴν ἀρχιερωσύνην, ὑπερβαλὼν τὸν ᾿Ιάσωνα τάλαντα ἀργυρίου τριακόσια. |
|
25
|
25
|
| So he came with the king's mandate, bringing nothing worthy the high priesthood, but having the fury of a cruel tyrant, and the rage of a savage beast. | λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο, τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων. |
|
26
|
26
|
| Then Jason, who had undermined his own brother, being undermined by another, was compelled to flee into the country of the Ammonites. | καὶ ὁ μὲν ᾿Ιάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφ᾿ ἑτέρου, φυγὰς εἰς τὴν ᾿Αμμανῖτιν χώραν συνήλαστο. |
|
27
|
27
|
| So Menelaus got the principality: but as for the money that he had promised unto the king, he took no good order for it, albeit Sostratus the ruler of the castle required it: | ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκνει· ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, |
|
28
|
28
|
| for unto him appertained the gathering of the customs. Wherefore they were both called before the king. | πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν φόρων πρᾶξις, δι᾿ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν, |
|
29
|
29
|
| Now Menelaus left his brother Lysimachus in his stead in the priesthood: and Sostratus left Crates, who was governor of the Cyprians. | καὶ ὁ μὲν Μενέλαος ἀπέλιπε τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων. |
|
30
|
30
|
| While those things were in doing, they of Tarsus and Mallos made insurrection, because they were given to the king's concubine, called Antiochis. | τοιούτων δὲ συνεστηκότων, συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ ᾿Αντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι. |
|
31
|
31
|
| Then came the king in all haste to appease matters, leaving Andronicus, a man in authority, for his deputy. | θᾶττον οὖν ὁ βασιλεὺς ἧκε καταστεῖλε τὰ πράγματα, καταλιπὼν τὸν διαδεχόμενον ᾿Ανδρόνικον τῶν ἐν ἀξιώματι κειμένων. |
|
32
|
32
|
| Now Menelaus, supposing that he had gotten a convenient time, stole certain vessels of gold out of the temple, and gave some of them to Andronicus, and some he sold into Tyrus and the cities round about. | νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ ᾿Ανδρονίκῳ καὶ ἕτερα ἐτύγχανε πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις. |
|
33
|
33
|
| Which when Onias knew of a surety, he reproved him, and withdrew himself into a sanctuary at Daphne, that lieth by Antiochia. | ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ ᾿Ονίας, παρήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τῆς πρὸς ᾿Αντιόχειαν κειμένης. |
|
34
|
34
|
| Wherefore Menelaus, taking Andronicus apart, prayed him to get Onias into his hands; who being persuaded thereunto, and coming to Onias in deceit, gave him his right hand with oaths; and though he were suspected by him, yet persuaded he him to come forth of the sanctuary: whom forthwith he shut up without regard to justice. | ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν ᾿Ανδρόνικον, παρεκάλει χειρώσασθαι τὸν ᾿Ονίαν. ὁ δὲ παραγενόμενος ἐπὶ τὸν ᾿Ονίαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιὰς μεθ᾿ ὅρκων δούς, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον. |
|
35
|
35
|
| For the which cause not only the Jews, but many also of other nations, took great indignation, and were much grieved for the unjust murder of the man. | δι᾿ ἣν αἰτίαν οὐ μόνον ᾿Ιουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ. |
|
36
|
36
|
| And when the king was come again from the places about Cilicia, the Jews that were in the city, and certain of the Greeks that abhorred the fact also, complained because Onias was slain without cause. | τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν ᾿Ιουδαῖοι, συμμισοπονηρούντων καὶ τῶν ῾Ελλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν ᾿Ονίαν ἀπεκτάνθαι. |
|
37
|
37
|
| Therefore Antiochus was heartily sorry, and moved to pity, and wept, because of the sober and modest behaviour of him that was dead. | ψυχικῶς οὖν ὁ ᾿Αντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς εἰς ἔλεον καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν |
|
38
|
38
|
| And being kindled with anger, forthwith he took away Andronicus his purple, and rent off his clothes, and leading him through the whole city unto that very place, where he had committed impiety against Onias, there slew he the cursed murderer. Thus the Lord rewarded him his punishment, as he had deserved. | καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ ᾿Ανδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας, περιαγαγὼν καθ᾿ ὅλην τὴν πόλιν, ἐπ᾿ αὐτὸ τὸν τόπον, οὗπερ εἰς τὸν ᾿Ονίαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησε, τοῦ Κυρίου τὴν ἀξία αὐτῷ κόλασιν ἀποδόντος. |
|
39
|
39
|
| Now when many sacrileges had been committed in the city by Lysimachus with the consent of Menelaus, and the bruit thereof was spread abroad, the multitude gathered themselves together against Lysimachus, many vessels of gold being already carried away. | γενομένων δὲ πολλῶν ἱεροσυλυμάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τῆς φήμης, ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον, χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων. |
|
40
|
40
|
| Whereupon the common people rising, and being filled with rage, Lysimachus armed about three thousand men, and began first to offer violence; one Auranus being the leader, a man far gone in years, and no less in folly. | ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς τυράννου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν. |
|
41
|
41
|
| They then seeing the attempt of Lysimachus, some of them caught stones, some clubs, others taking handfuls of dust, that was next at hand, cast them all together upon Lysimachus, and those that set upon them. | συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου, συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον· |
|
42
|
42
|
| Thus many of them they wounded, and some they struck to the ground, and all of them they forced to flee: but as for the churchrobber himself, him they killed beside the treasury. | δι᾿ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο. |
|
43
|
43
|
| Of these matters therefore there was an accusation laid against Menelaus. | περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον. |
|
44
|
44
|
| Now when the king came to Tyrus, three men that were sent from the senate pleaded the cause before him: | καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπ᾿ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες ἄνδρες τρεῖς ὑπὸ τῆς γερουσίας. |
|
45
|
45
|
| but Menelaus, being now convicted, promised Ptolemee the son of Dorymenes to give him much money, if he would pacify the king toward him. | ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ τῷ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα. |
|
46
|
46
|
| Whereupon Ptolemee taking the king aside into a certain gallery, as it were to take the air, brought him to be of another mind: | ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκε, |
|
47
|
47
|
| insomuch that he discharged Menelaus from the accusations, who notwithstanding was cause of all the mischief: and those poor men, who, if they had told their cause, yea, before the Scythians, should have been judged innocent, them he condemned to death. | καὶ τὸν μὲν τῆς ὅλης κακίας Μενέλαον ἀπέλυσε τῶν κατηγορημάτων, τοῖς δὲ ταλαιπώροις, οἵτινες, εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον, ἀπελύθησαν ἂν ἀκατάγνωστοι, τούτοις θάνατον ἐπέκρινε. |
|
48
|
48
|
| Thus they that followed the matter for the city, and for the people, and for the holy vessels, did soon suffer unjust punishment. | ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ ὑπὲρ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προαγορεύσαντες. |
|
49
|
49
|
| Wherefore even they of Tyrus, moved with hatred of that wicked deed, caused them to be honourably buried. | δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν. |
|
50
|
50
|
| And so through the covetousness of them that were of power Menelaus remained still in authority, increasing in malice, and being a great traitor to the citizens. | ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῆς ἀρχῆς ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς. |
|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
| About the same time Antiochus prepared his second voyage into Egypt: | Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ ᾿Αντίοχος εἰς Αἴγυπτον ἐστείλατο. |
|
2
|
2
|
| and then it happened, that through all the city, for the space almost of forty days, there were seen horsemen running in the air, in cloth of gold, and armed with lances, like a band of soldiers, | συνέβη δὲ καθ᾿ ὅλην τὴν πόλιν σχεδὸν ἐφ᾿ ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τοῦ ἀέρος τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους |
|
3
|
3
|
| and troops of horsemen in array, encountering and running one against another, with shaking of shields, and multitude of pikes, and drawing of swords, and casting of darts, and glittering of golden ornaments, and harness of all sorts. | καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ μαχαιρῶν σπασμοὺς καὶ βελῶν βολὰς καὶ χρυσῶν κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς. |
|
4
|
4
|
| Wherefore every man prayed that that apparition might turn to good. | διὸ πάντες ἠξίουν ἐπ᾿ ἀγαθῷ τὴν ἐπιφάνειαν γενέσθαι. |
|
5
|
5
|
| Now when there was gone forth a false rumour, as though Antiochus had been dead, Jason took at the least a thousand men, and suddenly made an assault upon the city; and they that were upon the walls being put back, and the city at length taken, Menelaus fled into the castle: | γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος τὸν βίον ᾿Αντιόχου παραλαβὼν ὁ ᾿Ιάσων οὐκ ἐλάττους τῶν χιλίων, αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν. |
|
6
|
6
|
| but Jason slew his own citizens without mercy, not considering that to get the day of them of his own nation would be a most unhappy day for him; but thinking they had been his enemies, and not his countrymen, whom he conquered. | ὁ δὲ ᾿Ιάσων ἐποιεῖτο σφαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην· δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι, |
|
7
|
7
|
| Howbeit for all this he obtained not the principality, but at the last received shame for the reward of his treason, and fled again into the country of the Ammonites. | τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησε, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν ᾿Αμμανῖτιν ἀπῆλθε. |
|
8
|
8
|
| In the end therefore he had an unhappy return, being accused before Aretas the king of the Arabians, fleeing from city to city, pursued of all men, hated as a forsaker of the laws, and being had in abomination as an open enemy of his country and countrymen, he was cast out into Egypt. | πέρας οὖν κακῆς ἀναστροφῆς ἔτυχεν ἐγκλεισθεὶς πρὸς ᾿Αρέταν τὸν τῶν ᾿Αράβων τύρρανον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων καὶ στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον ἐξεβράσθη. |
|
9
|
9
|
| Thus he that had driven many out of their country perished in a strange land, retiring to the Lacedemonians, and thinking there to find succour by reason of his kindred: | καὶ ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης. |
|
10
|
10
|
| and he that had cast out many unburied had none to mourn for him, nor any solemn funerals at all, nor sepulchre with his fathers. | καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη καὶ κηδείας οὐδ᾿ ἡστινοσοῦν οὔτε πατρῴου τάφου μετέσχε. |
|
11
|
11
|
| Now when this that was done came to the king's ear, he thought that Judea had revolted: whereupon removing out of Egypt in a furious mind, he took the city by force of arms, | Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν ᾿Ιουδαίαν. ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβε τὴν μὲν πόλιν δορυάλωτον, |
|
12
|
12
|
| and commanded his men of war not to spare such as they met, and to slay such as went up upon the houses. | καὶ ἐκέλευσε τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν. |
|
13
|
13
|
| Thus there was killing of young and old, making away of men, women, and children, slaying of virgins and infants. | ἐγίνοντο δὲ νέων καὶ πρεσβυτέρων ἀναιρέσεις, ἀνδρῶν τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί. |
|
14
|
14
|
| And there were destroyed within the space of three whole days fourscore thousand, whereof forty thousand were slain in the conflict; and no fewer sold than slain. | ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶ κατεφθάρησαν· τέσσαρες μὲν ἐκ χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν. |
|
15
|
15
|
| Yet was he not content with this, but presumed to go into the most holy temple of all the world; Menelaus, that traitor to the laws, and to his own country, being his guide: | καὶ οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν, ὁδηγὸν ἔχων τὸν Μενέλαον, τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα |
|
16
|
16
|
| and taking the holy vessels with polluted hands, and with profane hands pulling down the things that were dedicated by other kings to the augmentation and glory and honour of the place, he gave them away. | καὶ ταῖς μιαραῖς χερσὶ τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ᾿ ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμὴν ταῖς βεβήλοις χερσὶ συσσύρων ἐπεδίδου. |
|
17
|
17
|
| And so haughty was Antiochus in mind, that he considered not that the Lord was angry for a while for the sins of them that dwelt in the city, and therefore his eye was not upon the place. | καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ ᾿Αντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ Δεσπότης, διὸ γέγονε περὶ τὸν τόπον παρόρασις. |
|
18
|
18
|
| For had they not been formerly wrapped in many sins, this man, as soon as he had come, had forthwith been scourged, and put back from his presumption, as Heliodorus was, whom Seleucus the king sent to view the treasury. | εἰ δὲ μὴ συνέβαινε προσενέχεσθαι πολλοῖς ἁμαρτήμασι, καθάπερ ὁ ῾Ηλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους. |
|
19
|
19
|
| Nevertheless God did not choose the people for the place's sake, but the place for the people's sake. | ἀλλ᾿ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ Κύριος ἐξελέξατο. |
|
20
|
20
|
| And therefore the place itself, that was partaker with them of the adversity that happened to the nation, did afterward communicate in the benefits sent from the Lord: and as it was forsaken in the wrath of the Almighty, so again, the great Lord being reconciled, it was set up with all glory. | διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ὑπὸ τοῦ Κυρίου ἐκοινώνησε, καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ Παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου Δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη. |
|
21
|
21
|
| So when Antiochus had carried out of the temple a thousand and eight hundred talents, he departed in all haste unto Antiochia, weening in his pride to make the land navigable, and the sea passable by foot: such was the haughtiness of his mind. | ὁ γοῦν ᾿Αντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς ᾿Αντιόχειαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. |
|
22
|
22
|
| And he left governors to vex the nation: at Jerusalem, Philip, for his country a Phrygian, and for manners more barbarous than he that set him there; | κατέλιπε δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν ῾Ιεροσολύμοις Φίλιππον τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, |
|
23
|
23
|
| and at Garizim, Andronicus; and besides, Menelaus, who worse than all the rest bare an heavy hand over the citizens, having a malicious mind against his countrymen the Jews. | ἐν δὲ Γαριζὶν ᾿Ανδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας ᾿Ιουδαίους ἔχων διάθεσιν. |
|
24
|
24
|
| He sent also that detestable ringleader Apollonius with an army of two and twenty thousand, commanding him to slay all those that were in their best age, and to sell the women and the younger sort: | ἔπεμψε δὲ τὸν μυσάρχην ᾿Απολλώνιον μετὰ στρατεύματος δισμυρίων πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δὲ γυναῖκας καὶ νεωτέρους πωλεῖν. |
|
25
|
25
|
| who coming to Jerusalem, and pretending peace, did forbear till the holy day of the sabbath, when taking the Jews keeping holy day, he commanded his men to arm themselves. | οὗτος δὲ παραγενόμενος εἰς ῾Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθείς, ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς ᾿Ιουδαίους τοῖς ὑφ᾿ ἑαυτὸν ἐξοπλησίαν παρήγγειλε |
|
26
|
26
|
| And so he slew all them that were gone to the celebrating of the sabbath, and running through the city with weapons slew great multitudes. | καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησε καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσε πλήθη. |
|
27
|
27
|
| But Judas Maccabeus with nine others, or thereabout, withdrew himself into the wilderness, and lived in the mountains after the manner of beasts, with his company, who fed on herbs continually, lest they should be partakers of the pollution. | ᾿Ιούδας δὲ ὁ Μακκαβαῖος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον, θηρίων τρόπον ἐν τοῖς ὄρεσι διέζη σὺν τοῖς μετ᾿ αὐτοῦ, καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ. |
|
Chapter 6
|
Κεφάλαιο 6
|
|
1
|
1
|
| Not long after this the king sent an old man of Athens to compel the Jews to depart from the laws of their fathers, and not to live after the laws of God: | ΜΕΤ᾿ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα ᾿Αθηναῖον ἀναγκάζειν τοὺς ᾿Ιουδαίους μεταβαίνειν ἐκ τῶν πατρώων νόμων καὶ τοῖς τοῦ Θεοῦ νόμοις μὴ πολιτεύεσθαι, |
|
2
|
2
|
| and to pollute also the temple in Jerusalem, and to call it the temple of Jupiter Olympius; and that in Garizim, of Jupiter the defender of strangers, as they did desire that dwelt in the place. | μολῦναι δὲ καὶ τὸν ἐν ῾Ιεροσολύμοις νεὼν καὶ προσονομάσαι Διὸς ᾿Ολυμπίου καὶ τὸν ἐν Γαριζίν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου. |
|
3
|
3
|
| The coming in of this mischief was sore and grievous to the people: | χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν καὶ δυσχερὴς ἡ ἐπίτασις τῆς κακίας. |
|
4
|
4
|
| for the temple was filled with riot and revelling by the Gentiles, who dallied with harlots, and had to do with women within the circuit of the holy places, and besides that brought in things that were not lawful. | τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ἐπεπλήρωτο ὑπὸ τῶν ἐθνῶν ραθυμούντων μεθ᾿ ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον φερόντων. |
|
5
|
5
|
| The altar also was filled with profane things, which the law forbiddeth. | τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο. |
|
6
|
6
|
| Neither was it lawful for a man to keep sabbath days or ancient feasts, or to profess himself at all to be a Jew. | ἦν δ᾿ οὔτε σαββατίζειν οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν οὔτε ἁπλῶς ᾿Ιουδαῖον ὁμολογεῖν εἶναι. |
|
7
|
7
|
| And in the day of the king's birth every month they were brought by bitter constraint to eat of the sacrifices; and when the feast of Bacchus was kept, the Jews were compelled to go in procession to Bacchus, carrying ivy. | ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν· γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο οἱ ᾿Ιουδαῖοι κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ. |
|
8
|
8
|
| Moreover there went out a decree to the neighbour cities of the heathen, by the suggestion of Ptolemee, against the Jews, that they should observe the same fashions, and be partakers of their sacrifices: | ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας πόλεις ῾Ελληνίδας Πτολεμαίου ὑποτιθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν ᾿Ιουδαίων ἄγειν καὶ σπλαγνίζειν, |
|
9
|
9
|
| and whoso would not conform themselves to the manners of the Gentiles should be put to death. Then might a man have seen the present misery. | τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ ῾Ελληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν. |
|
10
|
10
|
| For there were two women brought, who had circumcised their children; whom when they had openly led round about the city, the babes hanging at their breasts, they cast them down headlong from the wall. | δύο γὰρ γυναῖκες ἀνηνέχθησαν περιτετμηκυῖαι τὰ τέκνα αὐτῶν· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ τοῦ τείχους ἐκρήμνισαν. |
|
11
|
11
|
| And others, that had run together into caves near by, to keep the sabbath day secretly, being discovered to Philip, were all burnt together, because they made a conscience to help themselves for the honour of the most sacred day. | ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας. |
|
12
|
12
|
| Now I beseech those that read this book, that they be not discouraged for these calamities, but that they judge those punishments not to be for destruction, but for a chastening of our nation. | Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ, μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· |
|
13
|
13
|
| For it is a token of his great goodness, when wicked doers are not suffered any longer time, but forthwith punished. | καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλ᾿ εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν. |
|
14
|
14
|
| For not as with other nations, whom the Lord patiently forbeareth to punish, till they be come to the fulness of their sins, so dealeth he with us, | οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτω καὶ ἐφ᾿ ἡμῶν ἔκρινεν εἶναι, |
|
15
|
15
|
| lest that, being come to the height of sin, afterwards he should take vengeance of us. | ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ. |
|
16
|
16
|
| And therefore he never withdraweth his mercy from us: and though he punish with adversity, yet doth he never forsake his people. | διόπερ οὐδέποτε μὲν τὸν ἔλεον αὐτοῦ ἀφ᾿ ἡμῶν ἀφίστησι, παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. |
|
17
|
17
|
| But let this that we have spoken be for a warning unto us. And now will we come to the declaring of the matter in a few words. | πλὴν ἕως ὑπομνήσεως ταῦθ᾿ ἡμῖν εἰρήσθω· δι᾿ ὀλίγων δ᾿ ἐλευστέον ἐπὶ τὴν διήγησιν. |
|
18
|
18
|
| Eleazar, one of the principal scribes, an aged man, and of a well-favoured countenance, was constrained to open his mouth, and to eat swine's flesh. | ᾿Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος τυγχάνων, ἀναχανὼν ἠναγκάζετο φαγεῖν ὕειον κρέας. |
|
19
|
19
|
| But he, choosing rather to die gloriously, than to live stained with such an abomination, spit it forth, and came of his own accord to the torment. | ὁ δὲ τὸν μετ᾿ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγε, προπτύσας δὲ |
|
20
|
20
|
| As it behoved them to come, that are resolute to stand out against such things as are not lawful for love of life to be tasted. | καθ᾿ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνεσθαι, ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸν ζῆν φιλοστοργίαν. |
|
21
|
21
|
| But they that had the charge of that wicked feast, for the old acquaintance they had with the man, taking him aside, besought him to bring flesh of his own provision, such as was lawful for him to use, and make as if he did eat of the flesh taken from the sacrifice commanded by the king; | οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ᾿ ἰδίαν παρεκάλουν ἐνέγκατα κρέα, οἷς καθῆκον αὐτῷ χρήσασθαι, δι᾿ αὐτοῦ παρασκευασθέντα, ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν, |
|
22
|
22
|
| that in so doing he might be delivered from death, and for the old friendship with them find favour. | ἵνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχῃ φιλανθρωπίας. |
|
23
|
23
|
| But he began to consider discreetly, and as became his age, and the excellency of his ancient years, and the honour of his gray head, whereunto he was come, and his most honest education from a child, or rather the holy law made and given by God: therefore he answered accordingly, and willed them straightways to send him to the grave. | ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφῄνατο, ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην. |
|
24
|
24
|
| For it becometh not our age, said he, in any wise to dissemble, whereby many young persons might think that Eleazar, being fourscore years old and ten, were now gone to a strange religion; | οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες ᾿Ελεάζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν |
|
25
|
25
|
| and so they through mine hypocrisy, and desire to live a little time and a moment longer, should be deceived by me, and I get a stain to mine old age, and make it abominable. | καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸν μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσι δι᾿ ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσομαι. |
|
26
|
26
|
| For though for the present time I should be delivered from the punishment of men: yet should I not escape the hand of the Almighty, neither alive, nor dead. | εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ Παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι. |
|
27
|
27
|
| Wherefore now, manfully changing this life, I will shew myself such an one as mine age requireth, | διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, |
|
28
|
28
|
| and leave a notable example to such as be young to die willingly and courageously for the honourable and holy laws. And when he had said these words, immediately he went to the torment: | τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθε. |
|
29
|
29
|
| they that led him changing the good will they bare him a little before into hatred, because the foresaid speeches proceeded, as they thought, from a desperate mind. | τῶν δὲ ἀγόντων τὴν μικρῷ πρότερον εὐμένειαν πρὸς αὐτὸν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι, |
|
30
|
30
|
| But when he was ready to die with stripes, he groaned, and said, It is manifest unto the Lord, that hath the holy knowledge, that whereas I might have been delivered from death, I now endure sore pains in body by being beaten: but in soul am well content to suffer these things, because I fear him. | μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν, ἀναστενάξας εἶπε· τῷ Κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου, σκληρὰς ὑποφέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω. |
|
31
|
31
|
| And thus this man died, leaving his death for an example of a noble courage, and a memorial of virtue, not only unto young men, but unto all his nation. | καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γεναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών. |
|
Chapter 7
|
Κεφάλαιο 7
|
|
1
|
1
|
| It came to pass also, that seven brethren with their mother were taken, and compelled by the king against the law to taste swine's flesh, and were tormented with scourges and whips. | ΣΥΝΕΒΗ δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλληφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι μάστιξι καὶ νευραῖς αἰκιζομένους. |
|
2
|
2
|
| But one of them that spake first said thus, What wouldest thou ask or learn of us? we are ready to die, rather than to transgress the laws of our fathers. | εἶς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔφη· τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν παρ᾿ ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους. |
|
3
|
3
|
| Then the king, being in a rage, commanded pans and caldrons to be made hot: | ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξε τήγανα καὶ λέβητας ἐκπυροῦν. |
|
4
|
4
|
| which forthwith being heated, he commanded to cut out the tongue of him that spake first, and to cut off the utmost parts of his body, the rest of his brethren and his mother looking on. | τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων, παραχρῆμα τὸν γενόμενον αὐτῶν προήγορον προσέταξε γλωσσοτομεῖν καὶ περισκυθίσαντες ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων. |
|
5
|
5
|
| Now when he was thus maimed in all his members, he commanded him being yet alive to be brought to the fire, and to be fried in the pan: and as the vapour of the pan was for a good space dispersed, they exhorted one another with the mother to die manfully, saying thus, | ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσε τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐφ᾿ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου, ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως· |
|
6
|
6
|
| The Lord God looketh upon us, and in truth hath comfort in us, as Moses in his song, which witnessed to their faces, declared, saying, And he shall be comforted in his servants. | ὁ Κύριος ὁ Θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ’ ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησε Μωυσῆς λέγων· καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. |
|
7
|
7
|
| So when the first was dead after this manner, they brought the second to make him a mocking stock: and when they had pulled off the skin of his head with the hair, they asked him, Wilt thou eat, before thou be punished throughout every member of thy body? | μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον, τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶ περισύραντες ἐπηρώτων· εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος; |
|
8
|
8
|
| But he answered in his own language, and said, No. Wherefore he also received the next torment in order, as the former did. | ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ εἶπεν· οὐχί· διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβε βάσανον ὡς ὁ πρῶτος. |
|
9
|
9
|
| And when he was at the last gasp, he said, Thou like a fury takest us out of this present life, but the King of the world shall raise us up, who have died for his laws, unto everlasting life. | ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπε· σὺ μὲν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει. |
|
10
|
10
|
| After him was the third made a mocking stock: and when he was required he put out his tongue, and that right soon, holding forth his hands manfully, | μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλε καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινε |
|
11
|
11
|
| and said courageously, These I had from heaven; and for his laws I despise them; and from him I hope to receive them again. | καὶ γενναίως εἶπεν· ἐξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ᾿ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι· |
|
12
|
12
|
| Insomuch that the king, and they that were with him, marvelled at the young man's courage, for that he nothing regarded the pains. | ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο. |
|
13
|
13
|
| Now when this man was dead also, they tormented and mangled the fourth in like manner. | καὶ τούτου δὲ μεταλλάξαντος, τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι. |
|
14
|
14
|
| So when he was ready to die he said thus, It is good, being put to death by men, to look for hope from God to be raised up again by him: as for thee, thou shalt have no resurrection to life. | καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔφη· αἱρετὸν μεταλλάσσοντα ὑπ᾿ ἀνθρώπων τὰς ὑπὸ τοῦ Θεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ᾿ αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται. |
|
15
|
15
|
| Afterward they brought the fifth also, and mangled him. | ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο. |
|
16
|
16
|
| Then looked he unto the king, and said, Thou hast power over men, thou art corruptible, thou doest what thou wilt; yet think not that our nation is forsaken of God; | ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν· ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὤν, ὃ θέλεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ Θεοῦ καταλελεῖφθαι. |
|
17
|
17
|
| but abide a while, and behold his great power, how he will torment thee and thy seed. | σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανίσει. |
|
18
|
18
|
| After him also they brought the sixth, who being ready to die said, Be not deceived without cause: for we suffer these things for ourselves, having sinned against our God: therefore marvellous things are done unto us. | μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνήσκειν ἔφη· μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ δι᾿ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτάνοντες εἰς τὸν ἑαυτῶν Θεόν, διὸ ἄξια θαυμασμοῦ γέγονε. |
|
19
|
19
|
| But think not thou, that takest in hand to strive against God, that thou shall escape unpunished. | σὺ δὲ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας. |
|
20
|
20
|
| But the mother was marvellous above all, and worthy of honourable memory: for when she saw her seven sons slain within the space of one day, she bare it with a good courage, because of the hope she had in the Lord. | ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερε διὰ τὰς ἐπὶ Κύριον ἐλπίδας. |
|
21
|
21
|
| Yea, she exhorted every one of them in her own language, filled with courageous spirits; and stirring up her womanish thoughts with a manly stomach, she said unto them, | ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα, λέγουσα πρὸς αὐτούς· |
|
22
|
22
|
| I cannot tell how ye came into my womb; for I neither gave you breath nor life, neither was it I that formed the members of every one of you; | οὐκ οἶδ᾿ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα. |
|
23
|
23
|
| but doubtless the Creator of the world, who formed the generation of man, and found out the beginning of all things, will also of his own mercy give you breath and life again, as ye now regard not your own selves for his laws' sake. | τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης, ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδώσει μετ᾿ ἐλέους, ὡς νῦν ὑπερορᾶται ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους. |
|
24
|
24
|
| Now Antiochus, thinking himself despised, and suspecting it to be a reproachful speech, whilst the youngest was yet alive, did not only exhort him by words, but also assured him with oaths, that he would make him both a rich and a happy man, if he would turn from the laws of his fathers; and that also he would take him for his friend, and trust him with affairs. | ὁ δὲ ᾿Αντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνήν, ἔτι τοῦ νεωτέρου περιόντος, οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι᾿ ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων νόμων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν. |
|
25
|
25
|
| But when the young man would in no case hearken unto him, the king called his mother, and exhorted her that she would counsel the young man to save his life. | τοῦ δὲ νεανίου μηδαμῶς προσέρχοντος, προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει τοῦ μειρακίου γενέσθαι σύμβουλον ἐπὶ σωτηρίᾳ. |
|
26
|
26
|
| And when he had exhorted her with many words, she promised him that she would counsel her son. | πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν. |
|
27
|
27
|
| But she bowing herself toward him, laughing the cruel tyrant to scorn, spake in her country language on this manner; O my son, have pity upon me that bare thee nine months in my womb, and gave thee suck three years, and nourished thee, and brought thee up unto this age, and endured the troubles of education. | προσκύψασα δὲ αὐτῷ, χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησε τῇ πατρῴᾳ φωνῇ· υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν. |
|
28
|
28
|
| I beseech thee, my son, look upon the heaven and the earth, and all that is therein, and consider that God made them of things that were not; and so was mankind made likewise. | ἀξιῶσε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα, γνῶναι ὅτι ἐξ οὐκ ὄντων ἐποίησεν αὐτὰ ὁ Θεὸς καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτως γεγένηται. |
|
29
|
29
|
| Fear not this tormentor, but, being worthy of thy brethren, take thy death, that I may receive thee again in mercy with thy brethren. | μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος, ἐπίδεξαι τὸν θάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε. |
|
30
|
30
|
| Whiles she was yet speaking these words, the young man said, Whom wait ye for? I will not obey the king's commandment: but I will obey the commandment of the law that was given unto our fathers by Moses. | ἔτι δὲ ταύτης καταλεγούσης ὁ νεανίας εἶπε· τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως, τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως. |
|
31
|
31
|
| And thou, that hast been the author of all mischief against the Hebrews, shalt not escape the hands of God. | σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς ῾Εβραίους, οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ Θεοῦ. |
|
32
|
32
|
| For we suffer because of our sins. | ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν. |
|
33
|
33
|
| And though the living Lord be angry with us a little while for our chastening and correction, yet shall he be at one again with his servants. | εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν Κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις. |
|
34
|
34
|
| But thou, O godless man, and of all other most wicked, be not lifted up without a cause, nor puffed up with uncertain hopes, lifting up thy hand against the servants of God: | σὺ δέ, ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν, ἐπὶ τοὺς δούλους αὐτοῦ ἐπαιρόμενος χεῖρα· |
|
35
|
35
|
| for thou hast not yet escaped the judgment of Almighty God, who seeth all things. | οὕπω γὰρ τὴν τοῦ Παντοκράτορος ἐπόπτου Θεοῦ, κρίσιν ἐκπέφευγας. |
|
36
|
36
|
| For our brethren, who now have suffered a short pain, are dead under God's covenant of everlasting life: but thou, through the judgment of God, shalt receive just punishment for thy pride. | οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀεννάου ζωῆς ὑπὸ διαθήκην Θεοῦ πεπτώκασι· σὺ δὲ τῇ τοῦ Θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ. |
|
37
|
37
|
| But I, as my brethren, offer up my body and life for the laws of our fathers, beseeching God that he would speedily be merciful unto our nation; and that thou by torments and plagues mayest confess, that he alone is God; | ἐγὼ δὲ καθάπερ οἱ ἀδελφοί μου καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων, ἐπικαλούμενος τὸν Θεὸν ἵλεων ταχὺ τῷ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι, διότι μόνος αὐτὸς Θεός ἐστιν, |
|
38
|
38
|
| and that in me and my brethren the wrath of the Almighty, which is justly brought upon all our nation, may cease. | ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆναι τὴν τοῦ Παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην. |
|
39
|
39
|
| Then the king, being in a rage, handled him worse than all the rest, and took it grievously that he was mocked. | ἔκθυμος δὲ γενόμενος ὁ βασιλεύς, τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησε πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ. |
|
40
|
40
|
| So this man died undefiled, and put his whole trust in the Lord. | καὶ οὗτος οὖν καθαρὸς τὸν βίον μετήλλαξε παντελῶς ἐπὶ τῷ Κυρίῳ πεποιθώς. |
|
41
|
41
|
| Last of all after the sons the mother died. | ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησε. |
|
42
|
42
|
| Let this be enough now to have spoken concerning the idolatrous feasts, and the extreme tortures. | τὰ μὲν οὖν περὶ τοὺς σπλαγνισμούς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω. |
|
Chapter 8
|
Κεφάλαιο 8
|
|
1
|
1
|
| Then Judas Maccabeus, and they that were with him, went privily into the towns, and called their kinsfolks together, and took unto them all such as continued in the Jews' religion, and assembled about six thousand men. | ΙΟΥΔΑΣ δὲ ὁ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ ᾿Ιουδαϊσμῷ προσλαβόμενοι συνήγαγον εἰς ἑξακισχιλίους. |
|
2
|
2
|
| And they called upon the Lord, that he would look upon the people that was trodden down of all; and also pity the temple profaned of ungodly men; | καὶ ἐπεκαλοῦντο τὸν Κύριον ἐπιδεῖν ἐπὶ τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα, |
|
3
|
3
|
| and that he would have compassion upon the city, sore defaced, and ready to be made even with the ground; and hear the blood that cried unto him, | ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι, |
|
4
|
4
|
| and remember the wicked slaughter of harmless infants, and the blasphemies committed against his name; and that he would shew his hatred against the wicked. | μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι. |
|
5
|
5
|
| Now when Maccabeus had his company about him, he could not be withstood by the heathen: for the wrath of the Lord was turned into mercy. | γενόμενος δὲ ἐν συστήματι ὁ Μακκαβαῖος ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ Κυρίου εἰς ἔλεον τραπείσης. |
|
6
|
6
|
| Therefore he came at unawares, and burnt up towns and cities, and got into his hands the most commodious places, and overcame and put to flight no small number of his enemies. | πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος |
|
7
|
7
|
| But specially took he advantage of the night for such privy attempts, insomuch that the bruit of his manliness was spread every where. | μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβουλὰς συνεργοὺς ἐλάμβανε. καὶ λαλιά τις τῆς εὐανδρίας αὐτοῦ διεχεῖτο πανταχῆ. |
|
8
|
8
|
| So when Philip saw that this man increased by little and little, and that things prospered with him still more and more, he wrote unto Ptolemeus, the governor of Celosyria and Phenice, to yield more aid to the king's affairs. | Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. |
|
9
|
9
|
| Then forthwith choosing Nicanor the son of Patroclus, one of his special friends, he sent him with no fewer than twenty thousand of all nations under him, to root out the whole generation of the Jews; and with him he joined also Gorgias a captain, who in matters of war had great experience. | ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῶν ᾿Ιουδαίων ἐξᾶραι γένος· συνέστησε δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. |
|
10
|
10
|
| So Nicanor undertook to make so much money of the captive Jews, as should defray the tribute of two thousand talents, which the king was to pay to the Romans. | διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ρωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν ᾿Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. |
|
11
|
11
|
| Wherefore immediately he sent to the cities upon the sea coast, proclaiming a sale of the captive Jews, and promising that they should have fourscore and ten bodies for one talent, not expecting the vengeance that was to follow upon him from the Almighty God. | εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλε προσκαλούμενος ἐπ᾿ ἀγορασμὸν ᾿Ιουδαϊκῶν σωμάτων, ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν, οὐ προσδεχόμενος τὴν παρὰ τοῦ Παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ᾿ αὐτῷ δίκην. |
|
12
|
12
|
| Now when word was brought unto Judas of Nicanor's coming, and he had imparted unto those that were with him that the army was at hand, | τῷ δὲ ᾿Ιούδᾳ προσέπεσε περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος αὐτοῦ τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου, |
|
13
|
13
|
| they that were fearful, and distrusted the justice of God, fled, and conveyed themselves away. | οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ Θεοῦ δίκην διεδίδρασκον καὶ ἐξετόπιζον ἑαυτούς. |
|
14
|
14
|
| Others sold all that they had left, and withal besought the Lord to deliver them, being sold by the wicked Nicanor before they met together: | οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν Κύριον ἠξίουν ρύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους· |
|
15
|
15
|
| and if not for their own sakes, yet for the covenants he had made with their fathers, and for his holy and glorious name's sake, by which they were called. | καὶ εἰ μὴ δι᾿ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκεν τῆς ἐπ᾿ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ. |
|
16
|
16
|
| So Maccabeus called his men together unto the number of six thousand, and exhorted them not to be stricken with terror of the enemy, nor to fear the great multitude of the heathen, who came wrongfully against them; but to fight manfully, | συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας τὸν ἀριθμὸν ἐξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοὺς πολεμίους, μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ᾿ αὐτοὺς ἐθνῶν πολυπληθίαν, ἀγωνίσασθαι δὲ γενναίως |
|
17
|
17
|
| and to set before their eyes the injury that they had unjustly done to the holy place, and the cruel handling of the city whereof they made a mockery, and also the taking away of the government of their forefathers: | πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντελεσμένην ὑπ᾿ αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. |
|
18
|
18
|
| For they, said he, trust in their weapons and boldness; but our confidence is in the Almighty God, who at a beck can cast down both them that come against us, and also all the world. | οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι Θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ᾿ ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἐν ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν. |
|
19
|
19
|
| Moreover he recounted unto them what helps their forefathers had found, and how they were delivered, when under Sennacherib an hundred fourscore and five thousand perished. | προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήψεις καὶ τὴν ἐπὶ Σενναχηρείμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο, |
|
20
|
20
|
| And he told them of the battle that they had in Babylon with the Galatians, how they came but eight thousand in all to the business, with four thousand Macedonians, and that the Macedonians being perplexed, the eight thousand destroyed an hundred and twenty thousand because of the help that they had from heaven, and so received a great booty. | καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς αὐτοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσι τετρασχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων, οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γενομένην αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον. |
|
21
|
21
|
| Thus when he had made them bold with these words, and ready to die for the laws and the country, he divided his army into four parts; | ἐφ᾿ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν, τετραμερές τι τὸ στράτευμα ἐποίησε. |
|
22
|
22
|
| and joined with himself his own brethren, leaders of each band, to wit, Simon, and Joseph, and Jonathan, giving each one fifteen hundred men. | τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ ᾿Ιώσηφον καὶ ᾿Ιωνάθαν, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, |
|
23
|
23
|
| Also he appointed Eleazar to read the holy book: and when he had given them this watchword, The help of God: himself leading the first band, he joined battle with Nicanor. | ἔτι δὲ καὶ ᾿Ελεάζαρον, παραγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα Θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος, συνέβαλε τῷ Νικάνορι. |
|
24
|
24
|
| And by the help of the Almighty they slew above nine thousand of their enemies, and wounded and maimed the most part of Nicanor's host, and so put all to flight; | γενομένου δὲ αὐτοῖς τοῦ Παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. |
|
25
|
25
|
| and took their money that came to buy them, and pursued them far: but lacking time they returned: | τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ᾿ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι. |
|
26
|
26
|
| for it was the day before the sabbath, and therefore they would no longer pursue them. | ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι᾿ ἣν αἰτίαν οὐκ ἐμακροθύμησαν κατατρέχοντες αὐτούς. |
|
27
|
27
|
| So when they had gathered their armour together, and spoiled their enemies, they occupied themselves about the sabbath, yielding exceeding praise and thanks to the Lord, who had preserved them unto that day, which was the beginning of mercy distilling upon them. | ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ τῷ διασώσαντι αὐτοὺς εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς. |
|
28
|
28
|
| And after the sabbath, when they had given part of the spoils to the maimed, and the widows, and orphans, the residue they divided among themselves and their servants. | μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία ἐμερίσαντο. |
|
29
|
29
|
| When this was done, and they had made a common supplication, they besought the merciful Lord to be reconciled with his servants for ever. | ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετίαν ποιησάμενοι, τὸν ἐλεήμονα Κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις. |
|
30
|
30
|
| Moreover of those that were with Timotheus and Bacchides, who fought against them, they slew above twenty thousand, and very easily got high and strong holds, and divided among themselves many spoils more, and made the maimed, orphans, widows, yea, and the aged also, equal in spoils with themselves. | καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλεῖστα ἐμερίσαντο ἰσομοίρους ἑαυτοὺς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. |
|
31
|
31
|
| And when they had gathered their armour together, they laid them up all carefully in convenient places, and the remnant of the spoils they brought to Jerusalem. | ὁπλολογήσαντες δὲ αὐτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς ῾Ιεροσόλυμα. |
|
32
|
32
|
| They slew also Philarches, that wicked person, who was with Timotheus, and had annoyed the Jews many ways. | τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς ᾿Ιουδαίους ἐπιλελυπηκότα. |
|
33
|
33
|
| Furthermore at such time as they kept the feast for the victory in their country they burnt Callisthenes, and some others that had set fire upon the holy gates, who had fled into a little house; and they received a reward meet for their wickedness. | ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας. Καλλισθένην καί τινας ἄλλους, ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότας, οἵτινες ἄξιον τῆς δυσσεβείας ἐκομίσαντο μισθόν. |
|
34
|
34
|
| As for that most ungracious Nicanor, who had brought a thousand merchants to buy the Jews, | ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πράσιν τῶν ᾿Ιουδαίων ἀγαγών, |
|
35
|
35
|
| he was through the help of the Lord brought down by them, of whom he made least account; and putting off his glorious apparel, and discharging his company, he came like a fugitive servant through the midland unto Antioch, having very great dishonour, for that his host was destroyed. | ταπεινωθεὶς ὑπὸ τῶν κατ᾿ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ Κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον, ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς ᾿Αντιόχειαν ὑπεράγαν δυσημερήσας ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. |
|
36
|
36
|
| Thus he, that took upon him to make good to the Romans their tribute by means of the captives in Jerusalem, told abroad, that the Jews had God to fight for them, and therefore they could not be hurt, because they followed the laws that he gave them. | καὶ ὁ τοῖς Ρωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν ῾Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τὸν Θεὸν τοὺς ᾿Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτο ἀτρώτους εἶναι τοὺς ᾿Ιουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ᾿ αὐτοῦ προστεταγμένοις νόμοις. |
|
Chapter 9
|
Κεφάλαιο 9
|
|
1
|
1
|
| About that time came Antiochus with dishonour out of the country of Persia. | ΠΕΡΙ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν ᾿Αντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων. |
|
2
|
2
|
| For he had entered the city called Persepolis, and went about to rob the temple, and to hold the city; whereupon the multitude running to defend themselves with their weapons put them to flight; and so it happened, that Antiochus being put to flight of the inhabitants returned with shame. | εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν. διὸ δὴ τῶν πληθῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν, καὶ συνέβη τροπωθέντα τὸν ᾿Αντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι. |
|
3
|
3
|
| Now when he came to Ecbatane, news was brought him what had happened unto Nicanor and Timotheus. | ὄντι δὲ αὐτῷ κατ᾿ ᾿Εκβάτανα προσέπεσε τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα. |
|
4
|
4
|
| Then swelling with anger, he thought to avenge upon the Jews the disgrace done unto him by those that made him flee. Therefore commanded he his chariotman to drive without ceasing, and to dispatch the journey, the judgment of God now following him. For he had spoken proudly in this sort, That he would come to Jerusalem, and make it a common burying place of the Jews. | ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς ᾿Ιουδαίους ἐναπερείσασθαι, διὸ συνέταξε τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτω γὰρ ὑπερηφάνως εἶπε· πολυάνδριον ᾿Ιουδαίων ῾Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ. |
|
5
|
5
|
| But the Lord Almighty, the God of Israel, smote him with an incurable and invisible plague: for as soon as he had spoken these words, a pain of the bowels that was remediless came upon him, and sore torments of the inner parts; | ὁ δὲ πανεπόπτης Κύριος ὁ Θεὸς τοῦ ᾿Ισραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι, |
|
6
|
6
|
| and that most justly: for he had tormented other men's bowels with many and strange torments. | πάνυ δικαίως τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα. |
|
7
|
7
|
| Howbeit he nothing at all ceased from his bragging, but still was filled with pride, breathing out fire in his rage against the Jews, and commanding to haste the journey: but it came to pass that he fell down from his chariot, carried violently; so that having a sore fall, all the members of his body were much pained. | ὁ δ᾿ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν· ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς ᾿Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν. συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ροίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι. |
|
8
|
8
|
| And thus he that a little afore thought he might command the waves of the sea, (so proud was he beyond the condition of men) and weigh the high mountains in a balance, was now cast on the ground, and carried in an horselitter, shewing forth unto all the manifest power of God. | ὁ δ᾿ ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος ἐν φορείῳ παρεκομίζετο, φανερὰν τοῦ Θεοῦ πᾶσι τὴν δύναμιν ἐνδεικνύμενος, |
|
9
|
9
|
| So that the worms rose up out of the body of this wicked man, and whiles he lived in sorrow and pain, his flesh fell away, and the filthiness of his smell was noisome to all his army. | ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσι τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τῇ σαπρίᾳ. |
|
10
|
10
|
| And the man, that thought a little afore he could reach to the stars of heaven, no man could endure to carry for his intolerable stink. | καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος. |
|
11
|
11
|
| Here therefore, being plagued, he began to leave off his great pride, and to come to the knowledge of himself by the scourge of God, his pain increasing every moment. | ἐνταῦθα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν ὑποτεθραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσι. |
|
12
|
12
|
| And when he himself could not abide his own smell, he said these words, It is meet to be subject unto God, and that a man that is mortal should not proudly think of himself, as if he were God. | καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσθαι ταῦτ᾿ ἔφη· δίκαιον ὑποτάσσεσθαι τῷ Θεῷ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν ὑπερηφάνως. |
|
13
|
13
|
| This wicked person vowed also unto the Lord, who now no more would have mercy upon him, saying thus, | ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα Δεσπότην, οὕτω λέγων |
|
14
|
14
|
| That the holy city (to the which he was going in haste, to lay it even with the ground, and to make it a common burying place,) he would set at liberty: | τὴν μὲν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι· |
|
15
|
15
|
| and as touching the Jews, whom he had judged not worthy so much as to be buried, but to be cast out with their children to be devoured of the fowls and wild beasts, he would make them all equals to the citizens of Athens: | τοὺς δὲ ᾿Ιουδαίους, οὓς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν θηρίοις, πάντας αὐτοὺς ἴσους ᾿Αθηναίους ποιήσειν· |
|
16
|
16
|
| and the holy temple, which before he had spoiled, he would garnish with goodly gifts, and restore all the holy vessels with many more, and out of his own revenue defray the charges belonging to the sacrifices: | ὃν δὲν πρότερον ἐσκύλευσεν ἅγιον νεὼν καλλίστοις ἀναθήμασι κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν· |
|
17
|
17
|
| yea, and that also he would become a Jew himself, and go through all the world that was inhabited, and declare the power of God. | πρὸς δὲ τούτοις καὶ ᾿Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ Θεοῦ κράτος. |
|
18
|
18
|
| But for all this his pains would not cease: for the just judgment of God was come upon him: therefore despairing of his health, he wrote unto the Jews the letter underwritten, containing the form of a supplication, after this manner: | οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπ᾿ αὐτὸν δικαία ἡ τοῦ Θεοῦ κρίσις, τὰ κατ᾿ αὐτὸν ἀπελπίσας, ἔγραψε πρὸς τοὺς ᾿Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως· |
|
19
|
19
|
| Antiochus, king and governor, to the good Jews his citizens wisheth much joy, health, and prosperity: | «Τοῖς χρηστοῖς ᾿Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς ᾿Αντίοχος. |
|
20
|
20
|
| if ye and your children fare well, and your affairs be to your contentment, I give very great thanks to God, having my hope in heaven. | εἰ ἔρρωσθε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμῖν, εὔχομαι μὲν τῷ Θεῷ τὴν μεγίστην χάριν, εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων, |
|
21
|
21
|
| As for me, I was weak, or else I would have remembered kindly your honour and good will. Returning out of Persia, and being taken with a grievous disease, I thought it necessary to care for the common safety of all: | κἀγὼ δὲ ἀσθενῶς διεκείμην, ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἂν ἐμνημόνευον φιλοστόργως. ἐπανάγων ἐκ τῶν περὶ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσθενείᾳ δυσχέρειαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ἀσφαλείας. |
|
22
|
22
|
| not distrusting mine health, but having great hope to escape this sickness. | οὐκ ἀπογινώσκων τὰ κατ᾿ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν, |
|
23
|
23
|
| But considering that even my father, at what time he led an army into the high countries, appointed a successor, | θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθ᾿ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξε τὸν διαδεξόμενον, |
|
24
|
24
|
| to the end that, if any thing fell out contrary to expectation, or if any tidings were brought that were grievous, they of the land, knowing to whom the state was left, might not be troubled: | ὅπως ἐάν τι παράδοξον ἀποβαίνῃ ἢ καὶ προσαγγελθῇ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται. |
|
25
|
25
|
| Again, considering how that the princes that are borderers and neighbours unto my kingdom wait for opportunities, and expect what shall be the event, I have appointed my son Antiochus king, whom I often committed and commended unto many of you, when I went up into the high provinces; to whom I have written as followeth: | πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδεχομένους τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱόν μου ᾿Αντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρακατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα. |
|
26
|
26
|
| Therefore I pray and request you to remember the benefits that I have done unto you generally, and in special, and that every man will be still faithful to me and my son. | παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ᾿ ἰδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν μου· |
|
27
|
27
|
| For I am persuaded that he understanding my mind will favourably and graciously yield to your desires. | πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως παρακολουθοῦντα τῇ ἐμῇ προαιρέσει συμπεριενεχθήσεσθαι ὑμῖν». |
|
28
|
28
|
| Thus the murderer and blasphemer having suffered most grievously, as he entreated other men, so died he a miserable death in a strange country in the mountains. | ῾Ο μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψε τὸν βίον. |
|
29
|
29
|
| And Philip, that was brought up with him, carried away his body, who also fearing the son of Antiochus went into Egypt to Ptolemeus Philometor. | παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ, ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν ᾿Αντιόχου, πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη. |
|
Chapter 10
|
Κεφάλαιο 10
|
|
1
|
1
|
| Now Maccabeus and his company, the Lord guiding them, recovered the temple and the city: | ΜΑΚΚΑΒΑΙΟΣ δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ Κυρίου προάγοντος αὐτούς, τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν, |
|
2
|
2
|
| but the altars which the heathen had built in the open street, and also the chapels, they pulled down. | τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλον. |
|
3
|
3
|
| And having cleansed the temple they made another altar, and striking stones they took fire out of them, and offered a sacrifice after two years, and set forth incense, and lights, and shewbread. | καὶ τὸν νεὼν καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίαν μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο. |
|
4
|
4
|
| When that was done, they fell flat down, and besought the Lord that they might come no more into such troubles; but if they sinned any more against him, that he himself would chasten them with mercy, and that they might not be delivered unto the blasphemous and barbarous nations. | ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν Κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ᾿ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ᾿ αὐτοῦ μετ᾿ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσι παραδίδοσθαι. |
|
5
|
5
|
| Now upon the same day that the strangers profaned the temple, on the very same day it was cleansed again, even the five and twentieth day of the same month, which is Casleu. | ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστι Χασελεῦ. |
|
6
|
6
|
| And they kept eight days with gladness, as in the feast of the tabernacles, remembering that not long afore they had held the feast of the tabernacles, when as they wandered in the mountains and dens like beasts. | καὶ μετ᾿ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι. |
|
7
|
7
|
| Therefore they bare branches, and fair boughs, and palms also, and sang psalms unto him that had given them good success in cleansing his place. | διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον. |
|
8
|
8
|
| They ordained also by a common statute and decree, That every year those days should be kept of the whole nation of the Jews. | ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν ᾿Ιουδαίων ἔθνει κατ᾿ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας. |
|
9
|
9
|
| And this was the end of Antiochus, called Epiphanes. | καὶ τὰ μὲν τῆς ᾿Αντιόχου τοῦ προσαγορευθέντος ᾿Επιφανοῦς τελευτῆς οὕτως εἶχε. |
|
10
|
10
|
| Now will we declare the acts of Antiochus Eupator, who was the son of this wicked man, gathering briefly the calamities of the wars. | Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα ᾿Αντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον δηλώσομεν, αὐτὰ συντέμνοντες τὰ τῶν πολέμων κακά. |
|
11
|
11
|
| So when he was come to the crown, he set one Lysias over the affairs of his realm, and appointed him chief governor of Celosyria and Phenice. | αὐτὸς γὰρ παραλαβὼν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον. |
|
12
|
12
|
| For Ptolemeus, that was called Macron, choosing rather to do justice unto the Jews for the wrong that had been done unto them, endeavoured to continue peace with them. | Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος εἰς τοὺς ᾿Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν. |
|
13
|
13
|
| Whereupon being accused of the king's friends before Eupator, and called traitor at every word, because he had left Cyprus, that Philometor had committed unto him, and departed to Antiochus Epiphanes, and seeing that he was in no honourable place, he was so discouraged, that he poisoned himself and died. | ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρέκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς ᾿Αντίοχον τὸν ᾿Επιφανῆ ἀναχωρῆσαι μήτ᾿ εὐγενῆ τὴν ἐξουσίαν ἔχων, ὑπ᾿ ἀθυμίας φαρμακεύσας ἑαυτὸν ἐξέλιπε τὸν βίον. |
|
14
|
14
|
| But when Gorgias was governor of the holds, he hired soldiers, and nourished war continually with the Jews; | Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρέκαστα πρὸς τοὺς ᾿Ιουδαίους ἐπολεμοτρόφει. |
|
15
|
15
|
| and therewithal the Idumeans, having gotten into their hands the most commodious holds, kept the Jews occupied, and receiving those that were banished from Jerusalem, they went about to nourish war. | ὁμοῦ δὲ τούτῳ καὶ οἱ ᾿Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς ᾿Ιουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ ῾Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. |
|
16
|
16
|
| Then they that were with Maccabeus made supplication, and besought God that he would be their helper; and so they ran with violence upon the strong holds of the Idumeans, | οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν Θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν ᾿Ιδουμαίων ὀχυρώματα ὥρμησαν, |
|
17
|
17
|
| and assaulting them strongly, they won the holds, and kept off all that fought upon the wall, and slew all that fell into their hands, and killed no fewer than twenty thousand. | οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἦττον τῶν δισμυρίων. |
|
18
|
18
|
| And because certain, who were no less than nine thousand, were fled together into two very strong castles, having all manner of things convenient to sustain the siege, | συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας, |
|
19
|
19
|
| Maccabeus left Simon and Joseph, and Zaccheus also, and them that were with him, who were enough to besiege them, and departed himself unto those places which more needed his help. | ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σίμωνα καὶ ᾿Ιώσηφον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη. |
|
20
|
20
|
| Now they that were with Simon, being led with covetousness, were persuaded for money through certain of those that were in the castle, and took seventy thousand drachms, and let some of them escape. | οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυριάδας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι. |
|
21
|
21
|
| But when it was told Maccabeus what was done, he called the governors of the people together, and accused those men, that they had sold their brethren for money, and set their enemies free to fight against them. | προσαγγελθέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πεπράκασι τοὺς ἀδελφούς, τοὺς πολεμίους κατ᾿ αὐτῶν ἀπολύσαντες. |
|
22
|
22
|
| So he slew those that were found traitors, and immediately took the two castles. | τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινε καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο. |
|
23
|
23
|
| And having good success with his weapons in all things he took in hand, he slew in the two holds more than twenty thousand. | τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασι πλείους τῶν δισμυρίων. |
|
24
|
24
|
| Now Timotheus, whom the Jews had overcome before, when he had gathered a great multitude of foreign forces, and horses out of Asia not a few, came as though he would take Jewry by force of arms. | Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν ᾿Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς ᾿Ασίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δορυάλωτον ληψόμενος τὴν ᾿Ιουδαίαν. |
|
25
|
25
|
| But when he drew near, they that were with Maccabeus turned themselves to pray unto God, and sprinkled earth upon their heads, and girded their loins with sackcloth, | οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκετείαν τοῦ Θεοῦ ἐτράπησαν γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες, |
|
26
|
26
|
| and fell down at the foot of the altar, and besought him to be merciful to them, and to be an enemy to their enemies, and an adversary to their adversaries, as the law declareth. | ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενν ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ. |
|
27
|
27
|
| So after the prayer they took their weapons, and went on further from the city: and when they drew near to their enemies, they kept by themselves. | γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ᾿ ἑαυτῶν ἦσαν. |
|
28
|
28
|
| Now the sun being newly risen, they joined both together; the one part having together with their virtue their refuge also unto the Lord for a pledge of their success and victory: the other side making their rage leader of their battle. | ἄρτι δὲ τῆς ἀνατολῆς διαδεχομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετ᾿ ἀρετῆς τὴν ἐπὶ τὸν Κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. |
|
29
|
29
|
| But when the battle waxed strong, there appeared unto the enemies from heaven five comely men upon horses, with bridles of gold, and two of them led the Jews, | γενομένης δὲ καρτερᾶς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ᾿ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν ᾿Ιουδαίων, |
|
30
|
30
|
| and took Maccabeus betwixt them, and covered him on every side with their weapons, and kept him safe, but shot arrows and lightnings against the enemies: so that being confounded with blindness, and full of trouble, they were killed. | οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν· διὸ συγχυθέντες ἀορασίᾳ κατεκόπτοντο ταραχῆς πεπληρωμένοι. |
|
31
|
31
|
| And there were slain of footmen twenty thousand and five hundred, and six hundred horsemen. | κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. |
|
32
|
32
|
| As for Timotheus himself, he fled into a very strong hold, called Gazara, where Chereas was governor. | αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου. |
|
33
|
33
|
| But they that were with Maccabeus laid siege against the fortress courageously four days. | οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας. |
|
34
|
34
|
| And they that were within, trusting to the strength of the place, blasphemed exceedingly, and uttered wicked words. | οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο. |
|
35
|
35
|
| Nevertheless upon the fifth day early twenty young men of Maccabeus' company, inflamed with anger because of the blasphemies, assaulted the wall manly, and with a fierce courage killed all that they met withal. | ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας, εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον. |
|
36
|
36
|
| Others likewise ascending after them, whiles they were busied with them that were within, burnt the towers, and kindling fires burnt the blasphemers alive; and others broke open the gates, and, having received in the rest of the army, took the city, | ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάψαντες ζῶντας τοὺς βλασφήμους κατέκαιον. οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. |
|
37
|
37
|
| and killed Timotheus, that was hid in a certain pit, and Chereas his brother, with Apollophanes. | καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν ᾿Απολλοφάνην. |
|
38
|
38
|
| When this was done, they praised the Lord with psalms and thanksgiving, who had done so great things for Israel, and given them the victory. | ταῦτα δὲ διαπραξάμενοι μεθ᾿ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ Κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν ᾿Ισραὴλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι. |
|
Chapter 11
|
Κεφάλαιο 11
|
|
1
|
1
|
| Not long after this, Lysias the king's protector and cousin, who also managed the affairs, took sore displeasure for the things that were done. | ΜΕΤ᾿ ὀλίγον δὲ παντελῶς χρόνον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι, |
|
2
|
2
|
| And when he had gathered about fourscore thousand with all the horsemen, he came against the Jews, thinking to make the city an habitation of the Gentiles, | συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον πᾶσαν, παρεγένετο ἐπὶ τοὺς ᾿Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν ῞Ελλησιν οἰκητήριον ποιήσειν, |
|
3
|
3
|
| and to make a gain of the temple, as of the other chapels of the heathen, and to set the high priesthood to sale every year: | τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ τὴν ἀρχιερωσύνην κατ᾿ ἔτος ποιήσειν, |
|
4
|
4
|
| not at all considering the power of God, but puffed up with his ten thousands of footmen, and his thousands of horsemen, and his fourscore elephants. | οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ Θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσι τῶν πεζῶν καὶ ταῖς χιλιάσι τῶν ἱππέων καὶ τοῖς ἐλέφασι τοῖς ὀγδοήκοντα. |
|
5
|
5
|
| So he came to Judea, and drew near to Bethsura, which was a strong town, but distant from Jerusalem about five furlongs, and he laid sore siege unto it. | εἰσελθὼν δὲ εἰς τὴν ᾿Ιουδαίαν καὶ συνεγγίσας Βαιθσούρᾳ, ὄντι μὲν ἐρυμνῷ χωρίῳ, ἀπὸ δὲ ῾Ιεροσολύμων ἀπέχοντι ὡσεὶ σταδίους πέντε, τοῦτο ἔθλιβεν. |
|
6
|
6
|
| Now when they that were with Maccabeus heard that he besieged the holds, they and all the people with lamentation and tears besought the Lord that he would send a good angel to deliver Israel. | ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετ᾿ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν Κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ ᾿Ισραήλ. |
|
7
|
7
|
| Then Maccabeus himself first of all took weapons, exhorting the other that they would jeopard themselves together with him to help their brethren: so they went forth together with a willing mind. | αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους, ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν. |
|
8
|
8
|
| And as they were at Jerusalem, there appeared before them on horseback one in white clothing, shaking his armour of gold. | αὐτόθι δὲ καὶ πρὸς τοῖς ῾Ιεροσολύμοις ὄντων, ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι, πανοπλίαν χρυσῆν κραδαίνων. |
|
9
|
9
|
| Then they praised the merciful God all together, and took heart, insomuch that they were ready not only to fight with men, but with most cruel beasts, and to pierce through walls of iron. | ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα Θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ θῆρας τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι, |
|
10
|
10
|
| Thus they marched forward in their armour, having an helper from heaven: for the Lord was merciful unto them. | προῆγον ἐν διασκευῇ τὸν ἀπ᾿ οὐρανοῦ σύμμαχον ἔχοντες, ἐλεήσαντος αὐτοὺς τοῦ Κυρίου. |
|
11
|
11
|
| And giving a charge upon their enemies like lions, they slew eleven thousand footmen, and sixteen hundred horsemen, and put all the other to flight. | λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτοὺς χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φυγεῖν. |
|
12
|
12
|
| Many of them also being wounded escaped naked; and Lysias himself fled away shamefully, and so escaped. | οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν, καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη. |
|
13
|
13
|
| Who, as he was a man of understanding, casting with himself what loss he had had, and considering that the Hebrews could not be overcome, because the Almighty God helped them, he sent unto them, | οὐκ ἄνους δὲ ὑπάρχων, πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ ἑαυτὸν ἐλάσσωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς ῾Εβραίους, τοῦ πάντα δυναμένου Θεοῦ συμμαχοῦντος αὐτοῖς, προσαποστείλας |
|
14
|
14
|
| and persuaded them to agree to all reasonable conditions, and promised that he would persuade the king that he must needs be a friend unto them. | ἔπεισε συλλύσεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσειν φίλον αὐτοῖς ἀναγκάζειν γενέσθαι. |
|
15
|
15
|
| Then Maccabeus consented to all that Lysias desired, being careful of the common good; and whatsoever Maccabeus wrote unto Lysias concerning the Jews, the king granted it. | ἐνέπνευσε δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκε τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν ᾿Ιουδαίων, συνεχώρησεν ὁ βασιλεύς. |
|
16
|
16
|
| For there were letters written unto the Jews from Lysias to this effect: Lysias unto the people of the Jews sendeth greeting: | ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς ᾿Ιουδαίοις ἐπιστολαί, παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον· «Λυσίας τῷ πλήθει τῶν ᾿Ιουδαίων χαίρειν. |
|
17
|
17
|
| John and Absalon, who were sent from you, delivered me the petition subscribed, and made request for the performance of the contents thereof. | ᾿Ιωάννης καὶ ᾿Αβεσσαλὼμ οἱ πεμφθέντες παρ᾿ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμόν, ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων. |
|
18
|
18
|
| Therefore what things soever were meet to be reported to the king, I have declared them, and he hath granted as much as might be. | ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ πρσενεχθῆναι, διεσάφησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν. |
|
19
|
19
|
| If then ye will keep yourselves loyal to the state, hereafter also will I endeavour to be a means of your good. | ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ὑμῖν ἀγαθῶν γενέσθαι. |
|
20
|
20
|
| But of the particulars I have given order both to these, and the other that came from me, to commune with you. | ὑπὲρ δὲ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ᾿ ἐμοῦ διαλεχθῆναι ὑμῖν. |
|
21
|
21
|
| Fare ye well. The hundred and eight and fortieth year, the four and twentieth day of the month Dioscorinthius. | ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διοσκορινθίου τετράδι καὶ εἰκάδι». |
|
22
|
22
|
| Now the king's letter contained these words: King Antiochus unto his brother Lysias sendeth greeting: | ῾Η δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως· «Βασιλεὺς ᾿Αντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν. |
|
23
|
23
|
| since our father is translated unto the gods, our will is, that they that are in our realm live quietly, that every one may attend upon his own affairs. | τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν, |
|
24
|
24
|
| We understand also that the Jews would not consent to our father, for to be brought unto the customs of the Gentiles, but had rather keep their own manner of living: for the which cause they require of us, that we should suffer them to live after their own laws. | ἀκηκοότες τοὺς ᾿Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ ῾Ελληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας καὶ διὰ τοῦτο ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα αὐτῶν· |
|
25
|
25
|
| Wherefore our mind is, that this nation shall be in rest, and we have determined to restore them their temple, that they may live according to the customs of their forefathers. | αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό τε ἱερὸν αὐτοῖς ἀποκατασταθῆναι καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη. |
|
26
|
26
|
| Thou shalt do well therefore to send unto them, and grant them peace, that when they are certified of our mind, they may be of good comfort, and ever go cheerfully about their own affairs. | εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσι καὶ ἡδέως διαγίνωνται πρὸς τὴν τῶν ἰδίων ἀντίληψιν». |
|
27
|
27
|
| And the letter of the king unto the nation of the Jews was after this manner: King Antiochus sendeth greeting unto the council, and the rest of the Jews; | Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιαύτη ἦν· «Βασιλεὺς ᾿Αντίοχος τῇ γερουσίᾳ τῶν ᾿Ιουδαίων καὶ τοῖς ἄλλοις ᾿Ιουδαίοις χαίρειν. |
|
28
|
28
|
| If ye fare well, we have our desire; we are also in good health. | εἰ ἔρρωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. |
|
29
|
29
|
| Menelaus declared unto us, that your desire was to return home, and to follow your own business: | ἐνεφάνισεν ἡμῖν ὁ Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις. |
|
30
|
30
|
| wherefore they that will depart shall have safe conduct till the thirtieth day of Xanthicus with security. | τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας |
|
31
|
31
|
| And the Jews shall use their own kind of meats and laws, as before: and none of them any manner of ways shall be molested for things ignorantly done. | χρῆσθαι τοὺς ᾿Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασι καὶ νόμοις, καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατ᾿ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων. |
|
32
|
32
|
| I have sent also Menelaus, that he may comfort you. | πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς. |
|
33
|
33
|
| Fare ye well. In the hundred forty and eighth year, and the fifteenth day of the month Xanthicus. | ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ». |
|
34
|
34
|
| The Romans also sent unto them a letter containing these words: Quintus Memmius and Titus Manlius, ambassadors of the Romans, send greeting unto the people of the Jews. | ῎Επεμψαν δὲ καὶ οἱ Ρωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως· «Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβῦται Ρωμαίων, τῷ δήμῳ τῶν ᾿Ιουδαίων χαίρειν. |
|
35
|
35
|
| Whatsoever Lysias the king's cousin hath granted, therewith we also are well pleased. | ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν. |
|
36
|
36
|
| But touching such things as he judged to be referred to the king, after ye have advised thereof, send one forthwith, that we may declare as it is convenient for you: for we are now going to Antioch. | ἃ δὲ ἔκρινε προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς ᾿Αντιόχειαν. |
|
37
|
37
|
| Therefore send some with speed, that we may know what is your mind. | διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης. |
|
38
|
38
|
| Farewell. This hundred and eight and fortieth year, the fifteenth day of the month Xanthicus. | ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ, Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ». |
|
Chapter 12
|
Κεφάλαιο 12
|
|
1
|
1
|
| When these covenants were made, Lysias went unto the king, and the Jews were about their husbandry. | ΓΕΝΟΜΕΝΩΝ τῶν συνθηκῶν τούτων, ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ ᾿Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο. |
|
2
|
2
|
| But of the governors of several places, Timotheus, and Apollonius the son of Genneus, also Hieronymus, and Demophon, and beside them Nicanor the governor of Cyprus, would not suffer them to be quiet, and live in peace. | τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ ᾿Απολλώνιος ὁ τοῦ Γενναίους, ἔτι δὲ ῾Ιερώνυμος καὶ Δημοφῶν, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖς καὶ τὰ τῆς ἡσυχίας ἄγειν. |
|
3
|
3
|
| The men of Joppe also did such an ungodly deed: they prayed the Jews that dwelt among them to go with their wives and children into the boats which they had prepared, as though they had meant them no hurt. | ᾿Ιοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας ᾿Ιουδαίους ἐμβῆναι εἰς τὰ παρασταθέντα ὑπ᾿ αὐτῶν σκάφη σὺν γυναιξὶ καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, |
|
4
|
4
|
| Who accepted of it according to the common decree of the city, as being desirous to live in peace and suspecting nothing: but when they were gone forth into the deep, they drowned no less than two hundred of them. | κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα, καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. |
|
5
|
5
|
| When Judas heard of this cruelty done unto his countrymen, he commanded those that were with him to make them ready. | μεταλαβὼν δὲ ᾿Ιούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσι |
|
6
|
6
|
| And calling upon God the righteous Judge, he came against those murderers of his brethren, and burnt the haven by night, and set the boats on fire, and those that fled thither he slew. | καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν Θεόν, παρεγένετο ἐπὶ τοὺς μιαιοφόνους τῶν ἀδελφῶν· καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησε καὶ τὰ σκάφη κατέφλεξε, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησε. |
|
7
|
7
|
| And when the town was shut up, he went backward, as if he would return to root out all them of the city of Joppe. | τοῦ δὲ χωρίου συγκλεισθέντος, ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν ᾿Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. |
|
8
|
8
|
| But when he heard that the Jamnites were minded to do in like manner unto the Jews that dwelt among them, | μεταλαβὼν δὲ καὶ τοὺς ἐν ᾿Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν ᾿Ιουδαίοις, |
|
9
|
9
|
| he came upon the Jamnites also by night, and set fire on the haven and the navy, so that the light of the fire was seen at Jerusalem two hundred and forty furlongs off. | καὶ τοῖς ᾿Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψε τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ ῾Ιεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσαράκοντα. |
|
10
|
10
|
| Now when they were gone from thence nine furlongs in their journey toward Timotheus, no fewer than five thousand men on foot and five hundred horsemen of the Arabians set upon him. | ᾿Εκεῖθεν δὲ ἀποσπασθέντων σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον ῎Αραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. |
|
11
|
11
|
| Whereupon there was a very sore battle; but Judas' side by the help of God got the victory; so that the Nomades of Arabia, being overcome, besought Judas for peace, promising both to give him cattle, and to pleasure him otherwise. | γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν ᾿Ιούδαν διὰ τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττωθέντες οἱ νομάδες ῎Αραβες ἠξίουν δοῦναι τὸν ᾿Ιούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. |
|
12
|
12
|
| Then Judas, thinking indeed that they would be profitable in many things, granted them peace: whereupon they shook hands, and so they departed to their tents. | ᾿Ιούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς αὐτῶν ἐχωρίσθησαν. |
|
13
|
13
|
| He went also about to make a bridge to a certain strong city, which was fenced about with walls, and inhabited by people of divers countries; and the name of it was Caspis. | ᾿Επέβαλε δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν ὀχυρὰν καὶ τείχεσι περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσι κατοικουμένην, ὄνομα δὲ Κάσπιν. |
|
14
|
14
|
| But they that were within it put such trust in the strength of the walls and provision of victuals, that they behaved themselves rudely toward them that were with Judas, railing and blaspheming, and uttering such words as were not to be spoken. | οἱ δ᾿ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν ᾿Ιούδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. |
|
15
|
15
|
| Wherefore Judas with his company, calling upon the great Lord of the world, who without any rams or engines of war did cast down Jericho in the time of Joshua, gave a fierce assault against the walls, | οἱ δὲ περὶ τὸν ᾿Ιούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν ῾Ιεριχὼ κατὰ τοὺς ᾿Ιησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει. |
|
16
|
16
|
| and took the city by the will of God, and made unspeakable slaughters, insomuch that a lake two furlongs broad near adjoining thereunto, being filled full, was seen running with blood. | καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ Θεοῦ θελήσει, ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην, τὸ πλάτος ἔχουσαν σταδίων δύο, κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι. |
|
17
|
17
|
| Then departed they from thence seven hundred and fifty furlongs, and came to Characa unto the Jews that are called Tubieni. | ᾿Εκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιήνους ᾿Ιουδαίους. |
|
18
|
18
|
| But as for Timotheus, they found him not in the places: for before he had dispatched any thing, he departed from thence, having left a very strong garrison in a certain hold. | καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτόν τε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. |
|
19
|
19
|
| Howbeit Dositheus and Sosipater, who were of Maccabeus' captains, went forth, and slew those that Timotheus had left in the fortress, above ten thousand men. | Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. |
|
20
|
20
|
| And Maccabeus ranged his army by bands, and set them over the bands, and went against Timotheus, who had about him an hundred and twenty thousand men of foot, and two thousand and five hundred horsemen. | ὁ δὲ Μακκαβαῖος διατάξας τὴν ἑαυτοῦ στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ χιλίους πρὸς τοῖς πεντακοσίοις. |
|
21
|
21
|
| Now when Timotheus had knowledge of Judas' coming, he sent the women and children and the other baggage unto a fortress called Carnion: for the town was hard to besiege, and uneasy to come unto, by reason of the straitness of all the places. | τὴν δὲ ἔφοδον μεταλαβὼν ᾿Ιούδα, ὁ Τιμόθεος προσεξαπέστειλε τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνίον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν τῶν πάντων τῶν τόπων στενότητα. |
|
22
|
22
|
| But when Judas his first band came in sight, the enemies, being smitten with fear and terror through the appearing of him that seeth all things, fled amain, one running this way, another that way, so as that they were often hurt of their own men, and wounded with the points of their own swords. | ἐπιφανείσης δὲ τῆς ᾿Ιούδα σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ πάντα ἐφορῶντος ἐπιφανείας γενομένου ἐπ᾿ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. |
|
23
|
23
|
| Judas also was very earnest in pursuing them, killing those wicked wretches, of whom he slew about thirty thousand men. | ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ᾿Ιούδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέ τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. |
|
24
|
24
|
| Moreover Timotheus himself fell into the hands of Dositheus and Sosipater, whom he besought with much craft to let him go with his life, because he had many of the Jews' parents, and the brethren of some of them, who, if they put him to death, should not be regarded. | αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον, ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῷον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται, εἰ ἀποθάνοι. |
|
25
|
25
|
| So when he had assured them with many words that he would restore them without hurt, according to the agreement, they let him go for the saving of their brethren. | πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστήσειν τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας. |
|
26
|
26
|
| Then Maccabeus marched forth to Carnion, and to the temple of Atargatis, and there he slew five and twenty thousand persons. | ᾿Εξελθὼν δὲ ἐπὶ τὸ Καρνίον καὶ τὸ ᾿Αταργατεῖον κατέσφαξε μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. |
|
27
|
27
|
| And after he had put to flight and destroyed them, Judas removed the host toward Ephron, a strong city, wherein Lysias abode, and a great multitude of divers nations, and the strong young men kept the walls, and defended them mightily: wherein also was great provision of engines and darts. | μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν ᾿Ιούδας καὶ ἐπὶ ᾿Εφρὼν πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη· νεανίαι δὲ πρὸ τῶν τειχῶν καθεστῶτες ρωμαλέοι ἀπεμάχοντο εὐρώστως, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον |
|
28
|
28
|
| But when Judas and his company had called upon Almighty God, who with his power breaketh the strength of his enemies, they won the city, and slew twenty and five thousand of them that were within. | ἐπικαλεσάμενοι δὲ τὸν Δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον καὶ κατέστρωσαν τῶν ἔνδον εἰς μυριάδας δύο καὶ πεντακισχιλίους. |
|
29
|
29
|
| From thence they departed to Scythopolis, which lieth six hundred furlongs from Jerusalem. | ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ ῾Ιεροσολύμων σταδίους ἐξακοσίους. |
|
30
|
30
|
| But when the Jews that dwelt there had testified that the Scythopolitans dealt lovingly with them, and entreated them kindly in the time of their adversity; | ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ κατοικούντων ᾿Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν ἐποιοῦντο. |
|
31
|
31
|
| they gave them thanks, desiring them to be friendly still unto them: and so they came to Jerusalem, the feast of the weeks approaching. | εὐχαρηστήσαντες αὐτοῖς καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγένοντο εἰς ῾Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου. |
|
32
|
32
|
| And after the feast, called Pentecost, they went forth against Gorgias the governor of Idumea, | Μετὰ δὲ τὴν λεγομένην Πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς ᾿Ιδουμαίας στρατηγόν. |
|
33
|
33
|
| who came out with three thousand men of foot and four hundred horsemen. | ἐξῆλθε δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων, |
|
34
|
34
|
| And it happened that in their fighting together a few of the Jews were slain. | καὶ παραταξαμένων συνέβη πεσεῖν ὀλίγους τῶν ᾿Ιουδαίων. |
|
35
|
35
|
| At which time Dositheus, one of Bacenor's company, who was on horseback, and a strong man, was still upon Gorgias, and taking hold of his coat drew him by force; and when he would have taken that cursed man alive, a horseman of Thracia coming upon him smote off his shoulder, so that Gorgias fled unto Marisa. | Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων Θρακῶν τινος ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισά. |
|
36
|
36
|
| Now when they that were with Gorgias had fought long, and were weary, Judas called upon the Lord, that he would shew himself to be their helper and leader of the battle. | τῶν δὲ περὶ τὸν ῎Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος ὁ ᾿Ιούδας τὸν Κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου, |
|
37
|
37
|
| And with that he began in his own language, and sung psalms with a loud voice, and rushing unawares upon Gorgias' men, he put them to flight. | καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ᾿ ὕμνων κραυγήν, ἀναβοήσας καὶ ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο. |
|
38
|
38
|
| So Judas gathered his host, and came into the city of Odollam. And when the seventh day came, they purified themselves, as the custom was, and kept the sabbath in the same place. | ᾿Ιούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἦγεν εἰς ᾿Οδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον. |
|
39
|
39
|
| And upon the day following, as the use had been, Judas and his company came to take up the bodies of them that were slain, and to bury them with their kinsmen in their fathers' graves. | τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν ᾿Ιούδαν καθ᾿ ὃν τρόπον τὸ τῆς χρείας ἐγεγόνει, τὰ τῶν προπεπτωκότων σώματα ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους. |
|
40
|
40
|
| Now under the coats of every one that was slain they found things consecrated to the idols of the Jamnites, which is forbidden the Jews by the law. Then every man saw that this was the cause wherefore they were slain. | εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ ᾿Ιαμνείας εἰδώλων, ἀφ᾿ ὧν ὁ νόμος ἀπείργει τοὺς ᾿Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. |
|
41
|
41
|
| All men therefore praising the Lord, the righteous Judge, who had opened the things that were hid, | πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου Κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος, |
|
42
|
42
|
| betook themselves unto prayer, and besought him that the sin committed might wholly be put out of remembrance. Besides, that noble Judas exhorted the people to keep themselves from sin, forsomuch as they saw before their eyes the things that came to pass for the sins of those that were slain. | εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος ᾿Ιούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν ἑαυτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾿ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. |
|
43
|
43
|
| And when he had made a gathering throughout the company to the sum of two thousand drachms of silver, he sent it to Jerusalem to offer a sin offering, doing therein very well and honestly, in that he was mindful of the resurrection: | ποιησάμενός τε κατ᾿ ἀνδραλογίαν κατασκευάσματα εἰς ἀργυρίου δραχμὰς δισχιλίας, ἀπέστειλεν εἰς ῾Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· |
|
44
|
44
|
| for if he had not hoped that they that were slain should have risen again, it had been superfluous and vain to pray for the dead. | εἰ γὰρ μὴ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν ἂν ἦν καὶ ληρῶδες ὑπὲρ νεκρῶν προσεύχεσθαι. |
|
45
|
45
|
| And also in that he perceived that there was great favour laid up for those that died godly, it was an holy and good thought. Whereupon he made a reconciliation for the dead, that they might be delivered from sin. | εἶτ᾿ ἐμβλέπων τοῖς μετ᾿ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσαντο τῆς ἁμαρτίας ἀπολυθῆναι. |
|
Chapter 13
|
Κεφάλαιο 13
|
|
1
|
1
|
| In the hundred forty and ninth year it was told Judas, that Antiochus Eupator was coming with a great power into Judea, | Τῼ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν ᾿Αντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν ᾿Ιουδαίαν |
|
2
|
2
|
| and with him Lysias his protector, and ruler of his affairs, having either of them a Grecian power of footmen, an hundred and ten thousand, and horsemen five thousand and three hundred, and elephants two and twenty, and three hundred chariots armed with hooks. | καὶ σὺ αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν ῾Ελληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππεῖς πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἰκοσιδύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια. |
|
3
|
3
|
| Menelaus also joined himself with them, and with great dissimulation encouraged Antiochus, not for the safeguard of the country, but because he thought to have been made governor. | καὶ Μενέλαος δὲ συνέμειξεν αὐτοῖς καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν ᾿Αντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι. |
|
4
|
4
|
| But the King of kings moved Antiochus' mind against this wicked wretch, and Lysias informed the king that this man was the cause of all mischief, so that the king commanded to bring him unto Berea, and to put him to death, as the manner is in that place. | ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρε τὸν θυμὸν τοῦ ᾿Αντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας αὐτὸν εἰς Βέροιαν. |
|
5
|
5
|
| Now there was in that place a tower of fifty cubits high, full of ashes, and it had a round instrument, which on every side hanged down into the ashes. | ἔστι δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πηχῶν πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχε περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν. |
|
6
|
6
|
| And whosoever was condemned of sacrilege, or had committed any other grievous crime, there did all men thrust him unto death. | ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ὄντα ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον. |
|
7
|
7
|
| Such a death it happened that wicked man to die, not having so much as burial in the earth; and that most justly: | τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυχόντα Μενέλαον, πάνυ δικαίως. |
|
8
|
8
|
| for inasmuch as he had committed many sins about the altar, whose fire and ashes were holy, he received his death in ashes. | ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο. |
|
9
|
9
|
| Now the king came with a barbarous and haughty mind to do far worse to the Jews, than had been done in his father's time. | Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς ᾿Ιουδαίοις. |
|
10
|
10
|
| Which things when Judas perceived, he commanded the multitude to call upon the Lord night and day, that if ever at any other time, he would now also help them, being at the point to be put from their law, from their country, and from the holy temple: | μεταλαβὼν δὲ ᾿Ιούδας ταῦτα παρήγγειλε τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλουσι |
|
11
|
11
|
| and that he would not suffer the people, that had even now been but a little refreshed, to be in subjection to the blasphemous nations. | καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσι ὑποχειρίους γενέσθαι. |
|
12
|
12
|
| So when they had all done this together, and besought the merciful Lord with weeping and fasting, and lying flat upon the ground three days long, Judas, having exhorted them, commanded they should be in a readiness. | πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα Κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐφ᾿ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ ᾿Ιούδας ἐκέλευσε παραγίνεσθαι. |
|
13
|
13
|
| And Judas, being apart with the elders, determined, before the king's host should enter into Judea, and get the city, to go forth and try the matter in fight by the help of the Lord. | καθ᾿ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο, πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν ᾿Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ Κυρίου βοηθείᾳ. |
|
14
|
14
|
| So when he had committed all to the Creator of the world, and exhorted his soldiers to fight manfully, even unto death, for the laws, the temple, the city, the country, and the commonwealth, he camped by Modin: | δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῶ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, περὶ ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας, ἐποιήσατο περὶ Μωδεΐν τὴν στρατοπεδείαν. |
|
15
|
15
|
| and having given the watchword to them that were about him, Victory is of God; with the most valiant and choice young men he went in into the king's tent by night, and slew in the camp about four thousand men, and the chiefest of the elephants, with all that were upon him. | δοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθεμα «Θεοῦ νίκη», μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, ἐν τῇ παρεμβολῇ ἀνεῖλεν εἰς ἄνδρας τετρακισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῶν κατ᾿ οἰκίαν ὄχλῳ συνέθηκε |
|
16
|
16
|
| And at last they filled the camp with fear and tumult, and departed with good success. | καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες· |
|
17
|
17
|
| This was done in the break of the day, because the protection of the Lord did help him. | ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ Κυρίου σκέπην. |
|
18
|
18
|
| Now when the king had taken a taste of the manliness of the Jews, he went about to take the holds by policy, | ῾Ο δὲ βασιλεὺς εἰληφὼς γεῦσιν τῆς τῶν ᾿Ιουδαίων εὐτολμίας, κατεπείρασε διὰ μεθόδων τοὺς τόπους. |
|
19
|
19
|
| and marched toward Bethsura, which was a strong hold of the Jews: but he was put to flight, failed, and lost of his men: | καὶ ἐπὶ Βαιθσούρᾳ φρούριον ὀχυρὸν τῶν ᾿Ιουδαίων προσῆγε καὶ ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο· |
|
20
|
20
|
| for Judas had conveyed unto them that were in it such things as were necessary. | τοῖς δὲ ἔνδον ᾿Ιούδας τὰ δέοντα εἰσέπεμψε. |
|
21
|
21
|
| But Rhodocus, who was in the Jews' host, disclosed the secrets to the enemies; therefore he was sought out, and when they had gotten him, they put him in prison. | προσήγγειλε δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ρόδοκος ἐκ τῆς ᾿Ιουδαϊκῆς τάξεως· ἀνεζητήθη δὲ καὶ κατελήφθη καὶ κατεκλείσθη. |
|
22
|
22
|
| The king treated with them in Bethsura the second time, gave his hand, took their's, departed, fought with Judas, was overcome: | ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούρᾳ δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει προσέβαλε τοῖς περὶ τὸν ᾿Ιούδαν, ἥττων ἐγένετο, |
|
23
|
23
|
| heard that Philip, who was left over the affairs in Antioch, was desperately bent, confounded, intreated the Jews, submitted himself, and sware to all equal conditions, agreed with them, and offered sacrifice, honoured the temple, and dealt kindly with the place, | μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν ᾿Αντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς ᾿Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησε τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησε |
|
24
|
24
|
| and accepted well of Maccabeus, made him principal governor from Ptolemais unto the Gerrhenians; | καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο. κατέλιπε στρατηγὸν ἀπὸ Πτολεμαΐδος ἕως τῶν Γερρηνῶν ῾Ηγεμονίδην. |
|
25
|
25
|
| came to Ptolemais: the people there were grieved for the covenants; for they stormed, because they would make their covenants void. | ἦλθεν εἰς Πτολεμαΐδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις. |
|
26
|
26
|
| Lysias went up to the judgment seat, said as much as could be in defence of the cause, persuaded, pacified, made them well affected, returned to Antioch. Thus it went touching the king's coming and departing. | προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἐπελογήσατο ἐνδεχομένως, συνέπεισε, κατεπράϋνε, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς ᾿Αντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησε. |
|
Chapter 14
|
Κεφάλαιο 14
|
|
1
|
1
|
| After three years was Judas informed, that Demetrius the son of Seleucus, having entered by the haven of Tripolis with a great power and navy, | ΜΕΤΑ δὲ τριετῆ χρόνον προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου |
|
2
|
2
|
| had taken the country, and killed Antiochus, and Lysias his protector. | κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον ᾿Αντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. |
|
3
|
3
|
| Now one Alcimus, who had been high priest, and had defiled himself wilfully in the times of their mingling with the Gentiles, seeing that by no means he could save himself, nor have any more access to the holy altar, | ῎Αλκιμος δέ τις προγενόμενος ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυμμένος ἐν τοῖς τῆς ἐπιμειξίας χρόνοις, συννοήσας ὅτι καθ᾿ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία, οὐδὲ πρὸς ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, |
|
4
|
4
|
| came to king Demetrius in the hundred and one and fiftieth year, presenting unto him a crown of gold, and a palm, and also of the boughs which were used solemnly in the temple: and so that day he held his peace. | ἧκε πρὸς τὸν βασιλέα Δημήτριον πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχε. |
|
5
|
5
|
| Howbeit, having gotten opportunity to further his foolish enterprise, and being called into council by Demetrius, and asked how the Jews stood affected, and what they intended, he answered thereunto: | καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθεστήκασιν οἱ ᾿Ιουδαῖοι, πρὸς ταῦτα ἔφη· |
|
6
|
6
|
| Those of the Jews that be called Assideans, whose captain is Judas Maccabeus, nourish war, and are seditious, and will not let the realm be in peace. | οἱ λεγόμενοι τῶν ᾿Ιουδαίων ᾿Ασιδαῖοι, ὧν ἀφηγεῖται ᾿Ιούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσι καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. |
|
7
|
7
|
| Therefore I, being deprived of mine ancestors' honour, I mean the high priesthood, am now come hither: | ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγω δὴ τὴν ἀρχιερωσύνην, δεῦρο νῦν ἐλήλυθα, |
|
8
|
8
|
| first, verily for the unfeigned care I have of things pertaining to the king; and secondly, even for that I intend the good of mine own citizens: for all our nation is in no small misery through the unadvised dealing of them aforesaid. | πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. |
|
9
|
9
|
| Wherefore, O king, seeing thou knowest all these things, be careful for the country, and our nation, which is pressed on every side, according to the clemency that thou readily shewest unto all. | ἕκαστα δὲ τούτων ἐπεγνωκώς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιϊσταμένου γένους ἡμῶν προνοήθητι, καθ᾿ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. |
|
10
|
10
|
| For as long as Judas liveth, it is not possible that the state should be quiet. | ἄχρι γὰρ ᾿Ιούδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. |
|
11
|
11
|
| This was no sooner spoken of him, but others of the king's friends, being maliciously set against Judas, did more incense Demetrius. | τοιούτων δὲ ρηθέντων ὑπὸ τούτου, θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν ᾿Ιούδαν προσεπύρωσαν τὸν Δημήτριον. |
|
12
|
12
|
| And forthwith calling Nicanor, who had been master of the elephants, and making him governor over Judea, he sent him forth, | προσκαλεσάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς ᾿Ιουδαίας, ἐξαπέστειλε |
|
13
|
13
|
| commanding him to slay Judas, and to scatter them that were with him, and to make Alcimus high priest of the great temple. | δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν ᾿Ιούδαν ἐπαναλέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ ῎Αλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. |
|
14
|
14
|
| Then the heathen, that had fled out of Judea from Judas, came to Nicanor by flocks, thinking the harm and calamities of the Jews to be their welfare. | οἱ δὲ ἐπὶ τῆς ᾿Ιουδαίας πεφυγαδευκότες τὸν ᾿Ιούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν ᾿Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι. |
|
15
|
15
|
| Now when the Jews heard of Nicanor's coming, and that the heathen were up against them, they cast earth upon their heads, and made supplication to him that had established his people for ever, and who always helpeth his portion with manifestation of his presence. | ᾿Ακούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν ἑαυτοῦ λαόν, ἀεὶ δὲ μετ᾿ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. |
|
16
|
16
|
| So at the commandment of the captain they removed straightways from thence, and came near unto them at the town of Dessau. | προτάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀνέζευξαν καὶ συμμίσγουσιν αὐτοῖς ἐπὶ κώμην Δεσσαού. |
|
17
|
17
|
| Now Simon, Judas' brother, had joined battle with Nicanor, but was somewhat discomfited through the sudden silence of his enemies. | Σίμων δὲ ὁ ἀδελφὸς ᾿Ιούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραχέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς. |
|
18
|
18
|
| Nevertheless Nicanor, hearing of the manliness of them that were with Judas, and the courageousness that they had to fight for their country, durst not try the matter by the sword. | ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν ᾿Ιούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς ὑπὲρ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι. |
|
19
|
19
|
| Wherefore he sent Posidonius, and Theodotus, and Mattathias, to make peace. | διόπερ ἔπεμψε Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν δοῦναι καὶ λαβεῖν δεξιάς. |
|
20
|
20
|
| So when they had taken long advisement thereupon, and the captain had made the multitude acquainted therewith, and it appeared that they were all of one mind, they consented to the covenants, | πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγεμόνος τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης, ἐπένευσαν ταῖς συνθήκες. |
|
21
|
21
|
| and appointed a day to meet in together by themselves: and when the day came, and stools were set for either of them, | ἐτάξαντο δὲ ἡμέραν, ἐν ᾗ κατ᾿ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθε καὶ παρ᾿ ἑκάστου διαφόρους ἔθεσαν δίφρους· |
|
22
|
22
|
| Judas placed armed men ready in convenient places, lest some treachery should be suddenly practised by the enemies: so they made a peaceable conference. | διέταξεν ᾿Ιούδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μή ποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. |
|
23
|
23
|
| Now Nicanor abode in Jerusalem, and did no hurt, but sent away the people that came flocking unto him. | διέτριβε δὲ ὁ Νικάνωρ ἐν ῾Ιεροσολύμοις, καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσε. |
|
24
|
24
|
| And he would not willingly have Judas out of his sight: for he loved the man from his heart. | καὶ εἶχε τὸν ᾿Ιούδαν διαπαντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. |
|
25
|
25
|
| He prayed him also to take a wife, and to beget children: so he married, was quiet, and took part of this life. | παρακάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησε βίου. |
|
26
|
26
|
| But Alcimus, perceiving the love that was betwixt them, and considering the covenants that were made, came to Demetrius, and told him that Nicanor was not well affected toward the state: for that he had ordained Judas, a traitor to his realm, to be the king's successor. | ῾Ο δὲ ῎Αλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας, ἀναλαβὼν ἧκε πρὸς τὸν Δημήτριον καὶ ἔλεγε τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας ᾿Ιούδαν διάδοχον ἀναδέδειχεν ἑαυτοῦ. |
|
27
|
27
|
| Then the king being in a rage, and provoked with the accusations of the most wicked man, wrote to Nicanor, signifying that he was much displeased with the covenants, and commanding him that he should send Maccabeus prisoner in all haste unto Antioch. | ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου ἐρεθισθεὶς διαβολαῖς, ἔγραψε Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν ταχέως εἰς ᾿Αντιόχειαν. |
|
28
|
28
|
| When this came to Nicanor's hearing, he was much confounded in himself, and took it grievously that he should make void the articles which were agreed upon, the man being in no fault. | προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τ᾿ ἀνδρὸς ἠδικηκότος. |
|
29
|
29
|
| But because there was no dealing against the king, he watched his time to accomplish this thing by policy. | ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ᾿ ἐπιτελέσαι. |
|
30
|
30
|
| Notwithstanding, when Maccabeus saw that Nicanor began to be churlish unto him, and that he entreated him more roughly than he was wont, perceiving that such sour behaviour came not of good, he gathered together not a few of his men, and withdrew himself from Nicanor. | ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξάγοντα συνιδὼν τὸν Νικάνορα πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα, νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι, συστρέψας οὐκ ὀλίγους τῶν περὶ ἑαυτόν, συνεκρύπτετο τὸν Νικάνορα. |
|
31
|
31
|
| But the other, knowing that he was notably prevented by Judas' policy, came into the great and holy temple, and commanded the priests, that were offering their usual sacrifices, to deliver him the man. | συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερόν, τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων, ἐκέλευσε παραδιδόναι τὸν ἄνδρα. |
|
32
|
32
|
| And when they sware that they could not tell where the man was whom he sought, | τῶν δὲ μεθ᾿ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ᾿ ἔστιν ὁ ζητούμενος, |
|
33
|
33
|
| he stretched out his right hand toward the temple, and made an oath in this manner: If ye will not deliver me Judas as a prisoner, I will lay this temple of God even with the ground, and I will break down the altar, and erect a notable temple unto Bacchus. | προτείνας τὴν δεξιὰν εἰς τὸν νεὼ ταῦτα ὤμοσε· ἐὰν μὴ δέσμιόν μοι τὸν ᾿Ιούδαν παραδῶτε, τόνδε τοῦ Θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω. |
|
34
|
34
|
| After these words, he departed. Then the priests lifted up their hands toward heaven, and besought him that was ever a defender of their nation, saying in this manner; | τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανόν, ἐπεκαλοῦντο τὸν διαπαντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες· |
|
35
|
35
|
| Thou, O Lord of all things, who hast need of nothing, wast pleased that the temple of thine habitation should be among us: | σὺ Κύριε, τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων, εὐδόκησας ναὸν τῆς σῆς κατασκηνώσεως ἐν ἡμῖν γενέσθαι. |
|
36
|
36
|
| therefore now, O holy Lord of all holiness, keep this house ever undefiled, which lately was cleansed, and stop every unrighteous mouth. | καὶ νῦν ἅγιε παντὸς ἁγιασμοῦ Κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον. |
|
37
|
37
|
| Now was there accused unto Nicanor one Razis, one of the elders of Jerusalem, a lover of his countrymen, and a man of very good report, who for his kindness was called a father of the Jews. | Ραζὶς δέ τις τῶν ἀπὸ ῾Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι, ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν ᾿Ιουδαίων προσαγορευόμενος. |
|
38
|
38
|
| For in the former times, when they mingled not themselves with the Gentiles, he had been accused of Judaism, and did boldly jeopard his body and life with all vehemency for the religion of the Jews. | ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος ᾿Ιουδαϊσμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ ᾿Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. |
|
39
|
39
|
| So Nicanor, willing to declare the hate that he bare unto the Jews, sent above five hundred men of war to take him: | βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι, ἣν εἶχε πρὸς τοὺς ᾿Ιουδαίους δυσμένειαν, ἀπέστειλε στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· |
|
40
|
40
|
| for he thought by taking him to do the Jews much hurt. | ἔδοξε γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐργάσασθαι συμφοράν. |
|
41
|
41
|
| Now when the multitude would have taken the tower, and violently broken into the outer door, and bade that fire should be brought to burn it, he being ready to be taken on every side fell upon his sword; | τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάληπτος γενόμενος ὑπέθηκε ἑαυτῷ ξίφος, |
|
42
|
42
|
| choosing rather to die manfully, than to come into the hands of the wicked, to be abused otherwise than beseemed his noble birth: | εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. |
|
43
|
43
|
| but missing his stroke through haste, the multitude also rushing within the doors, he ran boldly up to the wall, and cast himself down manfully among the thickest of them. | τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων εἴσω τῶν θυρωμάτων εἰσβαλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρείως εἰς τοὺς ὄχλους. |
|
44
|
44
|
| But they quickly giving back, and a space being made, he fell down into the midst of the void place. | τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθε κατὰ μέσον τὸν κενεῶνα. |
|
45
|
45
|
| Nevertheless, while there was yet breath within him, being inflamed with anger, he rose up; and though his blood gushed out like spouts of water, and his wounds were grievous, yet he ran through the midst of the throng; and standing upon a steep rock, | ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν ὄντων τῶν τραυμάτων, δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρωγάδος, |
|
46
|
46
|
| when as his blood was now quite gone, he plucked out his bowels, and taking them in both his hands, he cast them upon the throng, and calling upon the Lord of life and spirit to restore him those again, he thus died. | παντελῶς ἔξαιμος ἤδη γενόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος, ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν. |
|
Chapter 15
|
Κεφάλαιο 15
|
|
1
|
1
|
| But Nicanor, hearing that Judas and his company were in the strong places about Samaria, resolved without any danger to set upon them on the sabbath day. | Ο δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν ᾿Ιούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν. |
|
2
|
2
|
| Nevertheless the Jews that were compelled to go with him said, O destroy not so cruelly and barbarously, but give honour to that day, which he, that seeth all things, hath honoured with holiness above other days. | τῶν δὲ κατ᾿ ἀνάγκην συνεπομένων αὐτῷ ᾿Ιουδαίων λεγόντων· μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ᾿ ἁγιότητος ἡμέρᾳ. |
|
3
|
3
|
| Then the most ungracious wretch demanded, if there were a Mighty one in heaven, that had commanded the sabbath day to be kept. | ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν. εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν; |
|
4
|
4
|
| And when they said, There is in heaven a living Lord, and mighty, who commanded the seventh day to be kept: | τῶν δὲ ἀποφηναμένων· ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα· |
|
5
|
5
|
| then said the other, And I also am mighty upon earth, and I command to take arms, and to do the king's business. Yet he obtained not to have his wicked will done. | ὁ δὲ ἕτερος· κἀγώ, φησί, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα. |
|
6
|
6
|
| So Nicanor in exceeding pride and haughtiness determined to set up a public monument of his victory over Judas and them that were with him. | καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν ᾿Ιούδαν συστήσασθαι τρόπαιον. |
|
7
|
7
|
| But Maccabeus had ever sure confidence that the Lord would help him: | ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου |
|
8
|
8
|
| wherefore he exhorted his people not to fear the coming of the heathen against them, but to remember the help which in former times they had received from heaven, and now to expect the victory and aid, which should come unto them from the Almighty. | καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοηθήματα καὶ τανῦν προσδοκᾶν τὴν παρὰ τοῦ Παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν. |
|
9
|
9
|
| And so comforting them out of the law and the prophets, and withal putting them in mind of the battles that they won afore, he made them more cheerful. | καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε. |
|
10
|
10
|
| And when he had stirred up their minds, he gave them their charge, shewing them therewithal the falsehood of the heathen, and the breach of oaths. | καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. |
|
11
|
11
|
| Thus he armed every one of them, not so much with defence of shields and spears, as with comfortable and good words: and beside that, he told them a dream worthy to be believed, as if it had been so indeed, which did not a little rejoice them. | ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπερ τι πάντας εὔφρανεν. |
|
12
|
12
|
| And this was his vision: That Onias, who had been high priest, a virtuous and a good man, reverend in conversation, gentle in condition, well spoken also, and exercised from a child in all points of virtue, holding up his hands prayed for the whole body of the Jews. | ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· ᾿Ονίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελητηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν ᾿Ιουδαίων συστήματι. |
|
13
|
13
|
| This done, in like manner there appeared a man with gray hairs, and exceeding glorious, who was of a wonderful and excellent majesty. | εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. |
|
14
|
14
|
| Then Onias answered, saying, This is a lover of the brethren, who prayeth much for the people, and for the holy city, to wit, Jeremias the prophet of God. | ἀποκριθέντα δὲ τὸν ᾿Ονίαν εἰπεῖν· ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως ῾Ιερεμίας ὁ τοῦ Θεοῦ προφήτης. |
|
15
|
15
|
| Whereupon Jeremias holding forth his right hand gave to Judas a sword of gold, and in giving it spake thus, | προτείναντα δὲ τὸν ῾Ιερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ ᾿Ιούδᾳ ρομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε· |
|
16
|
16
|
| Take this holy sword, a gift from God, with the which thou shalt wound the adversaries. | λάβε τὴν ἁγίαν ρομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους. |
|
17
|
17
|
| Thus being well comforted by the words of Judas, which were very good, and able to stir them up to valour, and to encourage the hearts of the young men, they determined not to pitch camp, but courageously to set upon them, and manfully to try the matter by conflict, because the city and the sanctuary and the temple were in danger. | παρακληθέντες δὲ τοῖς ᾿Ιούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾿ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν. |
|
18
|
18
|
| For the care that they took for their wives, and their children, their brethren, and kinsfolks, was in least account with them: but the greatest and principal fear was for the holy temple. | ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγών, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος. |
|
19
|
19
|
| Also they that were in the city took not the least care, being troubled for the conflict abroad. | ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς. |
|
20
|
20
|
| And now, when as all looked what should be the trial, and the enemies were already come near, and the army was set in array, and the beasts conveniently placed, and the horsemen set in wings, | καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη συμμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης, |
|
21
|
21
|
| Maccabeus seeing the coming of the multitude, and the divers preparations of armour, and the fierceness of the beasts, stretched out his hands toward heaven, and called upon the Lord that worketh wonders, knowing that victory cometh not by arms, but even as it seemeth good to him, he giveth it to such as are worthy: | συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον, τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι δι᾿ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. |
|
22
|
22
|
| therefore in his prayer he said after this manner: O Lord, thou didst send thine angel in the time of Ezekias king of Judea, and didst slay in the host of Sennacherib an hundred fourscore and five thousand: | ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον· σὺ Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ ᾿Εζεκίου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· |
|
23
|
23
|
| wherefore now also, O Lord of heaven, send a good angel before us for a fear and dread unto them; | καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον· |
|
24
|
24
|
| and through the might of thine arm let those be stricken with terror, that come against thy holy people to blaspheme. And he ended thus. | μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. |
|
25
|
25
|
| Then Nicanor and they that were with him came forward with trumpets and songs. | οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. |
|
26
|
26
|
| But Judas and his company encountered the enemies with invocation and prayer. | οἱ δὲ περὶ τὸν ᾿Ιούδαν μετ᾿ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις |
|
27
|
27
|
| So that fighting with their hands, and praying unto God with their hearts, they slew no less than thirty and five thousand men: for through the appearance of God they were greatly cheered. | καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ. |
|
28
|
28
|
| Now when the battle was done, returning again with joy, they knew that Nicanor lay dead in his harness. | γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. |
|
29
|
29
|
| Then they made a great shout and a noise, praising the Almighty in their own language. | γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ. |
|
30
|
30
|
| And Judas, who was ever the chief defender of the citizens both in body and mind, and who continued his love toward his countrymen all his life, commanded to strike off Nicanor's head, and his hand with his shoulder, and bring them to Jerusalem. | καὶ προσέταξεν ὁ καθ᾿ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς ῾Ιεροσόλυμα. |
|
31
|
31
|
| So when he was there, and had called them of his nation together, and set the priests before the altar, he sent for them that were of the tower, | παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. |
|
32
|
32
|
| and shewed them vile Nicanor's head, and the hand of that blasphemer, which with proud brags he had stretched out against the holy temple of the Almighty. | καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ Παντοκράτορος οἶκον ἐμεγαλαύχησε, |
|
33
|
33
|
| And when he had cut out the tongue of that ungodly Nicanor, he commanded that they should give it by pieces unto the fowls, and hang up the reward of his madness before the temple. | καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. |
|
34
|
34
|
| So every man praised toward the heaven the glorious Lord, saying, Blessed be he that hath kept his own place undefiled. | οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον λέγοντες· εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. |
|
35
|
35
|
| He hanged also Nicanor's head upon the tower, an evident and manifest sign unto all of the help of the Lord. | ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον. |
|
36
|
36
|
| And they ordained all with a common decree in no case to let that day pass without solemnity, but to celebrate the thirteenth day of the twelfth month, which in the Syrian tongue is called Adar, the day before Mardocheus' day. | καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς —῎Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ— πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας. |
|
37
|
37
|
| Thus went it with Nicanor: and from that time forth the Hebrews had the city in their power. And here will I make an end. | Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω καὶ ἀπ᾿ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν ῾Εβραίων, καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον. |
|
38
|
38
|
| And if I have done well, and as is fitting the story, it is that which I desired: but if slenderly and meanly, it is that which I could attain unto. | καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι. |
|
39
|
39
|
| For as it is hurtful to drink wine or water alone; and as wine mingled with water is pleasant, and delighteth the taste: even so speech finely framed delighteth the ears of them that read the story. And here shall be an end. | καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.