|
Philemon
|
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
|
Paul, a prisoner of Christ Jesus, and Timothy our brother, to Philemon our beloved and fellow worker,
|
Παῦλος δέσμιος χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,
|
|
2
|
2
|
|
and to Apphia the beloved, and to Archippus our fellow soldier, and to the church in thy house:
|
καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
|
|
3
|
3
|
|
Grace to you and peace from God our Father and the Lord Jesus Christ.
|
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
|
|
4
|
4
|
|
I thank my God always, making mention of thee in my prayers,
|
Εὐχαριστῶ τῷ θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
|
|
5
|
5
|
|
hearing of thy love, and of the faith which thou hast toward the Lord Jesus, and toward all the saints;
|
ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
|
|
6
|
6
|
|
that the fellowship of thy faith may become effectual, in the knowledge of every good thing which is in us, unto Christ Jesus.
|
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς χριστὸν Ἰησοῦν.
|
|
7
|
7
|
|
For we have much thankfulness and comfort in thy love, because the hearts of the saints have been refreshed through thee, brother.
|
Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
|
|
8
|
8
|
|
Wherefore, though I have all boldness in Christ to enjoin thee that which is befitting,
|
Διὸ πολλὴν ἐν χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
|
|
9
|
9
|
|
yet for love’s sake I rather beseech, being such a one as Paul the aged, and now a prisoner also of Jesus Christ:
|
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ χριστοῦ.
|
|
10
|
10
|
|
I beseech thee for my child, whom I have begotten in my bonds, Onesimus,
|
Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον,
|
|
11
|
11
|
|
who once was unprofitable to thee, but now is profitable to thee and to me: whom I have sent again:
|
τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα·
|
|
12
|
12
|
|
and do thou receive him, that is, my very heart:
|
σὺ δὲ αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ·
|
|
13
|
13
|
|
whom I would fain have kept with me, that in thy behalf he might minister unto me in the bonds of the gospel:
|
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·
|
|
14
|
14
|
|
but without thy mind I would do nothing; that thy goodness should not be as of necessity, but of free will.
|
χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
|
|
15
|
15
|
|
For perhaps he was therefore parted from thee for a season, that thou shouldest have him forever;
|
Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς·
|
|
16
|
16
|
|
no longer as a servant, but more than a servant, a brother beloved, especially to me, but how much rather to thee, both in the flesh and in the Lord.
|
οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
|
|
17
|
17
|
|
If then thou countest me a partner, receive him as myself.
|
Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
|
|
18
|
18
|
|
But if he hath wronged thee at all, or oweth thee aught, put that to mine account;
|
Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει·
|
|
19
|
19
|
|
I Paul write it with mine own hand, I will repay it: that I say not unto thee that thou owest to me even thine own self besides.
|
ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
|
|
20
|
20
|
|
Yea, brother, let me have joy of thee in the Lord: refresh my heart in the Lord.
|
Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ.
|
|
21
|
21
|
|
Having confidence in thine obedience I write unto thee, knowing that thou wilt do even beyond what I say.
|
Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.
|
|
22
|
22
|
|
But withal prepare me also a lodging: for I hope that through your prayers I shall be granted unto you.
|
Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
|
|
23
|
23
|
|
There salute thee Epaphras, my fellow prisoner in Christ Jesus;
|
Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῷ Ἰησοῦ,
|
|
24
|
24
|
|
Mark, Aristarchus, Demas, Luke, my fellow workers.
|
Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
|
|
25
|
25
|
|
The grace of our Lord Jesus Christ be with your spirit. Amen.
|
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.
|
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.