|
Hebrews
|
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| God, having of old time spoken unto the fathers in the prophets by diverse portions and in diverse manners, hath at the end of these days spoken unto us in his Son, | Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, |
|
2
|
2
|
| whom he appointed heir of all things, through whom also he made the worlds; | ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, |
|
3
|
3
|
| who being the effulgence of his glory, and the very image of his substance, and upholding all things by the word of his power, when he had by himself made purification of our sins, sat down on the right hand of the Majesty on high; | ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, |
|
4
|
4
|
| having become by so much better than the angels, as he hath inherited a more excellent name than they. | τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. |
|
5
|
5
|
| For unto which of the angels said he at any time, Thou art my Son, This day have I begotten thee? and again, I will be to him a Father, And he shall be to me a Son? | Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; |
|
6
|
6
|
| And when he again bringeth in the firstborn into the world he saith, And let all the angels of God worship him. | Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. |
|
7
|
7
|
| And of the angels he saith, Who maketh his angels winds, And his ministers a flame of fire: | Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· |
|
8
|
8
|
| but of the Son he saith, Thy throne, O God, is forever and ever; A scepter of uprightness is the scepter of thy kingdom. | πρὸς δὲ τὸν υἱόν, Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. |
|
9
|
9
|
| Thou hast loved righteousness, and hated iniquity; Therefore God, thy God, hath anointed thee With the oil of gladness above thy fellows. | Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. |
|
10
|
10
|
| And, Thou, Lord, in the beginning didst lay the foundation of the earth, And the heavens are the works of thy hands: | Καί, Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· |
|
11
|
11
|
| They shall perish; but thou continuest: And they all shall wax old as doth a garment; | αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, |
|
12
|
12
|
| And as a mantle shalt thou roll them up, And they shall be changed: But thou art the same, And thy years shall not fail. | καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. |
|
13
|
13
|
| But of which of the angels hath he said at any time, Sit thou on my right hand, Till I make thine enemies the footstool of thy feet? | Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; |
|
14
|
14
|
| Are they not all ministering spirits, sent forth to do service for the sake of them that shall inherit salvation? | Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| Therefore we ought to give the more earnest heed to the things that were heard, lest haply we drift away from them. | Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν, μήποτε παραρρυῶμεν. |
|
2
|
2
|
| For if the word spoken through angels proved steadfast, and every transgression and disobedience received a just recompense of reward; | Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, |
|
3
|
3
|
| how shall we escape, if we neglect so great a salvation? which having at the first been spoken through the Lord, was confirmed unto us by them that heard; | πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, |
|
4
|
4
|
| God also bearing witness with them, both by signs and wonders, and by manifold powers, and by gifts of the Holy Spirit, according to his own will. | συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. |
|
5
|
5
|
| For not unto angels did he subject the world to come, whereof we speak. | Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. |
|
6
|
6
|
| But one hath somewhere testified, saying, What is man, that thou art mindful of him? Or the son of man, that thou visitest him? | Διεμαρτύρατο δέ πού τις λέγων, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; |
|
7
|
7
|
| Thou madest him a little lower than the angels; Thou crownedst him with glory and honor: | Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· |
|
8
|
8
|
| Thou didst put all things in subjection under his feet. For in that he subjected all things unto him, he left nothing that is not subject to him. But now we see not yet all things subjected to him. | πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. |
|
9
|
9
|
| But we behold him who hath been made a little lower than the angels, even Jesus, because of the suffering of death crowned with glory and honor, that by the grace of God he should taste of death for every man. | Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. |
|
10
|
10
|
| For it became him, for whom are all things, and through whom are all things, in bringing many sons unto glory, to make the author of their salvation perfect through sufferings. | Ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. |
|
11
|
11
|
| For both he that sanctifieth and they that are sanctified are all of one: for which cause he is not ashamed to call them brethren, | Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, |
|
12
|
12
|
| saying, I will declare thy name unto my brethren, In the midst of the congregation will I sing thy praise. | λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. |
|
13
|
13
|
| And again, I will put my trust in him. And again, Behold, I and the children whom God hath given me. | Καὶ πάλιν, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ. Καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. |
|
14
|
14
|
| Since then the children are sharers in flesh and blood, he also himself in like manner partook of the same; that through death he might bring to nought him that had the power of death, that is, the devil; | Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστιν τὸν διάβολον, |
|
15
|
15
|
| and might deliver all them who through fear of death were all their lifetime subject to bondage. | καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. |
|
16
|
16
|
| For verily not to angels doth he give help, but he giveth help to the seed of Abraham. | Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. |
|
17
|
17
|
| Wherefore it behooved him in all things to be made like unto his brethren, that he might become a merciful and faithful high priest in things pertaining to God, to make propitiation for the sins of the people. | Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. |
|
18
|
18
|
| For in that he himself hath suffered being tempted, he is able to succor them that are tempted. | Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, even Jesus Christ; | Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν χριστόν, |
|
2
|
2
|
| who was faithful to him that appointed him, as also was Moses in all his house. | πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. |
|
3
|
3
|
| For he hath been counted worthy of more glory than Moses, by so much as he that built the house hath more honor than the house. | Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. |
|
4
|
4
|
| For every house is built by someone; but he that built all things is God. | Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας θεός. |
|
5
|
5
|
| And Moses indeed was faithful in all his house as a servant, for a testimony of those things which were afterward to be spoken; | Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· |
|
6
|
6
|
| but Christ as a son, over his house; whose house are we, if indeed we hold fast our boldness and the glorying of our hope firm unto the end. | χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. |
|
7
|
7
|
| Wherefore, even as the Holy Spirit saith, Today if ye shall hear his voice, | Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, |
|
8
|
8
|
| Harden not your hearts, as in the provocation, Like as in the day of the trial in the wilderness, | μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, |
|
9
|
9
|
| Where your fathers tried me, proved me, And saw my works forty years. | οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. |
|
10
|
10
|
| Wherefore I was displeased with that generation, And said, They do always err in their heart: But they did not know my ways; | Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· |
|
11
|
11
|
| As I sware in my wrath, They shall not enter into my rest. | ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. |
|
12
|
12
|
| Take heed, brethren, lest haply there shall be in any one of you an evil heart of unbelief, in falling away from the living God: | Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· |
|
13
|
13
|
| but exhort one another day by day, so long as it is called Today; lest any one of you be hardened by the deceitfulness of sin: | ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρι οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· |
|
14
|
14
|
| for we are become partakers of Christ, if we hold fast the beginning of our confidence firm unto the end: | μέτοχοι γὰρ γεγόναμεν τοῦ χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· |
|
15
|
15
|
| while it is said, Today if ye shall hear his voice, Harden not your hearts, as in the provocation. | ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. |
|
16
|
16
|
| For some, when they heard, did provoke: howbeit not all they that came out of Egypt by Moses. | Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. |
|
17
|
17
|
| And with whom was he displeased forty years? was it not with them that sinned, whose bodies fell in the wilderness? | Τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; |
|
18
|
18
|
| And to whom sware he that they should not enter into his rest, but to them that were disobedient? | Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν; |
|
19
|
19
|
| And we see that they were not able to enter in because of unbelief. | Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| Let us fear therefore, lest haply, a promise being left of entering into his rest, any one of you should seem to have come short of it. | Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. |
|
2
|
2
|
| For indeed we have had good tidings preached unto us, even as also they: but the word of hearing did not profit them, because they were not united by faith with them that heard. | Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. |
|
3
|
3
|
| For we who have believed do enter into that rest; even as he hath said, As I sware in my wrath, They shall not enter into my rest: although the works were finished from the foundation of the world. | Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. |
|
4
|
4
|
| For he hath said somewhere of the seventh day on this wise, And God rested on the seventh day from all his works; | Εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως, Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· |
|
5
|
5
|
| and in this place again, They shall not enter into my rest. | καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. |
|
6
|
6
|
| Seeing therefore it remaineth that some should enter thereinto, and they to whom the good tidings were before preached failed to enter in because of disobedience, | Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν, |
|
7
|
7
|
| he again defineth a certain day, Today, saying in David so long a time afterward (even as hath been said), Today if ye shall hear his voice, Harden not your hearts. | πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. |
|
8
|
8
|
| For if Joshua had given them rest, he would not have spoken afterward of another day. | Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. |
|
9
|
9
|
| There remaineth therefore a sabbath rest for the people of God. | Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ. |
|
10
|
10
|
| For he that is entered into his rest hath himself also rested from his works, as God did from his. | Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός. |
|
11
|
11
|
| Let us therefore give diligence to enter into that rest, that no man fall after the same example of disobedience. | Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. |
|
12
|
12
|
| For the word of God is living, and active, and sharper than any two-edged sword, and piercing even to the dividing of both soul and spirit, of both joints and marrow, and quick to discern the thoughts and intents of the heart. | Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. |
|
13
|
13
|
| And there is no creature that is not manifest in his sight: but all things are naked and laid open before the eyes of him with whom we have to do. | Καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος. |
|
14
|
14
|
| Having then a great high priest, who hath passed through the heavens, Jesus the Son of God, let us hold fast our confession. | Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. |
|
15
|
15
|
| For we have not a high priest that cannot be touched with the feeling of our infirmities; but one that hath been in all points tempted like as we are, yet without sin. | Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα, χωρὶς ἁμαρτίας. |
|
16
|
16
|
| Let us therefore draw near with boldness unto the throne of grace, that we may receive mercy, and may find grace to help us in time of need. | Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. |
|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
| For every high priest, being taken from among men, is appointed for men in things pertaining to God, that he may offer both gifts and sacrifices for sins: | Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν· |
|
2
|
2
|
| who can bear gently with the ignorant and erring, for that he himself also is compassed with infirmity; | μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· |
|
3
|
3
|
| and by reason hereof is bound, as for the people, so also for himself, to offer for sins. | καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ, προσφέρειν ὑπὲρ ἁμαρτιῶν. |
|
4
|
4
|
| And no man taketh the honor unto himself, but when he is called of God, even as was Aaron. | Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθάπερ καὶ Ἀαρών. |
|
5
|
5
|
| So Christ also glorified not himself to be made a high priest, but he that spake unto him, Thou art my Son, This day have I begotten thee: | Οὕτως καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. |
|
6
|
6
|
| as he saith also in another place, Thou art a priest forever After the order of Melchizedek. | Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. |
|
7
|
7
|
| Who in the days of his flesh, having offered up prayers and supplications with strong crying and tears unto him that was able to save him from death, and having been heard for his godly fear, | Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, |
|
8
|
8
|
| though he was a Son, yet learned obedience by the things which he suffered; | καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν, |
|
9
|
9
|
| and having been made perfect, he became unto all them that obey him the author of eternal salvation; | καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου· |
|
10
|
10
|
| named of God a high priest after the order of Melchizedek. | προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. |
|
11
|
11
|
| Of whom we have many things to say, and hard of interpretation, seeing ye are become dull of hearing. | Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. |
|
12
|
12
|
| For when by reason of the time ye ought to be teachers, ye have need again that one teach you which are the rudiments of the first principles of the oracles of God; and are become such as have need of milk, and not of solid food. | Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. |
|
13
|
13
|
| For everyone that partaketh of milk is without experience of the word of righteousness; for he is a babe. | Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν. |
|
14
|
14
|
| But solid food is for full-grown men, even those who by reason of use have their senses exercised to discern good and evil. | Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. |
|
Chapter 6
|
Κεφάλαιο 6
|
|
1
|
1
|
| Wherefore leaving the doctrine of the first principles of Christ, let us press on unto perfection; not laying again a foundation of repentance from dead works, and of faith toward God, | Διό, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, |
|
2
|
2
|
| of the teaching of baptisms, and of laying on of hands, and of resurrection of the dead, and of eternal judgment. | βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. |
|
3
|
3
|
| And this let us do, if God permit. | Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. |
|
4
|
4
|
| For as touching those who were once enlightened and tasted of the heavenly gift, and were made partakers of the Holy Spirit, | Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, |
|
5
|
5
|
| and tasted the good word of God, and the powers of the age to come, | καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, |
|
6
|
6
|
| and then fell away, it is impossible to renew them again unto repentance; seeing they crucify to themselves the Son of God afresh, and put him to an open shame. | καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. |
|
7
|
7
|
| For the land which hath drunk the rain that cometh oft upon it, and bringeth forth herbs meet for them for whose sake it is also tilled, receiveth blessing from God: | Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· |
|
8
|
8
|
| but if it beareth thorns and thistles, it is rejected and nigh unto a curse; whose end is to be burned. | ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν. |
|
9
|
9
|
| But, beloved, we are persuaded better things of you, and things that accompany salvation, though we thus speak: | Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· |
|
10
|
10
|
| for God is not unrighteous to forget your work and the labor of love which ye showed toward his name, in that ye ministered unto the saints, and still do minister. | οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. |
|
11
|
11
|
| And we desire that each one of you may show the same diligence unto the fullness of hope even to the end: | Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· |
|
12
|
12
|
| that ye be not sluggish, but imitators of them who through faith and patience inherit the promises. | ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. |
|
13
|
13
|
| For when God made promise to Abraham, since he could swear by none greater, he sware by himself, | Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ’ ἑαυτοῦ, |
|
14
|
14
|
| saying, Surely blessing I will bless thee, and multiplying I will multiply thee. | λέγων, Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. |
|
15
|
15
|
| And thus, having patiently endured, he obtained the promise. | Καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. |
|
16
|
16
|
| For men indeed swear by the greater: and in every dispute of theirs the oath is final for confirmation. | Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. |
|
17
|
17
|
| Wherein God, being minded to show more abundantly unto the heirs of the promise the immutability of his counsel, interposed with an oath; | Ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, |
|
18
|
18
|
| that by two immutable things, in which it is impossible for God to lie, we may have a strong encouragement, who have fled for refuge to lay hold of the hope set before us: | ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· |
|
19
|
19
|
| which we have as an anchor of the soul, a hope both sure and steadfast and entering into that which is within the veil; | ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· |
|
20
|
20
|
| whither as a forerunner Jesus entered for us, having become a high priest forever after the order of Melchizedek. | ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. |
|
Chapter 7
|
Κεφάλαιο 7
|
|
1
|
1
|
| For this Melchizedek, king of Salem, priest of God Most High, who met Abraham returning from the slaughter of the kings and blessed him, | Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, |
|
2
|
2
|
| to whom also Abraham divided a tenth part of all (being first, by interpretation, King of righteousness, and then also King of Salem, which is, King of peace; | ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ- πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης· |
|
3
|
3
|
| without father, without mother, without genealogy, having neither beginning of days nor end of life, but made like unto the Son of God), abideth a priest continually. | ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ- μένει ἱερεὺς εἰς τὸ διηνεκές. |
|
4
|
4
|
| Now consider how great this man was, unto whom even Abraham, the patriarch, gave a tenth out of the chief spoils. | Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. |
|
5
|
5
|
| And they indeed of the sons of Levi that receive the priest’s office have commandment to take tithes of the people according to the law, that is, of their brethren, though these have come out of the loins of Abraham: | Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· |
|
6
|
6
|
| but he whose genealogy is not counted from them hath taken tithes of Abraham, and hath blessed him that hath the promises. | ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν τὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. |
|
7
|
7
|
| But without any dispute the less is blessed of the better. | Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. |
|
8
|
8
|
| And here men that die receive tithes; but there one, of whom it is witnessed that he liveth. | Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ, μαρτυρούμενος ὅτι ζῇ. |
|
9
|
9
|
| And, so to say, through Abraham even Levi, who receiveth tithes, hath paid tithes; | Καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· |
|
10
|
10
|
| for he was yet in the loins of his father, when Melchizedek met him. | ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. |
|
11
|
11
|
| Now if there was perfection through the Levitical priesthood (for under it had the people received the law), what further need was there that another priest should arise after the order of Melchizedek, and not be reckoned after the order of Aaron? | Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν- ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο- τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; |
|
12
|
12
|
| For the priesthood being changed, there is made of necessity a change also of the law. | Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. |
|
13
|
13
|
| For he of whom these things are said belongeth to another tribe, from which no man hath given attendance at the altar. | Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ. |
|
14
|
14
|
| For it is evident that our Lord hath sprung out of Judah; as to which tribe Moses spake nothing concerning priesthood. | Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. |
|
15
|
15
|
| And what we say is yet more abundantly evident, if after the likeness of Melchizedek there ariseth another priest, | Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, |
|
16
|
16
|
| who hath been made, not after the law of a carnal commandment, but after the power of an endless life: | ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· |
|
17
|
17
|
| for he testifieth of him, Thou art a priest forever After the order of Melchizedek. | μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. |
|
18
|
18
|
| For there is a disannulling of a foregoing commandment because of its weakness and unprofitableness | Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· |
|
19
|
19
|
| (for the law made nothing perfect), and a bringing in thereupon of a better hope, through which we draw nigh unto God. | οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ. |
|
20
|
20
|
| And inasmuch as it is not without the taking of an oath (for they indeed have been made priests without an oath; | Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας- οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, |
|
21
|
21
|
| but he with an oath by him that saith of him, The Lord sware and will not repent himself, Thou art a priest forever After the order of Melchizedek); | ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν, Ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ- |
|
22
|
22
|
| by so much hath Jesus become the surety of a better covenant. | κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. |
|
23
|
23
|
| And they indeed have been made priests many in number, because that by death they are hindered from continuing: | Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· |
|
24
|
24
|
| but he, because he abideth forever, hath his priesthood unchangeable. | ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. |
|
25
|
25
|
| Wherefore also he is able to save to the uttermost them that draw near unto God through him, seeing he ever liveth to make intercession for them. | Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. |
|
26
|
26
|
| For such a high priest became us, holy, guileless, undefiled, separated from sinners, and made higher than the heavens; | Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· |
|
27
|
27
|
| who needeth not daily, like those high priests, to offer up sacrifices, first for his own sins, and then for the sins of the people: for this he did once for all, when he offered up himself. | ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. |
|
28
|
28
|
| For the law appointeth men high priests, having infirmity; but the word of the oath, which was after the law, appointeth a Son, perfected forevermore. | Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. |
|
Chapter 8
|
Κεφάλαιο 8
|
|
1
|
1
|
| Now in the things which we are saying the chief point is this: We have such a high priest, who sat down on the right hand of the throne of the Majesty in the heavens, | Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, |
|
2
|
2
|
| a minister of the sanctuary, and of the true tabernacle, which the Lord pitched, and not man. | τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος· |
|
3
|
3
|
| For every high priest is appointed to offer both gifts and sacrifices: wherefore it is necessary that this high priest also have somewhat to offer. | πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. |
|
4
|
4
|
| For if indeed he were on earth, he would not be a priest at all, seeing there are priests who offer the gifts according to the law; | Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα, |
|
5
|
5
|
| who serve that which is a copy and shadow of the heavenly things, even as Moses is warned of God when he is about to make the tabernacle: for, See, saith he, that thou make all things according to the pattern that was shown thee in the mount. | οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησιν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. |
|
6
|
6
|
| But now hath he obtained a ministry the more excellent, by so much as he is also the mediator of a better covenant, which hath been enacted upon better promises. | Νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. |
|
7
|
7
|
| For if that first covenant had been faultless, then would no place have been sought for a second. | Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. |
|
8
|
8
|
| For finding fault with it, he saith unto them, Behold, the days come, saith the Lord, That I will make a new covenant with the house of Israel and with the house of Judah; | Μεμφόμενος γὰρ αὐτοῖς λέγει, Ἰδού, ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· |
|
9
|
9
|
| Not according to the covenant that I made with their fathers In the day that I took them by the hand to lead them forth out of the land of Egypt; For they continued not in my covenant, And I regarded them not, saith the Lord. | οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. |
|
10
|
10
|
| For this is the covenant that I will make with the house of Israel After those days, saith the Lord; I will put my laws into their mind, And on their heart also will I write them: And I will be to them a God, And they shall be to me a people: | Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. |
|
11
|
11
|
| And they shall not teach every man his fellow citizen, And every man his brother, saying, Know the Lord: For all shall know me, From the least of them to the greatest of them. | Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με, ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν. |
|
12
|
12
|
| For I will be merciful to their iniquities, And their sins and their lawless deeds will I remember no more. | Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. |
|
13
|
13
|
| In that he saith, A new covenant, he hath made the first old. But that which is becoming old and waxeth aged is nigh unto vanishing away. | Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκεν τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. |
|
Chapter 9
|
Κεφάλαιο 9
|
|
1
|
1
|
| Now even the first covenant had ordinances of divine service, and its sanctuary, a sanctuary of this world. | Εἶχεν μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. |
|
2
|
2
|
| For there was a tabernacle prepared, the first, wherein were the candlestick, and the table, and the showbread; which is called the Holy place. | Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. |
|
3
|
3
|
| And after the second veil, the tabernacle which is called the Holy of holies; | Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, |
|
4
|
4
|
| having a golden censer, and the ark of the covenant overlaid round about with gold, wherein was a golden pot holding the manna, and Aaron’s rod that budded, and the tables of the covenant; | χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· |
|
5
|
5
|
| and above it cherubim of glory overshadowing the mercy seat; of which things we cannot now speak severally. | ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. |
|
6
|
6
|
| Now these things having been thus prepared, the priests go in continually into the first tabernacle, accomplishing the services; | Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· |
|
7
|
7
|
| but into the second the high priest alone, once in the year, not without blood, which he offereth for himself, and for the errors of the people: | εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· |
|
8
|
8
|
| the Holy Spirit this signifying, that the way into the holy place hath not yet been made manifest, while the first tabernacle is yet standing; | τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν· |
|
9
|
9
|
| which is a figure for the time present, in which are offered both gifts and sacrifices that cannot, as touching the conscience, make the worshiper perfect, | ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, |
|
10
|
10
|
| consisting only in meats and drinks, and diverse washings, and carnal ordinances, imposed until a time of reformation. | μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. |
|
11
|
11
|
| But Christ having come a high priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands, that is to say, not of this creation, | Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ’ ἔστιν, οὐ ταύτης τῆς κτίσεως, |
|
12
|
12
|
| nor yet through the blood of goats and calves, but through his own blood, entered in once for all into the holy place, having obtained eternal redemption. | οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. |
|
13
|
13
|
| For if the blood of bulls and goats, and the ashes of a heifer sprinkling them that have been defiled, sanctify unto the cleanness of the flesh: | Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, |
|
14
|
14
|
| how much more shall the blood of Christ, who through the eternal Spirit offered himself without blemish unto God, cleanse your conscience from dead works to serve the living God? | πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι; |
|
15
|
15
|
| And for this cause he is the mediator of a new covenant, that a death having taken place for the redemption of the transgressions that were under the first covenant, they that have been called may receive the promise of the eternal inheritance. | Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. |
|
16
|
16
|
| For where a testament is, there must of necessity be the death of him that made it. | Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. |
|
17
|
17
|
| For a testament is of force where there hath been death: for it doth never avail while he that made it liveth. | Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. |
|
18
|
18
|
| Wherefore even the first covenant hath not been dedicated without blood. | Ὅθεν οὐδ’ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. |
|
19
|
19
|
| For when every commandment had been spoken by Moses unto all the people according to the law, he took the blood of the calves and goats, with water and scarlet wool and hyssop, and sprinkled both the book itself and all the people, | Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν, |
|
20
|
20
|
| saying, This is the blood of the covenant which God commanded to you-ward. | λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός. |
|
21
|
21
|
| Moreover the tabernacle and all the vessels of the ministry he sprinkled in like manner with the blood. | Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν. |
|
22
|
22
|
| And according to the law, I may almost say, all things are cleansed with blood, and apart from shedding of blood there is no remission. | Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. |
|
23
|
23
|
| It was necessary therefore that the copies of the things in the heavens should be cleansed with these; but the heavenly things themselves with better sacrifices than these. | Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας. |
|
24
|
24
|
| For Christ entered not into a holy place made with hands, like in pattern to the true; but into heaven itself, now to appear before the face of God for us: | Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· |
|
25
|
25
|
| nor yet that he should offer himself often, as the high priest entereth into the holy place year by year with blood not his own; | οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· |
|
26
|
26
|
| else must he often have suffered since the foundation of the world: but now once at the end of the ages hath he been manifested to put away sin by the sacrifice of himself. | ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. |
|
27
|
27
|
| And inasmuch as it is appointed unto men once to die, and after this cometh judgment; | Καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· |
|
28
|
28
|
| so Christ also, having been once offered to bear the sins of many, shall appear a second time, apart from sin, to them that wait for him, unto salvation. | οὕτως καὶ ὁ χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν. |
|
Chapter 10
|
Κεφάλαιο 10
|
|
1
|
1
|
| For the law having a shadow of the good things to come, not the very image of the things, they can never with the same sacrifices year by year, which they offer continually, make perfect them that draw nigh. | Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. |
|
2
|
2
|
| Else would they not have ceased to be offered? because the worshipers, having been once cleansed, would have had no more consciousness of sins. | Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους; |
|
3
|
3
|
| But in those sacrifices there is a remembrance made of sins year by year. | Ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· |
|
4
|
4
|
| For it is impossible that the blood of bulls and goats should take away sins. | ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. |
|
5
|
5
|
| Wherefore when he cometh into the world, he saith, Sacrifice and offering thou wouldest not, But a body didst thou prepare for me; | Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· |
|
6
|
6
|
| In whole burnt offerings and sacrifices for sin thou hadst no pleasure: | ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας· |
|
7
|
7
|
| Then said I, Lo, I am come (In the roll of the book it is written of me) To do thy will, O God. | τότε εἶπον, Ἰδού, ἥκω- ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ- τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. |
|
8
|
8
|
| Saying above, Sacrifice and offering and whole burnt offerings and sacrifices for sin thou wouldest not, neither hadst pleasure therein (which are offered according to the law), | Ἀνώτερον λέγων ὅτι Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας- αἵτινες κατὰ τὸν νόμον προσφέρονται- |
|
9
|
9
|
| then hath he said, Lo, I am come to do thy will, O God. He taketh away the first, that he may establish the second. | τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. |
|
10
|
10
|
| By which will we have been sanctified, we, I say, who have been sanctified through the offering of the body of Jesus Christ once for all. | Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν, οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ χριστοῦ ἐφάπαξ. |
|
11
|
11
|
| And every priest indeed standeth day by day ministering and offering oftentimes the same sacrifices, which can never take away sins: | Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· |
|
12
|
12
|
| but he, when he had offered one sacrifice for sins forever, sat down on the right hand of God; | αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, |
|
13
|
13
|
| henceforth expecting till his enemies be made the footstool of his feet. | τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. |
|
14
|
14
|
| For by one offering he hath perfected forever them that are sanctified. | Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. |
|
15
|
15
|
| And the Holy Spirit also beareth witness to us; for after that he hath said before, | Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ προειρηκέναι, |
|
16
|
16
|
| This is the covenant that I will make with them After those days, saith the Lord: I will put my laws on their heart, And upon their minds also will I write them; | Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς· |
|
17
|
17
|
| then saith he, And their sins and their iniquities will I remember no more. | καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. |
|
18
|
18
|
| Now where remission of these is, there is no more offering for sin. | Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. |
|
19
|
19
|
| Having therefore, brethren, boldness to enter into the holy place by the blood of Jesus, | Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, |
|
20
|
20
|
| by the way which he dedicated for us, a new and living way, through the veil, that is to say, his flesh; | ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν, τῆς σαρκὸς αὐτοῦ, |
|
21
|
21
|
| and having a great priest over the house of God; | καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, |
|
22
|
22
|
| let us draw near with a true heart in fullness of faith, having our hearts sprinkled from an evil conscience, and our body washed with pure water: | προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ· |
|
23
|
23
|
| let us hold fast the confession of our hope that it waver not; for he is faithful that promised: | κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· |
|
24
|
24
|
| and let us consider one another to provoke unto love and good works; | καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, |
|
25
|
25
|
| not forsaking our own assembling together, as the custom of some is, but exhorting one another; and so much the more, as ye see the day drawing nigh. | μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. |
|
26
|
26
|
| For if we sin willfully after that we have received the knowledge of the truth, there remaineth no more a sacrifice for sins, | Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, |
|
27
|
27
|
| but a certain fearful expectation of judgment, and a fierceness of fire which shall devour the adversaries. | φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. |
|
28
|
28
|
| A man that hath set at nought Moses’ law dieth without compassion on the word of two or three witnesses: | Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει· |
|
29
|
29
|
| of how much sorer punishment, think ye, shall he be judged worthy, who hath trodden under foot the Son of God, and hath counted the blood of the covenant wherewith he was sanctified an unholy thing, and hath done despite unto the Spirit of grace? | πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; |
|
30
|
30
|
| For we know him that said, Vengeance belongeth unto me, I will recompense, saith the Lord. And again, The Lord shall judge his people. | Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος· καὶ πάλιν, κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. |
|
31
|
31
|
| It is a fearful thing to fall into the hands of the living God. | Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. |
|
32
|
32
|
| But call to remembrance the former days, in which, after ye were enlightened, ye endured a great conflict of sufferings; | Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· |
|
33
|
33
|
| partly, being made a gazingstock both by reproaches and afflictions; and partly, becoming partakers with them that were so used. | τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι· τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. |
|
34
|
34
|
| For ye both had compassion on me in my bonds, and took joyfully the plundering of your possessions, knowing that ye have for yourselves a better possession in heaven and an abiding one. | Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. |
|
35
|
35
|
| Cast not away therefore your boldness, which hath great recompense of reward. | Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. |
|
36
|
36
|
| For ye have need of patience, that, having done the will of God, ye may receive the promise. | Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. |
|
37
|
37
|
| For yet a very little while, He that cometh shall come, and shall not tarry. | Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. |
|
38
|
38
|
| But he that is righteous shall live by faith: And if he shrink back, my soul hath no pleasure in him. | Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. |
|
39
|
39
|
| But we are not of them that shrink back unto perdition; but of them that have faith unto the saving of the soul. | Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. |
|
Chapter 11
|
Κεφάλαιο 11
|
|
1
|
1
|
| Now faith is assurance of things hoped for, a conviction of things not seen. | Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. |
|
2
|
2
|
| For therein the elders had witness borne to them. | Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. |
|
3
|
3
|
| By faith we understand that the worlds have been framed by the word of God, so that things which are seen have not been made out of things which appear. | Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. |
|
4
|
4
|
| By faith Abel offered unto God a more excellent sacrifice than Cain, through which he had witness borne to him that he was righteous, God bearing witness in respect of his gifts: and through it he being dead yet speaketh. | Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ· καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. |
|
5
|
5
|
| By faith Enoch was translated that he should not see death; and he was not found, because God translated him: for he hath had witness borne to him that before his translation he had been well-pleasing unto God: | Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ θεῷ· |
|
6
|
6
|
| and without faith it is impossible to be well-pleasing unto him; for he that cometh to God must believe that he is, and that he is a rewarder of them that seek after him. | χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. |
|
7
|
7
|
| By faith Noah, being warned of God concerning things not seen as yet, moved with godly fear, prepared an ark to the saving of his house; through which he condemned the world, and became heir of the righteousness which is according to faith. | Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. |
|
8
|
8
|
| By faith Abraham, when he was called, obeyed to go out unto the place which he was to receive for an inheritance; and he went out, not knowing whither he went. | Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. |
|
9
|
9
|
| By faith he became a sojourner in the land of promise, as in a land not his own, dwelling in tents, with Isaac and Jacob, the heirs with him of the same promise: | Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· |
|
10
|
10
|
| for he looked for the city which hath the foundations, whose builder and maker is God. | ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. |
|
11
|
11
|
| By faith even Sarah herself received power to conceive seed, and she bare a child when she was past age, since she counted him faithful who had promised: | Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. |
|
12
|
12
|
| wherefore also there sprang of one, and him as good as dead, so many as the stars of heaven in multitude, and as the sand, which is by the seashore, innumerable. | Διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. |
|
13
|
13
|
| These all died in faith, not having received the promises, but having seen them and greeted them from afar, and having confessed that they were strangers and pilgrims on the earth. | Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. |
|
14
|
14
|
| For they that say such things make it manifest that they are seeking after a country of their own. | Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. |
|
15
|
15
|
| And if indeed they had been mindful of that country from which they went out, they would have had opportunity to return. | Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. |
|
16
|
16
|
| But now they desire a better country, that is, a heavenly: wherefore God is not ashamed of them, to be called their God; for he hath prepared for them a city. | Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεός, θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. |
|
17
|
17
|
| By faith Abraham, being tried, offered up Isaac: yea, he that had gladly received the promises was offering up his only begotten son; | Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, |
|
18
|
18
|
| even he to whom it was said, In Isaac shall thy seed be called: | πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· |
|
19
|
19
|
| accounting that God is able to raise up, even from the dead; from whence he did also in a figure receive him back. | λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. |
|
20
|
20
|
| By faith Isaac blessed Jacob and Esau concerning things to come. | Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. |
|
21
|
21
|
| By faith Jacob, when he was dying, blessed each of the sons of Joseph; and worshiped, leaning upon the top of his staff. | Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. |
|
22
|
22
|
| By faith Joseph, when his end was nigh, made mention of the departure of the children of Israel; and gave commandment concerning his bones. | Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. |
|
23
|
23
|
| By faith Moses, when he was born, was hidden three months by his parents, because they saw he was a goodly child; and they were not afraid of the king’s commandment. | Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. |
|
24
|
24
|
| By faith Moses, when he was grown up, refused to be called the son of Pharaoh’s daughter; | Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, |
|
25
|
25
|
| choosing rather to share ill treatment with the people of God, than to enjoy the pleasures of sin for a season; | μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· |
|
26
|
26
|
| accounting the reproach of Christ greater riches than the treasures of Egypt: for he looked unto the recompense of reward. | μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. |
|
27
|
27
|
| By faith he forsook Egypt, not fearing the wrath of the king: for he endured, as seeing him who is invisible. | Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. |
|
28
|
28
|
| By faith he kept the passover, and the sprinkling of the blood, that the destroyer of the firstborn should not touch them. | Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. |
|
29
|
29
|
| By faith they passed through the Red Sea as by dry land: which the Egyptians assaying to do were swallowed up. | Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. |
|
30
|
30
|
| By faith the walls of Jericho fell down, after they had been compassed about for seven days. | Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσεν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. |
|
31
|
31
|
| By faith Rahab the harlot perished not with them that were disobedient, having received the spies with peace. | Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης. |
|
32
|
32
|
| And what shall I more say? for the time will fail me if I tell of Gideon, Barak also, and Samson, and Jephthah; of David and Samuel and the prophets: | Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· |
|
33
|
33
|
| who through faith subdued kingdoms, wrought righteousness, obtained promises, stopped the mouths of lions, | οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, |
|
34
|
34
|
| quenched the power of fire, escaped the edge of the sword, from weakness were made strong, waxed mighty in war, turned to flight armies of aliens. | ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. |
|
35
|
35
|
| Women received their dead by a resurrection: and others were tortured, not accepting their deliverance; that they might obtain a better resurrection: | Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· |
|
36
|
36
|
| and others had trial of mockings and scourgings, yea, moreover of bonds and imprisonment: | ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· |
|
37
|
37
|
| they were stoned, they were sawn asunder, they were tempted, they were slain with the sword: they went about in sheepskins, in goatskins; being destitute, afflicted, ill-treated | ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι- |
|
38
|
38
|
| (of whom the world was not worthy), wandering in deserts and mountains and caves, and the holes of the earth. | ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος- ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. |
|
39
|
39
|
| And these all, having had witness borne to them through their faith, received not the promise, | Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, |
|
40
|
40
|
| God having provided some better thing concerning us, that apart from us they should not be made perfect. | τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. |
|
Chapter 12
|
Κεφάλαιο 12
|
|
1
|
1
|
| Therefore let us also, seeing we are compassed about with so great a cloud of witnesses, lay aside every weight, and the sin which doth so easily beset us, and let us run with patience the race that is set before us, | Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, |
|
2
|
2
|
| looking unto Jesus the author and perfecter of our faith, who for the joy that was set before him endured the cross, despising shame, and hath sat down at the right hand of the throne of God. | ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὅς, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινεν σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. |
|
3
|
3
|
| For consider him that hath endured such gainsaying of sinners against himself, that ye wax not weary, fainting in your souls. | Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. |
|
4
|
4
|
| Ye have not yet resisted unto blood, striving against sin: | Οὔπω μέχρι αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· |
|
5
|
5
|
| and ye have forgotten the exhortation which reasoneth with you as with sons, My son, regard not lightly the chastening of the Lord, Nor faint when thou art reproved of him; | καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· |
|
6
|
6
|
| For whom the Lord loveth he chasteneth, And scourgeth every son whom he receiveth. | ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. |
|
7
|
7
|
| If ye endure chastening, God dealeth with you as with sons; for what son is there whom his father chasteneth not? | Εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; |
|
8
|
8
|
| But if ye are without chastening, whereof all have been made partakers, then are ye bastards, and not sons. | Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασιν πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. |
|
9
|
9
|
| Furthermore, we had the fathers of our flesh to chasten us, and we gave them reverence: shall we not much rather be in subjection unto the Father of spirits, and live? | Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτάς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; |
|
10
|
10
|
| For they indeed for a few days chastened us as seemed good to them; but he for our profit, that we may be partakers of his holiness. | Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. |
|
11
|
11
|
| Now all chastening seemeth for the present to be not joyous but grievous; yet afterward it yieldeth peaceable fruit unto them that have been exercised thereby, even the fruit of righteousness. | Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. |
|
12
|
12
|
| Wherefore lift up the hands that hang down, and the palsied knees; | Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· |
|
13
|
13
|
| and make straight paths for your feet, that that which is lame be not turned out of the way, but rather be healed. | καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. |
|
14
|
14
|
| Follow after peace with all men, and the sanctification without which no man shall see the Lord: | Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον· |
|
15
|
15
|
| looking carefully lest there be any man that falleth short of the grace of God; lest any root of bitterness springing up trouble you, and thereby many be defiled; | ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσιν πολλοί· |
|
16
|
16
|
| lest there be any fornicator, or profane person, as Esau, who for one mess of meat sold his birthright. | μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. |
|
17
|
17
|
| For ye know that even when he afterward desired to inherit the blessing, he was rejected; for he found no place for a change of mind in his father, though he sought it diligently with tears. | Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. |
|
18
|
18
|
| For ye are not come unto a mount that might be touched, and that burned with fire, and unto blackness, and darkness, and tempest, | Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρί, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, |
|
19
|
19
|
| and the sound of a trumpet, and the voice of words; which voice they that heard entreated that no word more should be spoken unto them; | καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· |
|
20
|
20
|
| for they could not endure that which was enjoined, If even a beast touch the mountain, it shall be stoned; | οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· |
|
21
|
21
|
| and so fearful was the appearance, that Moses said, I exceedingly fear and quake: | καί, οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. |
|
22
|
22
|
| but ye are come unto mount Zion, and unto the city of the living God, the heavenly Jerusalem, and to innumerable hosts of angels, | Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, |
|
23
|
23
|
| to the general assembly and church of the firstborn who are enrolled in heaven, and to God the Judge of all, and to the spirits of just men made perfect, | πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασιν δικαίων τετελειωμένων, |
|
24
|
24
|
| and to Jesus the mediator of a new covenant, and to the blood of sprinkling that speaketh better than that of Abel. | καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. |
|
25
|
25
|
| See that ye refuse not him that speaketh. For if they escaped not when they refused him that warned them on earth, much more shall not we escape who turn away from him that warneth from heaven: | Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι· |
|
26
|
26
|
| whose voice then shook the earth: but now he hath promised, saying, Yet once more I make to tremble not the earth only, but also the heaven. | οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται, λέγων, Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. |
|
27
|
27
|
| And this word, Yet once more, signifieth the removing of those things that are shaken, as of things that have been made, that those things which are not shaken may remain. | Τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. |
|
28
|
28
|
| Wherefore, receiving a kingdom that cannot be shaken, let us have grace, whereby we offer service well-pleasing to God with reverence and godly fear: | Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας· |
|
29
|
29
|
| for our God is also a consuming fire. | καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. |
|
Chapter 13
|
Κεφάλαιο 13
|
|
1
|
1
|
| Let love of the brethren continue. | Ἡ φιλαδελφία μενέτω. |
|
2
|
2
|
| Forget not to show love unto strangers: for thereby some have entertained angels unawares. | Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. |
|
3
|
3
|
| Remember them that are in bonds, as bound with them; them that are ill-treated, as being yourselves also in the body. | Μιμνῄσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. |
|
4
|
4
|
| Let marriage be had in honor among all, and let the bed be undefiled: but fornicators and adulterers God will judge. | Τίμιος ὁ γάμος ἐν πᾶσιν, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. |
|
5
|
5
|
| Be ye free from the love of money; content with such things as ye have: for himself hath said, I will in no wise fail thee, neither will I in any wise forsake thee. | Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλείπω. |
|
6
|
6
|
| So that with good courage we say, The Lord is my helper, And I will not fear what man shall do unto me. | Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. |
|
7
|
7
|
| Remember them that had the rule over you, men that spake unto you the word of God; and considering the issue of their life, imitate their faith. | Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. |
|
8
|
8
|
| Jesus Christ is the same yesterday and today, yea and forever. | Ἰησοῦς χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. |
|
9
|
9
|
| Be not carried away by diverse and strange teachings: for it is good that the heart be established by grace; not by meats, wherein they that occupied themselves were not profited. | Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. |
|
10
|
10
|
| We have an altar, whereof they have no right to eat that serve the tabernacle. | Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. |
|
11
|
11
|
| For the bodies of those beasts whose blood is brought into the holy place by the high priest as an offering for sin, are burned without the camp. | Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. |
|
12
|
12
|
| Wherefore Jesus also, that he might sanctify the people through his own blood, suffered without the gate. | Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. |
|
13
|
13
|
| Let us therefore go forth unto him without the camp, bearing his reproach. | Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. |
|
14
|
14
|
| For we have not here an abiding city, but we seek after the city which is to come. | Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. |
|
15
|
15
|
| Through him then let us offer up a sacrifice of praise to God continually, that is, the fruit of lips which make confession to his name. | Δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. |
|
16
|
16
|
| But to do good and to communicate forget not: for with such sacrifices God is well pleased. | Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός. |
|
17
|
17
|
| Obey them that have the rule over you, and submit to them: for they watch in behalf of your souls, as they that shall give account; that they may do this with joy, and not with grief: for this were unprofitable for you. | Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. |
|
18
|
18
|
| Pray for us: for we are persuaded that we have a good conscience, desiring to live honorably in all things. | Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. |
|
19
|
19
|
| And I exhort you the more exceedingly to do this, that I may be restored to you the sooner. | Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. |
|
20
|
20
|
| Now the God of peace, who brought again from the dead the great shepherd of the sheep with the blood of an eternal covenant, even our Lord Jesus, | Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, |
|
21
|
21
|
| make you perfect in every good work to do his will, working in us that which is well-pleasing in his sight, through Jesus Christ; to whom be the glory forever and ever. Amen. | καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
|
22
|
22
|
| But I exhort you, brethren, bear with the word of exhortation: for I have written unto you in few words. | Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. |
|
23
|
23
|
| Know ye that our brother Timothy hath been set at liberty; with whom, if he come shortly, I will see you. | Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. |
|
24
|
24
|
| Salute all them that have the rule over you, and all the saints. They of Italy salute you. | Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. |
|
25
|
25
|
| Grace be with you all. Amen. | Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.