Завантаження...
Old Testament

• Gen. • Exod. • Lev. • Num. • Deut.

• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.

• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.

• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.

• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.

New Testament

• Matt. • Mark • Luke • John

• Acts

• Jas. • 1 Pet. • 2 Pet. • 1 John • 2 John • 3 John • Jude

• Rom. • 1 Cor. • 2 Cor. • Gal. • Eph. • Phil. • Col. • 1 Thess. • 2 Thess. • 1 Tim. • 2 Tim. • Titus • Philem. • Heb.

• Rev.

Порівняти:

Jeremiah
ΙΕΡΕΜΙΑΣ
Chapter 1
Κεφάλαιο 1
1
1
The word of God which came to Jeremias the son of Chelcias, of the priests, who dwelt in Anathoth in the land of Benjamin: ΤΟ ρῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ ῾Ιερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν ᾿Αναθὼθ ἐν γῇ Βενιαμείν·
2
2
accordingly as the word of God came to him in the days of Josias son of Amos king of Juda, in the thirteenth year of his reign. ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις ᾿Ιωσία υἱοῦ ᾿Αμὼς βασιλέως ᾿Ιούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ·
3
3
And it was in the days of Joakim son of Josias king of Juda, until the eleventh year of Sedekias king of Juda, even until the captivity of Jerusalem in the fifth month. καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα, ἕως τῆς αἰχμαλωσίας ῾Ιερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.
4
4
And the word of the Lord came to him, saying, Καὶ ἐγένετο λόγος Κυρίου πρός με·
5
5
Before I formed thee in the belly, I knew thee; and before thou camest forth from the womb, I sanctified thee; I appointed thee a prophet to the nations. πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.
6
6
And I said, O Lord, thou that art supreme Lord, behold, I know not how to speak, for I am a child. καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι.
7
7
And the Lord said to me, Say not, I am a child: for thou shalt go to all to whomsoever I shall send thee, and according to all the words that I shall command thee, thou shalt speak. καὶ εἶπε Κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις·
8
8
Be not afraid before them: for I am with thee to deliver thee, saith the Lord. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
9
9
And the Lord stretched forth his hand to me, and touched my mouth: and the Lord said to me, Behold, I have put my words into thy mouth. καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·
10
10
Behold, I have appointed thee this day over nations and over kingdoms, to root out, and to pull down, and to destroy, and to rebuild, and to plant. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. —
11
11
And the word of the Lord came to me, saying, What seest thou? And I said, A rod of an almond tree. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· τί σὺ ὁρᾷς ῾Ιερεμία; καὶ εἶπε· βακτηρίαν καρυΐνην.
12
12
And the Lord said to me, Thou hast well seen: for I have watched over my words to perform them. καὶ εἶπε Κύριος πρός με· καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.
13
13
And the word of the Lord came to me a second time, saying, What seest thou? And I said, A caldron on the fire; and the face of it is toward the north. καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρός με λέγων· τί σὺ ὁρᾷς; καὶ εἶπα· λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
14
14
And the Lord said to me, From the north shall flame forth evils upon all the inhabitants of the land. καὶ εἶπε Κύριος πρός με· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
15
15
For, behold, I call together all the kingdoms of the earth from the north, saith the Lord; and they shall come, and shall set each one his throne at the entrance of the gates of Jerusalem, and against all the walls round about her, and against all the cities of Juda. διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ βορρᾶ, λέγει Κύριος, καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα.
16
16
And I will speak to them in judgment, concerning all their iniquity, forasmuch as they have forsaken me, and sacrificed to strange gods, and worshipped the works of their own hands. καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
17
17
And do thou gird up thy loins, and stand up, and speak all the words that I shall command thee: be not afraid of their face, neither be thou alarmed before them; for I am with thee to deliver thee, saith the Lord. καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
18
18
Behold, I have made thee this day as a strong city, and as a brazen wall, strong against all the kings of Juda, and the princes thereof, and the people of the land. ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν ᾿Ιούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς,
19
19
And they shall fight against thee; but they shall by no means prevail against thee; because I am with thee, to deliver thee, saith the Lord. καὶ πολεμήσουσί σε καὶ οὐ μὴ δύνωνται πρός σε, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.
Chapter 2
Κεφάλαιο 2
2
2
And he said, Thus saith the Lord, I remember the kindness of thy youth, and the love of thine espousals, in following the Holy One of Israel, saith the Lord. ΚΑΙ εἶπε· τάδε λέγει Κύριος· ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ ᾿Ισραήλ, λέγει Κύριος
3
3
Israel was the holy people to the Lord, and the first-fruits of his increase: all that devoured him shall offend; evils shall come upon them, saith the Lord. ἅγιος ᾿Ισραήλ· τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ’ αὐτούς, φησὶ Κύριος.
4
4
Hear the word of the Lord, O house of Jacob, and every family of the house of Israel. ἀκούσατε λόγον Κυρίου, οἶκος ᾿Ιακώβ, καὶ πᾶσα πατριὰ οἴκου ᾿Ισραήλ.
5
5
Thus saith the Lord, What trespass have your fathers found in me, that they have revolted far from me, and gone after vanities, and become vain? τάδε λέγει Κύριος· τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν;
6
6
And they said not, Where is the Lord, who brought us up out of the land of Egypt, who guided us in the wilderness, in an untried and trackless land, in a land which no man at all went through, and no man dwelt there? καὶ οὐκ εἶπαν· ποῦ ἐστι Κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνὴρ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου;
7
7
And I brought you to Carmel, that ye should eat the fruits thereof, and the good thereof; and ye went in, and defiled my land, and made mine heritage an abomination. καὶ ἤγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα.
8
8
The priests said not, Where is the Lord? and they that held by the law knew me not: the shepherds also sinned against me, and the prophets prophesied by Baal, and went after that which profited not. οἱ ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.
9
9
Therefore I will yet plead with you, and will plead with your children's children. διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.
10
10
For go to the isles of the Chettians, and see; and send to Kedar, and observe accurately, and see if such things have been done; διότι διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα.
11
11
if the nations will change their gods, though they are not gods: but my people have changed their glory, for that from which they shall not be profited. εἰ ἀλλάξωνται ἔθνη θεοὺς αὐτῶν· καὶ οὗτοι οὐκ εἰσὶ θεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται.
12
12
The heaven is amazed at this, and is very exceedingly horror-struck, saith the Lord. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
13
13
For my people has committed two faults, and evil ones: they have forsaken me, the fountain of water of life, and hewn out for themselves broken cisterns, which will not be able to hold water. ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
14
14
Is Israel a servant, or a home-born slave? why has he become a spoil? Μὴ δοῦλός ἐστιν ᾿Ισραὴλ ἢ οἰκογενής ἐστι; διατί εἰς προνομὴν ἐγένετο;
15
15
The lions roared upon him, and uttered their voice, which have made his land a wilderness: and his cities are broken down, that they should not be inhabited. ἐπ’ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι.
16
16
Also the children of Memphis and Taphnas have known thee, and mocked thee. καὶ υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου.
17
17
Has not thy forsaking me brought these things upon thee? saith the Lord thy God. οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου.
18
18
And now what hast thou to do with the way of Egypt, to drink the water of Geon? and what hast thou to do with the way of the Assyrians, to drink the water of rivers? καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ ᾿Ασσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;
19
19
Thine apostasy shall correct thee, and thy wickedness shall reprove thee: know then, and see, that thy forsaking me has been bitter to thee, saith the Lord thy God; and I have taken no pleasure in thee, saith the Lord thy God. παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἰδέ, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ Θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει Κύριος ὁ Θεός σου.
20
20
For of old thou hast broken thy yoke, and plucked asunder thy bands; and thou hast said, I will not serve thee, but will go upon every high hill, and under every shady tree, there will I indulge in my fornication. ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας· οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.
21
21
Yet I planted thee a fruitful vine, entirely of the right sort: how art thou a strange vine turned to bitterness! ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
22
22
Though thou shouldest wash thyself with nitre, and multiply to thyself soap, still thou art stained by thine iniquities before me, saith the Lord. ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει Κύριος.
23
23
How wilt thou say, I am not polluted, and have not gone after Baal? behold thy ways in the burial-ground, and know what thou hast done: her voice has howled in the evening: πῶς ἐρεῖς· οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξε,
24
24
she has extended her ways over the waters of the desert; she was hurried along by the lusts of her soul; she is given up to them, who will turn her back? none that seek her shall be weary; at the time of her humiliation they shall find her. τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ’ ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.
25
25
Withdraw thy foot from a rough way, and thy throat from thirst: but she said, I will strengthen myself: for she loved strangers, and went after them. ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν· ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.
26
26
As is the shame of a thief when he is caught, so shall the children of Israel be ashamed; they, and their kings, and their princes, and their priests, and their prophets. ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν.
27
27
They said to a stock, Thou art my father; and to a stone, Thou hast begotten me: and they have turned their backs to me, and not their faces: yet in the time of their afflictions they will say, Arise, and save us. τῷ ξύλῳ εἶπαν, ὅτι πατήρ μου εἶ σύ, καὶ τῷ λίθῳ· σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· ἀνάστα καὶ σῶσον ἡμᾶς.
28
28
And where are thy gods, which thou madest for thyself? will they arise and save in the time of thine affliction? for according to the number of thy cities were thy gods, O Juda; and according to the number of the streets of Jerusalem they sacrificed to Baal. καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, ᾿Ιούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ῾Ιερουσαλὴμ ἔθυον τῇ Βάαλ.
29
29
Wherefore do ye speak unto me? ye all have been ungodly, and ye all have transgressed against me, saith the Lord. ἱνατί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει Κύριος.
30
30
In vain have I smitten your children; ye have not received correction: a sword has devoured your prophets as a destroying lion; yet ye feared not. μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε.
31
31
Hear ye the word of the Lord: thus saith the Lord, Have I been a wilderness or a dry land to Israel? wherefore has my people said, We will not be ruled over, and will not come to thee any more? ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· μὴ ἔρημος ἐγενόμην τῷ ᾿Ισραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου· οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρός σε ἔτι;
32
32
Will a bride forget her ornaments, or a virgin her girdle? but my people has forgotten me days without number. μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριθμός.
33
33
What fair device wilt thou yet employ in thy ways, so as to seek love? it shall not be so; moreover thou hast done wickedly in corrupting thy ways; τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου.
34
34
and in thine hands has been found the blood of innocent souls; I have not found them in holes, but on every oak. καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ’ ἐπὶ πάσῃ δρυΐ.
35
35
Yet thou saidst, I am innocent: only let his wrath be turned away from me. Behold, I will plead with thee, whereas thou sayest, I have not sinned. καὶ εἶπας· ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ’ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· οὐχ ἥμαρτον.
36
36
For thou hast been so exceedingly contemptuous as to repeat thy ways; but thou shalt be ashamed of Egypt, as thou wast ashamed of Assur. τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ ᾿Ασσούρ.
37
37
For thou shalt go forth thence also with thine hands upon thine head; for the Lord has rejected thine hope, and thou shalt not prosper in it. ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.
Chapter 3
Κεφάλαιο 3
1
1
If a man put away his wife, and she depart from him, and become another man's, shall she return to him any more at all? shall not that woman be utterly defiled? yet thou hast gone a-whoring with many shepherds, and hast returned to me, saith the Lord. ΕΑΝ ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ καὶ γένηται ἀνδρί ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος.
2
2
Lift up thine eyes to look straight forward, and see where thou hast not been utterly defiled. Thou hast sat for them by the wayside as a deserted crow, and hast defiled the land with thy fornications and thy wickedness. ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν καὶ ἰδέ· πῶς οὐχὶ ἐξεφύρθης; ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου.
3
3
And thou didst retain many shepherds for a stumbling-block to thyself: thou hadst a whore's face, thou didst become shameless toward all. καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
4
4
Hast thou not called me as it were a home, and the father and guide of thy virgin-time? οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;
5
5
Will God's anger continue for ever, or be preserved to the end? Behold, thou hast spoken and done these bad things, and hadst power to do them. μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης.
6
6
And the Lord said to me in the days of Josias the king, Hast thou seen what things the house of Israel has done to me? they have gone on every high mountain, and under every shady tree, and have committed fornication there. Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις ᾿Ιωσίου τοῦ βασιλέως· εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ ᾿Ισραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.
7
7
And I said after she had committed all these acts of fornication, Turn again to me. Yet she returned not. And faithless Juda saw her faithlessness. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε· καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος ᾿Ιούδα.
8
8
And I saw that (for all the sins of which she was convicted, wherein the house of Israel committed adultery, and I put her away, and gave into her hands a bill of divorcement,) yet faithless Juda feared not, but went and herself also committed fornication. καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήφθη, ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία ᾿Ισραήλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος ᾿Ιούδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσε καὶ αὐτή.
9
9
And her fornication was nothing accounted of; and she committed adultery with wood and stone. καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον.
10
10
And for all these things faithless Juda turned not to me with all her heart, but falsely. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη πρός με ἡ ἀσύνθετος ᾿Ιούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ ἐπὶ ψεύδει.
11
11
And the Lord said to me, Israel has justified himself more than faithless Juda. καὶ εἶπε Κύριος πρός με· ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ ᾿Ισραὴλ ἀπὸ τῆς ἀσυνθέτου ᾿Ιούδα.
12
12
Go and read these words toward the north, and thou shalt say, Return to me, O house of Israel, saith the Lord; and I will not set my face against you: for I am merciful, saith the Lord, and I will not be angry with you for ever. πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς· ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ ᾿Ισραήλ, λέγει Κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.
13
13
Nevertheless, know thine iniquity, that thou hast sinned against the Lord thy God, and hast scattered thy ways to strangers under every shady tree, but thou didst not hearken to my voice, saith the Lord. πλήν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος.
14
14
Turn, ye children that have revolted, saith the Lord; for I will rule over you: and I will take you one of a city, and two of a family, and I will bring you in to Sion: ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν
15
15
and I will give you shepherds after my heart, and they shall certainly tend you with knowledge. καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ’ ἐπιστήμης.
16
16
And it shall come to pass that when ye are multiplied and increased upon the land, saith the Lord, in those days they shall say no more, The ark of the covenant of the Holy One of Israel: it shall not come to mind; it shall not be named; neither shall it be visited; nor shall this be done any more. καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι· κιβωτὸς διαθήκης ἁγίου ᾿Ισραήλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.
17
17
In those days and at that time they shall call Jerusalem the throne of the Lord; and all the nations shall be gathered to it: and they shall not walk any more after the imaginations of their evil heart. ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν ῾Ιερουσαλὴμ Θρόνον Κυρίου, καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
18
18
In those days the house of Juda shall come together to the house of Israel, and they shall come, together, from the land of the north, and from all the countries, to the land, which I caused their fathers to inherit. ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος ᾿Ιούδα ἐπὶ τὸν οἶκον τοῦ ᾿Ισραήλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν.
19
19
And I said, So be it, Lord, for thou saidst, I will set thee among children, and will give thee a choice land, the inheritance of the Almighty God of the Gentiles: and I said, Ye shall call me Father; and ye shall not turn away from me. καὶ ἐγὼ εἶπα· γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτήν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν. καὶ εἶπα· πατέρα καλέσετέ με καὶ ἀπ’ ἐμοῦ οὐκ ἀποστραφήσεσθε.
20
20
But as a wife acts treacherously against her husband, so has the house of Israel dealt treacherously against me, saith the Lord. πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος ᾿Ισραήλ, λέγει Κύριος.
21
21
A voice from the lips was heard, even of weeping and supplication of the children of Israel: for they have dealt unrighteously in their ways, they have forgotten God their Holy One. φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν ᾿Ισραήλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν.
22
22
Turn, ye children that are given to turning, and I will heal your bruises. Behold, we will be thy servants; for thou art the Lord our God. ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.
23
23
Truly the hills and the strength of the mountains were a lying refuge: but by the Lord our God is the salvation of Israel. ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ ᾿Ισραήλ.
24
24
But shame has consumed the labours of our fathers from our youth; their sheep and their calves, and their sons and their daughters. ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.
25
25
We have lain down in our shame, and our disgrace has covered us: because we and our fathers have sinned before our God, from our youth until this day; and we have not hearkened to the voice of the Lord our God. ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Chapter 4
Κεφάλαιο 4
1
1
If Israel will return to me, saith the Lord, he shall return: and if he will remove his abominations out of his mouth, and fear before me, and swear, ΕΑΝ ἐπιστραφῇ ᾿Ισραήλ, λέγει Κύριος, πρός με ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ
2
2
The Lord lives, with truth, in judgment and righteousness, then shall nations bless by him, and by him they shall praise God in Jerusalem. καὶ ὀμόσῃ· ζῇ Κύριος μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν ῾Ιερουσαλήμ.
3
3
For thus saith the Lord to the men of Juda, and to the inhabitants of Jerusalem, Break up fresh ground for yourselves, and sow not among thorns. ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν ᾿Ιούδα καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ’ ἀκάνθαις.
4
4
Circumcise yourselves to your God, and circumcise your hardness of heart, ye men of Juda, and inhabitants of Jerusalem: lest my wrath go forth as fire, and burn, and there be none to quench it, because of the evil of your devices. περιτμήθητε τῷ Θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλήμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. —
5
5
Declare ye in Juda, and let it be heard in Jerusalem: say ye, Sound the trumpet in the land; cry ye aloud: say ye, Gather yourselves together, and let us enter into the fortified cities. ᾿Αναγγείλατε ἐν τῷ ᾿Ιούδᾳ, καὶ ἀκουσθήτω ἐν ῾Ιερουσαλήμ· εἴπατε· σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.
6
6
Gather up your wares and flee to Sion: hasten, stay not: for I will bring evils from the north, and great destruction. ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην.
7
7
The lion is gone up from his lair, he has roused himself to the destruction of the nations, and has gone forth out of his place, to make the land desolate; and the cities shall be destroyed, so as to be without inhabitant. ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ αἱ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.
8
8
For these things gird yourselves with sackclothes, and lament, and howl: for the anger of the Lord is not turned away from you. ἐπὶ τούτοις περιζώσασθε σάκκους καὶ κόπτεσθε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφ’ ὑμῶν.
9
9
And it shall come to pass in that day, saith the Lord, that the heart of the king shall perish, and the heart of the princes; and the priests shall be amazed, and the prophets shall wonder. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.
10
10
And I said, O sovereign Lord, verily thou hast greatly deceived this people and Jerusalem, saying, There shall be peace; whereas behold, the sword has reached even to their soul. καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν ῾Ιερουσαλὴμ λέγων· εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν.
11
11
At that time they shall say to this people and to Jerusalem, There is a spirit of error in the wilderness: the way of the daughter of my people is not to purity, nor to holiness. ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ ῾Ιερουσαλήμ· πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ’ εἰς ἅγιον.
12
12
But a spirit of full vengeance shall come upon me; and now I declare my judgments against them. πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς.
13
13
Behold, he shall come up as a cloud, and his chariots as a tempest: his horses are swifter than eagles. Woe unto us! for we are in misery. ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.
14
14
Cleanse thine heart from wickedness, O Jerusalem, that thou mayest be saved: how long will thy grievous thoughts be within thee? ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, ῾Ιερουσαλήμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;
15
15
For a voice of one publishing from Dan shall come, and trouble out of mount Ephraim shall be heard of. διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους ᾿Εφραίμ.
16
16
Remind ye the nations; behold, they are come: proclaim it in Jerusalem, that bands are approaching from a land afar off, and have uttered their voice against the cities of Juda. ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν ῾Ιερουσαλήμ, συντροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις ᾿Ιούδα φωνὴν αὐτῶν.
17
17
As keepers of a field, they have surrounded her; because thou, saith the Lord, hast neglected me. ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ’ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος.
18
18
Thy ways and thy devices have brought these things upon thee; this is thy wickedness, for it is bitter, for it has reached to thy heart. αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.
19
19
I am pained in my bowels, my bowels, and the sensitive powers of my heart; my soul is in great commotion, my heart is torn: I will not be silent, for my soul has heard the sound of a trumpet, the cry of war, and of distress: it calls on destruction; τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου.
20
20
for all the land is distressed: suddenly my tabernacle is distressed, my curtains have been rent asunder. καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ· ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσθησαν αἱ δέρρεις μου.
21
21
How long shall I see fugitives, and hear the sound of the trumpet? ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων;
22
22
For the princes of my people have not known me, they are foolish and unwise children: they are wise to do evil, but how to do good they have not known. διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί· σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
23
23
I looked upon the earth, and, behold, it was not; and to the sky, and there was no light in it. ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ·
24
24
I beheld the mountains, and they trembled, and I saw all the hills in commotion. εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους·
25
25
I looked, and, behold, there was no man, and all the birds of the sky were scared. ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο·
26
26
I saw, and, behold, Carmel was desert, and all the cities were burnt with fire at the presence of the Lord, and at the presence of his fierce anger they were utterly destroyed. εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.
27
27
Thus saith the Lord, The whole land shall be desolate; but I will not make a full end. τάδε λέγει Κύριος· ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω.
28
28
For these things let the earth mourn, and let the sky be dark above: for I have spoken, and I will not repent; I have purposed, and I will not turn back from it. ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ’ αὐτῆς.
29
29
The whole land has recoiled from the noise of the horseman and the bent bow; they have gone into the caves, and have hidden themselves in the groves, and have gone up upon the rocks: every city was abandoned, no man dwelt in them. ἀπὸ φωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνθρωπος.
30
30
And what wilt thou do? Though thou clothe thyself with scarlet, and adorn thyself with golden ornaments; though thou adorn thine eyes with stibium, thy beauty will be in vain: thy lovers have rejected thee, they seek thy life. καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου; εἰ μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν.
31
31
For I have heard thy groaning as the voice of a woman in travail, as of her that brings forth her first child; the voice of the daughter of Zion shall fail through weakness, and she shall lose the strength of her hands, saying, Woe is me! for my soul faints because of the slain. ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, φωνὴ θυγατρὸς Σιών· ἐκλυθήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.
Chapter 5
Κεφάλαιο 5
1
1
Run ye about in the streets of Jerusalem, and see, and know, and seek in her broad places, if ye can find one, if there is any one that does judgment, and seeks faithfulness; and I will pardon them, saith the Lord. ΠΕΡΙΔΡΑΜΕΤΕ ἐν ταῖς ὁδοῖς ῾Ιερουσαλὴμ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.
2
2
The Lord lives, they say; do they not therefore swear falsely? ζῇ Κύριος, λέγουσι· διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι;
3
3
O Lord, thine eyes are upon faithfulness: thou hast scourged them, but they have not grieved; thou hast consumed them; but they would not receive correction: they have made their faces harder than a rock; and they would not return. Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.
4
4
Then I said, It may be they are poor; for they are weak, for they know not the way of the Lord, or the judgment of God. καὶ ἐγὼ εἶπα· ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ·
5
5
I will go to the rich men, and will speak to them; for they have known the way of the Lord, and the judgment of God: but, behold, with one consent they have broken the yoke, they have burst the bonds. πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς.
6
6
Therefore has a lion out of the forest smitten them, and a wolf has destroyed them even to their houses, and a leopard has watched against their cities: all that go forth from them shall be hunted: for they have multiplied their ungodliness, they have strengthened themselves in their revoltings. διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ’ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.
7
7
In what way shall I forgive thee for these things? Thy sons have forsaken me, and sworn by them that are no gods: and I fed them to the full, and they committed adultery, and lodged in harlots' houses. ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον.
8
8
They became as wanton horses: they neighed each one after his neighbour's wife. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον.
9
9
Shall I not visit for these things? saith the Lord: and shall not my soul be avenged on such a nation as this. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος. ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
10
10
Go up upon her battlements, and break them down; but make not a full end: leave her buttresses; for they are the Lord's. ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν.
11
11
For the house of Israel have indeed dealt treacherously against me, saith the Lord: the house of Juda also ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ, λέγει Κύριος, οἶκος ᾿Ισραὴλ καὶ οἶκος ᾿Ιούδα.
12
12
have lied to their Lord, and they have said, These things are not so; no evils shall come upon us; and we shall not see sword or famine. ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν καὶ εἶπαν· οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφ’ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα·
13
13
Our prophets became wind, and the word of the Lord was not in them. οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς.
14
14
Therefore thus saith the Lord Almighty, Because ye have spoken this word, behold, I have made my words in thy mouth fire, and this people wood, and it shall devour them. διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ’ ὧν ἐλαλήσατε τὸ ρῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς.
15
15
Behold, I will bring upon you a nation from far, O house of Israel, saith the Lord; a nation the sound of whose language one shall not understand. ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ἔθνος πόρρωθεν, οἶκος ᾿Ισραήλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ·
16
16
They are all mighty men: πάντες ἰσχυροὶ καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν
17
17
and they shall devour your harvest, and your bread; and shall devour your sons, and your daughters; and they shall devour your sheep, and your calves, and devour your vineyards, and your fig-plantations, and your olive yards: and they shall utterly destroy your strong cities, wherein ye trusted, with the sword. καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφ’ αἷς ὑμεῖς πεποίθατε ἐπ’ αὐταῖς, ἐν ρομφαίᾳ.
18
18
And it shall come to pass in those days, saith the Lord thy God, that I will not utterly destroy you. καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν.
19
19
And it shall come to pass, when ye shall say, Wherefore has the Lord our God done all these things to us? that thou shalt say to them, Because ye served strange gods in your land, so shall ye serve strangers in a land that is not yours. καὶ ἔσται ὅταν εἴπητε· τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ’ ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν.
20
20
Proclaim these things to the house of Jacob, and let them be heard in the house of Juda. ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον ᾿Ιακώβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ ᾿Ιούδα.
21
21
Hear ye now these things, O foolish and senseless people; who have eyes, and see not; and have ears, and hear not: ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι.
22
22
will ye not be afraid of me? saith the Lord; and will ye not fear before me, who have set the sand for a bound to the sea, as a perpetual ordinance, and it shall not pass it: yea, it shall rage, but not prevail; and its waves shall roar, but not pass over it. μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό.
23
23
But this people has a disobedient and rebellious heart; and they have turned aside and gone back: τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν·
24
24
and they have not said in their heart, Let us fear now the Lord our God, who gives us the early and latter rain, according to the season of the fulfilment of the ordinance of harvest, and has preserved it for us. καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν· φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν.
25
25
Your transgressions have turned away these things, and your sins have removed good things from you. αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ’ ὑμῶν·
26
26
For among my people were found ungodly men; and they have set snares to destroy men, and have caught them. ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν.
27
27
As a snare which has been set is full of birds, so are their houses full of deceit: therefore have they grown great, and become rich: ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν·
28
28
and they have transgressed the rule of judgment; they have not judged the cause of the orphan, nor have they judged the cause of the widow. καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν.
29
29
Shall I not visit for these things? saith the Lord: and shall not my soul be avenged on such a nation as this? μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
30
30
Shocking and horrible deeds have been done on the land; ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς.
31
31
the prophets utter unrighteous prophecies, and the priests have clapped their hands: and my people has loved to have it thus: and what will ye do for the future? οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Chapter 6
Κεφάλαιο 6
1
1
Strengthen yourselves, ye children of Benjamin, to flee out of the midst of Jerusalem, and sound an alarm with the trumpet in Thecue, and set up a signal over Bæthacharma: for evil threatens from the north, and a great destruction is coming. ΕΝΙΣΧΥΣΑΤΕ, υἱοὶ Βενιαμίν, ἐκ μέσου τῆς ῾Ιερουσαλὴμ καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,
2
2
And thy pride, O daughter of Sion, shall be taken away. καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θύγατερ Σιών.
3
3
The shepherds and their flocks shall come to her; and they shall pitch their tents against her round about, and shall feed their flocks each with his hand. εἰς αὐτὴν ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ’ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
4
4
Prepare yourselves for war against her; rise up, and let us go up against her at noon. Woe to us! for the day has gone down, for the shadows of the day fail. παρασκευάσασθε ἐπ’ αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας.
5
5
Rise, and let us go up against her by night, and destroy her foundations. ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτὴν νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.
6
6
For thus saith the Lord, Hew down her trees, array a numerous force against Jerusalem. O false city; there is all oppression in her. ὅτι τάδε λέγει Κύριος· ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ ῾Ιερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.
7
7
As a cistern cools water, so her wickedness cools her, ungodliness and misery shall be heard in her, as continually before her. ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. πόνῳ καὶ μάστιγι
8
8
Thou shalt be chastened, O Jerusalem, with pain and the scourge, lest my soul depart from thee; lest I make thee a desert land, which shall not be inhabited. παιδευθήσῃ ῾Ιερουσαλήμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθήσεται.
9
9
For thus saith the Lord, Glean, glean thoroughly as a vine the remnant of Israel: turn back your hands as a grape-gatherer to his basket. ὅτι τάδε λέγει Κύριος· καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ ᾿Ισραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
10
10
To whom shall I speak, and testify, that he may hearken? behold, thine ears are uncircumcised, and they shall not be able to hear: behold, the word of the Lord is become to them a reproach, they will not at all desire it. πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ρῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.
11
11
And I allowed my wrath to come to the full, yet I kept it in, and did not utterly destroy them: I will pour it out on the children without, and on the assembly of young men together: for man and woman shall be taken together, the old man with him that is full of days. καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς. ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν.
12
12
And their houses shall be turned to others, with their fields and their wives together: for I will stretch out my hand upon the inhabitants of this land, saith the Lord. καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.
13
13
For from the least of them even to the greatest they have all committed iniquity; from the priest even to the false prophet they have all wrought falsely. ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.
14
14
And they healed the breach of my people imperfectly, making light of it, and saying, Peace, peace: and where is peace? καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες· εἰρήνη — εἰρήνη. καὶ ποῦ ἐστιν εἰρήνη;
15
15
They were ashamed because they failed; yet they were not ashamed as those who are truly ashamed, and they knew not their own disgrace: therefore shall they utterly fall when they do fall, and in the time of visitation shall they perish, said the Lord. κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ’ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος.
16
16
Thus saith the Lord, Stand ye in the ways, and see, and ask for the old paths of the Lord; and see what is the good way, and walk in it, and ye shall find purification for your souls. But they said, We will not walk in them. τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ εἶπαν· οὐ πορευσόμεθα.
17
17
I have set watchmen over you, saying, Hear ye the sound of the trumpet. But they said, We will not hear it. καθέστακα ἐφ’ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· οὐκ ἀκουσόμεθα.
18
18
Therefore have the nations heard, and they that feed their flocks. διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.
19
19
Hear, O earth: behold, I will bring evils upon this people, even the fruit of their rebellions; for they have not heeded my words, and they have rejected my law. ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο.
20
20
Wherefore do ye bring me frankincense from Saba, and cinnamon from a land afar off? your whole-burnt-offerings are not acceptable, and your sacrifices have not been pleasant to me. ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.
21
21
Therefore thus saith the Lord, Behold, I will bring weakness upon this people, and the fathers and sons shall be weak together; the neighbour and his friend shall perish. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῷ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.
22
22
Thus saith the Lord, Behold, a people comes from the north, and nations shall be stirred up from the end of the earth. τάδε λέγει Κύριος· ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς·
23
23
They shall lay hold on bow and spear; the people is fierce, and will have no mercy; their voice is as the roaring sea; they shall array themselves for war against thee as fire on horses and chariots, O daughter of Sion. τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ’ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιών.
24
24
We have heard the report of them: our hands are weakened: anguish has seized us, the pangs as of a woman in travail. ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
25
25
Go not forth into the field, and walk not in the ways; for the sword of the enemy lingers round about. μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ρομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.
26
26
O daughter of my people, gird thyself with sackcloth: sprinkle thyself with ashes; make for thyself pitiable lamentation, as the mourning for a beloved son: for misery will come suddenly upon you. θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ’ ὑμᾶς.
27
27
I have caused thee to be tried among tried nations, and thou shalt know me when I have tried their way. δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·
28
28
They are all disobedient, walking perversely: they are brass and iron; they are all corrupted. πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.
29
29
The bellows have failed from the fire, the lead has failed: the silversmith works at his trade in vain; their wickedness is not consumed. ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπε μόλυβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
30
30
Call ye them reprobate silver, because the Lord has rejected them. ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.
Chapter 7
Κεφάλαιο 7
2
2
Hear ye the word of the Lord, all Judea. ΑΚΟΥΣΑΤΕ λόγον Κυρίου πᾶσα ᾿Ιουδαία.
3
3
Thus saith the Lord God of Israel, Correct your ways and your devices, and I will cause you to dwell in this place. τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· διορθώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ.
4
4
Trust not in yourselves with lying words, for they shall not profit you at all, saying, It is the temple of the Lord, the temple of the Lord. μὴ πεποίθατε ἐφ’ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες· ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν.
5
5
For if ye thoroughly correct your ways and your practices, and do indeed execute judgment between a man and his neighbour; ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ
6
6
and oppress not the stranger, and the orphan, and the widow, and shed not innocent blood in this place, and go not after strange gods to your hurt: καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν,
7
7
then will I cause you to dwell in this place, in the land which I gave to your fathers of old and for ever. καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ, ἐν γῇ, ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος.
8
8
But whereas ye have trusted in lying words, whereby ye shall not be profited; εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε,
9
9
and ye murder, and commit adultery, and steal, and swear falsely, and burn incense to Baal, and are gone after strange gods whom ye know not, καὶ φονεύετε καὶ μοιχᾶσθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ’ ἀδίκῳ καὶ θυμιᾶτε τῇ Βάαλ καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν
10
10
so that it is evil with you; yet have ye come, and stood before me in the house, whereon my name is called, and ye have said, We have refrained from doing all these abominations. καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, καὶ εἴπατε· ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα,
11
11
Is my house, whereon my name is called, a den of robbers in your eyes? And, behold, I have seen it, saith the Lord. μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἰδοὺ ἐγὼ ἑώρακα, λέγει Κύριος,
12
12
For go ye to my place which is in Selo, where I caused my name to dwell before, and see what I did to it because of the wickedness of my people Israel. ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλώ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου ᾿Ισραήλ.
13
13
And now, because ye have done all these deeds, and I spoke to you, but ye hearkened not to me; and I called you, but ye answered not; καὶ νῦν ἀνθ’ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,
14
14
therefore I also will do to the house whereon my name is called, wherein ye trust, and to the place which I gave to you and to your fathers, as I did to Selo. τοίνυν κἀγὼ ποιήσω τῷ οἴκῳ τούτῳ, ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐφ’ ᾧ ὑμεῖς πεποίθατε ἐπ’ αὐτῷ, καὶ τῷ τόπῳ, ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.
15
15
And I will cast you out of my sight, as I cast away your brethren, all the seed of Ephraim. καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα ᾿Εφραίμ.
16
16
Therefore pray not thou for this people, and intercede not for them to be pitied, yea, pray not, and approach me not for them: for I will not hearken unto thee. καὶ σύ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι.
17
17
Seest thou not what they do in the cities of Juda, and in the streets of Jerusalem? ἦ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν ταῖς ὁδοῖς ῾Ιερουσαλήμ;
18
18
Their children gather wood, and their fathers kindle a fire, and their women knead dough, to make cakes to the host of heaven; and they have poured out drink-offerings to strange gods, that they might provoke me to anger. οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.
19
19
Do they provoke me to anger? saith the Lord: do they not provoke themselves, that their faces may be ashamed? μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν;
20
20
Therefore thus saith the Lord; Behold, my anger and wrath shall be poured out upon this place, and upon the men, and upon the cattle, and upon every tree of their field, and upon the fruits of the land; and it shall burn, and not be quenched. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ τὰ γεννήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται.
21
21
Thus saith the Lord, Gather your whole-burnt-offerings with your meat-offerings, and eat flesh. τάδε λέγει Κύριος· τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα.
22
22
For I spoke not to your fathers, and commanded them not in the day wherein I brought them up out of the land of Egypt, concerning whole-burnt-offerings and sacrifice: ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας·
23
23
but I commanded them this thing, saying, Hear ye my voice, and I will be to you a God, and ye shall be to me a people: and walk ye in all my ways, which I shall command you, that it may be well with you. ἀλλ’ ἢ τὸ ρῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων· ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεόν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαόν· καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν.
24
24
But they hearkened not to me, and their ear gave no heed, but they walked in the imaginations of their evil heart, and went backward, and not forward; καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, ἀλλ’ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν.
25
25
from the day that their fathers went forth out of the land of Egypt, even until this day. And I sent to you all my servants, the prophets, by day and early in the morning: yea, I sent them, ἀφ’ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου, τοὺς προφήτας, ἡμέρας καὶ ὄρθρου, καὶ ἀπέστειλα,
26
26
but they hearkened not to me, and their ear gave no heed; and they made their neck harder than their fathers. καὶ οὐκ εἰσήκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν.
27
Therefore thou shalt speak this word to them;
28
28
This is the nation which has not hearkened to the voice of the Lord, nor received correction: truth has failed from their mouth. καὶ ἐρεῖς αὐτοῖς τοῦτον τὸν λόγον· τοῦτο τὸ ἔθνος, ὃ οὐκ ἤκουσε τῆς φωνῆς Κυρίου οὐδὲ ἐδέξατο παιδείαν, ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. —
29
29
Cut off thine hair, and cast it away, and take up a lamentation on thy lips; for the Lord has reprobated and rejected the generation that does these things. Κεῖραι τὴν κεφαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα.
30
30
For the children of Juda have wrought evil before me, saith the Lord; they have set their abominations in the house on which my name is called, to defile it. ὅτι ἐποίησαν οἱ υἱοὶ ᾿Ιούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτόν, τοῦ μιᾶναι αὐτόν·
31
31
And they have built the altar of Tapheth, which is in the valley of the son of Ennom, to burn their sons and their daughters with fire; which I did not command them to do, neither did I design it in my heart. καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ ᾿Εννόμ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου.
32
32
Therefore, behold, the days come, saith the Lord, when they shall no more say, The altar of Tapheth, and the valley of the son of Ennom, but, The valley of the slain; and they shall bury in Tapheth, for want of room. διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· Βωμὸς τοῦ Ταφὲθ καὶ φάραγξ υἱοῦ ᾿Εννόμ, ἀλλ’ ἢ Φάραγξ τῶν ἀνῃρημένων, καὶ θάψουσιν ἐν τῷ Ταφὲθ διὰ τὸ μὴ ὑπάρχειν τόπον.
33
33
And the dead bodies of this people shall be for food to the birds of the sky, and to the wild beasts of the earth; and there shall be none to drive them away. καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.
34
34
And I will destroy out of the cities of Juda, and the streets of Jerusalem, the voice of them that make merry, and the voice of them that rejoice, the voice of the bridegroom, and the voice of the bride; for the whole land shall become a desolation. καὶ καταλύσω ἐκ πόλεων ᾿Ιούδα καὶ ἐκ διόδων ῾Ιερουσαλὴμ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ.
Chapter 8
Κεφάλαιο 8
1
1
At that time, saith the Lord, they shall bring out the bones of the kings of Juda, and the bones of his princes, and the bones of the priests, and the bones of the prophets, and the bones of the inhabitants of Jerusalem, out of their graves; ΕΝ τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσι τὰ ὀστᾶ τῶν βασιλέων ᾿Ιούδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ προφητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν ῾Ιερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν
2
2
and they shall spread them out to the sun, and the moon, and to all the stars, and to all the host of heaven, which they have loved, and which they have served, and after which they have walked, and to which they have held, and which they have worshipped; they shall not be mourned for, neither shall they be buried; but they shall be for an example on the face of the earth, καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν, καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς,
3
3
because they chose death rather than life, even to all the remnant that are left of that family, in every place whither I shall drive them out. ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωήν, καὶ πᾶσι τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ. —
4
4
For thus saith the Lord, Shall not he that falls arise? or he that turns away, shall he not turn back again? ῞Οτι τάδε λέγει Κύριος· μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει;
5
5
Wherefore has this my people turned away with a shameless revolting, and strengthened themselves in their wilfulness, and refused to return? διατί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;
6
6
Hearken, I pray you, and hear: will they not speak thus, There is no man that repents of his wickedness, saying, What have I done? the runner has failed from his course, as a tired horse in his neighing. ἐνωτίσασθε δὴ καὶ ἀκούσατε· οὐχ οὕτω λαλήσουσιν· οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων· τί ἐποίησα; διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ.
7
7
Yea, the stork in the heaven knows her time, also the turtle-dove and wild swallow; the sparrows observe the times of their coming in; but this my people knows not the judgments of the Lord. καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων ἑαυτῶν, ὁ δὲ λαός μου οὗτος οὐκ ἔγνω τὰ κρίματα Κυρίου.
8
8
How will ye say, We are wise, and the law of the Lord is with us? In vain have the scribes used a false pen. πῶς ἐρεῖτε· ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν.
9
9
The wise men are ashamed, and alarmed, and taken; because they have rejected the word of the Lord; what wisdom is there in them? ᾐσχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς;
10
10
Therefore will I give their wives to others, and their fields to new inheritors; and they shall gather their fruits, saith the Lord. διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις·
13
13
There are no grapes on the vines, and there are no figs on the fig-trees, and the leaves have fallen off. καὶ συνάξουσι τὰ γεννήματα αὐτῶν, λέγει Κύριος, οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατερρύηκεν.
14
14
Why do we sit still? assemble yourselves, and let us enter into the strong cities, and let us be cast out there: for God has cast us out, and made us drink water of gall, because we have sinned before him. ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριφῶμεν, ὅτι Θεὸς ἀπέρριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ.
15
15
We assembled for peace, but there was no prosperity; for a time of healing, but behold anxiety. συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή.
16
16
We shall hear the neighing of his swift horses out of Dan: the whole land quaked at the sound of the neighing of his horses; and he shall come, and devour the land and the fulness of it; the city, and them that dwell in it. ἐκ Δὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ· καὶ ἥξει καὶ καταφάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.
17
17
For, behold, I send forth against you deadly serpents, which cannot be charmed, and they shall bite you διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς
18
18
mortally with the pain of your distressed heart. ἀνίατα μετ’ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης.
19
19
Behold, there is a sound of the cry of the daughter of my people from a land afar off: Is not the Lord in Sion? is there not a king there? because they have provoked me with their graven images, and with strange vanities. ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ ἔστιν ἐν Σιών; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διατί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις;
20
20
The summer is gone, the harvest is past, and we are not saved. διῆλθε θέρος, παρῆλθεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώθημεν.
21
21
For the breach of the daughter of my people I have been saddened: in my perplexity pangs have seized upon me as of a woman in travail. ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἐν ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης.
22
22
And is there no balm in Galaad, or is there no physician there? why has not the healing of the daughter of my people taken place? μὴ ρητίνη οὐκ ἔστιν ἐν Γαλαάδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;
23
Who will give water to my head, and a fountain of tears to my eyes? then would I weep for this my people day and night, even for the slain of the daughter of my people.
Chapter 9
Κεφάλαιο 9
1
1
Who would give me a most distant lodge in the wilderness, that I might leave my people, and depart from them? for they all commit adultery, an assembly of treacherous men. ΤΙΣ δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;
2
2
And they have bent their tongue like a bow: falsehood and not faithfulness has prevailed upon the earth; for they have gone on from evil to evil, and have not known me, saith the Lord. τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων.
3
3
Beware ye each of his neighbour, and trust ye not in your brethren: for every one will surely supplant, and every friend will walk craftily. καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος.
4
4
Every one will mock his friend; they will not speak truth: their tongue has learned to speak falsehoods; they have committed iniquity, they ceased not, so as to return. ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ’ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται.
5
5
There is usury upon usury, and deceit upon deceit: they would not know me, saith the Lord. ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.
6
6
Therefore thus saith the Lord, Behold, I will try them with fire, and prove them; for I will do thus because of the wickedness of the daughter of my people. τόκος ἐπὶ τόκῳ καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος.
7
7
Their tongue is a wounding arrow; the words of their mouth are deceitful: one speaks peaceably to his neighbour, but in himself retains enmity. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.
8
8
Shall I not visit for these things? saith the Lord: and shall not my soul be avenged on such a people as this? βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ρήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.
9
9
Take up a lamentation for the mountains, and a mournful dirge for the paths of the wilderness, for they are desolate for want of men; they heard not the sound of life from the birds of the sky, nor the cattle: they were amazed, they are gone. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου;
10
10
And I will remove the inhabitants of Jerusalem, and make it a dwelling-place of dragons; and I will utterly waste the cities of Juda, so that they shall not be inhabited. ᾿Επὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο.
11
11
Who is the wise man, that he may understand this? and he that has the word of the mouth of the Lord addressed to him, let him tell you wherefore the land has been destroyed, has been ravaged by fire like a desert, so that no one passes through it. καὶ δώσω τὴν ῾Ιερουσαλὴμ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις ᾿Ιούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι.
12
12
And the Lord said to me, Because they have forsaken my law, which I set before them, and have not hearkened to my voice; τίς ὁ ἄνθρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν;
13
13
but went after the lusts of their evil heart, and after the idols which their fathers taught them to worship: καὶ εἶπε Κύριος πρός με· διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,
14
14
therefore thus saith the Lord God of Israel, Behold, I will feed them with trouble and will cause them to drink water of gall: ἀλλ’ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν·
15
15
and I will scatter them among the nations, to them whom neither they nor their fathers knew; and I will send a sword upon them, until I have consumed them with it. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
16
16
Thus saith the Lord, Call ye the mourning women, and let them come; and send to the wise women, and let them utter their voice; καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ’ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ.
17
17
and let them take up a lamentation for you, and let your eyes pour down tears, and your eyelids drop water. τάδε λέγει Κύριος· καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
18
18
For a voice of lamentation has been heard in Sion, How are we become wretched! we are greatly ashamed, for we have forsaken the land, and have abandoned our tabernacles! καὶ λαβέτωσαν ἐφ’ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ρείτω ὕδωρ.
19
19
Hear now, ye women, the word of God, and let your ears receive the words of his mouth, and teach your daughters lamentation, and every woman her neighbour a dirge. ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν.
20
20
For death has come up through your windows, it has entered into our land, to destroy the infants without, and the young men from the streets. ἀκούσατε δή, γυναῖκες, λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὸν πλησίον αὐτῆς θρῆνον.
21
21
And the carcases of the men shall be for an example on the face of the field of your land, like grass after the mower, and there shall be none to gather them. ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν.
22
22
Thus saith the Lord, Let not the wise man boast in his wisdom, and let not the strong man boast in his strength, and let not the rich man boast in his wealth; καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. —
23
23
but let him that boasts boast in this, the understanding and knowing that I am the Lord that exercise mercy, and judgment, and righteousness, upon the earth; for in these things is my pleasure, saith the Lord. Τάδε λέγει Κύριος· μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,
24
24
Behold, the days come, saith the Lord, when I will visit upon all the circumcised their uncircumcision; ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκεν ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.
25
25
on Egypt, and on Idumea, and on Edom, and on the children of Ammon, and on the children of Moab, and on every one that shaves his face round about, even them that dwell in the wilderness; for all the Gentiles are uncircumcised in flesh, and all the house of Israel are uncircumcised in their hearts. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν,
Chapter 10
Κεφάλαιο 10
1
1
Hear ye the word of the Lord, which he has spoken to you, O house of Israel. ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐφ’ ὑμᾶς, οἶκος ᾿Ισραήλ·
2
2
Thus saith the Lord, Learn ye not the ways of the heathen, and be not alarmed at the signs of the sky; for they are alarmed at them, falling on their faces. τάδε λέγει Κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι φοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν.
3
3
For the customs of the nations are vain; it is a tree cut out of the forest, the work of the carpenter, or a molten image. ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα·
4
4
They are beautified with silver and gold, they fix them with hammers and nails; ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν· ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά,
5
5
they will set them up that they may not move; it is wrought silver, they will not walk, αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ φοβηθῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσι, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς.
9
it is forged silver brought from Tharsis, gold will come from Mophaz, and the work of goldsmiths: they are all the works of craftsmen, they will clothe themselves with blue and scarlet.
9a
They must certainly be borne, for they cannot ride of themselves. Fear them not; for they cannot do any evil, and there is no good in them.
11
11
Thus shall ye say to them, Let the gods which have not made heaven and earth perish from off the earth, and from under this sky. οὕτως ἐρεῖτε αὐτοῖς· θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου.
12
12
It is the Lord that made the earth by his strength, who set up the world by his wisdom, and by his understanding stretched out the sky, Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν,
13
13
and set abundance of waters in the sky, and brought up clouds from the ends of the earth; he made lightnings for the rain, and brought forth light out of his treasures. καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ.
14
14
Every man is deprived of knowledge, every goldsmith is confounded because of his graven images; for he has cast false gods, there is no breath in them. ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσεν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς·
15
15
They are vain works, wrought in mockery; in the time of their visitation they shall perish. μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.
16
16
Such is not the portion of Jacob; for he that formed all things, he is his inheritance; the Lord is his name. οὐκ ἔστι τοιαύτη μερὶς τῷ ᾿Ιακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.
17
17
He has gathered thy substance from without that lodged in choice vessels. Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς.
18
18
For thus saith the Lord, Behold, I will overthrow the inhabitants of this land with affliction, that thy plague may be discovered. ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν θλίψει, ὅπως εὑρεθῇ ἡ πληγή σου·
19
19
Alas for thy ruin! thy plague is grievous: and I said, Surely this is thy wound, and it has overtaken thee. οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου, κἀγὼ εἶπα· ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέ με·
20
20
Thy tabernacle is in a ruinous state, it has perished; and all thy curtains have been torn asunder: my children and my cattle are no more: there is no more any place for my tabernacle, nor place for my curtains. ἡ σκηνή μου ἐταλαιπώρησεν, ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσθησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὐκ εἰσίν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου.
21
21
For the shepherds have become foolish, and have not sought the Lord; therefore the whole pasture has failed, and the sheep have been scattered. ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκοσπίσθησαν.
22
22
Behold, there comes a sound of a noise, and a great earthquake from the land of the north, to make the cities of Juda a desolation, and a resting-place for ostriches. φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις ᾿Ιούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν.
23
23
I know, O Lord, that man's way is not his own; neither shall a man go, and direct his going. οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορθώσει πορείαν αὐτοῦ.
24
24
Chasten us, O Lord, but with judgment; and not in wrath, lest thou make us few. παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.
25
25
Pour out thy wrath upon the nations that have not known thee, and upon the families that have not called upon thy name: for they have devoured Jacob, and consumed him, and have made his pasture desolate. ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέφαγον τὸν ᾿Ιακὼβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.
Chapter 11
Κεφάλαιο 11
1
1
The word that came to Jeremias from the Lord, saying, Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν λέγων·
2
2
Hear ye the words of this covenant, and thou shalt speak to the men of Juda, and to the dwellers in Jerusalem; ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης. καὶ λαλήσεις πρὸς ἄνδρας ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ·
3
3
and thou shalt say to them, Thus saith the Lord God of Israel, Cursed is the man, who shall not hearken to the words of this covenant, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,
4
4
which I commanded your fathers, in the day wherein I brought them up out of the land of Egypt, out of the iron furnace, saying, Hearken to my voice, and do all things that I shall command you; so shall ye be to me a people, and I will be to you a God; ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων· ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε πάντα, ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν,
5
5
that I may confirm mine oath, which I sware to your fathers, to give them a land flowing with milk and honey, as it is this day. Then I answered and said, So be it, O Lord. ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ρέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίθην καὶ εἶπα· γένοιτο, Κύριε.
6
6
And the Lord said to me, Read these words in the cities of Juda, and in the streets of Jerusalem, saying, Hear ye the words of this covenant, and do them. καὶ εἶπε Κύριος πρός με· ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ λέγων· ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς.
8
8
But they did them not. καὶ οὐκ ἐποίησαν.
9
9
And the Lord said to me, A conspiracy is found among the men of Juda, and among the dwellers in Jerusalem. καὶ εἶπε Κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν ᾿Ιούδα καὶ ἐν τοῖς κατοικοῦσιν ἐν ῾Ιερουσαλήμ·
10
10
They are turned aside to the iniquities of their fathers that were of old, who would not hearken to my words: and, behold, they go after strange gods, to serve them: and the house of Israel and the house of Juda have broken my covenant, which I made with their fathers. ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδασεν οἶκος ᾿Ισραὴλ καὶ οἶκος ᾿Ιούδα τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.
11
11
Therefore thus saith the Lord, Behold, I bring evils upon this people, out of which they shall not be able to come forth; and they shall presently cry to me, but I will not hearken to them. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
12
12
And the cities of Juda and the dwellers in Jerusalem shall go, and cry to the gods to whom they burn incense; which shall not deliver them in the time of their troubles. καὶ πορεύσονται πόλεις ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ καὶ κεκράξονται πρὸς τοὺς θεούς, οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, οἳ μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.
13
13
For according to the number of thy cities were thy gods, O Juda; and according to the number of the streets of Jerusalem have ye set up altars to burn incense to Baal. ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, ᾿Ιούδα, καὶ κατ’ ἀριθμὸν ἐξόδων τῆς ῾Ιερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾶν τῇ Βάαλ.
14
14
And thou, pray not for this people, and intercede not for them in supplication and prayer: for I will not hear in the day in which they call upon me, in the day of their affliction. καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.
15
15
Why has my beloved wrought abomination in my house? will prayers and holy offerings take away thy wickedness from thee, or shalt thou escape by these things? τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;
16
16
The Lord called thy name a fair olive tree, of a goodly shade in appearance, at the noise of its being lopped, fire was kindled against it; great is the affliction coming upon thee: her branches are become good for nothing. ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν, μεγάλη ἡ θλῖψις ἐπὶ σέ, ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς.
17
17
And the Lord that planted thee has pronounced evils against thee, because of the iniquity of the house of Israel and the house of Juda, whatsoever they have done against themselves to provoke me to anger by burning incense to Baal. καὶ Κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου ᾿Ισραὴλ καὶ οἴκου ᾿Ιούδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βάαλ.
18
18
O Lord, teach me, and I shall know: then I saw their practices. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν.
19
19
But I as an innocent lamb led to the slaughter, knew not: against me they devised an evil device, saying, Come and let us put wood into his bread, and let us utterly destroy him from off the land of the living, and let his name not be remembered any more. ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.
20
20
O Lord, that judgest righteously, trying the reins and hearts, let me see thy vengeance taken upon them, for to thee I have declared my cause. Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.
21
21
Therefore thus saith the Lord concerning the men of Anathoth, that seek my life, that say, Thou shalt not prophesy at all in the name of the Lord, but if thou dost, thou shalt die by our hands: διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας ᾿Αναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μή, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν.
22
22
behold, I will visit them: their young men shall die by the sword; and their sons and their daughters shall die of famine: ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ,
23
23
and there shall be no remnant left of them; for I will bring evil upon the dwellers in Anathoth, in the year of their visitation. καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν ᾿Αναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.
Chapter 12
Κεφάλαιο 12
1
1
Righteous art thou, O Lord, that I may make my defence to thee, yea, I will speak to thee of judgments. Why is it that the way of ungodly men prospers? that all that deal very treacherously are flourishing? ΔΙΚΑΙΟΣ εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;
2
2
Thou hast planted them, and they have taken root; they have begotten children, and become fruitful; thou art near to their mouth, and far from their reins. ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν· ἐτεκνοποιήσαντο καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν.
3
3
But thou, Lord, knowest me; thou hast proved my heart before thee; purify them for the day of their slaughter. καὶ σύ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.
4
4
How long shall the land mourn, and the grass of the field wither, for the wickedness of them that dwell in it? the beasts and birds are utterly destroyed; because the people said, God shall not see our ways. ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν· οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν.
5
5
Thy feet run, and they cause thee to faint; how wilt thou prepare to ride upon horses? and thou hast been confident in the land of thy peace? how wilt thou do in the roaring of Jordan? σοῦ οἱ πόδες τρέχουσι καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφ’ ἵπποις καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; πῶς ποιήσεις ἐν φρυάγματι τοῦ ᾿Ιορδάνου;
6
6
For even thy brethren and the house of thy father, even these have dealt treacherously with thee; and they have cried out, they are gathered together in pursuit of thee; trust not thou in them, though they shall speak fair words to thee. ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρός σε καλά. —
7
7
I have forsaken mine house, I have left mine heritage; I have given my beloved one into the hands of her enemies. ᾿Εγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.
8
8
My inheritance has become to me as a lion in a forest; she has uttered her voice against me; therefore have I hated her. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.
9
9
Is not my inheritance to me a hyæna's cave, or a cave round about her? Go ye, gather together all the wild beasts of the field, and let them come to devour her. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.
10
10
Many shepherds have destroyed my vineyard, they have defiled my portion, they have made my desirable portion a trackless wilderness; ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον,
11
11
it is made a complete ruin: for my sake the whole land has been utterly ruined, because there is none that lays the matter to heart. ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.
12
12
The ravagers are come to every passage in the wilderness: for the sword of the Lord will devour from one end of the land to the other: no flesh has any peace. ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.
13
13
Sow wheat, and reap thorns; their portions shall not profit them: be ashamed of your boasting, because of reproach before the Lord. ἐσπείρατε πυροὺς καὶ ἀκάνθας θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου. —
14
14
For thus saith the Lord concerning all the evil neighbours that touch mine inheritance, which I have divided to my people Israel; Behold, I will draw them away from their land, and I will cast out Juda from the midst of them. ῞Οτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν ᾿Ιούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.
15
15
And it shall come to pass, after I have cast them out, that I will return, and have mercy upon them, and will cause them to dwell every one in his inheritance, and every one in his land. καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.
16
16
And it shall be, if they will indeed learn the way of my people, to swear by my name, saying, The Lord lives; as they taught my people to swear by Baal; then shall that nation be built in the midst of my people. καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου·
17
17
But if they will not return, then will I cut off that nation with utter ruin and destruction. ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.
Chapter 13
Κεφάλαιο 13
1
1
Thus saith the Lord, Go and procure for thyself a linen girdle, and put it about thy loins, and let it not be put in water. ΤΑΔΕ λέγει Κύριος· βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.
2
2
So I procured the girdle according to the word of the Lord, and put it about my loins. καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου.
3
3
And the word of the Lord came to me, saying, καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
4
4
Take the girdle that is upon thy loins, and arise, and go to the Euphrates, and hide it there in a hole of the rock. λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.
5
5
So I went, and hid it by the Euphrates, as the Lord commanded me. καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος.
6
6
And it came to pass after many days, that the Lord said to me, Arise, go to the Euphrates, and take thence the girdle, which I commanded thee to hide there. καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.
7
7
So I went to the river Euphrates, and dug, and took the girdle out of the place where I had buried it: and, behold, it was rotten, utterly good for nothing. καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.
8
8
And the word of the Lord came to me, saying, Thus saith the Lord, καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· τάδε λέγει Κύριος·
9
9
Thus will I mar the pride of Juda, and the pride of Jerusalem; οὕτω φθερῶ τὴν ὕβριν ᾿Ιούδα καὶ τὴν ὕβριν ῾Ιερουσαλήμ,
10
10
even this great pride of the men that will not hearken to my words, and have gone after strange gods, to serve them, and to worship them: and they shall be as this girdle, which can be used for nothing. τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν.
11
11
For as a girdle cleaves about the loins of a man, so have I caused to cleave to myself the house of Israel, and the whole house of Juda; that they might be to me a famous people, and a praise, and a glory: but they did not hearken to me. ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ πάντα οἶκον ᾿Ιούδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου.
12
12
And thou shalt say to this people, Every bottle shall be filled with wine: and it shall come to pass, if they shall say to thee, Shall we not certainly know that every bottle shall be filled with wine? that thou shalt say to them, καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;
13
13
Thus saith the Lord, Behold, I will fill the inhabitants of this land, and their kings the sons of David that sit upon their throne, and the priests, and the prophets, and Juda and all the dwellers in Jerusalem, with strong drink. καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν ᾿Ιούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ μεθύσματι
14
14
And I will scatter them a man and his brother, and their fathers and their sons together: I will not have compassion, saith the Lord, and I will not spare, neither will I pity to save them from destruction. καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ. οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.
15
15
Hear ye, and give ear, and be not proud: for the Lord has spoken. ᾿Ακούσατε, καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησε.
16
16
Give glory to the Lord your God, before he cause darkness, and before your feet stumble on the dark mountains, and ye shall wait for light, and behold the shadow of death, and they shall be brought into darkness. δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινά, καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος.
17
17
But if ye will not hearken, your soul shall weep in secret because of pride, and your eyes shall pour down tears, because the Lord's flock is sorely bruised. ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.
18
18
Say ye to the king and the princes, Humble yourselves, and sit down; for your crown of glory is removed from your head. εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.
19
19
The cities toward the south were shut, and there was none to open them: Juda is removed into captivity, they have suffered a complete removal. πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν. καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσθη ᾿Ιούδας, συνετέλεσεν ἀποικίαν τελείαν. —
20
20
Lift up thine eyes, O Jerusalem, and behold them that come from the north; where is the flock that was given thee, the sheep of thy glory? ᾿Ανάλαβε ὀφθαλμούς σου, ῾Ιερουσαλήμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστι τὸ ποίμνιον, ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;
21
21
What wilt thou say when they shall visit thee, for thou didst teach them lessons for rule against thyself; shall not pangs seize thee as a woman in travail? τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν;
22
22
And if thou shouldest say in thine heart, Wherefore have these things happened to me? Because of the abundance of thine iniquity have thy skirts been discovered, that thine heels might be exposed. καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου.
23
23
If the Ethiopian shall change his skin, or the leopardess her spots, then shall ye be able to do good, having learnt evil. εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.
24
24
So I scattered them as sticks carried by the wind into the wilderness. καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.
25
25
Thus is thy lot, and the reward of your disobedience to me, saith the Lord; as thou didst forget me, and trust in lies, οὕτως ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος, ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι.
26
26
I also will expose thy skirts upon thy face, and thy shame shall be seen; κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου.
27
27
thine adultery also, and thy neighing, and the looseness of thy fornication: on the hills and in the fields I have seen thine abominations. Woe to thee, O Jerusalem, for thou hast not been purified so as to follow me; how long yet shall it be? καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, ῾Ιερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου· ἕως τίνος ἔτι;
Chapter 14
Κεφάλαιο 14
1
1
And the Word of the Lord came to Jeremias concerning the Drought. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν περὶ τῆς ἀβροχίας.
2
2
Judea has mourned, and her gates are emptied, and are darkened upon the earth; and the cry of Jerusalem is gone up. ΕΠΕΝΘΗΣΕΝ ἡ ᾿Ιουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς ῾Ιερουσαλὴμ ἀνέβη.
3
3
And her nobles have sent their little ones to the water: they came to the wells, and found no water: and brought back their vessels empty. καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ’ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά.
4
4
And the labours of the land failed, because there was no rain: the husbandmen were ashamed, they covered their heads. καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.
5
5
And hinds calved in the field, and forsook it, because there was no grass. καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.
6
6
The wild asses stood by the forests, and snuffed up the wind; their eyes failed, because there was no grass. ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.
7
7
Our sins have risen up against us: O Lord, do thou for us for thine own sake; for our sins are many before thee; for we have sinned against thee. εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκέν σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου, ὅτι σοὶ ἡμάρτομεν.
8
8
O Lord, thou art the hope of Israel, and deliverest us in time of troubles; why art thou become as a sojourner upon the land, or as one born in the land, yet turning aside for a resting-place? ὑπομονὴ ᾿Ισραήλ, Κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἱνατί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;
9
9
Wilt thou be as a man asleep, or as a strong man that cannot save? yet thou art among us, O Lord, and thy name is called upon us; forget us not. μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ’ ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν.
10
10
Thus saith the Lord to this people, They have loved to wander, and they have not spared, therefore God has not prospered them; now will he remember their iniquity. οὕτως λέγει Κύριος τῷ λαῷ τούτῳ· ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησθήσεται τῆς ἀδικίας αὐτῶν.
11
11
And the Lord said to me, Pray not for this people for their good: καὶ εἶπε Κύριος πρός με· μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθά·
12
12
for though they fast, I will not hear their supplication; and though they offer whole-burnt-offerings and sacrifices, I will take no pleasure in them: for I will consume them with sword, and with famine, and with pestilence. ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καί ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς.
13
13
And I said, O ever living Lord! behold, their prophets prophesy, and say, Ye shall not see a sword, nor shall famine be among you; for I will give truth and peace on the land, and in this place. καὶ εἶπα· ὦ Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν· οὐκ ὄψεσθε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ.
14
14
Then the Lord said to me, The prophets prophesy lies in my name: I sent them not, and I commanded them not, and I spoke not to them: for they prophesy to you false visions, and divinations, and auguries, and devices of their own heart. καὶ εἶπε Κύριος πρός με· ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν.
15
15
Therefore thus saith the Lord concerning the prophets that prophesy lies in my name, and I sent them not, who say, Sword and famine shall not be upon this land; they shall die by a grievous death, and the prophets shall be consumed by famine. διὰ τοῦτο τάδε λέγει Κύριος περὶ τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσι· μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης· ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται
16
16
And the people to whom they prophesy, they also shall be cast out in the streets of Jerusalem, because of the sword and famine; and there shall be none to bury them: their wives also, and their sons, and their daughters shall die thus; and I will pour out their wickedness upon them. καὶ ὁ λαός, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις ῾Ιερουσαλὴμ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν· καὶ ἐκχεῶ ἐπ’ αὐτοὺς τὰ κακὰ αὐτῶν.
17
17
And thou shalt speak this word to them; Let your eyes shed tears day and night, and let them not cease: for the daughter of my people has been sorely bruised, and her plague is very grievous. καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον· καταγάγετε ἐπ’ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου καὶ πληγὴ ὀδυνηρὰ σφόδρα.
18
18
If I go forth into the plain, then behold the slain by the sword! and if I enter into the city, then behold the distress of famine! for priest and prophet have gone to a land which they knew not. ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν.
19
19
Hast thou utterly rejected Juda? and has thy soul departed from Sion? wherefore hast thou smitten us, and there is no healing for us? we waited for peace, but there was no prosperity; for a time of healing, and behold trouble! μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν ᾿Ιούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; ἱνατί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.
20
20
We know, O Lord, our sins, and the iniquities of our fathers: for we have sinned before thee. ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου.
21
21
Refrain for thy name's sake, destroy not the throne of thy glory: remember, break not thy covenant with us. κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου· μνήσθητι, μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθ’ ἡμῶν.
22
22
Is there any one among the idols of the Gentiles that can give rain? and will the sky yield his fulness at their bidding? Art not thou he? we will even wait on thee, O Lord: for thou hast made all these things. μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.
Chapter 15
Κεφάλαιο 15
1
1
And the Lord said to me, Though Moses and Samuel stood before my face, my soul could not be toward them: dismiss this people, and let them go forth. ΚΑΙ εἶπε Κύριος πρός με· ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν.
2
2
And it shall be, if they say to thee, Whither shall we go forth? then thou shalt say to them, Thus saith the Lord; As many as are for death, to death; and as many as are for famine, to famine; and as many as are for the sword, to the sword; and as many as are for captivity, to captivity. καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν.
3
3
And I will punish them with four kinds of death, saith the Lord, the sword to slay, and the dogs to tear, and the wild beasts of the earth, and the birds of the sky to devour and destroy. καὶ ἐκδικήσω ἐπ’ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν.
4
4
And I will deliver them up for distress to all the kingdoms of the earth, because of Manasses son of Ezekias king of Juda, for all that he did in Jerusalem. καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασσῆ υἱὸν ᾿Εζεκίου βασιλέως ᾿Ιούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν ῾Ιερουσαλήμ.
5
5
Who will spare thee, O Jerusalem? and who will fear for thee? or who will turn back to ask for thy welfare? τίς φείσεται ἐπὶ σοί, ῾Ιερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;
6
6
Thou hast turned away from me, saith the Lord, thou wilt go back: therefore I will stretch out my hand, and will destroy thee, and will no more spare them. σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.
7
7
And I will completely scatter them; in the gates of my people they are bereaved of children: they have destroyed my people because of their iniquities. καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν.
8
8
Their widows have been multiplied more than the sand of the sea: I have brought young men against the mother, even distress at noon-day: I have suddenly cast upon her trembling and anxiety. ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ’ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.
9
9
She that bore seven is spent; her soul has fainted under trouble; her sun is gone down while it is yet noon; she is ashamed and disgraced: I will give the remnant of them to the sword before their enemies. ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκισεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν.
10
10
Woe is me, my mother! thou hast born me as some man of strife, and at variance with the whole earth; I have not helped others, nor has any one helped me; my strength has failed among them that curse me. Οἴμοι ἐγὼ μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.
11
11
Be it so, Lord, in their prosperity; surely I stood before thee in the time of their calamities, and in the time of their affliction, for their good against the enemy. γένοιτο, δέσποτα, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ θλίψεως αὐτῶν εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν.
12
12
Will iron be known? whereas thy strength is a brazen covering. εἰ γνωσθήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου.
13
13
Yea, I will give thy treasures for a spoil as a recompence, because of all thy sins, and that in all thy borders. καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου.
14
14
And I will enslave thee to thine enemies round about, in a land which thou hast not known; for a fire has been kindled out of my wrath; it shall burn upon you. καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ’ ὑμᾶς καυθήσεται.
15
15
O Lord, remember me, and visit me, and vindicate me before them that persecute me; do not bear long with them; know how I have met with reproach for thy sake, from those who set at nought thy words; Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν
16
16
consume them; and thy word shall be to me for the joy and gladness of my heart: for thy name has been called upon me, O Lord Almighty. ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ ἐμοί, Κύριε παντοκράτωρ.
17
17
I have not sat in the assembly of them as they mocked, but I feared because of thy power: I sat alone, for I was filled with bitterness. οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.
18
18
Why do they that grieve me prevail against me? my wound is severe; whence shall I be healed? it is indeed become to me as deceitful water, that has no faithfulness. ἵνα τί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεά, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν.
19
19
Therefore thus saith the Lord, If thou wilt return, then will I restore thee, and thou shalt stand before my face: and if thou wilt bring forth the precious from the worthless, thou shalt be as my mouth: and they shall return to thee; but thou shalt not return to them. διὰ τοῦτο τάδε λέγει Κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρός αὐτούς.
20
20
And I will make thee to this people as a strong brazen wall; and they shall fight against thee, but they shall by no means prevail against thee; καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσι πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε
21
21
for I am with thee to save thee, and to deliver thee out of the hand of wicked men; and I will ransom thee out of the hand of pestilent men. καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.
Chapter 16
Κεφάλαιο 16
1
1
And thou shalt not take a wife, saith the Lord God of Israel: ΚΑΙ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ,
2
2
and there shall be no son born to thee, nor daughter in this place. καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ.
3
3
For thus saith the Lord concerning the sons and concerning the daughters that are born in this place, and concerning their mothers that have born them, and concerning their fathers that have begotten them in this land; ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ·
4
4
They shall die of grievous death; they shall not be lamented, nor buried; they shall be for an example on the face of the earth; and they shall be for the wild beasts of the land, and for the birds of the sky: they shall fall by the sword, and shall be consumed with famine. ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται.
5
5
Thus saith the Lord, Enter not into their mourning feast, and go not to lament, and mourn not for them: for I have removed my peace from this people. τάδε λέγει Κύριος· μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν καὶ μὴ πορευθῇς τοῦ κόψασθαι καὶ μὴ πενθήσῃς αὐτούς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου.
6
6
They shall not bewail them, nor make cuttings for them, and they shall not shave themselves for them: οὐ μὴ κόψονται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσουσι καὶ οὐ ξυρηθήσονται,
7
7
and there shall be no bread broken in mourning for them for consolation over the dead: they shall not give one to drink a cup for consolation over his father or his mother. καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι, οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ.
8
8
Thou shalt not enter into the banquet-house, to sit with them to eat and to drink. εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαθίσαι μετ’ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν.
9
9
For thus saith the Lord God of Israel; Behold, I will make to cease out of this place before your eyes, and in your days, the voice of joy, and the voice of gladness, the voice of the bridegroom, and the voice of the bride. διότι τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης.
10
10
And it shall come to pass, when thou shalt report to this people all these words, and they shall say to thee, Wherefore has the Lord pronounced against us all these evils? what is our unrighteousness? and what is our sin which we have sinned before the Lord our God? καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ρήματα ταῦτα καὶ εἴπωσι πρὸς σέ· διατί ἐλάλησε Κύριος ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν;
11
11
Then thou shalt say to them, Because your fathers forsook me, saith the Lord, and went after strange gods and served them, and worshipped them, and forsook me, and kept not my law; καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνθ’ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπίσω θεῶν ἀλλοτρίων, καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο·
12
12
(and ye sinned worse than your fathers; for, behold, ye walk every one after the lusts of your own evil heart, so as not to hearken to me); καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου.
13
13
therefore I will cast you off from this good land into a land which neither ye nor your fathers have known; and ye shall serve there other gods, who shall have no mercy upon you. καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος.
14
14
Therefore, behold, the days come, saith the Lord, when they shall no more say, The Lord lives, that brought up the children of Israel out of the land of Egypt; Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· ζῇ Κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου,
15
15
but, The Lord lives, who brought up the house of Israel from the land of the north, and from all the countries whither they were thrust out: and I will restore them to their own land, which I gave to their fathers. ἀλλὰ ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον ᾿Ισραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξώσθησαν ἐκεῖ· καί ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν.
16
16
Behold, I will send many fishers, saith the Lord, and they shall fish them; and afterward I will send many hunters, and they shall hunt them upon every mountain, and upon every hill, and out of the holes of the rocks. ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν.
17
17
For mine eyes are upon all their ways; and their iniquities have not been hidden from mine eyes. ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου.
18
18
And I will recompense their mischiefs doubly, and their sins, whereby they have profaned my land with the carcases of their abominations, and with their iniquities, whereby they have trespassed against mine inheritance. καὶ ἀνταποδώσω διπλᾶς τὰς κακίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ’ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου.
19
19
O Lord, thou art my strength, and mine help, and my refuge in days of evil: to thee the Gentiles shall come from the end of the earth, and shall say, How vain were the idols which our fathers procured to themselves, and there is no help in them. Κύριε, σὺ ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα.
20
20
Will a man make gods for himself, whereas these are no gods? εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς; καὶ οὗτοι οὐκ εἰσὶ θεοί.
21
21
Therefore, behold, I will at this time manifest my hand to them, and will make known to them my power; and they shall know that my name is the Lord. διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος.
Chapter 17
Κεφάλαιο 17
5
5
Cursed is the man who trusts in man, and will lean his arm of flesh upon him, while his heart departs from the Lord. ΕΠΙΚΑΤΑΡΑΤΟΣ ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ ἐπ’ αὐτόν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ·
6
6
And he shall be as the wild tamarisk in the desert: he shall not see when good comes; but he shall dwell in barren places, and in the wilderness, in a salt land which is not inhabited. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται.
7
7
But blessed is the man who trusts in the Lord, and whose hope the Lord shall be. καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·
8
8
And he shall be as a thriving tree by the waters, and he shall cast forth his root toward a moist place: he shall not fear when heat comes, and there shall be upon him shady branches: he shall not fear in a year of drought, and he shall not fail to bear fruit. καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ’ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ρίζαν αὐτοῦ καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν.
9
9
The heart is deep beyond all things, and it is the man, and who can know him? βαθεῖα ἡ καρδία παρά πάντα, καὶ ἄνθρωπός ἐστι· καὶ τίς γνώσεται αὐτόν;
10
10
I the Lord try the hearts, and prove the reins, to give to every one according to his ways, and according to the fruits of his devices. ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.
11
11
The partridge utters her voice, she gathers eggs which she did not lay; so is a man gaining his wealth unjustly; in the midst of his days his riches shall leave him, and at his latter end he will be a fool. ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ’ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων.
12
12
An exalted throne of glory is our sanctuary. θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν,
13
13
O Lord, the hope of Israel, let all that have left thee be ashamed, let them that have revolted be written on the earth, because they have forsaken the fountain of life, the Lord. ὑπομονὴ ᾿Ισραήλ, Κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς, τὸν Κύριον.
14
14
Heal me, O Lord, and I shall be healed; save me, and I shall be saved; for thou art my boast. ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι· ὅτι καύχημά μου σὺ εἶ.
15
15
Behold, they say to me, Where is the word of the Lord? let it come. ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω.
16
16
But I have not been weary of following thee, nor have I desired the day of man; thou knowest; the words that proceed out of my lips are before thy face. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστι.
17
17
Be not to me a stranger, but spare me in the evil day. μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ.
18
18
Let them that persecute me be ashamed, but let me not be ashamed: let them be alarmed, but let me not be alarmed: bring upon them the evil day, crush them with double destruction. καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπ’ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς.
19
19
Thus saith the Lord; Go and stand in the gates of the children of thy people, by which the kings of Juda enter, and by which they go out, and in all the gates of Jerusalem: Τάδε λέγει Κύριος· βάδισον καὶ στῆθι ἐν ταῖς πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς ᾿Ιούδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις ῾Ιερουσαλὴμ
20
20
and thou shalt say to them, Hear the word of the Lord, ye kings of Juda, and all Judea, and all Jerusalem, all who go in at these gates: καὶ ἐρεῖς αὐτοῖς· ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς ᾿Ιούδα, καὶ πᾶσα ᾿Ιουδαία καὶ πᾶσα ῾Ιερουσαλήμ, οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις·
21
21
thus saith the Lord; Take heed to your souls, and take up no burdens on the sabbath-day, and go not forth through the gates of Jerusalem; τάδε λέγει Κύριος· φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις ῾Ιερουσαλὴμ
22
22
and carry forth no burdens out of your houses on the sabbath-day, and ye shall do no work: sanctify the sabbath-day, as I commanded your fathers. καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
23
23
But they hearkened not, and inclined not their ear, but stiffened their neck more than their fathers did, so as not to hear me, and not to receive correction. καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν.
24
24
And it shall come to pass, if ye will hearken to me, saith the Lord, to carry in no burdens through the gates of this city on the sabbath-day, and to sanctify the sabbath-day, so as to do no work upon it, καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει Κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον,
25
25
that there shall enter through the gates of this city kings and princes sitting on the throne of David, and riding on their chariots and horses, they, and their princes, the men of Juda, and the dwellers in Jerusalem: and this city shall be inhabited for ever. καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ’ ἅρμασι καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ, καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα.
26
26
And men shall come out of the cities of Juda, and from round about Jerusalem, and out of the land of Benjamin, and out of the plain country, and from the hill country, and from the south country, bringing whole-burnt-offerings, and sacrifices, and incense, and manna, and frankincense, bringing praise to the house of the Lord. καὶ ἥξουσιν ἐκ τῶν πόλεων ᾿Ιούδα καὶ κυκλόθεν ῾Ιερουσαλὴμ καὶ ἐκ γῆς Βενιαμὶν καὶ ἐκ γῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίας καὶ θυμιάματα καὶ μαναὰ καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον Κυρίου.
27
27
But it shall come to pass, if ye will not hearken to me to sanctify the sabbath-day, to bear no burdens, nor go in with them by the gates of Jerusalem on the sabbath-day; then will I kindle a fire in the gates thereof, and it shall devour the streets of Jerusalem, and shall not be quenched. καὶ ἔσται ἐὰν μὴ ἀκούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων, τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταφάγεται ἄμφοδα ῾Ιερουσαλὴμ καὶ οὐ σβεσθήσεται.
Chapter 18
Κεφάλαιο 18
1
1
The word that came from the Lord to Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν λέγων·
2
2
Jeremias, saying, Arise, and go down to the potter's house, and there thou shalt hear my words. ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.
3
3
So I went down to the potter's house, and behold, he was making a vessel on the stones. καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων·
4
4
And the vessel which he was making with his hands fell: so he made it again another vessel, as it seemed good to him to make it. καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
5
5
And the word of the Lord came to me, saying, καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
6
6
Shall I not be able, O house of Israel, to do to you as this potter? behold, as the clay of the potter are ye in my hands. εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος ᾿Ισραήλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.
7
7
If I shall pronounce a decree upon a nation, or upon a kingdom, to cut them off, and to destroy them; πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,
8
8
and that nation turn from all their sins, then will I repent of the evils which I purposed to do to them. καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
9
9
And if I shall pronounce a decree upon a nation and kingdom, to rebuild and to plant it; καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,
10
10
and they do evil before me, so as not to hearken to my voice, then will I repent of the good which I spoke of, to do it to them. καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
11
11
And now say to the men of Juda, and to the inhabitants of Jerusalem, Behold, I prepare evils against you, and devise a device against you: let every one turn now from his evil way, and amend your practices. καὶ νῦν εἰπὸν πρὸς ἄνδρας ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ· ἰδοὺ ἐγὼ πλάσσω ἐφ’ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ’ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τά ἐπιτηδεύματα ὑμῶν.
12
12
And they said, We will quit ourselves like men, for we will pursue our perverse ways, and we will perform each the lusts of his evil heart. καὶ εἶπαν· ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστά τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.
13
13
Therefore thus saith the Lord; Enquire now among the nations, who has heard such very horrible things as the virgin of Israel has done? διὰ τοῦτο τάδε λέγει Κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτά, ἃ ἐποίησε σφόδρα παρθένος ᾿Ισραήλ;
14
14
Will fertilising streams fail to flow from a rock, or snow fail from Libanus? will water violently impelled by the wind turn aside? μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινῇ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;
15
15
For my people have forgotten me, they have offered incense in vain, and they fail in their ways, leaving the ancient tracks, to enter upon impassable paths; ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
16
16
to make their land a desolation, and a perpetual hissing; all that go through it shall be amazed, and shall shake their heads. τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι’ αὐτῆς ἐκστήσονται καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν.
17
17
I will scatter them before their enemies like an east wind; I will shew them the day of their destruction. ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
18
18
Then they said, Come, and let us devise a device against Jeremias; for the law shall not perish from the priest, nor counsel from the wise, nor the word from the prophet. Come, and let us smite him with the tongue, and we will hear all his words. Καὶ εἶπαν· δεῦτε καὶ λογισώμεθα ἐπὶ ῾Ιερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ.
19
19
Hear me, O Lord, and hear the voice of my pleading. εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου.
20
20
Forasmuch as evil is rewarded for good; for they have spoken words against my soul, and they have hidden the punishment they meant for me; remember that I stood before thy face, to speak good for them, to turn away thy wrath from them. εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ρήματα κακὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ’ αὐτῶν.
21
21
Therefore do thou deliver their sons to famine, and gather them to the power of the sword: let their women be childless and widows; and let their men be cut off by death, and their young men fall by the sword in war. διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
22
22
Let there be a cry in their houses: thou shalt bring upon them robbers suddenly: for they have formed a plan to take me, and have hidden snares for me. γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ’ αὐτοὺς ληστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπ’ ἐμέ.
23
23
And thou, Lord, knowest all their deadly counsel against me: account not their iniquities guiltless, and blot not out their sins from before thee: let their weakness come before thee; deal with them in the time of thy wrath. καὶ σύ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ’ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.
Chapter 19
Κεφάλαιο 19
1
1
Then said the Lord to me, Go and get an earthen bottle, the work of the potter, and thou shalt bring some of the elders of the people, and of the priests; ΤΟΤΕ εἶπε Κύριος πρός με· βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν ἱερέων,
2
2
and thou shalt go forth to the burial-place of the sons of their children, which is at the entrance of the gate of Charsith; and do thou read there all these words which I shall speak to thee: καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ, καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σέ,
3
3
and thou shalt say to them, Hear ye the word of the Lord, ye kings of Juda, and men of Juda, and the dwellers in Jerusalem, and they that enter in by these gates; thus saith the Lord God of Israel; Behold, I will bring evil upon this place, so that the ears of every one that hears it shall tingle. καὶ ἐρεῖς αὐτοῖς· ἀκούσατε τὸν λόγον Κυρίου, βασιλεῖς ᾿Ιούδα καὶ ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει τὰ ὦτα αὐτοῦ,
4
4
Because they forsook me, and profaned this place, and burnt incense in it to strange gods, which they and their fathers knew not; and the kings of Juda have filled this place with innocent blood, ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς ᾿Ιούδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων
5
5
and built high places for Baal, to burn their children in the fire, which things I commanded not, neither did I design them in my heart: καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βάαλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου.
6
6
Therefore, behold, the days come, saith the Lord, when this place shall no more be called, The fall and burial-place of the son of Ennom, but, The burial-place of slaughter. διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ ᾿Εννόμ, ἀλλ’ ἢ Πολυάνδριον τῆς σφαγῆς.
7
7
And I will destroy the counsel of Juda and the counsel of Jerusalem in this place; and I will cast them down with the sword before their enemies, and by the hands of them that seek their lives: and I will give their dead bodies for food to the birds of the sky and to the wild beasts of the earth. καὶ σφάξω τὴν βουλὴν ᾿Ιούδα καὶ τὴν βουλὴν ῾Ιερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ ἐν χερσὶ τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.
8
8
And I will bring this city to desolation and make it a hissing; every one that passes by it shall scowl, and hiss because of all her plague. καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπ’ αὐτῆς σκυθρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς.
9
9
And they shall eat the flesh of their sons, and the flesh of their daughters; and they shall eat every one the flesh of his neighbour in the blockade, and in the siege wherewith their enemies shall besiege them. καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
10
10
And thou shalt break the bottle in the sight of the men that go forth with thee, καὶ συντρίψεις τὸν βῖκον κατ’ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετά σοῦ
11
11
and thou shalt say, Thus saith the Lord, Thus will I break in pieces this people, and this city, even as an earthen vessel is broken in pieces which cannot be mended again. καὶ ἐρεῖς· τάδε λέγει Κύριος· οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.
12
12
Thus will I do, saith the Lord, to this place, and to the inhabitants of it, that this city may be given up, as one that is falling to ruin. οὕτως ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν.
13
13
And the houses of Jerusalem, and the houses of the kings of Juda shall be as a ruinous place, because of their uncleannesses in all the houses, wherein they burnt incense upon their roofs to all the host of heaven, and poured drink-offerings to strange gods. καὶ οἶκοι ῾Ιερουσαλὴμ καὶ οἶκοι βασιλέων ᾿Ιούδα ἔσονται καθὼς ὁ τόπος ὁ διαπίπτων ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐθυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις. —
14
14
And Jeremias came from the place of the Fall, whither the Lord had sent him to prophesy; and he stood in the court of the Lord's house; and said to all the people, Thus saith the Lord; Καὶ ἦλθεν ῾Ιερεμίας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν Κύριος ἐκεῖ τοῦ προφητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου Κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν·
15
15
Behold, I bring upon this city, and upon all the cities belonging to it, and upon the villages of it, all the evils which I have spoken against it, because they have hardened their neck, that they might not hearken to my commands. τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά, ἃ ἐλάλησα ἐπ’ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν ἐντολῶν μου.
Chapter 20
Κεφάλαιο 20
1
1
Now Paschor the son of Emmer, the priest, who also had been appointed chief of the house of the Lord, heard Jeremias prophesying these words. ΚΑΙ ἤκουσε Πασχὼρ ὁ υἱὸς ᾿Εμμὴρ ὁ ἱερεύς — καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου — τοῦ ῾Ιερεμίου προφητεύοντος τοὺς λόγους τούτους.
2
2
And he smote him, and cast him into the dungeon which was by the gate of the upper house that was set apart, which was by the house of the Lord. καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.
3
3
And Paschor brought Jeremias out of the dungeon: and Jeremias said to him, The Lord has not called thy name Paschor, but Exile. καὶ ἐξήγαγε Πασχὼρ τὸν ῾Ιερεμίαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλ’ ἢ Μέτοικον.
4
4
For thus saith the Lord, Behold, I will give thee up to captivity with all thy friends: and they shall fall by the sword of their enemies, and thine eyes shall see it: and I will give thee and all Juda into the hands of the king of Babylon, and they shall carry them captives, and cut them in pieces with swords. διότι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα ᾿Ιούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.
5
5
And I will give all the strength of this city, and all the labours of it, and all the treasures of the king of Juda, into the hands of his enemies, and they shall bring them to Babylon. καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως ᾿Ιούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.
6
6
And thou and all the dwellers in thine house shall go into captivity: and thou shalt die in Babylon, and there thou and all thy friends shall be buried, to whom thou hast prophesied lies. καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ, σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.
7
7
Thou hast deceived me, O Lord, and I have been deceived: thou hast been strong, and hast prevailed: I am become a laughing-stock, I am continually mocked every day. ᾿Ηπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
8
8
For I will laugh with my bitter speech, I will call upon rebellion and misery: for the word of the Lord is become a reproach to me and a mockery all my days. ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου.
9
9
Then I said, I will by no means name the name of the Lord, and I will no more at all speak in his name. But it was as burning fire flaming in my bones, and I am utterly weakened on all sides, and cannot bear up. καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν.
10
10
For I have heard the reproach of many gathering round, saying, Conspire ye, and let us conspire together against him, even all his friends: watch his intentions, if perhaps he shall be deceived, and we shall prevail against him, and we shall be avenged on him. ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν· ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.
11
11
But the Lord was with me as a mighty man of war: therefore they persecuted me, but could not perceive anything against me; they were greatly confounded, for they perceived not their disgrace, which shall never be forgotten. ὁ δὲ Κύριος μετ’ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι’ αἰῶνος οὐκ ἐπιλησθήσονται.
12
12
O Lord, that provest just deeds, understanding the reins and hearts, let me see thy vengeance upon them: for to thee I have revealed my cause. Κύριε, δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου. —
13
13
Sing ye to the Lord, sing praise to him: for he has rescued the soul of the poor from the hand of evil-doers. ῎ᾼσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. —
14
14
Cursed be the day wherein I was born: the day wherein my mother brought me forth, let it not be blessed. ᾿Επικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή.
15
15
Cursed be the man who brought the glad tidings to my father, saying, A male child is born to thee. ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· ἐτέχθη σοι ἄρσην, εὐφραινόμενος.
16
16
Let that man rejoice as the cities which the Lord overthrew in wrath, and repented not: let him hear crying in the morning, and loud lamentation at noon; ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωΐ καὶ ἀλαλαγμοῦ μεσημβρίας,
17
17
because he slew me not in the womb, and my mother became not my tomb, and her womb always great with me. ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήψεως αἰωνίας.
18
18
Why is it that I came forth of the womb to see troubles and distresses, and my days are spent in shame? ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;
Chapter 21
Κεφάλαιο 21
1
1
The Word that came from the Lord to Jeremias, when King Sedekias sent to him Paschor the Son of Melchias, and Sophonias Son of Basæas, the Priest, saying, Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν, ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα λέγων·
2
2
Enquire of the Lord for us; for the king of Babylon has risen up against us; if the Lord will do according to all his wonderful works, and the king shall depart from us. ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ’ ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ’ ἡμῶν.
3
3
And Jeremias said to them, Thus shall ye say to Sedekias king of Juda, καὶ εἶπε πρὸς αὐτοὺς ῾Ιερεμίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα·
4
4
Thus saith the Lord; Behold, I will turn back the weapons of war wherewith ye fight against the Chaldeans that have besieged you from outside the wall, and I will gather them into the midst of this city. τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ μεταστρέψω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης
5
5
And I will fight against you with an outstretched hand and with a strong arm, with wrath and great anger. καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης
6
6
And I will smite all the dwellers in this city, both men and cattle, with grievous pestilence: and they shall die. καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.
7
7
And after this, thus saith the Lord; I will give Sedekias king of Juda, and his servants, and the people that is left in this city from the pestilence, and from the famine, and from the sword, into the hands of their enemies, that seek their lives: and they shall cut them in pieces with the edge of the sword: I will not spare them, and I will not have compassion upon them. καὶ μετὰ ταῦτα —οὕτως λέγει Κύριος— δώσω τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ’ αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
8
8
And thou shalt say to this people, Thus saith the Lord; Behold, I have set before you the way of life, and the way of death. καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου·
9
9
He that remains in this city shall die by the sword, and by famine: but he that goes forth to advance to the Chaldeans that have besieged you, shall live, and his life shall be to him for a spoil, and he shall live. ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται.
10
10
For I have set my face against this city for evil, and not for good: it shall be delivered into the hands of the king of Babylon, and he shall consume it with fire. διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτήν ἐν πυρί.
11
11
O house of the king of Juda, hear ye the word of the Lord. ὁ οἶκος βασιλέως ᾿Ιούδα, ἀκούσατε λόγον Κυρίου·
12
12
O house of David, thus saith the Lord; Judge judgment in the morning, and act rightly, and rescue the spoiled one from the hand of him that wrongs him, lest mine anger be kindled like fire, and it burn, and there be none to quench it. οἶκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωΐ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.
13
13
Behold, I am against thee that dwellest in the valley of Sor; in the plain country, even against them that say, Who shall alarm us? or who shall enter into our habitation? ἰδοὺ ἐγὼ πρός σε τὸν κατοικοῦντα τὴν κοιλάδα Σόρ, τὴν πεδεινήν, τοὺς λέγοντας· τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;
14
14
And I will kindle a fire in the forest thereof, and it shall devour all things round about it. καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.
Chapter 22
Κεφάλαιο 22
1
1
Thus saith the Lord; Go thou, and go down to the house of the king of Juda, and thou shalt speak there this word, ΤΑΔΕ λέγει Κύριος· πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως ᾿Ιούδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
2
2
and thou shalt say, Hear the word of the Lord, O king of Juda, that sittest on the throne of David, thou, and thy house, and thy people, and they that go in at these gates: καὶ ἐρεῖς· ἄκουε λόγον Κυρίου, βασιλεῦ ᾿Ιούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυίδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις·
3
3
thus saith the Lord; Execute ye judgment and justice, and rescue the spoiled out of the hand of him that wrongs him: and oppress not the stranger, and orphan, and widow, and sin not, and shed no innocent blood in this place. τάδε λέγει Κύριος· ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβῆτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.
4
4
For if ye will indeed perform this word, then shall there enter in by the gates of this house kings sitting upon the throne of David, and riding on chariots and horses, they, and their servants, and their people. διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν·
5
5
But if ye will not perform these words, by myself have I sworn, saith the Lord, that this house shall be brought to desolation. ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.
6
6
For thus saith the Lord concerning the house of the king of Juda; Thou art Galaad to me, and the head of Libanus: yet surely I will make thee a desert, even cities that shall not be inhabited: ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως ᾿Ιούδα· Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας·
7
7
and I will bring upon thee a destroying man, and his axe: and they shall cut down thy choice cedars, and cast them into the fire. καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.
8
8
And nations shall pass through this city, and each shall say to his neighbour, Why has the Lord done thus to this great city? καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ;
9
9
And they shall say, Because they forsook the covenant of the Lord their God, and worshipped strange gods, and served them. καὶ ἐροῦσιν· ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς.
10
10
Weep not for the dead, nor lament for him: weep bitterly for him that goes away: for he shall return no more, nor see his native land. Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.
11
11
For thus saith the Lord concerning Sellem the son of Josias, who reigns in the place of Josias his father, who has gone forth out of this place; He shall not return thither any more: διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν ᾿Ιωσία τὸν βασιλεύοντα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,
12
12
but in that place whither I have carried him captive, there shall he die, and shall see this land no more. ἀλλ’ ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. —
13
13
He that builds his house not with justice, and his upper chambers not with judgment, who works by means of his neighbour for nothing, and will by no means give him his reward. ῏Ω ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.
14
14
Thou hast built for thyself a well-proportioned house, airy chambers, fitted with windows, and wainscoted with cedar, and painted with vermilion. ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ριπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.
15
15
Shalt thou reign, because thou art provoked with thy father Achaz? they shall not eat, and they shall not drink: it is better for thee to execute judgment and justice. μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν ῎Αχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην.
16
16
They understood not, they judged not the cause of the afflicted, nor the cause of the poor: is not this thy not knowing me? saith the Lord. οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;
17
17
Behold, thine eyes are not good, nor thine heart, but they go after thy covetousness, and after the innocent blood to shed it, and after acts of injustice and slaughter, to commit them. ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.
18
18
Therefore thus saith the Lord concerning Joakim son of Josias, king of Juda, even concerning this man; they shall not bewail him, saying, Ah brother! neither shall they at all weep for him, saying, Alas Lord. διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ ᾿Ιωακεὶμ υἱὸν ᾿Ιωσία βασιλέα ᾿Ιούδα· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτόν· ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι Κύριε.
19
19
He shall be buried with the burial of an ass; he shall be dragged roughly along and cast outside the gate of Jerusalem. ταφὴν ὄνου ταφήσεται, συμψηθεὶς ριφήσεται ἐπέκεινα τῆς πύλης ῾Ιερουσαλήμ. —
20
20
Go up to Libanus, and cry; and utter thy voice to Basan, and cry aloud to the extremity of the sea: for all thy lovers are destroyed. ᾿Ανάβηθι εἰς τὸν Λίβανον καὶ κράξον καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
21
21
I spoke to thee on occasion of thy trespass, but thou saidst, I will not hearken. This has been thy way from thy youth, thou hast not hearkened to my voice. ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.
22
22
The wind shall tend all thy shepherds, and thy lovers shall go into captivity; for then shalt thou be ashamed and disgraced because of all thy lovers. πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.
23
23
O thou that dwellest in Libanus, making thy nest in the cedars, thou shalt groan heavily, when pangs as of a travailing woman are come upon thee. κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.
24
24
As I live, saith the Lord, though Jechonias son of Joakim king of Juda were indeed the seal upon my right hand, thence would I pluck thee; ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται ᾿Ιεχονίας υἱὸς ᾿Ιωακεὶμ βασιλεὺς ᾿Ιούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε
25
25
and I will deliver thee into the hands of them that seek thy life, before whom thou art afraid, into the hands of the Chaldeans. καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων·
26
26
And I will cast forth thee, and thy mother that bore thee, into a land where thou wast not born; and there ye shall die. καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε.
27
27
But they shall by no means return to the land which they long for in their souls. εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν.
28
28
Jechonias is dishonoured as a good-for-nothing vessel; for he is thrown out and cast forth into a land which he knew not. ἠτιμώθη ᾿Ιεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει.
29
29
Land, land, hear the word of the Lord. γῆ γῆ ἀκουε λόγον Κυρίου·
30
30
Write ye this man an outcast: for there shall none of his seed at all grow up to sit on the throne of David, or as a prince yet in Juda. γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἔτι ἐν τῷ ᾿Ιούδᾳ.
Chapter 23
Κεφάλαιο 23
1
1
Woe to the shepherds that destroy and scatter the sheep of their pasture! Ω οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου.
2
2
Therefore thus saith the Lord against them that tend my people; Ye have scattered my sheep, and driven them out, and ye have not visited them: behold, I will take vengeance upon you according to your evil practices. διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· ὑμεῖς διεσκορπίσατε τά πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν·
3
3
And I will gather in the remnant of my people in every land, whither I have driven them out, and will set them in their pasture; and they shall increase and be multiplied. καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται·
4
4
And I will raise up shepherds to them, who shall feed them: and they shall fear no more, nor be alarmed, saith the Lord. καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει Κύριος.
5
5
Behold, the days come, saith the Lord, when I will raise up to David a righteous branch, and a king shall reign and understand, and shall execute judgment and righteousness on the earth. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.
6
6
In his days both Juda shall be saved, and Israel shall dwell securely: and this is his name, which the Lord shall call him, Josedec among the prophets. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται ᾿Ιούδας, καὶ ᾿Ισραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος ᾿Ιωσεδέκ.
9
9
My heart is broken within me; all my bones are shaken: I am become as a broken-down man, and as a man overcome with wine, because of the Lord, and because of the excellence of his glory. ᾿Εν τοῖς προφήταις συνετρίβη ἡ καρδία μου, ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.
10
10
For because of these things the land mourns; the pastures of the wilderness are dried up; and their course is become evil, and so also their strength. ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως.
11
11
For priest and prophet are defiled; and I have seen their iniquities in my house. ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.
12
12
Therefore let their way be to them slippery and dark: and they shall be tripped up and fall in it: for I will bring evils upon them, in the year of their visitation. διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ’ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, φησὶ Κύριος.
13
13
And in the prophets of Samaria I have seen lawless deeds; they prophesied by Baal, and led my people Israel astray. καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ καὶ ἐπλάνησαν τὸν λαόν μου ᾿Ισραήλ.
14
14
Also in the prophets of Jerusalem I have seen horrible things: as they committed adultery, and walked in lies, and strengthened the hands of many, that they should not return each from his evil way: they are all become to me as Sodoma, and the inhabitants thereof as Gomorrha. καὶ ἐν τοῖς προφήταις ῾Ιερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμορρα.
15
15
Therefore thus saith the Lord; Behold, I will feed them with pain, and give them bitter water to drink: for from the prophets of Jerusalem has defilement gone forth into all the land. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν ῾Ιερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ.
16
16
Thus saith the Lord Almighty, Hearken not to the words of the prophets: for they frame a vain vision for themselves; they speak from their own heart, and not from the mouth of the Lord. οὕτως λέγει Κύριος παντοκράτωρ· μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσι καὶ οὐκ ἀπὸ στόματος Κυρίου.
17
17
They say to them that reject the word of the Lord, There shall be peace to you; and to all that walk after their own lusts, and to every one that walks in the error of his heart, they have said, No evil shall come upon thee. λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου· εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν· οὐχ ἥξει ἐπὶ σὲ κακά.
18
18
For who has stood in the counsel of the Lord, and seen his word? who has hearkened, and heard? ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδε τὸν λόγον αὐτοῦ; τίς ἠνωτίσατο καὶ ἤκουσεν;
19
19
Behold, there is an earthquake from the Lord, and anger proceeds to a convulsion, it shall come violently upon the ungodly. ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει.
20
20
And the Lord's wrath shall return no more, until he have accomplished it, and until he have established it, according to the purpose of his heart: at the end of the days they shall understand it. καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν στήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ’ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά.
21
21
I sent not the prophets, yet they ran: neither spoke I to them, yet they prophesied. οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροφήτευον.
22
22
But if they had stood in my counsel, and if they had hearkened to my words, then would they have turned my people from their evil practices. καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.
23
23
I am a God nigh at hand, saith the Lord, and not a God afar off. Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν.
24
24
Shall any one hide himself in secret places, and I not see him? Do I not fill heaven and earth? saith the Lord. εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.
25
25
I have heard what the prophets say, what they prophesy in my name, saying falsely, I have seen a night vision. ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες· ἠνυπνιασάμην ἐνύπνιον.
26
26
How long shall these things be in the heart of the prophets that prophesy lies, when they prophesy the purposes of their own heart? ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ καὶ ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα τῆς καρδίας αὐτῶν;
27
27
who devise that men may forget my law by their dreams, which they have told every one to his neighbour, as their fathers forgot my name in the worship of Baal. τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ;
28
28
The prophet who has a dream, let him tell his dream; and he in whom is my word spoken to him, let him tell my word truly: what is the chaff to the corn? so are my words, saith the Lord. ὁ προφήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει Κύριος.
29
29
Behold, are not my words as fire? saith the Lord; and as an axe cutting the rock? οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;
30
30
Behold, I am therefore against the prophets, saith the Lord God, that steal my words every one from his neighbour. ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας, λέγει Κύριος ὁ Θεός, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστον παρὰ τοῦ πλησίον αὐτοῦ.
31
31
Behold, I am against the prophets that put forth prophecies of mere words, and slumber their sleep. ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν.
32
32
Therefore, behold, I am against the prophets that prophesy false dreams, and have not told them truly, and have caused my people to err by their lies, and by their errors; yet I sent them not, and commanded them not; therefore, they shall not profit this people at all. ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσι τὸν λαὸν τοῦτον.
33
33
And if this people, or the priest, or the prophet, should ask, What is the burden of the Lord? then thou shalt say to them, Ye are the burden, and I will dash you down, saith the Lord. καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης λέγων· τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς· ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ράξω ὑμᾶς, λέγει Κύριος.
34
34
As for the prophet, and the priests, and the people, who shall say, The burden of the Lord, I will even take vengeance on that man, and on his house. ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαός, οἳ ἂν εἴπωσι· λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.
35
35
Thus shall ye say every one to his neighbour, and every one to his brother, What has the Lord answered? and, what has the Lord said? ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησε Κύριος;
36
36
And do ye name no more the burden of the Lord; for his own word shall be a man's burden. καὶ λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ·
37
37
But wherefore, say ye, has the Lord our God spoken? καὶ διατί ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν;
38
38
Therefore thus saith the Lord our God; Because ye have spoken this word, The burden of the Lord, and I sent to you, saying, Ye shall not say, The burden of the Lord; διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ἡμῶν· ἀνθ’ ὧν εἴπατε τὸν λόγον τοῦτον· λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων· οὐκ ἐρεῖτε· λῆμμα Κυρίου,
39
39
therefore, behold, I will seize, and dash down you and the city which I gave to you and your fathers. διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ράσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,
40
40
And I will bring upon you an everlasting reproach, and everlasting disgrace, which shall not be forgotten. καὶ δώσω ἐφ’ ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται. —
40a
Therefore, behold, the days come, saith the Lord, when they shall no more say, The Lord lives, who brought up the house of Israel out of the land of Egypt;
40b
but The Lord lives, who has gathered the whole seed of Israel from the north land, and from all the countries whither he had driven them out, and has restored them into their own land.
Chapter 24
Κεφάλαιο 24
1
1
The Lord shewed me two baskets of figs, lying in front of the temple of the Lord, after Nabuchodonosor king of Babylon had carried captive Jechonias son of Joakim king of Juda, and the princes, and the artificers, and the prisoners, and the rich men out of Jerusalem, and had brought them to Babylon. ΕΔΕΙΞΕ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν ᾿Ιεχονίαν υἱὸν ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ ῾Ιερουσαλὴμ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα·
2
2
The one basket was full of very good figs, as the early figs; and the other basket was full of very bad figs, which could not be eaten, for their badness. ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα, ὡς τὰ σύκα τὰ πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
3
3
And the Lord said to me, What seest thou, Jeremias? and I said, Figs; the good figs, very good; and the bad, very bad, which cannot be eaten, for their badness. καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, ῾Ιερεμία; καὶ εἶπα· σύκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
4
4
And the word of the Lord came to me, saying, καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
5
5
Thus saith the Lord, the God of Israel; As these good figs, so will I acknowledge the Jews that have been carried away captive, whom I have sent forth out of this place into the land of the Chaldeans for good. τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὡς τὰ σύκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας ᾿Ιούδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά. καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς ἀγαθὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαθὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καθελῶ καὶ καταφυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω.
6
And I will fix mine eyes upon them for good, and I will restore them into this land for good: and I will build them up, and not pull them down; and I will plant them, and not pluck them up.
7
7
And I will give them a heart to know me, that I am the Lord: and they shall be to me a people, and I will be to them a God: for they shall turn to me with all their heart. καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμέ, ὅτι ἐγώ εἰμι Κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ὅτι ἐπιστραφήσονται ἐπ’ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν.
8
8
And as the bad figs, which cannot be eaten, for their badness; thus saith the Lord, So will I deliver Sedekias king of Juda, and his nobles, and the remnant of Jerusalem, them that are left in this land, and the dwellers in Egypt. καὶ ὡς τὰ σύκα τὰ πονηρά, ἃ οὐ βρωθήσονται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει Κύριος, οὕτως παραδώσω τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον ῾Ιερουσαλὴμ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ.
9
9
And I will cause them to be dispersed into all the kingdoms of the earth, and they shall be for a reproach, and a proverb, and an object of hatred, and a curse, in every place whither I have driven them out. καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ.
10
10
And I will send against them famine, and pestilence, and the sword, until they are consumed from off the land which I gave them. καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν θάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλείπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.
Chapter 25
Κεφάλαιο 25
1
1
The Word that came to Jeremias concerning all the people of Juda in the fourth year of Joakim, son of Josias, king of Juda; Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν ἐπὶ πάντα τὸν λαὸν ᾿Ιούδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα,
2
2
which he spoke to all the people of Juda, and to the inhabitants of Jerusalem, saying, ὃν ἐλάλησε πρὸς πάντα τὸν λαὸν ᾿Ιούδα καὶ πρὸς τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ λέγων·
3
3
In the thirteenth year of Josias, son of Amos, king of Juda, even until this day for three and twenty years, I have both spoken to you, rising early and speaking, ἐν τῷ τρισκαιδεκάτῳ ἔτει ᾿Ιωσία υἱοῦ ᾿Αμὼς βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων
4
4
and I sent to you my servants the prophets, sending them early; (but ye hearkened not, and listened not with your ears;) saying, καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας, ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν,
5
5
Turn ye every one from his evil way, and from your evil practices, and ye shall dwell in the land which I gave to you and your fathers, of old and for ever. λέγων· ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος.
6
6
Go ye not after strange gods, to serve them, and to worship them, that ye provoke me not by the works of your hands, to do you hurt. μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς·
7
7
But ye hearkened not to me. καὶ οὐκ ἠκούσατέ μου.
8
8
Therefore thus saith the Lord; Since ye believed not my words, διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου,
9
9
behold, I will send and take a family from the north, and will bring them against this land, and against the inhabitants of it, and against all the nations round about it, and I will make them utterly waste, and make them a desolation, and a hissing, and an everlasting reproach. ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον·
10
10
And I will destroy from among them the voice of joy, and the voice of gladness, the voice of the bridegroom, and the voice of the bride, the scent of ointment, and the light of a candle. καὶ ἀπολῶ ἀπ’ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου.
11
11
And all the land shall be a desolation; and they shall serve among the Gentiles seventy years. καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη.
12
12
And when the seventy years are fulfilled, I will take vengeance on that nation, and will make them a perpetual desolation. καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη, ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶ Κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον·
13
13
And I will bring upon that land all my words which I have spoken against it, even all things that are written in this book. καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ’ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. ῝Α ἐπροφήτευσεν ῾Ιερεμίας ἐπὶ τὰ ἔθνη. (Μασ. ΜΘ´
14
14
The Prophecies of Jeremias against the Nations of Ælam. Τὰ Αἰλάμ. — Τάδε λέγει Κύριος· συνετρίβη τὸ τόξον Αἰλάμ, ἀρχὴ δυναστείας αὐτῶν.
15
15
Thus saith the Lord, The bow of Ælam is broken, even the chief of their power. καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσι τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος, ὃ οὐχ ἥξει ἐκεῖ, οἱ ἐξωσμένοι Αἰλάμ.
16
16
And I will bring upon Ælam the four winds from the four corners of heaven, and I will disperse them toward all these winds; and there shall be no nation to which they shall not come—even the outcasts of Ælam. καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ’ αὐτοὺς κακὰ κατά τὴν ὀργὴν τοῦ θυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς.
17
17
And I will put them in fear before their enemies that seek their life; and I will bring evils upon them according to my great anger; and I will send forth my sword after them, until I have utterly destroyed them. καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας.
18
18
And I will set my throne in Ælam, and will send forth thence king and rulers. καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν Αἰλάμ, λέγει Κύριος. — ᾿Εν ἀρχῇ βασιλεύοντος Σεδεκίου βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αἰλάμ.
19
But it shall come to pass at the end of days, that I will turn the captivity of Ælam, saith the Lord.
20
In the beginning of the reign of king Sedekias, there came this word concerning Ælam.
Chapter 26
Κεφάλαιο 26
2
2
For Egypt, against the Power of Pharao Nechao King of Egypt, who was by the river Euphrates in Charmis, whom Nabuchodonosor king of Babylon smote in the fourth year of Joakim king of Juda. Τῌ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρχαμείς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἔτει τῷ τετάρτῳ ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα.
3
3
Take up arms and spears, and draw nigh to battle; ᾿Αναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον·
4
4
and harness the horses: mount, ye horsemen, and stand ready in your helmets; advance the spears, and put on your breast-plates. ἐπισάξατε τοὺς ἵππους, ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν· προβάλετε τά δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν.
5
5
Why do they fear, and turn back? even because their mighty men shall be slain: they have utterly fled, and being hemmed in they have not rallied, saith the Lord. τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν εἰς τὰ ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. φυγῇ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος.
6
6
Let not the swift flee, and let not the mighty man escape to the north: the forces at Euphrates are become feeble, and they have fallen. μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν, πεπτώκασι.
7
7
Who is this that shall come up as a river, and as rivers roll their waves? τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ;
8
8
The waters of Egypt shall come up like a river: and he said, I will go up, and will cover the earth, and will destroy the dwellers in it. ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν· ἀναβήσομαι καὶ κατακαλύψω τὴν γῆν καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.
9
9
Mount ye the horses, prepare the chariots; go forth, ye warriors of the Ethiopians, and Libyans armed with shields; and mount, ye Lydians, bend the bow. ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθατε, οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε, ἐντείνατε τόξον.
10
10
And that day shall be to the Lord our God a day of vengeance, to take vengeance on his enemies: and the sword of the Lord shall devour, and be glutted, and be drunken with their blood: for the Lord has a sacrifice from the land of the north at the river Euphrates. καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ Κυρίῳ σαβαὼθ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ.
11
11
Go up to Galaad, and take balm for the virgin daughter of Egypt: in vain hast thou multiplied thy medicines; there is no help in thee. ἀνάβηθι Γαλαὰδ καὶ λάβε ρητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν ἐν σοί.
12
12
The nations have heard thy voice, and the land has been filled with thy cry: for the warriors have fainted fighting one against another, and both are fallen together. ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησαν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι.
13
13
The Words which the Lord spoke by Jeremias, concerning the coming of the king of Babylon to smite the land of Egypt. ῝Α ἐλάλησε Κύριος ἐν χειρὶ ῾Ιερεμίου τοῦ ἐλθεῖν Ναβουχοδονόσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου.
14
14
Proclaim it at Magdol, and declare it at Memphis: say ye, Stand up, and prepare; for the sword has devoured thy yew-tree. ᾿Αναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν, εἴπατε· ἐπίστηθι καὶ ἑτοίμασον, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου.
15
15
Wherefore has Apis fled from thee? thy choice calf has not remained; for the Lord has utterly weakened him. διατί ἔφυγεν ἀπὸ σοῦ ὁ ῏Απις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι Κύριος παρέλυσεν αὐτόν.
16
16
And thy multitude has fainted and fallen; and each one said to his neighbour, Let us arise, and return into our country to our people, from the Grecian sword. καὶ τὸ πλῆθός σου ἠσθένησε καὶ ἔπεσε, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει· ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς.
17
17
Call ye the name of Pharao Nechao king of Egypt, Saon esbeie moed. καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, Σαών–᾿Εσβί–᾿Εμωήδ.
18
18
As I live, saith the Lord God, he shall come as Itabyrion among the mountains, and as Carmel that is on the sea. ζῶ ἐγώ, λέγει Κύριος ὁ Θεός, ὅτι ὡς τὸ ᾿Ιταβύριον ἐν τοῖς ὄρεσι καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ θαλάσσῃ ἥξει.
19
19
O daughter of Egypt dwelling at home, prepare thee stuff for removing: for Memphis shall be utterly desolate, and shall be called Woe, because there are no inhabitants in it. σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ.
20
20
Egypt is a fair heifer, but destruction from the north is come upon her. δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλθεν ἐπ’ αὐτήν.
21
21
Also her hired soldiers in the midst of her are as fatted calves fed in her; for they also have turned, and fled with one accord: they stood not, for the day of destruction was come upon them, and the time of their retribution. καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ’ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
22
22
Their voice is as that of a hissing serpent, for they go upon the sand; they shall come upon Egypt with axes, as men that cut wood. φωνὴ ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται· ἐν ἀξίναις ἥξουσιν ἐπ’ αὐτὴν ὡς κόπτοντες ξύλα.
23
23
They shall cut down her forest, saith the Lord, for their number cannot at all be conjectured, for it exceeds the locust in multitude, and they are innumerable. ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος ὁ Θεός, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός.
24
24
The daughter of Egypt is confounded; she is delivered into the hands of a people from the north. κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ.
25
25
Behold, I will avenge Ammon her son upon Pharao, and upon them that trust in him. ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν ᾿Αμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραώ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ’ αὐτῷ.
27
27
But fear not thou, my servant Jacob, neither be thou alarmed, Israel: for, behold, I will save thee from afar, and thy seed from their captivity; and Jacob shall return, and be at ease, and sleep, and there shall be no one to trouble him. σὺ δὲ μὴ φοβηθῇς, δοῦλός μου ᾿Ιακώβ, μηδὲ πτοηθῇς, ᾿Ισραήλ· διότι ἐγὼ ἰδοὺ σῴζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει ᾿Ιακὼβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.
28
28
Fear not thou, my servant Jacob, saith the Lord; for I am with thee: she that was without fear and in luxury, has been delivered up: for I will make a full end of every nation among whom I have thrust thee forth; but I will not cause thee to fail: yet will I chastise thee in the way of judgment, and will not hold thee entirely guiltless. μὴ φοβοῦ, παῖς μου ᾿Ιακώβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ἡ ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω ἔθνει συντέλειαν ἐν παντὶ ἔθνει, εἰς οὓς ἔξωσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθῷον οὐκ ἀθῳώσω σε.
Chapter 27
Κεφάλαιο 27
1
1
The Word of the Lord which He spoke against Babylon. (Μασ. Ν΄ .) ΛΟΓΟΣ Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα.
2
2
Proclaim ye among the Gentiles, and cause the tidings to be heard, and suppress them not: say ye, Babylon is taken, Belus is confounded; the fearless, the luxurious Mærodach is delivered up. ᾿Αναγγείλατε ἐν τοῖς ἔθνεσι καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε· ἑάλωκε Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαρωδάχ.
3
3
For a nation has come up against her from the north, he shall utterly ravage her land, and there shall be none to dwell in it, neither man nor beast. ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους.
4
4
In those days, and at that time, the children of Israel shall come, they and the children of Juda together; they shall proceed, weeping as they go, seeking the Lord their God. ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Κύριον Θεὸν αὐτῶν ζητοῦντες.
5
5
They shall ask the way till they come to Sion, for that way shall they set their face; and they shall come and flee for refuge to the Lord their God; for the everlasting covenant shall not be forgotten. ἕως Σιὼν ἐρωτήσουσι τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι· καὶ ἥξουσι καὶ καταφεύξονται πρὸς Κύριον τὸν Θεόν, διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.
6
6
My people have been lost sheep: their shepherds thrust them out, they caused them to wander on the mountains: they went from mountain to hill, they forgot their resting-place. πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.
7
7
All that found them consumed them: their enemies said, Let us not leave them alone, because they have sinned against the Lord: he that gathered their fathers had a pasture of righteousness. πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν· μὴ ἀνῶμεν αὐτούς· ἀνθ’ ὧν ἥμαρτον τῷ Κυρίῳ νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν.
8
8
Flee ye out of the midst of Babylon, and from the land of the Chaldeans, and go forth, and be as serpents before sleep. ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων.
9
9
For, behold, I stir up against Babylon the gatherings of nations out of the land of the north; and they shall set themselves in array against her: thence shall she be taken, as the dart of an expert warrior shall not return empty. ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή.
10
10
And Chaldea shall be a spoil: all that spoil her shall be satisfied. καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται,
11
11
Because ye rejoiced, and boasted, while plundering mine heritage; because ye exulted as calves in the grass, and pushed with the horn as bulls. ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι.
12
12
Your mother is greatly ashamed; your mother that bore you for prosperity is confounded: she is the last of the nations, desolate, ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, ἐνετράπη ἡ τεκοῦσα ὑμᾶς μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος.
13
13
by reason of the Lord's anger: it shall not be inhabited, but it shall be all a desolation; and every one that passes through Babylon shall scowl, and they shall hiss at all her plague. ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται. καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς.
14
14
Set yourselves in array against Babylon round about, all ye that bend the bow; shoot at her, spare not your arrows, παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ’ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν.
15
15
and prevail against her: her hands are weakened, her bulwarks are fallen, and her wall is broken down: for it is vengeance from God: take vengeance upon her; as she has done, do to her. κατακρατήσατε αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς, ὅτι ἐκδίκησις παρὰ Θεοῦ ἐστιν· ἐκδικεῖτε ἐπ’ αὐτήν· καθὼς ἐποίησε, ποιήσατε αὐτῇ.
16
16
Utterly destroy seed out of Babylon, and him that holds a sickle in time of harvest: for fear of the Grecian sword, they shall return every one to his people, and every one shall flee to his own land. ἐξολοθρεύσασθε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσι καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται.
17
17
Israel is a wandering sheep; the lions have driven him out: the king of Assyria first devoured him, and afterward this king of Babylon has gnawed his bones. Πρόβατον πλανώμενον ᾿Ισραήλ, λέοντες ἔξωσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς ᾿Ασσοὺρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.
18
18
Therefore thus saith the Lord; Behold, I will take vengeance on the king of Babylon, and upon his land, as I took vengeance on the king of Assyria. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα ᾿Ασσούρ.
19
19
And I will restore Israel to his pasture, and he shall feed on Carmel and on mount Ephraim and in Galaad, and his soul shall be satisfied. καὶ ἀποκαταστήσω τὸν ᾿Ισραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει ᾿Εφραὶμ καὶ ἐν τῷ Γαλαὰδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ.
20
20
In those days, and at that time, they shall seek for the iniquity of Israel, and there shall be none; and for the sins of Juda, and they shall not be found: for I will be merciful to them that are left ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσι τὴν ἀδικίαν ᾿Ισραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας ᾿Ιούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος. —
21
21
on the land, saith the Lord. Go up against it roughly, and against them that dwell on it: avenge, O sword, and destroy utterly, saith the Lord, and do according to all that I command thee. Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι.
22
22
A sound of war, and great destruction in the land of the Chaldeans! φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων.
23
23
How is the hammer of the whole earth broken and crushed! How is Babylon become a desolation among the nations! πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;
24
24
They shall come upon thee, and thou shalt not know it, Babylon, that thou wilt even be taken captive: thou art found and taken, because thou didst resist the Lord. ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης.
25
25
The Lord has opened his treasury, and brought forth the weapons of his anger: for the Lord God has a work in the land of the Chaldeans. ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων,
26
26
For her times are come: open ye her storehouses: search her as a cave, and utterly destroy her: let there be no remnant of her. ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολοθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα.
27
27
Dry ye up all her fruits, and let them go down to the slaughter: woe to them! for their day is come, and the time of their retribution. ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
28
28
A voice of men fleeing and escaping from the land of Babylon, to declare to Sion the vengeance that comes from the Lord our God. φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου Θεοῦ ἡμῶν.
29
29
Summon many against Babylon, even every one that bends the bow: camp against her round about; let no one of her people escape: render to her according to her works; according to all that she has done, do to her: for she has resisted the Lord, the Holy God of Israel. παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλλετε ἐπ’ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτοῖς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα, ὅσα ἐποίησε, ποιήσατε αὐτῇ, ὅτι πρὸς Κύριον ἀντέστη Θεὸν ἅγιον τοῦ ᾿Ισραήλ.
30
30
Therefore shall her young men fall in the streets, and all her warriors shall be cast down, saith the Lord. διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ριφήσονται, εἶπε Κύριος.
31
31
Behold, I am against thee the haughty one, saith the Lord: for thy day is come, and the time of thy retribution. ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει Κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου·
32
32
And thy pride shall fail, and fall, and there shall be no one to set it up again: and I will kindle a fire in her forest, and it shall devour all things round about her. καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐδεὶς ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.
33
33
Thus saith the Lord; The children of Israel and the children of Juda have been oppressed: all they that have taken them captive have oppressed them together; for they would not let them go. Τάδε λέγει Κύριος· καταδεδυνάστευνται οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς.
34
34
But their Redeemer is strong; the Lord Almighty is his name: he will enter into judgment with his adversaries, that he may destroy the earth; καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα.
35
35
and he will sharpen a sword against the Chaldeans, and against the inhabitants of Babylon, and upon her nobles and upon her wise men; μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς·
36
36
a sword upon her warriors, and they shall be weakened: a sword upon their horses, and upon their chariots: μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται· μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν·
37
37
a sword upon their warriors, and upon the mixed people in the midst of her; and they shall be as women: a sword upon the treasures, and they shall be scattered upon her water, μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμεικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται.
38
38
and they shall be ashamed: for it is a land of graven images; and in the islands, where they boasted. ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστι, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο.
39
39
Therefore shall idols dwell in the islands, and the young of monsters shall dwell in it: it shall not be inhabited any more for ever. διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα.
40
40
As God overthrew Sodom and Gomorrha, and the cities bordering upon them, saith the Lord: no man shall dwell there, and no son of man shall sojourn there. καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπε Κύριος, οὐ μὴ κατοικήσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.
41
41
Behold, a people comes from the north, and a great nation, and many kings shall be stirred up from the end of the earth; holding bow and dagger: ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς,
42
42
the people is fierce, and will have no mercy: their voices shall sound as the sea, they shall ride upon horses, prepared for war, like fire, against thee, O daughter of Babylon. τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστι καὶ οὐ μὴ ἐλεήσῃ· ἡ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι, ὥσπερ πῦρ, εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος.
43
43
The king of Babylon heard the sound of them, and his hands were enfeebled: anguish overcame him, pangs as of a woman in travail. ἤκουσε βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης.
44
44
Behold, he shall come up as a lion from Jordan to Gæthan; for I will speedily drive them from her, and I will set all the youths against her: for who is like me? and who will resist me? and who is this shepherd who will stand before me? ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ ᾿Ιορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου;
45
45
Therefore hear ye the counsel of the Lord, which he has taken against Babylon; and his devices, which he has devised upon the Chaldeans inhabiting it: surely lambs of their flock shall be destroyed: surely pasture shall be cut off from them. διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν.
46
46
For at the sound of the taking of Babylon the earth shall quake, and a cry shall be heard among the nations. ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.
Chapter 28
Κεφάλαιο 28
1
1
Thus saith the Lord; Behold, I stir up against Babylon, and against the Chaldeans dwelling therein, a deadly burning wind. (Μασ. ΝΑ΄ .) ΤΑΔΕ λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα.
2
2
And I will send forth against Babylon spoilers, and they shall spoil her, and shall ravage her land. Woe to Babylon round about her in the day of her affliction. καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.
3
3
Let the archer bend his bow, and him that has armour put it on: and spare ye not her young men, but destroy ye all her host. τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ φείσησθε ἐπὶ τοὺς νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς·
4
4
And slain men shall fall in the land of the Chaldeans, and men pierced through shall fall without it. καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς.
5
5
For Israel and Juda have not been forsaken of their God, of the Lord Almighty; whereas their land was filled with iniquity against the holy things of Israel. διότι οὐκ ἐχήρευσεν ᾿Ισραὴλ καὶ ᾿Ιούδας ἀπὸ Θεοῦ αὐτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων ᾿Ισραήλ.
6
6
Flee ye out of the midst of Babylon, and deliver every one his soul: and be not overthrown in her iniquity; for it is the time of her retribution from the Lord; he is rendering to her a recompence. φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστι παρὰ Κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ.
7
7
Babylon has been a golden cup in the Lord's hand, causing all the earth to be drunken: the nations have drunk of her wine; therefore they were shaken. ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν.
8
8
And Babylon is fallen suddenly, and is broken to pieces: lament for her; take balm for her deadly wound, if by any means she may be healed. καὶ ἄφνω ἔπεσε Βαβυλὼν καὶ συνετρίβη· θρηνεῖτε αὐτήν, λάβετε ρητίνην τῇ διαφθορᾷ αὐτῆς, εἴ πως ἰαθήσεται.
9
9
We tried to heal Babylon, but she was not healed: let us forsake her, and depart every one to his own country: for her judgment has reached to the heaven, it has mounted up to the stars. ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῇρεν ἕως τῶν ἄστρων.
10
10
The Lord has brought forth his judgment: come, and let us declare in Sion the works of the Lord our God. ἐξήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ ἔργα Κυρίου τοῦ Θεοῦ ἡμῶν.
11
11
Prepare the arrows; fill the quivers: the Lord has stirred up the spirit of the king of the Medes: for his wrath is against Babylon, to destroy it utterly; for it is the Lord's vengeance, it is the vengeance of his people. παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας. ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολοθρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις Κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν.
12
12
Lift up a standard on the walls of Babylon, prepare the quivers, rouse the guards, prepare the weapons: for the Lord has taken the work in hand, and will execute what he has spoken against the inhabitants of Babylon, ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησε καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα,
13
13
dwelling on many waters, and amidst the abundance of her treasures; thine end is come verily into thy bowels. κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχνα σου.
14
14
For the Lord has sworn by his arm, saying, I will fill thee with men as with locusts; and they that come down shall cry against thee. ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ· διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. —
15
15
The Lord made the earth by his power, preparing the world by his wisdom, by his understanding he stretched out the heaven. Κύριος ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν,
16
16
At his voice he makes a sound of water in the heaven, and brings up clouds from the extremity of the earth; he makes lightnings for rain, and brings light out of his treasures. εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγε νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὐτοῦ.
17
17
Every man has completely lost understanding; every goldsmith is confounded because of his graven images: for they have cast false gods, there is no breath in them. ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς·
18
18
They are vain works, objects of scorn; in the time of their visitation they shall perish. μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται.
19
19
Not such is Jacob's portion; for he that formed all things, he is his inheritance; the Lord is his name. οὐ τοιαύτη μερὶς τῷ ᾿Ιακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ. —
20
20
Thou scatterest for me the weapons of war: and I will scatter nations by thee, and will destroy kings by means of thee. Διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς
21
21
And by thee I will scatter the horse and his rider; and by thee I will scatter chariots and them that ride in them. καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν
22
22
And by thee I will scatter youth and maid; and by thee I will scatter man and woman. καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα
23
23
And by thee I will scatter the shepherd and his flock; and by thee I will scatter the husbandman and his husbandry; and by thee I will scatter leaders and the captains. καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.
24
24
And I will recompense to Babylon and to all the Chaldeans that dwell there all their mischiefs that they have done to Sion before your eyes, saith the Lord. καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιὼν κατ’ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.
25
25
Behold, I am against thee, the ruined mountain, that destroys the whole earth; and I will stretch out mine hand upon thee, and will roll thee down upon the rocks, and will make thee as a burnt mountain. ἰδοὺ ἐγὼ πρός σε, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον·
26
26
And they shall not take from thee a stone for a corner, nor a stone for a foundation: for thou shalt be a desolation for ever, saith the Lord. καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος.
27
27
Lift up a standard in the land, sound the trumpet among the nations, consecrate the nations against her, raise up kings against her by me, and that for the people of Achanaz; set against her engines of war; bring up against her horses as a multitude of locusts. ῎Αρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσι σάλπιγγι, ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη, παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις ᾿Αραρὰτ παρ’ ἐμοῦ καὶ τοῖς ᾿Ασχαναζαίοις, ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.
28
28
Bring up nations against her, even the king of the Medes and of the whole earth, his rulers, and all his captains. ἀναβιβάσατε ἐπ’ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.
29
29
The earth has quaked and been troubled, because the purpose of the Lord has risen up against Babylon, to make the land of Babylon a desolation, and uninhabitable. ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσε, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν.
30
30
The warrior of Babylon has failed to fight; they shall sit there in the siege; their power is broken; they are become like women; her tabernacles have been set on fire; her bars are broken. ἐξέλιπε μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.
31
31
One shall rush, running to meet another runner, and one shall go with tidings to meet another with tidings, to bring tidings to the king of Babylon, that his city is taken. διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ,
32
32
At the end of his passages they were taken, and his cisterns they have burnt with fire, and his warriors are going forth. ἀπ’ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήφθησαν, καὶ τὰ συστήματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται.
33
33
For thus saith the Lord, The houses of the king of Babylon shall be threshed as a floor in the season; yet a little while, and her harvest shall come. διότι τάδε λέγει Κύριος· οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἁλοηθήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς.
34
34
He has devoured me, he has torn me asunder, airy darkness has come upon me; Nabuchodonosor king of Babylon has swallowed me up, as a dragon has he filled his belly with my delicacies. κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκεῦος λεπτόν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέ με ὡς δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυφῆς μου ἔξωσέ με·
35
35
My troubles and my distresses have driven me out into Babylon, shall she that dwells in Sion say; and my blood shall be upon the Chaldeans dwelling there, shall Jerusalem say. οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα. ἐρεῖ κατοικοῦσα Σιών· καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ ῾Ιερουσαλήμ·
36
36
Therefore thus saith the Lord, Behold, I will judge thine adversary, and I will execute vengeance for thee; and I will waste her sea, and dry up her fountain. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς.
37
37
And Babylon shall be a desolation, and shall not be inhabited. καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται.
38
38
For they rose up together as lions, and as lions' whelps. ὅτι ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων.
39
39
In their heat I will give them a draught, and make them drunk, that they may be stupified, and sleep an everlasting sleep, and not awake, saith the Lord. ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς, ὅπως καρωθῶσι καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐξεγερθῶσι, λέγει Κύριος·
40
40
And bring thou them down as lambs to the slaughter, and rams with kids. καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων.
41
41
How has the boast of all the earth been taken and caught in a snare! how has Babylon become a desolation among the nations! πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;
42
42
The sea has come up upon Babylon with the sound of its waves, and she is covered. ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη.
43
43
Her cities are become like a dry and trackless land; not so much as one man shall dwell in it, neither shall a son of man lodge in it. ἐγενήθησαν αἱ πόλεις αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου.
44
44
And I will take vengeance on Babylon, and bring forth out of her mouth what she has swallowed down, and the nations shall no more be gathered to her: καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐτὴν ἔτι τὰ ἔθνη·
49
49
and in Babylon the slain men of all the earth shall fall. καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς.
50
50
Go forth of the land, ye that escape, and stay not; ye that are afar off, remember the Lord, and let Jerusalem come into your mind. ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ Κυρίου, καὶ ῾Ιερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.
51
51
We are ashamed, because we have heard our reproach; disgrace has covered our face; aliens are come into our sanctuary, even into the house of the Lord. ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου.
52
52
Therefore, behold, the days come, saith the Lord, when I will take vengeance upon her graven images: and slain men shall fall in all her land. διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι.
53
53
For though Babylon should go up as the heaven, and though she should strengthen her walls with her power, from me shall come they that shall destroy her, saith the Lord. ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ τὰ τείχῃ ἰσχύϊ αὐτῆς, παρ’ ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτήν, λέγει Κύριος.
54
54
A sound of a cry in Babylon, and great destruction in the land of the Chaldeans: φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,
55
55
for the Lord has utterly destroyed Babylon, and cut off from her the great voice sounding as many waters: he has consigned her voice to destruction. ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ’ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.
56
56
For distress has come upon Babylon, her warriors are taken, their bows are useless: for God recompenses them. ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ὁ Θεὸς ἀνταποδίδωσιν αὐτοῖς.
57
57
The Lord recompenses, and will make her leaders and her wise men and her captains completely drunk, saith the King, the Lord Almighty is his name. Κύριος ἀνταποδίδωσιν αὐτῷ τὴν ἀνταπόδοσιν· καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ.
58
58
Thus saith the Lord, The wall of Babylon was made broad, but it shall be completely broken down, and her high gates shall be burnt with fire; and the peoples shall not labour in vain, nor the nations fail in their rule. τάδε λέγει Κύριος· τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται, καὶ οὐ κοπιάσουσι λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.
59
59
The Word which the Lord commanded the Prophet Jeremias to say to Saræas son of Nerias, son of Maasæas, when he went from Sedekias king of Juda to Babylon, in the fourth year of his reign. And Saræas was over the bounties. ῾Ο λόγος, ὃν ἐνετείλατο Κύριος ῾Ιερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρίου, υἱοῦ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως ᾿Ιούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραίας ἄρχων δώρων.
60
60
And Jeremias wrote in a book all the evils which should come upon Babylon, even all these words that are written against Babylon. καὶ ἔγραψεν ῾Ιερεμίας πάντα τὰ κακά, ἃ ἥξει ἐπὶ Βαβυλῶνα, ἐν βιβλίῳ ἑνί, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα.
61
61
And Jeremias said to Saræas, When thou art come to Babylon, and shalt see and read all these words; καὶ εἶπεν ῾Ιερεμίας πρὸς Σαραίαν· ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους
62
62
then thou shalt say, O Lord God, thou hast spoken against this place, to destroy it, and that there should be none to dwell in it, neither man nor beast; for it shall be a desolation for ever. καὶ ἐρεῖς· Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολοθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.
63
63
And it shall come to pass, when thou shalt cease from reading this book, that thou shalt bind a stone upon it, and cast it into the midst of Euphrates; καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπ’ αὐτὸ λίθον καὶ ρίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου
64
64
and shalt say, Thus shall Babylon sink, and not rise, because of the evils which I bring upon it. καὶ ἐρεῖς· οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτήν.
Chapter 29
Κεφάλαιο 29
1
1
Thus saith the Lord against the Philistines; -
2
2
Behold, waters come up from the north, and shall become a sweeping torrent, and it shall sweep away the land, and its fulness; the city, and them that dwell in it: and men shall cry and all that dwell in the land shall howl, ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν.
3
3
at the sound of his rushing, at the sound of his hoofs, and at the rattling of his chariots, at the noise of his wheels: the fathers turned not to their children because of the weakness of their hands, ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ’ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν
4
4
in the day that is coming to destroy all the Philistines: and I will utterly destroy Tyre and Sidon, and all the rest of their allies: for the Lord will destroy the remaining inhabitants of the islands. ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολοθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων.
5
5
Baldness is come upon Gaza; Ascalon is cast away, and the remnant of the Enakim. ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίφη ᾿Ασκάλων καὶ οἱ κατάλοιποι ᾿Ενακίμ.
6
6
How long wilt thou smite, O sword of the Lord? how long will it be ere thou art quiet? return into thy sheath, rest, and be removed. ἕως τίνος κόψεις, ἡ μάχαιρα τοῦ Κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι.
7
7
How shall it be quiet, whereas the Lord has given it a commission against Ascalon, and against the regions on the sea-coast, to awake against the remaining countries!
Chapter 30
Κεφάλαιο 30
1
1
Concerning Idumea, thus saith the Lord; There is no longer wisdom in Thæman, counsel has perished from the wise ones, their wisdom is gone,
2
2
their place has been deceived. Dig deep for a dwelling, ye that inhabit Dædam, for he has wrought grievously: I brought trouble upon him in the time at which I visited him. διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββὰθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται ᾿Ισραὴλ τὴν ἀρχὴν αὐτοῦ.
3
3
For grape-gatherers are come, who shall not leave thee a remnant; as thieves by night, they shall lay their hand upon thy possessions. ἀλάλαξον ᾿Εσεβών, ὅτι ὤλετο Γαΐ· κεκράξατε θυγατέρες Ραββάθ, περιζώσασθε σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ βαδιεῖται ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα.
4
4
For I have stripped Esau, I have uncovered their secret places; they shall have no power to hide themselves, they have perished each by the hand of his brother, my neighbour, and it is impossible τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις ᾿Ενακείμ, θύγατερ ἰταμίας, ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς, ἡ λέγουσα· τίς εἰσελεύσεται ἐπ’ ἐμέ;
5
5
for thy fatherless one to be left to live, but I shall live, and the widows trust in me. ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ, εἶπε Κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσθε ἕκαστος εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων.
6
6
For thus saith the Lord; They who were not appointed to drink the cup have drunk it; and thou shalt by no means be cleared: Τῇ Κηδὰρ τῇ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος. (Μασ. ΜΘ´,
7
7
for by myself I have sworn, saith the Lord, that thou shalt be in the midst of her an impassable land, and a reproach, and a curse; and all her cities shall be desert for ever. σκηνὰς αὐτῶν καὶ τὰ πρόβατα αὐτῶν λήψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ’ αὐτοὺς ἀπώλειαν κυκλόθεν.
8
8
I have heard a report from the Lord, and he has sent messengers to the nations, saying, Assemble yourselves, and come against her; rise ye up to war. φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ’ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ’ ὑμᾶς λογισμόν.
9
9
I have made thee small among the nations, utterly contemptible among men. ἀνάστηθι καὶ ἀνάβηθι ἐπ’ ἔθνος εὐσταθοῦν, καθήμενον εἰς ἀναψυχήν, οἷς οὐκ εἰσὶ θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσι.
10
10
Thine insolence has risen up against thee, the fierceness of thine heart has burst the holes of the rocks, it has seized upon the strength of a lofty hill; for as an eagle he set his nest on high: thence will I bring thee down. καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπε Κύριος.
11
11
And Idumea shall be a desert: every one that passes by shall hiss at it. καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου.
12
12
As Sodom was overthrown and Gomorrha and they that sojourned in her, saith the Lord Almighty, no man shall dwell there, nor shall any son of man inhabit there. Τῇ Δαμασκῷ. (Μασ. ΜΘ´,
13
13
Behold, he shall come up as a lion out of the midst of Jordan to the place of Ætham: for I will speedily drive them from it, and do ye set the young men against her: for who is like me? and who will withstand me? and who is this shepherd, who shall confront me? ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο αὐτῆς.
14
14
Therefore hear ye the counsel of the Lord, which he has framed against Idumea; and his device, which he has devised against the inhabitants of Thæman: surely the least of the sheep shall be swept off; surely their dwelling shall be made desolate for them. πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησαν·
15
15
For at the sound of their fall the earth was scared, and the cry of the sea was not heard. διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶ Κύριος·
16
16
Behold, he shall look upon her as an eagle, and spread forth his wings over her strongholds; and the heart of the mighty men of Idumea shall be in that day as the heart of a woman in her pangs. καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ ῎Αδερ.
17
Concerning the sons of Ammon thus saith the Lord, Are there no sons in Israel? or have they no one to succeed them? wherefore has Melchol inherited Galaad, and why shall their people dwell in their cities?
18
Therefore, behold, the days come, saith the Lord, when I will cause to be heard in Rabbath a tumult of wars; and they shall become a waste and ruined place, and her altars shall be burned with fire; then shall Israel succeed to his dominion.
19
Howl, O Esebon, for Gai has perished; cry, ye daughters of Rabbath, gird yourselves with sackclothes, and lament; for Melchol shall go into banishment, his priests and his princes together.
20
Why do ye exult in the plains of the Enakim, thou haughty daughter, that trustest in thy treasures, that sayest, Who shall come in to me?
21
Behold, I will bring terror upon thee, saith the Lord, from all the country round about thee; and ye shall be scattered every one right before him, and there is none to gather you.
23
23
Concerning Kedar the Queen of the Palace, whom Nabuchodonosor King of Babylon smote, thus saith the Lord; Arise ye, and go up to Kedar, and fill the sons of Kedem.
24
They shall take their tents and their sheep, they shall take for themselves their garments, and all their baggage and their camels; and summon ye destruction against them from every side.
25
Flee ye, dig very deep for a dwelling-place, ye that dwell in the palace; for the king of Babylon has framed a counsel, and devised a device against you.
26
Rise up, and go up against a nation settled and dwelling at ease, who have no doors, nor bolts, nor bars, who dwell alone.
27
27
And their camels shall be a spoil, and the multitude of their cattle shall be destroyed: and I will scatter them as chaff with every wind, having their hair cut about their foreheads, I will bring on their overthrow from all sides, saith the Lord. ). Κατῃσχύνθη ᾿Ημὰθ καὶ ᾿Αρφάδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται.
28
28
And the palace shall be a resting-place for ostriches, and desolate for ever: no man shall abide there, and no son of man shall dwell there. -
29
Concerning Damascus. Emath is brought to shame, and Arphath: for they have heard an evil report: they are amazed, they are angry, they shall be utterly unable to rest.
30
Damascus is utterly weakened, she is put to flight; trembling has seized upon her.
31
How has she not left my city, they have loved the village?
32
Therefore shall the young men fall in thy streets, and all thy warriors shall fall, saith the Lord.
33
33
And I will kindle a fire in the wall of Damascus, and it shall devour the streets of the son of Ader. ). Οὕτως εἶπε Κύριος· ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδὰρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ·
Chapter 31
Κεφάλαιο 31
1
1
Thus has the Lord said concerning Moab, Woe to Nabau! for it has perished: Cariathaim is taken: Amath and Agath are put to shame. (Μασ. ΜΗ´) Τῇ Μωάβ. ΟΥΤΩΣ εἶπε Κύριος· οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο· ἐλήφθη Καριαθαίμ, ᾐσχύνθη ᾿Αμὰθ καὶ ἡττήθη.
2
2
There is no longer any healing for Moab, nor glorying in Esebon: he has devised evils against her: we have cut her off from being a nation, and she shall be completely still: after thee shall go a sword; οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, γαυρίαμα ἐν ᾿Εσεβών· ἐλογίσαντο ἐπ’ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται, ὄπισθέν σου βαδιεῖται μάχαιρα.
3
3
for there is a voice of men crying out of Oronaim, destruction and great ruin. ὅτι φωνὴ κεκραγότων ἐξ ᾿Ωρωναίμ, ὄλεθρος καὶ σύντριμμα μέγα·
4
4
Moab is ruined, proclaim it to Zogora: συνετρίβη Μωάβ, ἀναγγείλατε εἰς Ζογόρα,
5
5
for Aloth is filled with weeping: one shall go up weeping by the way of Oronaim; ye have heard a cry of destruction. ὅτι ἐπλήσθη ᾿Αλὼθ ἐν κλαυθμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ ᾿Ωρωναίμ, κραυγὴν συντρίμματος ἠκούσατε·
6
6
Flee ye, and save your lives, and ye shall be as a wild ass in the desert. φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ.
7
7
Since thou hast trusted in thy strong-hold, therefore thou shalt be taken: and Chamos shall go forth into captivity, and his priests, and his princes together. ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασί σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα.
8
8
And destruction shall come upon every city, it shall by no means escape; the valley also shall perish, and the plain country shall be completely destroyed, as the Lord has said. καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολοθρευθήσεται ἡ πεδινή, καθὼς εἶπε Κύριος.
9
9
Set marks upon Moab, for she shall be touched with a plague-spot, and all her cities shall become desolate; whence shall there be an inhabitant for her? δότε σημεῖα τῇ Μωάβ, ὅτι ἁφῇ ἀναφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ;
10
10
Cursed is the man that does the works of the Lord carelessly, keeping back his sword from blood. ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ’ αἵματος.
11
11
Moab has been at ease from a child, and trusted in his glory; he has not poured out his liquor from vessel to vessel, and has not gone into banishment, therefore his taste remained in him, and his smell departed not. ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπε.
12
12
Therefore, behold, his days come, saith the Lord, when I shall send upon him bad leaders, and they shall lead him astray, and they shall utterly break in pieces his possessions, and shall cut his horns asunder. διὰ τοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι.
13
13
And Moab shall be ashamed of Chamos, as the house of Israel was ashamed of Bæthel their hope, having trusted in them. καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς, ὥσπερ κατῃσχύνθη οἶκος ᾿Ισραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ’ αὐτοῖς.
14
14
How will ye say, We are strong, and men strong for war? πῶς ἐρεῖτε· ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά;
15
15
Moab is ruined, even his city, and his choice young men have gone down to slaughter. ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν·
16
16
The day of Moab is near at hand, and his iniquity moves swiftly to vengeance. ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα.
17
17
Shake the head at him, all ye that are round about him; all of you utter his name; say ye, How is the glorious staff broken to pieces, the rod of magnificence! κινήσατε αὐτῷ, πάντες κυκλόθεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε· πῶς συνετρίβη βακτηρία εὐκλεής, ράβδος μεγαλώματος;
18
18
Come down from thy glory, and sit down in a damp place: Dæbon shall be broken, because Moab is destroyed: there has gone up against thee one to ravage thy strong-hold. κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ, καθημένη Δαιβών· ἐκτριβήσεται, ὅτι ὤλετο Μωάβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου.
19
19
Stand by the way, and look, thou that dwellest in Arer; and ask him that is fleeing, and him that escapes, and say, What has happened? ἐφ’ ὁδοῦ στῆθι καὶ ἔπιδε, καθημένη ἐν ᾿Αροήρ, καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν· τί ἐγένετο;
20
20
Moab is put to shame, because he is broken: howl and cry; proclaim in Arnon, that Moab has perished. κατῃσχύνθη Μωάβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν ᾿Αρνών, ὅτι ὤλετο Μωάβ·
21
21
And judgment is coming against the land of Misor, upon Chelon, and Rephas, and Mophas, καὶ κρίσις ἔρχεται εἰς τὴν γῆν Μεισὼρ ἐπὶ Χελὼν καὶ Ρεφὰς καὶ Μωφὰθ
22
22
and upon Dæbon, and upon Nabau, and upon the house of Dæthlathaim, καὶ ἐπὶ Δαιβὼν καὶ ἐπὶ Ναβαῦ καὶ ἐπ’ οἶκον Δαιβλαθαὶμ
23
23
and upon Cariathaim, and upon the house of Gæmol, and upon the house of Maon, καὶ ἐπὶ Καριαθαὶμ καὶ ἐπ’ οἶκον Γαιμὼλ καὶ ἐπ’ οἶκον Μαὼν
24
24
and upon Carioth, and upon Bosor, and upon all the cities of Moab, far and near. καὶ ἐπὶ Καριὼθ καὶ ἐπὶ Βοσὸρ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόρρω καὶ τὰς ἐγγύς.
25
25
The horn of Moab is broken, and his arm is crushed. κατεάχθη κέρας Μωάβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη.
26
26
Make ye him drunk; for he has magnified himself against the Lord: and Moab shall clap with his hand, and shall be also himself a laughing-stock. μεθύσατε αὐτόν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός.
27
27
For surely Israel was to thee a laughing-stock, and was found among thy thefts, because thou didst fight against him. καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι ᾿Ισραήλ; ἢ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν;
28
28
The inhabitants of Moab have left the cities, and dwelt in rocks; they have become as doves nestling in rocks, at the mouth of a cave. κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ, ἐγενήθησαν ὥσπερ περιστεραί νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου.
29
29
And I have heard of the pride of Moab, he has greatly heightened his pride and his haughtiness, and his heart has been lifted up. ἤκουσα ὕβριν Μωάβ, ὕβρισε λίαν ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ, καὶ ὑψώθη ἡ καρδία αὐτοῦ.
30
30
But I know his works: is it not enough for him? has he not done thus? ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησε.
31
31
Therefore howl ye for Moab on all sides; cry out against the shorn men in a gloomy place. I will weep for thee, διὰ τοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν, βοήσατε ἐπ’ ἄνδρας κειράδας αὐχμοῦ·
32
32
O vine of Aserema, as with the weeping of Jazer: thy branches are gone over the sea, they reached the cities of Jazer: destruction has come upon thy fruits, and upon thy grape-gatherers. ὡς κλαυθμὸν ᾿Ιαζὴρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημά, κλήματά σου διῆλθε θάλασσαν, ᾿Ιαζὴρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε.
33
33
Joy and gladness have been utterly swept off the land of Moab: and though there was wine in thy presses, in the morning they trod it not, neither in the evening did they raise the cry of joy. συνεψήθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωΐ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αἰδάδ.
34
34
From the cry of Esebon even to Ætam their cities uttered their voice, from Zogor to Oronaim, and their tidings as a heifer of three years old, for the water also of Nebrin shall be dried up. ἀπὸ κραυγῆς ᾿Εσεβὼν ἕως ᾿Ελεαλὴ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως ᾿Ωρωναὶμ καὶ ᾿Αγλάθ–Σαλισία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.
35
35
And I will destroy Moab, saith the Lord, as he comes up to the altar, and burns incense to his gods. καὶ ἀπολῶ τὸν Μωάβ, φησὶ Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ.
36
36
Therefore the heart of Moab shall sound as pipes, my heart shall sound as a pipe for the shorn men; forasmuch as what every man has gained has perished from him. διὰ τοῦτο καρδία μου, Μωάβ, ὥσπερ αὐλοὶ βομβήσουσι, καρδία μου ἐπ’ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου.
37
37
They shall all have their heads shaved in every place, and every beard shall be shaved; and all hands shall beat the breasts, and on all loins shall be sackcloth. πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος.
38
38
And on all the housetops of Moab, and in his streets shall be mourning: for I have broken him, saith the Lord, as a vessel, which is useless. καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ καὶ ἐπὶ ταῖς πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωάβ, φησὶ Κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστι χρεία αὐτοῦ.
39
39
How has he changed! how has Moab turned his back! Moab is put to shame, and become a laughing-stock, and an object of anger to all that are round about him. πῶς κατήλλαξε; πῶς ἔστρεψε νῶτον Μωάβ; ᾐσχύνθη καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσι τοῖς κύκλῳ αὐτῆς.
40
40
For thus said the Lord; ὅτι οὕτως εἶπε Κύριος·
41
41
Carioth is taken, and the strong-holds have been taken together. ἐλήφθη ᾿Ακκαριώθ, καὶ τὰ ὀχυρώματα συνελήφθη·
42
42
And Moab shall perish from being a multitude, because he has magnified himself against the Lord. καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη.
43
43
A snare, and fear, and the pit, are upon thee, O inhabitant of Moab. παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί, καθήμενος Μωάβ·
44
44
He that flees from the terror shall fall into the pit, and he that comes up out of the pit shall even be taken in the snare: for I will bring these things upon Moab in the year of their visitation. ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλληφθήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς.
Chapter 32
Κεφάλαιο 32
15
15
Thus said the Lord God of Israel; Take the cup of this unmixed wine from mine hand, and thou shalt cause all the nations to drink, to whom I send thee. ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ’ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς.
16
16
And they shall drink, and vomit, and be mad, because of the sword which I send among them. καὶ σὺ προφητεύσεις ἐπ’ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς· Κύριος ἀφ’ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αἰδὰδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους τὴν γῆν ἥκει ὄλεθρος
17
17
So I took the cup out of the Lord's hand, and caused the nations to whom the Lord sent me to drink: ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος.
18
18
Jerusalem, and the cities of Juda, and the kings of Juda, and his princes, to make them a desert place, a desolation, and a hissing; οὕτως εἶπε Κύριος· ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ’ ἐσχάτου τῆς γῆς.
19
19
and Pharao king of Egypt, and his servants, and his nobles, and all his people; καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐκ μέρους τῆς γῆς, καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται.
20
20
and all the mingled people, and all the kings of the Philistines, and Ascalon, and Gaza, and Accaron, and the remnant of Azotus, ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί·
21
21
and Idumea, and the land of Moab, and the children of Ammon, καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων.
22
22
and the kings of Tyre, and the kings of Sidon, and the kings in the country beyond the sea, φωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλόθρευσε Κύριος τὰ βοσκήματα αὐτῶν,
23
23
and Dædan, and Thæman, and Ros, and every one that is shaved round about the face, καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου.
24
24
and all the mingled people lodging in the wilderness, ἐγκατέλιπεν ὥσπερ λέων κατάλειμμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.
25
and all the kings of Ælam, and all the kings of the Persians,
26
and all the kings from the north, the far and the near, each one with his brother, and all the kingdoms which are on the face of the earth.
27
And thou shalt say to them, Thus said the Lord Almighty; Drink ye, be ye drunken; and ye shall vomit, and shall fall, and shall in nowise rise, because of the sword which I send among you.
28
And it shall come to pass, when they refuse to take the cup out of thine hand, to drink it, that thou shalt say, Thus said the Lord; Ye shall surely drink.
29
For I am beginning to afflict the city whereon my name is called, and ye shall by no means be held guiltless: for I am calling a sword upon all that dwell upon the earth.
30
And thou shalt prophesy against them these words, and shalt say, The Lord shall speak from on high, from his sanctuary he will utter his voice; he will pronounce a declaration on his place; and these shall answer like men gathering grapes: and destruction is coming on them that dwell on the earth,
31
even upon the extreme part of the earth; for the Lord has a controversy with the nations, he is pleading with all flesh, and the ungodly are given to the sword, saith the Lord.
32
Thus said the Lord; Behold, evils are proceeding from nation to nation, and a great whirlwind goes forth from the end of the earth.
33
And the slain of the Lord shall be in the day of the Lord from one end of the earth even to the other end of the earth: they shall not be buried; they shall be as dung on the face of the earth.
34
Howl, ye shepherds, and cry; and lament, ye rams of the flock: for your days have been completed for slaughter, and ye shall fall as the choice rams.
35
And flight shall perish from the shepherds, and safety from the rams of the flock.
36
A voice of the crying of the shepherds, and a moaning of the sheep and the rams: for the Lord has destroyed their pastures.
37
And the peaceable abodes that remain shall be destroyed before the fierceness of my anger.
38
38
He has forsaken his lair, as a lion: for their land is become desolate before the great sword. ) ῞Οσα ἐπροφήτευσεν ῾Ιερεμίας ἐπὶ πάντα τὰ ἔθνη. ΟΥΤΩΣ εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς,
Chapter 33
Κεφάλαιο 33
1
1
In the beginning of the Reign of King Joakim Son of Josias there came this Word from the Lord. (Μασ. ΚΣΤ´) ΕΝ ἀρχῇ βασιλέως ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία ἐγενήθη ὁ λόγος οὗτος παρὰ Κυρίου·
2
2
Thus said the Lord; Stand in the court of the Lord's house, and thou shalt declare to all the Jews, and to all that come to worship in the house of the Lord, all the words which I commanded thee to speak to them; abate not one word. οὕτως εἶπε Κύριος· στῆθι ἐν αὐλῇ οἴκου Κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς ᾿Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ρῆμα·
3
3
Peradventure they will hear, and turn every one from his evil way: then I will cease from the evils which I purpose to do to them, because of their evil practices. ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.
4
4
And thou shalt say, Thus said the Lord; If ye will not hearken to me, to walk in my statutes which I set before you, καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,
5
5
to hearken to the words of my servants the prophets, whom I send to you early in the morning; yea, I sent them, but ye hearkened not to me; εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου,
6
6
then will I make this house as Selo, and I will make this city a curse to all the nations of all the earth. καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς.
7
7
And the priests, and the false prophets, and all the people heard Jeremias speaking these words in the house of the Lord. καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ ῾Ιερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου.
8
8
And it came to pass, when Jeremias had ceased speaking all that the Lord had ordered him to speak to all the people, that the priests and the false prophets and all the people took him, saying, καὶ ἐγένετο ῾Ιερεμίου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς λέγων· θανάτῳ ἀποθανῇ,
9
9
Thou shalt surely die, because thou hast prophesied in the name of the Lord, saying, This house shall be as Selo, and this city shall be made quite destitute of inhabitants. And all the people assembled against Jeremias in the house of the Lord. ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου λέγων· ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ ῾Ιερεμίαν ἐν οἴκῳ Κυρίου. —
10
10
And the princes of Juda heard this word, and they went up out of the house of the king to the house of the Lord, and sat in the entrance of the new gate. Καὶ ἤκουσαν οἱ ἄρχοντες ᾿Ιούδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης Κυρίου τῆς καινῆς.
11
11
Then the priests and the false prophets said to the princes and to all the people, The judgment of death is due to this man; because he has prophesied against this city, as ye have heard with your ears. καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ· κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν.
12
12
Then Jeremias spoke to the princes, and to all the people, saying, The Lord sent me to prophesy against this house and against this city, all the words which ye have heard. καὶ εἶπεν ῾Ιερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων· Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους, οὓς ἠκούσατε.
13
13
And now amend your ways and your works, and hearken to the voice of the Lord; and the Lord shall cease from the evils which he has pronounced against you. καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ’ ὑμᾶς.
14
14
And behold, I am in your hands; do to me as is expedient, and as it is best for you. καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν.
15
15
But know for a certainty, that if ye slay me, ye bring innocent blood upon yourselves, and upon this city, and upon them that dwell in it; for in truth the Lord has sent me to you to speak in your ears all these words. ἀλλ’ ἢ γνόντες γνώσεσθε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.
16
16
Then the princes and all the people said to the priests and to the false prophets; Judgment of death is not due to this man; for he has spoken to us in the name of the Lord our God. καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας· οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς.
17
17
And there rose up men of the elders of the land, and said to all the assembly of the people, καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ·
18
18
Michæas the Morathite lived in the days of Ezekias king of Juda, and said to all the people of Juda, Thus saith the Lord; Sion shall be ploughed as a field, and Jerusalem shall become a desolation, and the mountain of the house shall be a thicket of trees. Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ εἶπε παντὶ τῷ λαῷ ᾿Ιούδα· οὕτως εἶπε Κύριος· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ ῾Ιερουσαλὴμ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
19
19
Did Ezekias and all Juda in any way slay him? Was it not that they feared the Lord, and they made supplication before the Lord, and the Lord ceased from the evils which he had pronounced against them? whereas we have wrought great evil against our own souls. μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν ᾿Εζεκίας καὶ πᾶς ᾿Ιούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ’ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.
20
20
And there was another man prophesying in the name of the Lord, Urias the son of Samæas of Cariathiarim; and he prophesied concerning this land according to all the words of Jeremias. Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρίμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους ῾Ιερεμίου.
21
21
And king Joakim and all the princes heard all his words, and sought to slay him; and Urias heard it and went into Egypt. καὶ ἤκουσεν ὁ βασιλεὺς ᾿Ιωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον.
22
22
And the king sent men into Egypt; καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον,
23
23
and they brought him thence, and brought him in to the king; and he smote him with the sword, and cast him into the sepulchre of the children of his people. καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ.
24
24
Nevertheless the hand of Achicam son of Saphan was with Jeremias, to prevent his being delivered into the hands of the people, or being killed. πλὴν χεὶρ ᾿Αχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ ῾Ιερεμίου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν.
Chapter 34
Κεφάλαιο 34
2
2
Thus said the Lord; Make to thyself bonds and yokes, and put them about thy neck, ΟΥΤΩΣ εἶπε Κύριος· ποίησον σεαυτῷ δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σου·
3
3
and thou shalt send them to the king of Idumea, and to the king of Moab, and to the king of the children of Ammon, and to the king of Tyre, and to the king of Sidon, by the hands of their messengers that come to meet them at Jerusalem to Sedekias king of Juda. καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα ᾿Ιδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν καὶ πρὸς τὸν βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς ῾Ιερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα.
4
4
And thou shalt commission them to say to their lords, Thus said the Lord God of Israel; Thus shall ye say to your lords; καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν·
5
5
I have made the earth by my great power, and with my high arm, and I will give it to whomsoever it shall seem good in mine eyes. ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου.
6
6
I gave the earth to Nabuchodonosor king of Babylon to serve him, and the wild beasts of the field to labour for him. ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ.
8
8
And the nation and kingdom, all that shall not put their neck under the yoke of the king of Babylon, with sword and famine will I visit them, saith the Lord, until they are consumed by his hand. καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπε Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ.
9
9
And hearken ye not to your false prophets, nor to them that divine to you, nor to them that foretel events by dreams to you, nor to your auguries, nor your sorcerers, that say, Ye shall by no means work for the king of Babylon: καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν φαρμακῶν ὑμῶν τῶν λεγόντων· οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος,
10
10
for they prophesy lies to you, to remove you far from your land. ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν.
11
11
But the nation which shall put its neck under the yoke of the king of Babylon, and serve him, I will even leave it upon its land, and it shall serve him, and dwell in it. καὶ τὸ ἔθνος, ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. —
12
12
I spoke also to Sedekias king of Juda according to all these words, saying, Put your neck into the yoke, Καὶ πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων· εἰσαγάγετε τὸν τράχηλον ὑμῶν
14
14
and serve the king of Babylon. For they prophesy unrighteous words to you, καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν·
15
15
for I sent them not, saith the Lord; and they prophesy in my name unjustly, that I might destroy you, and ye should perish, and your prophets, who unrighteously prophesy lies to you. ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶ Κύριος, καὶ προφητεύουσι τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ’ ἀδίκῳ ψευδῆ.
16
16
I spoke to you, and to all this people, and to the priests, saying, Thus said the Lord; Hearken not to the words of the prophets that prophesy to you, saying, Behold, the vessels of the Lord's house shall return from Babylon: for they prophesy to you unrighteous words. I sent them not. ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων· οὕτως εἶπε Κύριος· μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων· ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν,
18
18
If they are prophets, and if the word of the Lord is in them, let them meet me, for thus has the Lord said. εἰ προφῆταί εἰσι καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι·
19
19
And as for the remaining vessels, ὅτι οὕτως εἶπε Κύριος· καὶ τῶν ἐπιλοίπων σκευῶν,
20
20
which the king of Babylon took not, when he carried Jechonias prisoner out of Jerusalem, ὧν οὐκ ἔλαβε βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισε τὸν ᾿Ιεχονίαν ἐξ ῾Ιερουσαλήμ,
22
22
they shall go into Babylon, saith the Lord. εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος.
Chapter 35
Κεφάλαιο 35
1
1
And it came to pass in the fourth year of Sedekias king of Juda, in the fifth month, that Ananias the false prophet, the son of Azor, from Gabaon, spoke to me in the house of the Lord, in the sight of the priests and all the people, saying, (Μασ. ΚΗ´) ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως ᾿Ιούδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέ μοι ᾿Ανανίας υἱὸς ᾿Αζὼρ ὁ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατ’ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων·
2
2
Thus saith the Lord; I have broken the yoke of the king of Babylon. οὕτως εἶπε Κύριος· συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·
3
3
Yet two full years, and I will return into this place the vessels of the house of the Lord, ἔτι δύο ἔτη ἡμερῶν καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου
4
4
and Jechonias, and the captivity of Juda: for I will break the yoke of the king of Babylon. καὶ ᾿Ιεχονίαν καὶ τὴν ἀποικίαν ᾿Ιούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.
5
5
Then Jeremias spoke to Ananias in the sight of all the people, and in the sight of the priests that stood in the house of the Lord, καὶ εἶπεν ῾Ιερεμίας πρὸς ᾿Ανανίαν κατ’ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ’ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου.
6
6
and Jeremias said, May the Lord indeed do thus; may he confirm thy word which thou dost prophesy, to return the vessels of the house of the Lord, and all the captivity, out of Babylon to this place. καὶ εἶπεν ῾Ιερεμίας· ἀληθῶς, οὕτως ποιήσαι Κύριος, στήσαι τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον.
7
7
Nevertheless hear ye the word of the Lord which I speak in your ears, and in the ears of all the people. πλὴν ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ·
8
8
The prophets that were before me and before you of old, also prophesied over much country, and against great kingdoms, concerning war. οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον·
9
9
As for the prophet that has prophesied for peace, when the word has come to pass, they shall know the prophet whom the Lord has sent them in truth. ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην, ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει.
10
10
Then Ananias took the yokes from the neck of Jeremias in the sight of all the people, and broke them to pieces. καὶ ἔλαβεν ᾿Ανανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου ῾Ιερεμίου καὶ συνέτριψεν αὐτούς·
11
11
And Ananias spoke in the presence of all the people, saying, Thus said the Lord; Thus will I break the yoke of the king of Babylon from the necks of all the nations. And Jeremias went his way. καὶ εἶπεν ᾿Ανανίας κατ’ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων· οὕτως εἶπε Κύριος· οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο ῾Ιερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ. —
12
12
And the word of the Lord came to Jeremias, after that Ananias had broken the yokes off his neck, saying, Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ συντρίψαι ᾿Ανανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων·
13
13
Go and speak to Ananias, saying, Thus saith the Lord; Thou hast broken the yokes of wood; but I will make instead of them yokes of iron. βάδιζε καὶ εἶπον πρὸς ᾿Ανανίαν λέγων· οὕτως εἶπε Κύριος· κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ’ αὐτῶν κλοιοὺς σιδηροῦς,
14
14
For thus said the Lord, I have put a yoke of iron on the neck of all the nations, that they may serve the king of Babylon. ὅτι οὕτως εἶπε Κύριος· ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος.
15
15
And Jeremias said to Ananias, The Lord has not sent thee; and thou hast caused this people to trust in unrighteousness. καὶ εἶπεν ῾Ιερεμίας τῷ ᾿Ανανίᾳ· οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ’ ἀδίκῳ.
16
16
Therefore thus said the Lord: Behold, I will cast thee off from the face of the earth: this year thou shalt die. διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.
17
17
So he died in the seventh month. καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.
Chapter 36
Κεφάλαιο 36
1
1
And these are the words of the book which Jeremias sent from Jerusalem to the elders of the captivity, and to the priests, and to the false prophets, even an epistle to Babylon for the captivity, and to all the people; (Μασ. ΚΘ´) ΚΑΙ οὗτοι οἱ λόγοι τῆς βίβλου, οὓς ἀπέστειλεν ῾Ιερεμίας ἐξ ῾Ιερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαόν,
2
2
(after the departure of Jechonias the king and the queen, and the eunuchs, and every freeman, and bondman, and artificer, out of Jerusalem;) ὕστερον ἐξελθόντος ᾿Ιεχονίου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ ῾Ιερουσαλήμ,
3
3
by the hand of Eleasan son of Saphan, and Gamarias son of Chelcias, (whom Sedekias king of Juda sent to the king of Babylon to Babylon) saying, ἐν χειρὶ ᾿Ελεασὰ υἱοῦ Σαφὰν καὶ Γαμαρίου υἱοῦ Χελκίου, ὃν ἀπέστειλε Σεδεκίας βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα λέγων·
4
4
Thus said the Lord God of Israel concerning the captivity which I caused to be carried away from Jerusalem; οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν ἀποικίαν, ἣν ἀπῴκισα ἀπὸ ῾Ιερουσαλήμ·
5
5
Build ye houses, and inhabit them; and plant gardens, and eat the fruits thereof; οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτῶν
6
6
and take ye wives, and beget sons and daughters; and take wives for your sons, and give your daughters to husbands, and be multiplied, and be not diminished. καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς θυγατέρας ὑμῶν δότε ἀνδράσι καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθῆτε·
7
7
And seek the peace of the land into which I have carried you captive, and ye shall pray to the Lord for the people: for in its peace ye shall have peace. καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς Κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν.
8
8
For thus saith the Lord; Let not the false prophets that are among you persuade you, and let not your diviners persuade you, and hearken not to your dreams which ye dream. ὅτι οὕτως εἶπε Κύριος· μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσθε,
9
9
For they prophesy to you unrighteous words in my name; and I sent them not. ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς.
10
10
For thus said the Lord; When seventy years shall be on the point of being accomplished at Babylon, I will visit you, and will confirm my words to you, to bring back your people to this place. ὅτι οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ’ ὑμᾶς τοῦ ἀποστρέψαι τὸν λαὸν ὑμῶν εἰς τὸν τόπον τοῦτον.
11
11
And I will devise for you a device of peace, and not evil, to bestow upon you these good things. καὶ λογιοῦμαι ἐφ’ ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ τοῦ δοῦναι ὑμῖν ταῦτα.
12
12
And do ye pray to me, and I will hearken to you: and do ye earnestly seek me, and ye shall find me; καὶ προσεύξασθε πρός με, καὶ εἰσακούσομαι ὑμῶν·
13
13
for ye shall seek me with your whole heart. καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν,
14
14
And I will appear to you: καὶ ἐπιφανοῦμαι ὑμῖν.
15
15
whereas ye said, The Lord has appointed for us prophets in Babylon: ὅτι εἴπατε· κατέστησεν ἡμῖν Κύριος προφήτας ἐν Βαβυλῶνι,
21
21
Thus saith the Lord concerning Achiab, and concerning Sedekias; Behold, I will deliver them into the hands of the king of Babylon; and he shall smite them in your sight. οὕτως εἶπε Κύριος ἐπὶ ᾿Αχιὰβ καὶ ἐπὶ Σεδεκίαν· ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ’ ὀφθαλμοὺς ὑμῶν.
22
22
And they shall make of them a curse in all the captivity of Juda in Babylon, saying, The Lord do to thee as he did to Sedekias, and as he did to Achiab, whom the king of Babylon fried in the fire; καὶ λήψονται ἀπ’ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ ᾿Ιούδα ἐν Βαβυλῶνι λέγοντες· ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς ᾿Αχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί,
23
23
because of the iniquity which they wrought in Israel, and because they committed adultery with the wives of their fellow-citizens, and spoke a word in my name, which I did not command them to speak, and I am witness, saith the Lord. δι’ ἣν ἐποίησαν ἀνομίαν ἐν ᾿Ισραὴλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶ Κύριος.
24
24
And to Samæas the Ælamite thou shalt say, καὶ πρὸς Σαμαίαν τὸν Νελαμίτην ἐρεῖς·
25
25
I sent thee not in my name: and to Sophonias the priest the son of Maasæas say thou, οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα εἰπέ·
26
26
The Lord has made thee priest in the place of Jodae the priest, to be ruler in the house of the Lord over every prophet, and to every madman, and thou shalt put them in prison, and into the dungeon. Κύριος ἔδωκέ σε ἱερέα ἀντὶ ᾿Ιωδαὲ τοῦ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ Κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταράκτην.
27
27
And now wherefore have ye reviled together Jeremias of Anathoth, who prophesied to you? καὶ νῦν διατί συνελοιδορήσατε ῾Ιερεμίαν τὸν ἐξ ᾿Αναθὼθ τὸν προφητεύσαντα ὑμῖν;
28
28
Did he not send for this purpose? for in the course of this month he sent to you to Babylon, saying, It is far off: build ye houses, and inhabit them; and plant gardens, and eat the fruit of them. οὐ διὰ τοῦτο ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων· μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν; —
29
29
And Sophonias read the book in the ears of Jeremias. Καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα ῾Ιερεμίου.
30
30
Then the word of the Lord came to Jeremias, saying, καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων·
31
31
Send to the captivity, saying, Thus saith the Lord concerning Samæas the Ælamite, Since Samæas has prophesied to you, and I sent him not, and he has made you to trust in iniquity, ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων· οὕτως εἶπε Κύριος ἐπὶ Σαμαίαν τὸν Νελαμίτην· ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαίας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ’ ἀδίκοις,
32
32
therefore thus saith the Lord; Behold, I will visit Samæas, and his family: and there shall not be a man of them in the midst of you to see the good which I will do to you: they shall not see it. διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαίαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω ὑμῖν, οὐκ ὄψονται.
Chapter 37
Κεφάλαιο 37
1
1
The Word that came to Jeremias from the Lord, saying, (Μασ. Λ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου εἰπεῖν·
2
2
Thus speaks the Lord God of Israel, saying, Write all the words which I have spoken to thee in a book. οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ λέγων· γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρός σε, ἐπὶ βιβλίου.
3
3
For, behold, the days come, saith the Lord, when I will bring back the captivity of my people Israel and Juda, said the Lord: and I will bring them back to the land which I gave to their fathers, and they shall be lords of it. ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου ᾿Ισραὴλ καὶ ᾿Ιούδα, εἶπε Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. —
4
4
And these are the Words which the Lord spoke concerning Israel and Juda: Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα.
5
5
Thus said the Lord: Ye shall hear a sound of fear, there is fear, and there is not peace. οὕτως εἶπε Κύριος· φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν είρήνη.
6
6
Enquire, and see if a male has born a child? and ask concerning the fear, wherein they shall hold their loins, and look for safety: for I have seen every man, and his hands are on his loins; their faces are turned to paleness. ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ φόβου, ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν πρόσωπα, εἰς ἴκτερον ἐγενήθη.
7
7
For that day is great, and there is not such another; and it is a time of straitness to Jacob; but he shall be saved out of it. ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστι τῷ ᾿Ιακώβ, καὶ ἀπὸ τούτου σωθήσεται.
8
8
In that day, said the Lord, I will break the yoke off their neck, and will burst their bonds, and they shall no longer serve strangers: ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις·
9
9
but they shall serve the Lord their God; and I will raise up to them David their king. καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. —
12
12
Thus saith the Lord; I have brought on thee destruction; thy stroke is painful. Οὕτως εἶπε Κύριος· ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου·
13
13
There is none to judge thy cause: thou hast been painfully treated for healing, there is no help for thee. οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλειά σοι οὐκ ἔστι.
14
14
All thy friends have forgotten thee; they shall not ask about thee at all, for I have smitten thee with the stroke of an enemy, even severe correction: thy sins have abounded above all thine iniquity. πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν· ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου.
16
16
Therefore all that devour thee shall be eaten, and all thine enemies shall eat all their own flesh. Thy sins have abounded beyond the multitude of thine iniquities, therefore they have done these things to thee. And they that spoil thee shall become a spoil, and I will give up to be plundered all that have plundered thee. διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύσαντάς σε δώσω εἰς προνομήν.
17
17
For I will bring about thy healing, I will heal thee of thy grievous wound, saith the Lord; for thou art called Dispersed: she is your prey, for no one seeks after her. ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος, ὅτι ᾿Εσπαρμένη ἐκλήθης· θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.
18
18
Thus said the Lord; Behold, I will turn the captivity of Jacob, and will have pity upon his prisoners; and the city shall be built upon her hill, and the people shall settle after their manner. οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν ᾿Ιακὼβ καὶ τὴν αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.
19
19
And there shall go forth from them singers, even the sound of men making merry: and I will multiply them, and they shall not at all be diminished. καὶ ἐξελεύσονται ἀπ’ αὐτῶν ᾄδοντες καὶ φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσι.
20
20
And their sons shall go in as before, and their testimonies shall be established before me, and I will visit them that afflict them. καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς.
21
21
And their mighty ones shall be over them, and their prince shall proceed of themselves; and I will gather them, and they shall return to me: for who is this that has set his heart to return to me? saith the Lord. καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ’ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσι πρός με, ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; φησὶ Κύριος.
23
23
For the wrathful anger of the Lord has gone forth, even a whirlwind of anger has gone forth: it shall come upon the ungodly. ὅτι ὀργὴ Κυρίου ἐξῆλθε θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπ’ ἀσεβεῖς ἥξει.
24
24
The fierce anger of the Lord shall not return, until he shall execute it, and until he shall establish the purpose of his heart: in the latter days ye shall know these things. οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.
Chapter 38
Κεφάλαιο 38
1
1
At that time, saith the Lord, I will be a God to the family of Israel, and they shall be to me a people. (Μασ. ΛΑ´) ΕΝ τῷ χρόνῳ ἐκείνῳ, εἶπε Κύριος, ἔσομαι εἰς Θεὸν τῷ γένει ᾿Ισραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
2
2
Thus saith the Lord, I found him warm in the wilderness with them that were slain with the sword: go ye and destroy not Israel. οὕτως εἶπε Κύριος· εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν ᾿Ισραήλ.
3
3
The Lord appeared to him from afar, saying, I have loved thee with an everlasting love: therefore have I drawn thee in compassion. Κύριος πόρρωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.
4
4
For I will build thee, and thou shalt be built, O virgin of Israel: thou shalt yet take thy timbrel, and go forth with the party of them that make merry. ἔτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ, παρθένος ᾿Ισραήλ· ἔτι λήψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.
5
5
For ye have planted vineyards on the mountains of Samaria: plant ye, and praise. ἔτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε.
6
6
For it is a day when those that plead on the mountains of Ephraim shall call, saying, Arise ye, and go up to Sion to the Lord your God. ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν ᾿Εφραίμ· ἀνάστητε καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.
7
7
For thus saith the Lord to Jacob; Rejoice ye, and exult over the head of the nations: make proclamation, and praise ye: say, The Lord has delivered his people, the remnant of Israel. ὅτι οὕτως εἶπε Κύριος τῷ ᾿Ιακώβ· εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε· ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ ᾿Ισραήλ.
8
8
Behold, I bring them from the north, and will gather them from the end of the earth to the feast of the passover: and the people shall beget a great multitude, and they shall return hither. ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ’ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε.
9
9
They went forth with weeping, and I will bring them back with consolation, causing them to lodge by the channels of waters in a straight way, and they shall not err in it: for I am become a father to Israel, and Ephraim is my first-born. ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ ᾿Ισραὴλ εἰς πατέρα, καὶ ᾿Εφραὶμ πρωτότοκός μού ἐστιν.
10
10
Hear the words of the Lord, ye nations, and proclaim them to the islands afar off; say, He that scattered Israel will also gather him, and keep him as one that feeds his flock. ᾿Ακούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε· ὁ λικμήσας τὸν ᾿Ισραὴλ καὶ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ.
11
11
For the Lord has ransomed Jacob, he has rescued him out of the hand of them that were stronger than he. ὅτι ἐλυτρώσατο Κύριος τὸν ᾿Ιακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.
12
12
And they shall come, and shall rejoice in the mount of Sion, and shall come to the good things of the Lord, even to a land of corn, and wine, and fruits, and cattle, and sheep: and their soul shall be as a fruitful tree; and they shall hunger no more. καὶ ἥξουσι καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιών· καὶ ἥξουσιν ἐπ’ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων, καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον. καὶ οὐ πεινάσουσιν ἔτι.
13
13
Then shall the virgins rejoice in the assembly of youth, and the old men shall rejoice; and I will turn their mourning into joy, and will make them merry. τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.
14
14
I will expand and cheer with wine the soul of the priests the sons of Levi, and my people shall be satisfied with my good things: thus saith the Lord. μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.
15
15
A voice was heard in Rama, of lamentation, and of weeping, and wailing; Rachel would not cease weeping for her children, because they are not. οὕτως εἶπε Κύριος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ραχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν.
16
16
Thus saith the Lord; Let thy voice cease from weeping, and thine eyes from thy tears: for there is a reward for thy works; and they shall return from the land of thine enemies. οὕτως εἶπε Κύριος· διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,
17
17
There shall be an abiding home for thy children. μόνιμον τοῖς σοῖς τέκνοις.
18
18
I have heard the sound of Ephraim lamenting, and saying, Thou hast chastened me, and I was chastened; I as a calf was not willingly taught: turn thou me, and I shall turn; for thou art the Lord my God. ἀκοὴν ἤκουσα ᾿Εφραὶμ ὀδυρομένου· ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου.
19
19
For after my captivity I repented; and after I knew, I groaned for the day of shame, and shewed thee that I bore reproach from my youth. ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ’ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου.
20
20
Ephraim is a beloved son, a pleasing child to me: for because my words are in him, I will surely remember him: therefore I made haste to help him; I will surely have mercy upon him, saith the Lord. υἱὸς ἀγαπητὸς ᾿Εφραὶμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθ’ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ’ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶ Κύριος.
21
21
Prepare thyself, O Sion; execute vengeance; look to thy ways: return, O virgin of Israel, by the way by which thou wentest, return mourning to thy cities. Στῆσον σεαυτὴν Σιών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης ἀποστράφηθι, παρθένος ᾿Ισραήλ, ἀποστράφηθι εἰς τὰς πόλεις σου πενθοῦσα.
22
22
How long, O disgraced daughter, wilt thou turn away? for the Lord has created safety for a new plantation: men shall go about in safety. ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
23
23
For thus saith the Lord; They shall yet speak this word in the land of Juda, and in the cities thereof, when I shall turn his captivity; blessed be the Lord on his righteous holy mountain! ὅτι οὕτως εἶπε Κύριος· ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ ᾿Ιούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ· εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ
24
24
And there shall be dwellers in the cities of Juda, and in all his land, together with the husbandman, and the shepherd shall go forth with the flock. καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.
25
25
For I have saturated every thirsting soul, and filled every hungry soul. ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.
26
26
Therefore I awaked, and beheld; and my sleep was sweet to me. διὰ τοῦτο ἐξηγέρθην καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.
27
27
Therefore, behold, the days come, saith the Lord, when I will sow the house of Israel and the house of Juda with the seed of man, and the seed of beast. διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ σπερῶ τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.
28
28
And it shall come to pass, that as I watched over them, to pull down, and to afflict, so will I watch over them, to build, and to plant, saith the Lord. καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ’ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ’ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶ Κύριος.
29
29
In those days they shall certainly not say, The fathers ate a sour grape, and the children's teeth were set on edge. ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.
30
30
But every one shall die in his own sin; and the teeth of him that eats the sour grape shall be set on edge. ἀλλ’ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.
31
31
Behold, the days come, saith the Lord, when I will make a new covenant with the house of Israel, and with the house of Juda: ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ καὶ τῷ οἴκῳ ᾿Ιούδα διαθήκην καινήν,
32
32
not according to the covenant which I made with their fathers in the day when I took hold of their hand to bring them out of the land of Egypt; for they abode not in my covenant, and I disregarded them, saith the Lord. οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος.
33
33
For this is my covenant which I will make with the house of Israel; after those days, saith the Lord, I will surely put my laws into their mind, and write them on their hearts; and I will be to them a God, and they shall be to me a people. ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· διδοὺς δώσω νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
34
34
And they shall not at all teach every one his fellow citizen, and every one his brother, saying, Know the Lord: for all shall know me, from the least of them to the greatest of them: for I will be merciful to their iniquities, and their sins I will remember no more. καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. —
35
35
Though the sky should be raised to a greater height, saith the Lord, and though the ground of the earth should be sunk lower beneath, yet I will not cast off the family of Israel, saith the Lord, for all that they have done. ᾿Εὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος ᾿Ισραήλ, φησὶ Κύριος, περὶ πάντων, ὧν ἐποίησαν.
36
36
Thus saith the Lord, who gives the sun for a light by day, the moon and the stars for a light by night, and makes a roaring in the sea, so that the waves thereof roar; the Lord Almighty is his name: οὕτως εἶπε Κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ καὶ ἐβόμβησε τὰ κύματα αὐτῆς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ·
37
37
if these ordinances cease from before me, saith the Lord, then shall the family of Israel cease to be a nation before me for ever. ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος ᾿Ισραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας.
38
38
Behold, the days come, saith the Lord, when the city shall be built to the Lord from the tower of Anameel to the gate of the corner. ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου ᾿Αναμεὴλ ἕως πύλης τῆς γωνίας·
39
39
And the measurement of it shall proceed in front of them as far as the hills of Gareb, and it shall be compassed with a circular wall of choice stones. καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων·
40
40
And all the Asaremoth even to Nachal Kedron, as far as the corner of the horse-gate eastward, shall be holiness to the Lord; and it shall not fail any more, and shall not be destroyed for ever. καὶ πάντες ᾿Ασαρημὼθ ἕως Ναχὰλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
Chapter 39
Κεφάλαιο 39
1
1
The word that came from the Lord to Jeremias in the tenth year of king Sedekias, this is the eighteenth year of king Nabuchodonosor king of Babylon. (Μασ. ΛΒ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος·
2
2
And the host of the king of Babylon had made a rampart against Jerusalem: and Jeremias was kept in the court of the prison, which is in the king's house; καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ ῾Ιερουσαλήμ, καὶ ῾Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,
3
3
in which king Sedekias had shut him up, saying, Wherefore dost thou prophesy, saying, Thus saith the Lord, Behold, I will give this city into the hands of the king of Babylon, and he shall take it; ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων· διατί σὺ προφητεύεις λέγων; οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν,
4
4
and Sedekias shall by no means be delivered out of the hand of the Chaldeans, for he shall certainly be given up into the hands of the king of Babylon, and his mouth shall speak to his mouth, and his eyes shall look upon his eyes; καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,
5
5
and Sedekias shall go into Babylon, and dwell there? καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.
6
6
And the Word of the Lord came to Jeremias, saying, καὶ λόγος Κυρίου ἐγενήθη πρὸς ῾Ιερεμίαν λέγων·
7
7
Behold, Anameel the son of Salom thy father's brother is coming to thee, saying, Buy thee my field that is in Anathoth: for thou hast the right to take it as a purchase. ἰδοὺ ᾿Αναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν.
8
8
So Anameel the son of Salom my father's brother came to me into the court of the prison, and said, Buy thee my field that is in the land of Benjamin, in Anathoth: for thou hast a right to buy it, and thou art the elder. So I knew that it was the word of the Lord. καὶ ἦλθε πρός με ᾿Αναμεὴλ υἱὸς Σαλώμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτόν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστί,
9
9
And I bought the field of Anameel the son of my father's brother, and I weighed him seventeen shekels of silver. καὶ ἐκτησάμην τὸν ἀγρὸν ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου·
10
10
And I wrote it in a book, and sealed it, and took the testimony of witnesses, and weighed the money in the balance. καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.
11
11
And I took the book of the purchase that was sealed; καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον
12
12
and I gave it to Baruch son of Nerias, son of Maasæas, in the sight of Anameel my father's brother's son, and in the sight of the men that stood by and wrote in the book of the purchase, and in the sight of the Jews that were in the court of the prison. καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ’ ὀφθαλμοὺς ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ’ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ’ ὀφθαλμοὺς τῶν ᾿Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
13
13
And I charged Baruch in their presence, saying, Thus saith the Lord Almighty; καὶ συνέταξα τῷ Βαροὺχ κατ’ ὀφθαλμοὺς αὐτῶν λέγων·
14
14
Take this book of the purchase, and the book that has been read; and thou shalt put it into an earthen vessel, that it may remain many days. οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.
15
15
For thus saith the Lord; There shall yet be bought fields and houses and vineyards in this land. ὅτι οὕτως εἶπε Κύριος· ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. —
16
16
And I prayed to the Lord after I had given the book of the purchase to Baruch the son of Nerias, saying, Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων·
17
17
O ever living Lord! thou hast made the heaven and the earth by thy great power, and with thy high and lofty arm: nothing can be hidden from thee. ᾦ Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,
18
18
Granting mercy to thousands, and recompensing the sins of the fathers into the bosoms of their children after them: the great, the strong God; ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ’ αὐτούς, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός,
19
19
the Lord of great counsel, and mighty in deeds, the great Almighty God, and Lord of great name: thine eyes are upon the ways of the children of men, to give to every one according to his way: Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας, ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·
20
20
who hast wrought signs and wonders in the land of Egypt even to this day, and in Israel, and among the inhabitants of the earth; and thou didst make for thyself a name, as at this day; ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν ᾿Ισραὴλ καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη
21
21
and thou didst bring out thy people Israel out of the land of Egypt with signs, and with wonders, with a mighty hand, and with a high arm, and with great sights; καὶ ἐξήγαγες τὸν λαόν σου ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ
22
22
and thou gavest them this land, which thou didst swear to give to their fathers, a land flowing with milk and honey; καὶ ἐν ὁράμασι μεγάλοις· καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ρέουσαν γάλα καὶ μέλι.
23
23
and they went in, and took it; but they hearkened not to thy voice, and walked not in thine ordinances; they did none of the things which thou didst command them, and they caused all these calamities to happen to them. καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.
24
24
Behold, a multitude is come against the city to take it; and the city is given into the hands of the Chaldeans that fight against it, by the power of the sword, and the famine: as thou hast spoken, so has it happened. ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.
25
25
And thou sayest to me, Buy thee the field for money; and I wrote a book, and sealed it, and took the testimony of witnesses: and the city is given into the hands of the Chaldeans. καὶ σὺ λέγεις πρός με· κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.
26
26
And the word of the Lord came to me, saying, Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
27
27
I am the Lord, the God of all flesh: shall anything be hidden from me! ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;
28
28
Therefore thus saith the Lord God of Israel; This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it: διὰ τοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν,
29
29
and the Chaldeans shall come to war against this city, and they shall burn this city with fire, and shall burn down the houses wherein they burnt incense on the roofs thereof to Baal, and poured drink-offerings to other gods, to provoke me. καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικράναι με.
30
30
For the children of Israel and the children of Juda alone did evil in my sight from their youth. ὅτι ἦσαν οἱ υἰοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ’ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν.
31
31
For this city was obnoxious to my anger and my wrath, from the day that they built it even to this day; that I should remove it from my presence, ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ’ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,
32
32
because of all the wickedness of the children of Israel and Juda, which they wrought to provoke me, they and their kings, and their princes, and their priests, and their prophets, the men of Juda, and the dwellers in Jerusalem. διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ὧν ἐποίησαν πικράναι με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ,
33
33
And they turned the back to me, and not the face: whereas I taught them early in the morning, but they hearkened no more to receive instruction. καὶ ἀπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν.
34
34
And they set their pollutions in the house, on which my name was called, by their uncleannesses. καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν,
35
35
And they built to Baal the altars that are in the valley of the son of Ennom, to offer their sons and their daughters to king Moloch; which things I commanded them not, neither came it into my mind that they should do this abomination, to cause Juda to sin. καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ ᾿Εννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν ᾿Ιούδαν. —
36
36
And now thus has the Lord God of Israel said concerning this city, of which thou sayest, It shall be delivered into the hands of the king of Babylon by the sword, and by famine, and banishment. Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις· παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ.
37
37
Behold, I will gather them out of every land, where I have scattered them in my anger, and my wrath, and great fury; and I will bring them back into this place, and will cause them to dwell safely: ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ ἐν παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτούς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας,
38
38
and they shall be to me a people, and I will be to them a God. καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
39
39
And I will give them another way, and another heart, to fear me continually, and that for good to them and their children after them. καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ’ αὐτούς.
40
40
And I will make with them an everlasting covenant, which I will by no means turn away from them, and I will put my fear into their heart, that they may not depart from me. καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ.
41
41
And I will visit them to do them good, and I will plant them in this land in faithfulness, and with all my heart, and with all my soul. καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.
42
42
For thus saith the Lord; As I have brought upon this people all these great evils, so will I bring upon them all the good things which I pronounced upon them. ὅτι οὕτως εἶπε Κύριος· καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ’ αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ’ αὐτούς.
43
43
And there shall yet be fields bought in the land, of which thou sayest, It shall be destitute of man and beast; and they are delivered into the hands of the Chaldeans. καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις· ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων.
44
44
And they shall buy fields for money, and thou shalt write a book, and seal it, and shalt take the testimony of witnesses in the land of Benjamin, and round about Jerusalem, and in the cities of Juda, and in the cities of the mountain, and in the cities of the plain, and in the cities of the south: for I will turn their captivity. καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν καὶ κύκλῳ τῆς ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσι τοῦ ὄρους καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγέβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.
Chapter 40
Κεφάλαιο 40
1
1
And the word of the Lord came to Jeremias the second time, when he was yet bound in the court of the prison, saying, (Μασ. ΛΓ´) ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων·
2
2
Thus saith the Lord, who made the earth and formed it, to establish it; the Lord is his name; οὕτως εἶπε Κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, Κύριος ὄνομα αὐτῷ·
3
3
Cry to me, and I will answer thee, and I will declare to thee great and mighty things, which thou knowest not. κέκραξον πρός με, καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά.
4
4
For thus saith the Lord concerning the houses of this city, and concerning the houses of the king of Juda, which have been pulled down for mounds and fortifications, ὅτι οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως ᾿Ιούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας
5
5
to fight against the Chaldeans, and to fill it with the corpses of men, whom I smote in mine anger and my wrath, and turned away my face from them, for all their wickedness: τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν·
6
6
Behold, I bring upon her healing and cure, and I will show myself to them, and will heal her, and make both peace and security. ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν.
7
7
And I will turn the captivity of Juda, and the captivity of Israel, and will build them, even as before. καὶ ἀποστρέψω τὴν ἀποικίαν ᾿Ιούδα καὶ τὴν ἀποικίαν ᾿Ισραὴλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον.
8
8
And I will cleanse them from all their iniquities, whereby they have sinned against me, and will not remember their sins, whereby they have sinned against me, and revolted from me. καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ’ ἐμοῦ.
9
9
And it shall be for joy and praise, and for glory to all the people of the earth, who shall hear all the good that I will do: and they shall fear and be provoked for all the good things and for all the peace which I will bring upon them. καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς. —
10
10
Thus saith the Lord; There shall yet be heard in this place, of which ye say, It is destitute of men and cattle, in the cities of Juda, and in the streets of Jerusalem, the places that have been made desolate for want of men and cattle, Οὕτως εἶπε Κύριος· ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε· ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ, ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη,
11
11
the voice of gladness, and the voice of joy, the voice of the bridegroom, and the voice of the bride, the voice of men saying, Give thanks to the Lord Almighty: for the Lord is good; for his mercy endures for ever: and they shall bring gifts into the house of the Lord; for I will turn all the captivity of that land as before, said the Lord. φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων· ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπε Κύριος·
12
12
Thus saith the Lord of hosts; There shall yet be in this place, that is desert for want of man and beast, in all the cities thereof, resting-places for shepherds causing their flocks to lie down. οὕτως εἶπε Κύριος τῶν δυνάμεων· ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα·
13
13
In the cities of the hill country, and in the cities of the valley, and in the cities of the south, and in the land of Benjamin, and in the cities round about Jerusalem, and in the cities of Juda, flocks shall yet pass under the hand of him that numbers them, saith the Lord. ἐν πόλεσι τῆς ὀρεινῆς καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγὲβ καὶ ἐν γῇ Βενιαμὶν καὶ ἐν ταῖς κύκλῳ ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος.
Chapter 41
Κεφάλαιο 41
1
1
The word that came to Jeremias from the Lord (now Nabuchodonosor king of Babylon, and all his army, and all the country of his dominion, were warring against Jerusalem, and against all the cities of Juda,) saying, (Μασ. ΛΔ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις ᾿Ιούδα) λέγων·
2
2
Thus has the Lord said; Go to Sedekias king of Juda, and thou shalt say to him, Thus has the Lord said, This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it, and shall burn it with fire: οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα ᾿Ιούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί·
3
3
and thou shalt not escape out of his hand, but shalt certainly be taken, and shalt be given into his hands; and thine eyes shall see his eyes, and thou shalt enter into Babylon. καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήψει συλληφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ.
4
4
But hear the word of the Lord, O Sedekias king of Juda; Thus saith the Lord, ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ ᾿Ιούδα· οὕτως λέγει Κύριος·
5
5
Thou shalt die in peace: and as they wept for thy fathers that reigned before thee, they shall weep also for thee, saying, Ah lord! and they shall lament for thee down to the grave: for I have spoken the word, said the Lord. ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος.
6
6
And Jeremias spoke to king Sedekias all these words in Jerusalem. καὶ ἐλάλησεν ῾Ιερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν ῾Ιερουσαλήμ.
7
7
And the host of the king of Babylon warred against Jerusalem, and against the cities of Juda, and against Lachis, and against Azeca: for these strong cities were left among the cities of Juda. καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, ἐπὶ Λαχὶς καὶ ἐπὶ ᾿Αζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν ᾿Ιούδα πόλεις ὀχυραί.
8
8
The word that came from the Lord to Jeremias, after king Sedekias had concluded a covenant with the people, to proclaim a release; ῾Ο λόγος ὁ γενόμενος πρὸς ᾿Ιερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν,
9
9
that every one should set at liberty his servant, and every one his handmaid, the Hebrew man and Hebrew woman, that no man of Juda should be a bondman. τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν ῾Εβραῖον καὶ τὴν ῾Εβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ ᾿Ιούδα·
10
10
Then all the nobles, and all the people who had entered into the covenant, engaging to set free every one his man-servant, and every one his maid, turned, καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ καὶ ἐῶσαν
11
11
and gave them over to be men-servants and maid-servants. αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.
12
12
And the word of the Lord came to Jeremias, saying, καὶ ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων·
13
13
Thus saith the Lord; I made a covenant with your fathers in the day wherein I took them out of the land of Egypt, out of the house of bondage, saying, οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων·
14
14
When six years are accomplished, thou shalt set free thy brother the Hebrew, who shall be sold to thee: for he shall serve thee six years, and then thou shalt let him go free: but they hearkened not to me, and inclined not their ear. ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν ῾Εβραῖον, ὃς παραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν.
15
15
And this day they turned to do that which was right in my sight, to proclaim every one the release of his neighbour; and they had concluded a covenant before me, in the house whereon my name is called. καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ.
16
16
But ye turned and profaned my name, to bring back every one his servant, and every one his handmaid, whom ye had sent forth free and at their own disposal, to be to you men-servants and maid-servants. καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.
17
17
Therefore thus said the Lord; Ye have not hearkened to me, to proclaim a release every one to his neighbour: behold, I proclaim a release to you, to the sword, and to the pestilence, and to the famine; and I will give you up to dispersion among all the kingdoms of the earth. διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς.
18
18
And I will give the men that have transgressed my covenant, who have not kept my covenant, which they made before me, the calf which they prepared to sacrifice with it, καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον, ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ,
19
19
the princes of Juda, and the men in power, and the priests, and the people; τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν,
20
20
I will even give them to their enemies, and their carcases shall be food for the birds of the sky and for the wild beasts of the earth. καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.
21
21
And I will give Sedekias king of Judea, and their princes, into the hands of their enemies, and the host of the king of Babylon shall come upon them that run away from them. καὶ τὸν Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν.
22
22
Behold, I will give command, saith the Lord, and will bring them back to this land; and they shall fight against it, and take it, and burn it with fire, and the cities of Juda; and I will make them desolate without inhabitants. ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις ᾿Ιούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων.
Chapter 42
Κεφάλαιο 42
1
1
The Word that came to Jeremias from the Lord in the days of Joakim, king of Juda, saying, (Μασ. ΛΕ´) Ο λόγος ὁ γενόμενος πρὸς ῾Ιερεμίαν παρὰ Κυρίου ἐν ἡμέραις ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα λέγων·
2
2
Go to the house of the Archabin, and thou shalt bring them to the house of the Lord, into one of the courts, and give them wine to drink. βάδισον εἰς οἶκον ᾿Αρχαβεὶν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου, εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον.
3
3
So I brought forth Jechonias the son of Jeremin the son of Chabasin, and his brethren, and his sons, and all the family of the Archabin; καὶ ἐξήγαγον τὸν ᾿Ιεζονίαν υἱὸν ῾Ιερεμίου υἱοῦ Χαβασὶν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν ᾿Αρχαβεὶν
4
4
and I brought them into the house of the Lord, into the chamber of the sons of Joanan, the son of Ananias, the son of Godolias, a man of God, who dwells near the house of the princes that are over the house of Maasæas the son of Selom, who kept the court. καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν ᾿Ανανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελώμ, τοῦ φυλάσσοντος τὴν αὐλήν,
5
5
And I set before them a jar of wine, and cups, and I said, Drink ye wine. καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα· πίετε οἶνον.
6
6
But they said, We will on no account drink wine, for our father Jonadab the son of Rechab commanded us, saying, Ye shall on no account drink wine, neither ye, nor your sons for ever: καὶ εἶπαν· οὐ μὴ πίωμεν οἶνον, ὅτι ᾿Ιωναδὰβ υἱὸς Ρηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων· οὐ μὴ πίετε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος.
7
7
nor shall ye at all build houses, nor sow any seed, nor shall ye have a vineyard: for ye shall dwell in tents all your days; that ye may live many days upon the land, in which ye sojourn. καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ’ ἧς διατρίβετε ὑμεῖς ἐπ’ αὐτῆς.
8
8
And we hearkened to the voice of Jonadab our father, so as to drink no wine all our days, we, and our wives, and our sons, and our daughters; καὶ ἠκούσαμεν τῆς φωνῆς ᾿Ιωναδὰβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν,
9
9
and so as to build no houses to dwell in: and we have had no vineyard, nor field, nor seed: καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν,
10
10
but we have dwelt in tents, and have hearkened, and done according to all that Jonadab our father commanded us. καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα, ἃ ἐνετείλατο ἡμῖν ᾿Ιωναδὰβ ὁ πατὴρ ἡμῶν.
11
11
And it came to pass, when Nabuchodonosor came up against the land, that we said we would come in; and we entered into Jerusalem, for fear of the host of the Chaldeans, and for fear of the host of the Assyrians: and we dwelt there. καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονόσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν· εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν ᾿Ασσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ.
12
12
And the word of the Lord came to me, saying, καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
13
13
Thus saith the Lord, Go, and say to the men of Juda, and to them that dwell in Jerusalem, Will ye not receive correction to hearken to my words? οὕτως λέγει Κύριος· πορεύου καὶ εἰπὸν ἀνθρώπῳ ᾿Ιούδα καὶ τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ· οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου;
14
14
The sons of Jonadab the son of Rechab have kept the word which he commanded his children, that they should drink no wine; and they have not drunk it: but I spoke to you early, and ye hearkened not. ἔστησαν ρῆμα υἱοὶ ᾿Ιωναδάβ, υἱοῦ Ρηχάβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἴνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ οὐκ ἠκούσατε.
15
15
And I sent to you my servants the prophets, saying, Turn ye every one from his evil way, and amend your practices, and go not after other gods to serve them, and ye shall dwell upon the land which I gave to you and to your fathers: but ye inclined not your ears, and hearkened not. καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων· ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ εἰσηκούσατε.
16
16
But the sons of Jonadab the son of Rechab have kept the command of their father; but this people has not hearkened to me. καὶ ἔστησαν υἱοὶ ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου.
17
17
Therefore thus saith the Lord; Behold, I will bring upon Juda and upon the inhabitants of Jerusalem all the evils which I pronounced against them. διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ φέρω ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ’ αὐτούς.
18
18
Therefore thus saith the Lord; Since the sons of Jonadab the son of Rechab have hearkened to the command of their father, to do as their father commanded them: διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἐπειδὴ ἤκουσαν υἱοὶ ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν,
19
19
there shall never be wanting a man of the sons of Jonadab the son of Rechab to stand before my face while the earth remains. οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν ᾿Ιωναδὰβ υἱοῦ Ρηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.
Chapter 43
Κεφάλαιο 43
1
1
In the fourth Year of Joakim son of Josias king of Juda, the word of the Lord came to me, saying, (Μασ. ΛΣΤ´) ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
2
2
Take thee a roll of a book, and write upon it all the words which I spoke to thee against Jerusalem, and against Juda, and against all the nations, from the day when I spoke to thee, from the days of Josias king of Juda, even to this day. λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ ᾿Ιούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ’ ἡμερῶν ᾿Ιωσία βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης·
3
3
Perhaps the house of Juda will hear all the evils which I purpose to do to them; that they may turn from their evil way; and so I will be merciful to their iniquities and their sins. ἴσως ἀκούσεται ὁ οἶκος ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
4
4
So Jeremias called Baruch the son of Nerias: and he wrote from the mouth of Jeremias all the words of the Lord, which he had spoken to him, on a roll of a book. καὶ ἐκάλεσεν ῾Ιερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος ῾Ιερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
5
5
And Jeremias commanded Baruch, saying, I am in prison; I cannot enter into the house of the Lord: καὶ ἐνετείλατο ῾Ιερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
6
6
so thou shalt read in this roll in the ears of the people in the house of the Lord, on the fast day; and in the ears of all Juda that come out of their cities, thou shalt read to them. καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς ᾿Ιούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς·
7
7
Peradventure their supplication will come before the Lord, and they will turn from their evil way: for great is the wrath and the anger of the Lord, which he has pronounced against this people. ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
8
8
And Baruch did according to all that Jeremias commanded him—reading in the book the words of the Lord in the Lord's house. καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ ῾Ιερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.
9
9
And it came to pass in the eighth year of king Joakim, in the ninth month, all the people in Jerusalem, and the house of Juda, proclaimed a fast before the Lord. καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ ᾿Ιωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν ῾Ιερουσαλὴμ καὶ οἶκος ᾿Ιούδα.
10
10
And Baruch read in the book the words of Jeremias in the house of the Lord, in the house of Gamarias son of Saphan the scribe, in the upper court, in the entrance of the new gate of the house of the Lord, and in the ears of all the people. καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ῾Ιερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
11
11
And Michæas the son of Gamarias the son of Saphan heard all the words of the Lord, out of the book. καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου·
12
12
And he went down to the king's house, into the house of the scribe: and, behold, there were sitting there all the princes, Elisama the scribe, and Dalæas the son of Selemias, and Jonathan the son of Acchobor, and Gamarias the son of Saphan, and Sedekias the son of Ananias, and all the princes. καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, ᾿Ελισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ ᾿Ελνάθαν υἱὸς ᾿Ακχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς ᾿Ανανίου καὶ πάντες οἱ ἄρχοντες,
13
13
And Michæas reported to them all the words which he had heard Baruch reading in the ears of the people. καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
14
14
And all the princes sent to Baruch son of Nerias Judin the son of Nathanias, the son of Selemias, the son of Chusi, saying, Take in thine hand the roll in which thou readest in the ears of the people, and come. So Baruch took the roll, and went down to them. καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν ᾿Ιουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
15
15
And they said to him, Read it again in our ears. And Baruch read it. καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
16
16
And it came to pass, when they had heard all the words, that they took counsel each with his neighbour, and said, Let us by all means tell the king all these words. καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
17
17
And they asked Baruch, saying, Where didst thou write all these words? καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
18
18
And Baruch said, Jeremias told me from his own mouth all these words, and I wrote them in a book. καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι ῾Ιερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
19
19
And they said to Baruch, Go, and hide, thou and Jeremias; let no man know where ye are. καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ ῾Ιερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
20
20
And they went in to the king into the court, and gave the roll to one to keep in the house of Elisama; and they told the king all these words. καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ᾿Ελισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους.
21
21
And the king sent Judin to fetch the roll: and he took it out of the house of Elisama: and Judin read in the ears of the king, and in the ears of all the princes who stood round the king. καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Ιουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ᾿Ελισαμά· καὶ ἀνέγνω ᾿Ιουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
22
22
Now the king was sitting in the winter house: and there was a fire on the hearth before him. καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
23
23
And it came to pass when Judin had read three or four leaves, he cut them off with a penknife, and cast them into the fire that was on the hearth, until the whole roll was consumed in the fire that was on the hearth. καὶ ἐγενήθη ἀναγινώσκοντος ᾿Ιουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
24
24
And the king and his servants that heard all these words sought not the Lord, and rent not their garments. καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
25
25
But Elnathan and Godolias suggested to the king that he should burn the roll. καὶ ᾿Ελνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
26
26
And the king commanded Jeremeel the king's son, and Saræas the son of Esriel, to take Baruch and Jeremias: but they were hidden. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ῾Ιερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ ᾿Εσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν ῾Ιερεμίαν· καὶ κατεκρύβησαν.
27
27
Then the word of the Lord came to Jeremias, after the king had burnt the roll, even all the words which Baruch wrote from the mouth of Jeremias, saying, Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος ῾Ιερεμίου λέγων·
28
28
Again take thou another roll, and write all the words that were on the roll, which king Joakim has burnt. πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς ᾿Ιωακείμ.
29
29
And thou shalt say, Thus saith the Lord; Thou hast burnt this roll, saying, Why hast thou written therein, saying, The king of Babylon shall certainly come in, and destroy this land, and man and cattle shall fail from off it? καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ’ αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη;
30
30
Therefore thus saith the Lord concerning Joakim king of Juda; He shall not have a man to sit on the throne of David: and his carcase shall be cast forth in the heat by day, and in the frost by night. διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
31
31
And I will visit him, and his family, and his servants: and I will bring upon him, and upon the inhabitants of Jerusalem, and upon the land of Juda, all the evils which I spoke of to them; and they hearkened not. καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
32
32
And Baruch took another roll, and wrote upon it from the mouth of Jeremias all the words of the book which Joakim had burnt: and there were yet more words added to it like the former. καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος ῾Ιερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν ᾿Ιωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
Chapter 44
Κεφάλαιο 44
1
1
And Sedekias the son of Josias reigned instead of Joakim, whom Nabuchodonosor appointed to reign over Juda. (Μασ. ΛΖ´) ΚΑΙ ἐβασίλευσε Σεδεκίας υἱὸς ᾿Ιωσία ἀντὶ ᾿Ιωακείμ, ὃν ἐβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν τοῦ ᾿Ιούδα·
2
2
And he and his servants and the people of the land hearkened not to the words of the Lord, which he spoke by Jeremias. καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ ῾Ιερεμίου.
3
3
And king Sedekias sent Joachal son of Selemias and Sophonias the priest son of Maasæas to Jeremias, saying, Pray now for us to the Lord. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν ᾿Ιωάχαλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς ῾Ιερεμίαν λέγων· πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον.
4
4
Now Jeremias came and went through the midst of the city: for they had not put him into the house of the prison. καὶ ῾Ιερεμίας ἦλθε καὶ διῆλθε διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς τὸν οἶκον τῆς φυλακῆς.
5
5
And the host of Pharao was come forth out of Egypt; and the Chaldeans heard the report of them, and they went up from Jerusalem. καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ ῾Ιερουσαλήμ.
6
6
And the word of the Lord came to Jeremias, saying, καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν λέγων·
7
7
Thus said the Lord; Thus shalt thou say to the king of Juda who sent to thee, to seek me; Behold, the army of Pharao which is come forth to help you: they shall return to the land of Egypt: οὕτως εἶπε Κύριος· οὕτως ἐρεῖς πρὸς βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με· ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου,
8
8
and the Chaldeans themselves shall turn again, and fight against this city, and take it, and burn it with fire. καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί.
9
9
For thus saith the Lord; Suppose not in your hearts, saying, The Chaldeans will certainly depart from us: for they shall not depart. ὅτι οὕτως εἶπε Κύριος· μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες· ἀποτρέχοντες ἀπελεύσονται ἀφ’ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσι·
10
10
And though ye should smite the whole host of the Chaldeans that fight against you, and there should be left a few wounded men, these should rise up each in his place, and burn this city with fire. καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί.
11
11
And it came to pass, when the host of the Chaldeans had gone up from Jerusalem for fear of the host of Pharao, Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ ῾Ιερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ,
12
12
that Jeremias went forth from Jerusalem to go into the land of Benjamin, to buy thence a property in the midst of the people. ἐξῆλθεν ῾Ιερεμίας ἀπὸ ῾Ιερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ.
13
13
And he was in the gate of Benjamin, and there was there a man with whom he lodged, Saruia the son of Selemias, the son of Ananias; and he caught Jeremias, saying, Thou art fleeing to the Chaldeans. καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμίν, καὶ ἐκεῖ ἄνθρωπος, παρ’ ᾧ κατέλυε, Σαρουΐα υἱὸς Σελεμίου, υἱοῦ ᾿Ανανίου, καὶ συνέλαβε τὸν ῾Ιερεμίαν λέγων· πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις;
14
14
And he said, It is false; I do not flee to the Chaldeans. But he hearkened not to him; and Saruia caught Jeremias, and brought him to the princes. καὶ εἶπε· ψεῦδος, οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ καὶ συνέλαβε Σαρουΐα τὸν ῾Ιερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας.
15
15
And the princes were very angry with Jeremias, and smote him, and sent him into the house of Jonathan the scribe: for they had made this a prison. καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ ῾Ιερεμίαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς.
16
16
So Jeremias came into the dungeon, and into the cells, and he remained there many days. καὶ ἦλθεν ῾Ιερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερὲθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς·
17
17
Then Sedekias sent, and called him; and the king asked him secretly, saying, Is there a word from the Lord? and he said, There is: thou shalt be delivered into the hands of the king of Babylon. καὶ ἀπέστειλε Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν, εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου, καὶ εἶπεν· ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ.
18
18
And Jeremias said to the king, Wherein have I wronged thee, or thy servants, or this people, that thou puttest me in prison? καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς;
19
19
And where are your prophets who prophesied to you saying, The king of Babylon shall not come against this land? καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες· ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην;
20
20
Now therefore, my lord the king, let my supplication come before thy face: and why dost thou send me back to the house of Jonathan the scribe? and let me not on any account die there. καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν ᾿Ιωνάθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ;
21
21
Then the king commanded, and they cast him into the prison, and gave him a loaf a day out of the place where they bake, until the bread failed out of the city. So Jeremias continued in the court of the prison. καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως. καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
Chapter 45
Κεφάλαιο 45
1
1
And Saphanias the son of Nathan, and Godolias the son of Paschor, and Joachal the son of Semelias, heard the words which Jeremias spoke to the people, saying, (Μασ. ΛΗ´) ΚΑΙ ἤκουσε Σαφατίας υἱὸς Μάθαν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ ᾿Ιωάχαλ υἱὸς Σελεμίου τοὺς λόγους, οὓς ῾Ιερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων·
2
2
Thus saith the Lord; He that remains in this city shall die by the sword, and by the famine: but he that goes out to the Chaldeans shall live; and his soul shall be given him for a found treasure, and he shall live. οὕτως εἶπε Κύριος· ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται.
3
3
For thus saith the Lord; This city shall certainly be delivered into the hands of the host of the king of Babylon, and they shall take it. ὅτι οὕτως εἶπε Κύριος· παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν.
4
4
And they said to the king, Let that man, we pray thee, be slain, for he weakens the hands of the fighting men that are left in the city, and the hands of all the people, speaking to them according to these words: for this man does not prophesy peace to this people, but evil. καὶ εἶπαν τῷ βασιλεῖ· ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ, ἀλλ’ ἢ πονηρά.
5
5
Then the king said, Behold, he is in your hands. For the king could not resist them. καὶ εἶπεν ὁ βασιλεύς· ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.
6
6
And they cast him into the dungeon of Melchias the king's son, which was in the court of the prison; and they let him down into the pit: and there was no water in the pit, but mire: and he was in the mire. καὶ ἔρριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ’ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ. —
7
7
And Abdemelech the Ethiopian heard, (now he was in the king's household,) that they had put Jeremias into the dungeon; and the king was in the gate of Benjamin: Καὶ ἤκουσεν ᾿Αβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν ῾Ιερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμίν,
8
8
and he went forth to him, and spoke to the king and said, καὶ ἐξῆλθε πρὸς αὐτὸν καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν·
9
9
Thou hast done evil in what thou hast done to slay this man with hunger: for there is no more bread in the city. ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.
10
10
And the king commanded Abdemelech, saying, Take with thee hence thirty men, and bring him up out of the dungeon, that he die not. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ᾿Αβδεμέλεχ λέγων· λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ.
11
11
So Abdemelech took the men, and went into the underground part of the king's house, and took thence old rags and old ropes, and threw them to Jeremias into the dungeon. καὶ ἔλαβεν ᾿Αβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ράκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς ῾Ιερεμίαν εἰς τὸν λάκκον
12
12
And he said, Put these under the ropes. And Jeremias did so. καὶ εἶπε· ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων, καὶ ἐποίησεν ῾Ιερεμίας οὕτως.
13
13
And they drew him with the ropes, and lifted him out of the dungeon: and Jeremias remained in the court of the prison. καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. —
14
14
Then the king sent, and called him to himself into the house of Aselisel, which was in the house of the Lord: and the king said to him, I will ask thee a question, and I pray thee hide nothing from me. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ᾿Ασελεισὴ τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ρῆμα.
15
15
And Jeremias said to the king, If I tell thee, wilt thou not certainly put me to death? and if I give thee counsel, thou wilt not at all hearken to me. καὶ εἶπεν ῾Ιερεμίας τῷ βασιλεῖ· ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.
16
16
And the king swore to him, saying, As the Lord lives who gave us this soul, I will not slay thee, neither will I give thee into the hands of these men. καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων· ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.
17
17
And Jeremias said to him, Thus saith the Lord; If thou wilt indeed go forth to the captains of the king of Babylon, thy soul shall live, and this city shall certainly not be burnt with fire; and thou shalt live, and thy house. καὶ εἶπεν αὐτῷ ῾Ιερεμίας· οὕτως εἶπε Κύριος· ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.
18
18
But if thou wilt not go forth, this city shall be delivered into the hands of the Chaldeans, and they shall burn it with fire, and thou shalt by no means escape. καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.
19
19
And the king said to Jeremias, I consider the Jews that have gone over to the Chaldeans, lest they deliver me into their hands, and they mock me. καὶ εἶπεν ὁ βασιλεὺς τῷ ῾Ιερεμίᾳ· ἐγὼ λόγον ἔχω τῶν ᾿Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.
20
20
And Jeremias said, They shall in no wise deliver thee up. Hear the word of the Lord which I speak to thee; and it shall be better for thee, and thy soul shall live. καὶ εἶπεν ῾Ιερεμίας· οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρός σε, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.
21
21
But if thou wilt not go forth, this is the word which the Lord has shewn me. καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι Κύριος·
22
22
And, behold, all the women that are left in the house of the king of Juda were brought forth to the princes of the king of Babylon; and they said, The men who were at peace with thee have deceived thee, and will prevail against thee; and they shall cause thy foot to slide and fail, they have turned back from thee. καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως ᾿Ιούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον· ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ.
23
23
And they shall bring forth thy wives and thy children to the Chaldeans: and thou shalt by no means escape, for thou shalt be taken by the hand of the king of Babylon, and this city shall be burnt. καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
24
24
Then the king said to him, Let no man know any of these words, and certainly thou shalt not die. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.
25
25
And if the princes shall hear that I have spoken to thee, and they come to thee, and say to thee, Tell us, what said the king to thee? hide it not from us, and we will in no wise slay thee, and what said the king to thee? καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι καὶ ἔλθωσι πρὸς σὲ καὶ εἴπωσί σοι· ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς, μὴ κρύψῃς ἀφ’ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε, καὶ τί ἐλάλησε πρός σε ὁ βασιλεύς;
26
26
Then thou shalt say to them, I brought my supplication before the presence of the king, that he would not send me back into the house of Jonathan, that I should die there. καὶ ἐρεῖς αὐτοῖς· ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ’ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν ᾿Ιωνάθαν ἀποθανεῖν με ἐκεῖ.
27
27
And all the princes came to Jeremias, and asked him: and he told them according to all these words, which the king had commanded him. And they were silent, because the word of the Lord was not heard. καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς ῾Ιερεμίαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου.
28
28
And Jeremias remained in the court of the prison, until the time when Jerusalem was taken. καὶ ἐκάθισεν ῾Ιερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήφθη ῾Ιερουσαλήμ.
Chapter 46
Κεφάλαιο 46
1
1
And it came to pass in the ninth month of Sedekias king of Juda, that Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem, and they besieged it. (Μασ. ΛΘ´) ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως ᾿Ιούδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν.
2
2
And in the eleventh year of Sedekias, in the fourth month, on the ninth day of the month, the city was broken up. καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐνάτῃ τοῦ μηνός, ἐρράγη ἡ πόλις.
3
3
And all the leaders of the king of Babylon went in, and sat in the middle gate, Marganasar, and Samagoth, and Nabusachar, and Nabusaris, Nagargas, Naserrabamath, and the rest of the leaders of the king of Babylon, καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρεῖς καὶ Ναγαργασνασὲρ Ραβαμὰγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος·
14
14
and they sent, and took Jeremias out of the court of the prison, and gave him in charge to Godolias the son of Achicam, the son of Saphan: and they brought him out, and he sat in the midst of the people. καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ῾Ιερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικὰμ υἱοῦ Σαφάν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. —
15
15
And the word of the Lord came to Jeremias in the court of the prison, saying, Καὶ πρὸς ῾Ιερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων·
16
16
Go and say to Abdemelech the Ethiopian, Thus said the Lord God of Israel; Behold, I will bring my words upon this city for evil, and not for good. πορεύου καὶ εἰπὲ πρὸς ᾿Αβδεμέλεχ τὸν Αἰθίοπα· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά,
17
17
But I will save thee in that day, and I will by no means deliver thee into the hands of the men before whom thou art afraid. καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν,
18
18
For I will surely save thee, and thou shalt by no means fall by the sword; and thou shalt find thy life, because thou didst trust in me, saith the Lord. ὅτι σώζων σώσω σε, καὶ ἐν ρομφαίᾳ οὐ μὴ πέσῃς. καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ’ ἐμοί, φησὶ Κύριος.
Chapter 47
Κεφάλαιο 47
1
1
The word that came from the Lord to Jeremias, after that Nabuzardan the captain of the guard had let him go out of Rama, when he had taken him in manacles in the midst of the captivity of Juda, even those who were carried to Babylon. (Μασ. Μ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμὰν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας ᾿Ιούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.
2
2
And the chief captain of the guard took him, and said to him, The Lord thy God has pronounced all these evils upon this place: καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ· Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον,
3
3
and the Lord has done it; because ye sinned against him, and hearkened not to his voice. καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ.
4
4
Behold, I have loosed thee from the manacles that were upon thine hands. If it seem good to thee to go with me to Babylon, then will I set mine eyes upon thee. ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ·
5
5
But if not, depart; return to Godolias the son of Achicam, the son of Saphan, whom the king of Babylon has appointed governor in the land of Juda, and dwell with him in the midst of the people in the land of Juda: to whatsoever places it seems good in thine eyes to go, do thou even go. And the captain of the guard made him presents, and let him go. εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ, υἱοῦ Σαφάν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ ᾿Ιούδα, καὶ οἴκησον μετ’ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ ᾿Ιούδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.
6
6
And he came to Godolias to Massepha, and dwelt in the midst of his people that was left in the land. καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ. —
7
7
And all the leaders of the host that was in the country, they and their men, heard that the king of Babylon had appointed Godolias governor in the land, and they committed to him the men and their wives, whom Nabuchodonosor had not removed to Babylon. Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ καὶ παρακατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.
8
8
And there came to Godolias to Massepha Ismael the son of Nathanias, and Joanan son of Caree, and Saræas the son of Thanaemeth, and the sons of Jophe the Netophathite, and Ezonias son of the Mochathite, they and their men. καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωνὰν υἱὸς Καρηὲ καὶ Σαραίας υἱὸς Θαναεμὲθ καὶ υἱοὶ ᾿Ιωφὲ τοῦ Νετωφαθὶ καὶ ᾿Εζονίας υἱὸς τοῦ Μωχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
9
9
And Godolias swore to them and to their men, saying, Be not afraid before the children of the Chaldeans: dwell in the land, and serve the king of Babylon, and it shall be better for you. καὶ ὤμοσεν αὐτοῖς Γοδολίας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων· μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.
10
10
And, behold, I dwell in your presence at Massepha, to stand before the Chaldeans who shall come against you: and do ye gather grapes, and fruits, and oil, and put them into your vessels, and dwell in the cities which ye have obtained possession of. καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς, καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε.
11
11
And all the Jews that were in Moab, and among the children of Ammon, and those that were in Idumea, and those that were in all the rest of the country, heard that the king of Babylon had granted a remnant to Juda, and that he had appointed over them Godolias the son of Achicam. καὶ πάντες οἱ ᾿Ιουδαῖοι οἱ ἐν γῇ Μωὰβ καὶ ἐν υἱοῖς ᾿Αμμὼν καὶ οἱ ἐν τῇ ᾿Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ ᾿Ιούδᾳ, καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολίαν υἱὸν ᾿Αχεικάμ.
12
12
And they came to Godolias into the land of Juda, to Massepha, and gathered grapes, and very much summer fruit, and oil. καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν ᾿Ιούδα εἰς Μασσηφὰ καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. —
13
13
And Joanan the son of Caree, and all the leaders of the host, who were in the fields, came to Godolias to Massepha, Καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ
14
14
and said to him, Dost thou indeed know that king Beleissa son of Ammon has sent Ismael to thee to slay thee? But Godolias believed them not. καὶ εἶπαν αὐτῷ· εἰ γνώσει γινώσκεις ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς υἱῶν ᾿Αμμὼν ἀπέστειλε πρὸς σὲ τὸν ᾿Ισμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.
15
15
And Joanan said to Godolias secretly in Massepha, I will go now and smite Ismael, and let no man know it; lest he slay thee, and all the Jews that are gathered to thee be dispersed, and the remnant of Juda perish. καὶ εἶπεν ᾿Ιωανὰν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ· πορεύσομαι δὴ καὶ πατάξω τὸν ᾿Ισμαὴλ καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς ᾿Ιούδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι ᾿Ιούδα.
16
16
But Godolias said to Joanan, Do not the thing, for thou speakest lies concerning Ismael. καὶ εἶπε Γοδολίας πρὸς ᾿Ιωανάν· μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ ᾿Ισμαήλ.
Chapter 48
Κεφάλαιο 48
1
1
Now it came to pass in the seventh month that Ismael the son of Nathanias the son of Eleasa of the seed royal, came, and ten men with him, to Godolias to Massepha: and they ate bread there together. (Μασ. ΜΑ´) ΚΑΙ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν ᾿Ισμαὴλ υἰὸς Ναθανίου υἱοῦ ᾿Ελεασὰ ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα.
2
2
And Ismael rose up, and the ten men that were with him, and smote Godolias, whom the king of Babylon had appointed governor over the land, καὶ ἀνέστη ᾿Ισμαὴλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ’ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,
3
3
and all the Jews that were with him in Massepha, and all the Chaldeans that were found there. καὶ πάντας τοὺς ᾿Ιουδαίους τοὺς ὄντας μετ’ αὐτοῦ ἐν Μασσηφᾷ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. —
4
4
And it came to pass on the second day after he had smitten Godolias, and no man knew of it, Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω,
5
5
that there came men from Sychem, and from Salem, and from Samaria, even eighty men, having their beards shaven, and their clothes rent, and beating their breasts, and they had manna and frankincense in their hands, to bring them into the house of the Lord. καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μαναὰ καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου.
6
6
And Ismael went out to meet them; and they went on and wept: and he said to them, Come in to Godolias. καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ᾿Ισμαήλ· αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς· εἰσέλθετε πρὸς Γοδολίαν.
7
7
And it came to pass, when they had entered into the midst of the city, that he slew them and cast them into a pit. καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.
8
8
But ten men were found there, and they said to Ismael, Slay us not: for we have treasures in the field, wheat and barley, honey and oil. So he passed by, and slew them not in the midst of their brethren. καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ ᾿Ισμαήλ· μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθε καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
9
9
Now the pit into which Ismael cast all whom he smote, is the great pit, which king Asa had made for fear of Baasa king of Israel: even this Ismael filled with slain men. καὶ τὸ φρέαρ, εἰς ὃ ἔρριψεν ἐκεῖ ᾿Ισμαὴλ πάντας, οὓς ἐπάταξε, φρέαρ μέγα τοῦτό ἐστιν, ὃ ἐποίησεν ὁ βασιλεὺς ᾿Ασὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως ᾿Ισραήλ· τοῦτο ἐνέπλησεν ᾿Ισμαὴλ τραυματιῶν.
10
10
And Ismael brought back all the people that were left in Massepha, and the king's daughter, whom the captain of the guard had committed in charge to Godolias the son of Achicam: and he went away beyond the children of Ammon. καὶ ἀπέστρεψεν ᾿Ισμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρακατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ ᾿Αχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν ᾿Αμμών. —
11
11
And Joanan the son of Careë, and all the leaders of the host that were with him, heard of all the evil deeds which Ismael had done. Καὶ ἤκουσεν ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν ᾿Ισμαήλ,
12
12
And they brought all their army, and went to fight against him, and found him near much water in Gabaon. καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών.
13
13
And it came to pass, when all the people that was with Ismael saw Joanan, and the leaders of the host that was with him, καὶ ἐγένετο ὅτε εἶδε πᾶς ὁ λαὸς ὁ μετὰ ᾿Ισμαὴλ τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ’ αὐτοῦ,
14
14
that they returned to Joanan. καὶ ἀνέστρεψαν πρὸς ᾿Ιωανάν.
15
15
But Ismael escaped with eight men and went to the children of Ammon. καὶ ᾿Ισμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς ᾿Αμμών. —
16
16
And Joanan, and all the leaders of the host that were with him, took all the remnant of the people, whom he had brought back from Ismael, mighty men in war, and the women, and the other property, and the eunuchs, whom they had brought back from Gabaon: Καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὓς ἀπέστρεψεν ἀπὸ ᾿Ισμαήλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψαν ἀπὸ Γαβαών,
17
17
and they departed, and dwelt in Gaberoch-amaa, that is by Bethleem, to go into Egypt, for fear of the Chaldeans: καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρώθ — Χαμαὰμ τῇ πρὸς Βηθλεὲμ τοῦ πορευθῆναι εἰς Αἴγυπτον
18
18
for they were afraid of them, because Ismael had smitten Godolias, whom the king of Babylon made governor in the land. ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν ᾿Ισμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.
Chapter 49
Κεφάλαιο 49
1
1
Then came all the leaders of the host, and Joanan, and Azarias the son of Maasæas, and all the people great and small, (Μασ. ΜΒ´) ΚΑΙ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ ᾿Ιωανὰν καὶ ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου
2
2
to Jeremias the prophet, and said to him, Let now our supplication come before thy face, and pray thou to the Lord thy God for this remnant; for we are left few out of many, as thine eyes see. πρὸς ῾Ιερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ· πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι·
3
3
And let the Lord thy God declare to us the way wherein we should walk, and the thing which we should do. καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδόν, ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν.
4
4
And Jeremias said to them, I have heard you; behold, I will pray for you to the Lord our God, according to your words; and it shall come to pass, that whatsoever word the Lord God shall answer, I will declare it to you; I will not hide anything from you. καὶ εἶπεν αὐτοῖς ῾Ιερεμίας· ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος, ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεός, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφ’ ὑμῶν ρῆμα.
5
5
And they said to Jeremias, Let the Lord be between us for a just and faithful witness, if we do not according to every word which the Lord shall send to us. καὶ αὐτοὶ εἶπαν τῷ ῾Ιερεμίᾳ· ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν·
6
6
And whether it be good, or whether it be evil, we will hearken to the voice of the Lord our God, to whom we send thee; that it may be well with us, because we shall hearken to the voice of the Lord our God. καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. —
7
7
And it came to pass after ten days, that the word of the Lord came to Jeremias. Καὶ ἐγενήθη μεθ’ ἡμέρας δέκα ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν.
8
8
And he called Joanan, and the leaders of the host, and all the people from the least even to the greatest, καὶ ἐκάλεσε τὸν ᾿Ιωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου
9
9
and he said to them, Thus saith the Lord; καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος·
10
10
If ye will indeed dwell in this land, I will build you, and will not pull you down, but will plant you, and in no wise pluck you up: for I have ceased from the calamities which I brought upon you. ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθελῶ καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν.
11
11
Be not afraid of the king of Babylon, of whom ye are afraid; be not afraid of him, saith the Lord: for I am with you, to deliver you, and save you out of their hand. μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ, μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθ’ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ·
12
12
And I will grant you mercy, and pity you, and will restore you to your land. καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
13
13
But if ye say, We will not dwell in this land, that we may not hearken to the voice of the Lord; καὶ εἰ λέγετε ὑμεῖς· οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου,
14
14
for we will go into the land of Egypt, and we shall see no war, and shall not hear the sound of a trumpet, and we shall not hunger for bread; and there we will dwell: ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν,
15
15
then hear the word of the Lord; thus saith the Lord; διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος· ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν,
16
16
If ye set your face toward Egypt, and go in there to dwell; then it shall be, that the sword which ye fear shall find you in the land of Egypt, and the famine to which ye have regard, shall overtake you, coming after you in Egypt; and there ye shall die. καὶ ἔσται, ἡ ρομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε.
17
17
And all the men, and all the strangers who have set their face toward the land of Egypt to dwell there, shall be consumed by the sword, and by the famine: and there shall not one of them escape from the evils which I bring upon them. καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ρομφαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ’ αὐτούς.
18
18
For thus saith the Lord; As my wrath has dropped upon the inhabitants of Jerusalem, so shall my wrath drop upon you, when ye have entered into Egypt: and ye shall be a desolation, and under the power of others, and a curse and a reproach: and ye shall no more see this place. ὅτι οὕτως εἶπε Κύριος· καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλήμ, οὕτως στάξει ὁ θυμός μου ἐφ’ ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον,
19
19
These are the words which the Lord has spoken concerning you the remnant of Juda; Enter ye not into Egypt: and now know ye for a certainty, ἃ ἐλάλησε Κύριος ἐφ’ ὑμᾶς τοὺς καταλοίπους ᾿Ιούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσθε
20
20
that ye have wrought wickedness in your hearts, when ye sent me, saying, Pray thou for us to the Lord; and according to all that the Lord shall speak to thee we will do. ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες· πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι Κύριος, ποιήσομεν.
21
21
And ye have not hearkened to the voice of the Lord, with which he sent me to you. καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς.
22
22
Now therefore ye shall perish by sword and by famine, in the place which ye desire to go into to dwell there. καὶ νῦν ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ.
Chapter 50
Κεφάλαιο 50
1
1
And it came to pass, when Jeremias ceased speaking to the people all the words of the Lord, for which the Lord had sent him to them, even all these words, (Μασ. ΜΓ´) ΚΑΙ ἐγενήθη ὡς ἐπαύσατο ῾Ιερεμίας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλεν αὐτὸν Κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους,
2
2
that Azarias son of Maasæas spoke, and Joanan, the son of Careë, and all the men who had spoken to Jeremias, saying, It is false: the Lord has not sent thee to us, saying, Enter not into Egypt to dwell there: καὶ εἶπεν ᾿Αζαρίας υἱὸς Μαασαίου καὶ ᾿Ιωανὰν υἱὸς Καρηὲ καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ῾Ιερεμίᾳ λέγοντες· ψεύδη, οὐκ ἀπέστειλέ σε Κύριος πρὸς ἡμᾶς λέγων· μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ,
3
3
but Baruch the son of Nerias sets thee against us, that thou mayest deliver us into the hands of the Chaldeans, to kill us, and that we should be carried away captives to Babylon. ἀλλ’ ἢ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα.
4
4
So Joanan, and all the leaders of the host, and all the people, refused to hearken to the voice of the Lord, to dwell in the land of Juda. καὶ οὐκ ἤκουσεν ᾿Ιωανὰν καὶ πάντες ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς Κυρίου κατοικῆσαι ἐν γῇ ᾿Ιούδα.
5
5
And Joanan, and all the leaders of the host, took all the remnant of Juda, who had returned to dwell in the land; καὶ ἔλαβεν ᾿Ιωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ᾿Ιούδα, τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ,
6
6
the mighty men, and the women, and the children that were left, and the daughters of the king, and the souls which Nabuzardan had left with Godolias the son of Achicam, and Jeremias the prophet, and Baruch the son of Nerias. τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια, καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπε Ναβουζαρδὰν μετὰ Γοδολίου υἱοῦ ᾿Αχεικάμ, καὶ ῾Ιερεμίαν τὸν προφήτην καὶ Βαροὺχ υἱὸν Νηρίου
7
7
And they came into Egypt: for they hearkened not to the voice of the Lord: and they entered into Taphnas. καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου· καὶ εἰσῆλθον εἰς Τάφνας.
8
8
And the word of the Lord came to Jeremias in Taphnas, saying, καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν ἐν Τάφνας λέγων·
9
9
Take thee great stones, and hide them in the entrance, at the gate of the house of Pharao in Taphnas, in the sight of the men of Juda: λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις, ἐν πύλῃ τῆς οἰκίας Φαραὼ ἐν Τάφνας, κατ’ ὀφθαλμοὺς ἀνδρῶν ᾿Ιούδα
10
10
and thou shalt say, Thus has the Lord said; Behold, I will send, and will bring Nabuchodonosor king of Babylon, and he shall place his throne upon these stones which thou hast hidden, and he shall lift up weapons against them. καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ’ αὐτοὺς
11
11
And he shall enter in, and smite the land of Egypt, delivering some for death to death; and some for captivity to captivity; and some for the sword to the sword. καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον, εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὓς εἰς ρομφαίαν, εἰς ρομφαίαν.
12
12
And he shall kindle a fire in the houses of their gods, and shall burn them, and shall carry them away captives: and shall search the land of Egypt, as a shepherd searches his garment; and he shall go forth in peace. καὶ καύσει πῦρ ἐν οἰκίαις τῶν θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου, ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ,
13
13
And he shall break to pieces the pillars of Heliopolis that are in On, and shall burn their houses with fire. καὶ συντρίψει τοὺς στύλους ῾Ηλιουπόλεως, τοὺς ἐν ῎Ων, καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.
Chapter 51
Κεφάλαιο 51
1
1
The Word that came to Jeremias for all the Jews dwelling in the land of Egypt, and for those settled in Magdolo and in Taphnas, and in the land of Pathura, saying, -
2
2
Thus has the Lord God of Israel said; Ye have seen all the evils which I have brought upon Jerusalem, and upon the cities of Juda; and, behold, they are desolate without inhabitants, οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις ᾿Ιούδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων
3
3
because of their wickedness, which they have wrought to provoke me, by going to burn incense to other gods, whom ye knew not. ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε.
4
4
Yet I sent to you my servants the prophets early in the morning, and I sent, saying, Do not ye this abominable thing which I hate. καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων· μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα.
5
5
But they hearkened not to me, and inclined not their ear to turn from their wickedness, so as not to burn incense to strange gods. ).
6
6
So mine anger and my wrath dropped upon them, and was kindled in the gates of Juda, and in the streets of Jerusalem; and they became a desolation and a waste, as at this day. καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.
7
7
And now thus has the Lord Almighty said, Wherefore do ye commit these great evils against your souls? to cut off man and woman of you, infant and suckling from the midst of Juda, to the end that not one of you should be left; καὶ νῦν οὕτως εἶπε Κύριος παντοκράτωρ· ἱνατί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου ᾿Ιούδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,
8
8
by provoking me with the works of your hands, to burn incense to other gods in the land of Egypt, into which ye entered to dwell there, that ye might be cut off, and that ye might become a curse and a reproach among all the nations of the earth? παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν ἤλθατε κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς;
9
9
Have ye forgotten the sins of your fathers, and the sins of the kings of Juda, and the sins of your princes, and the sins of your wives, which they wrought in the land of Juda, and in the streets of Jerusalem? μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων ᾿Ιούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ;
10
10
And have not ceased even to this day, and they have not kept to my ordinances, which I set before their fathers. καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὣν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν.
11
11
Therefore thus saith the Lord; Behold, I do set my face against you διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου
12
12
to destroy all the remnant that are in Egypt; and they shall fall by the sword, and by famine, and shall be consumed small and great: and they shall be for reproach, and for destruction, and for a curse. τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν.
13
13
And I will visit them that dwell in the land of Egypt, as I have visited Jerusalem, with sword and with famine: καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ ῾Ιερουσαλὴμ ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ,
14
14
and there shall not one be preserved of the remnant of Juda that sojourn in the land of Egypt, to return to the land of Juda, to which they hope in their hearts to return: they shall not return, but only they that escape. καὶ οὐκ ἔσται σεσωσμένος οὐθεὶς τῶν ἐπιλοίπων ᾿Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν ᾿Ιούδα, ἐφ’ ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ’ ἢ ἀνασεσωσμένοι.
15
15
Then all the men that knew that their wives burned incense, and all the women, a great multitude, and all the people that dwelt in the land of Egypt, in Pathura, answered Jeremias, saying, καὶ ἀπεκρίθησαν τῷ ῾Ιερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθουρῇ, λέγοντες·
16
16
As for the word which thou hast spoken to us in the name of the Lord, we will not hearken to thee. ὁ λόγος, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου,
17
17
For we will surely perform every word that shall proceed out of our mouth, to burn incense to the queen of heaven, and to pour drink-offerings to her, as we and our fathers have done, and our kings and princes, in the cities of Juda, and in the streets of Jerusalem: and so we were filled with bread, and were well, and saw no evils. ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν·
18
18
But since we left off to burn incense to the queen of heaven, we have all been brought low, and have been consumed by sword and by famine. καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες καὶ ἐν ρομαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν.
19
19
And whereas we burned incense to the queen of heaven, and poured drink-offerings to her, did we make cakes to her, and pour drink-offerings to her, without our husbands? καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς;—
20
20
Then Jeremias answered all the people, the mighty men, and the women, and all the people that returned him these words for answer, saying, Καὶ εἶπεν ῾Ιερεμίας ἀντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶ καὶ παντὶ τῷ λαῷ, τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων·
21
21
Did not the Lord remember the incense which ye burned in the cities of Juda, and in the streets of Jerusalem, ye, and your fathers, and your kings, and your princes, and the people of the land? and came it not into his heart? οὐχὶ τοῦ θυμιάματος, οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλὴμ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη Κύριος, καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ;
22
22
And the Lord could no longer bear you, because of the wickedness of your doings, and because of your abominations which ye wrought; and so your land became a desolation and a waste, and a curse, as at this day; καὶ οὐκ ἠδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν βδελυγμάτων ὑμῶν, ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ,
23
23
because of your burning incense, and because of the things wherein ye sinned against the Lord: and ye have not hearkened to the voice of the Lord, and have not walked in his ordinances, and in his law, and in his testimonies; and so these evils have come upon you. ἀπὸ προσώπου, ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ Κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα.
24
24
And Jeremias said to the people, and to the women, Hear ye the word of the Lord. καὶ εἶπεν ῾Ιερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν· ἀκούσατε λόγον Κυρίου·
25
25
Thus has the Lord God of Israel said; Ye women have spoken with your mouth, and ye fulfilled it with your hands, saying, We will surely perform our vows that we have vowed, to burn incense to the queen of heaven, and to pour drink-offerings to her: full well did ye keep to your vows, and ye have indeed performed them. οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι· ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν, ἃς ὡμολογήσαμεν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε.
26
26
Therefore hear ye the word of the Lord, all Jews dwelling in the land of Egypt; Behold, I have sworn by my great name, saith the Lord, my name shall no longer be in the mouth of every Jew to say, The Lord lives, in all the land of Egypt. διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς ᾿Ιούδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ· ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς ᾿Ιούδα εἰπεῖν· ζῇ Κύριος Κύριος, ἐν πάσῃ γῇ Αἰγύπτῳ.
27
27
For I have watched over them, to hurt them, and not to do them good: and all the Jews dwelling in the land of Egypt shall perish by sword and by famine, until they are utterly consumed. ὅτι ἐγὼ ἐγρήγορα ἐπ’ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσι πᾶς ᾿Ιούδα, οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ, ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι.
28
28
And they that escape the sword shall return to the land of Juda few in number, and the remnant of Juda, who have continued in the land of Egypt to dwell there, shall know whose word shall stand. καὶ οἱ σεσωσμένοι ἀπὸ ρομφαίας ἐπιστρέψουσιν εἰς γῆν ᾿Ιούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι ᾿Ιούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ.
29
29
And this shall be a sign to you, that I will visit you for evil. καὶ τοῦτο τὸ σημεῖον ὑμῖν ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ’ ὑμᾶς εἰς πονηρά·
30
30
Thus said the Lord; Behold, I will give Uaphres king of Egypt into the hands of his enemy, and into the hands of one that seeks his life; as I gave Sedekias king of Juda into the hands of Nabuchodonosor king of Babylon, his enemy, and who sought his life. οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὐαφρῆ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα ᾿Ιούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ. (Μασ. ΜΕ´
31
31
The Word which Jeremias the Prophet spoke to Baruch son of Nerias, when he wrote these words in the book from the mouth of Jeremias, in the fourth year of Joakim the son of Josias king of Juda. ῾Ο λόγος ὃν ἐλάλησεν ῾Ιερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος ῾Ιερεμίου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱῷ ᾿Ιωσία, βασιλέως ᾿Ιούδα.
32
32
Thus has the Lord said to thee, O Baruch. οὕτως εἶπε Κύριος ἐπὶ σοί, Βαρούχ·
33
33
Whereas thou hast said, Alas! alas! for the Lord has laid a grievous trouble upon me; I lay down in groaning, I found no rest; ὅτι εἶπας· οἴμοι οἴμοι, ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον,
34
34
say thou to him, Thus saith the Lord; Behold, I pull down those whom I have built up, and I pluck up those whom I have planted. εἰπὸν αὐτῷ· οὕτως εἶπε Κύριος· ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῷ, καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω.
35
35
And wilt thou seek great things for thyself? seek them not: for, behold, I bring evil upon all flesh, saith the Lord: but I will give to thee thy life for a spoil in every place whither thou shalt go. καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος. καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ.
Chapter 52
Κεφάλαιο 52
1
1
It was the twenty-first year of Sedekias, when he began to reign, and he reigned eleven years in Jerusalem. And his mother's name was Amitaal, the daughter of Jeremias, of Lobena. ΟΝΤΟΣ εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκίου ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αμειτάαλ, θυγάτηρ ῾Ιερεμίου, ἐκ Λοβενά.
4
4
And it came to pass in the ninth year of his reign, in the ninth month, on the tenth day of the month, that Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem, and they made a rampart round it, and built a wall round about it with large stones. καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ, ἐν μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ.
5
5
So the city was besieged, until the eleventh year of king Sedekias, καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκίᾳ·
6
6
on the ninth day of the month, and then the famine was severe in the city, and there was no bread for the people of the land. ἐν τῇ ἐνάτῃ τοῦ μηνὸς καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
7
7
And the city was broken up, and all the men of war went out by night by the way of the gate, between the wall and the outworks, which were by the king's garden; and the Chaldeans were by the city round about; and they went by the way leading to the wilderness. καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀναμέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς ῎Αραβα,
8
8
But the host of the Chaldeans pursued after the king, and overtook him in the country beyond Jericho; and all his servants were dispersed from about him. καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν ῾Ιεριχώ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ’ αὐτοῦ.
9
9
And they took the king, and brought him to the king of Babylon to Deblatha, and he judged him. καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως.
10
10
And the king of Babylon slew the sons of Sedekias before his eyes; and he slew all the princes of Juda in Deblatha. καὶ ἔσφαξε βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατ’ ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας ᾿Ιούδα ἔσφαξεν ἐν Δεβλαθά.
11
11
And he put out the eyes of Sedekias, and bound him in fetters; and the king of Babylon brought him to Babylon, and put him into the grinding-house, until the day when he died. καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέθανε.
12
12
And in the fifth month, on the tenth day of the month, Nabuzardan the captain of the guard, who waited on the king of Babylon, came to Jerusalem; καὶ ἐν μηνὶ πέμπτῳ, δεκάτῃ τοῦ μηνός, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ,
13
13
and he burnt the house of the Lord, and the king's house; and all the houses of the city, and every great house he burnt with fire. καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί.
14
14
And the host of the Chaldeans that was with the captain of the guard pulled down all the wall of Jerusalem round about. καὶ πᾶν τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων, ἡ μετὰ τοῦ ἀρχιμαγείρου.
16
16
But the captain of the guard left the remnant of the people to be vinedressers and husbandmen. καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς.
17
17
And the Chaldeans broke in pieces the brazen pillars that were in the house of the Lord, and the bases, and the brazen sea that was in the house of the Lord, and they took the brass thereof, and carried it away to Babylon. καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς βάσεις καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα.
18
18
Also the rim, and the bowls, and the flesh-hooks, and all the brazen vessels, wherewith they ministered; καὶ τὴν στεφάνην καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς,
19
19
and the basons, and the snuffers, and the oil-funnels, and the candlesticks, and the censers, and the cups, the golden, of gold, and the silver, of silver, the captain of the guard took away. καὶ τὰ σαφφὼθ καὶ τὰ μασμαρὼθ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰς θυΐσκας καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος.
20
20
And the two pillars, and the one sea, and the twelve brazen oxen under the sea, which things king Solomon made for the house of the Lord; the brass of which articles was without weight. καὶ οἱ στῦλοι δύο καὶ ἡ θάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.
21
21
And as for the pillars, the height of one pillar was thirty-five cubits; and a line of twelve cubits compassed it round; and the thickness of it all round was four fingers. καὶ οἱ στῦλοι, τριακονταπέντε πηχῶν· ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ,
22
22
And there was a brazen chapiter upon them, and the length was five cubits, even the height of one chapiter; and there were on the chapiter round about network and pomegranates, all of brass: and correspondingly the second pillar had eight pomegranates to a cubit for the twelve cubits. καὶ γεῖσος ἐπ’ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ρόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ρόαι τῷ πήχει τοῖς δώδεκα πήχεσι.
23
23
And the pomegranates were ninety-six on a side; and all the pomegranates on the network round about were a hundred. καὶ ἦσαν αἱ ρόαι ἐνενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ρόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ.
24
24
And the captain of the guard took the chief priest, and the second priest, and those that kept the way; καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτεροῦντα καὶ τοὺς τρεῖς τοὺς φυλάττοντας τὴν ὁδὸν
25
25
and one eunuch, who was over the men of war, and seven men of renown, who were in the king's presence, that were found in the city; and the scribe of the forces, who did the part of a scribe to the people of the land; and sixty men of the people of the land, who were found in the midst of the city. καὶ εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως, τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τῶν δυνάμεων, τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς, καὶ ἑξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς, τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως·
26
26
And Nabuzardan the captain of the king's guard took them, and brought them to the king of Babylon to Deblatha. καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ βασιλέως καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά,
27
27
And the king of Babylon smote them in Deblatha, in the land of Æmath. καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαθά, ἐν γῇ Αἰμάθ.
31
31
And it came to pass in the thirty-seventh year after that Joakim king of Juda had been carried away captive, in the twelfth month, on the four and twentieth day of the month, that Ulæmadachar king of Babylon, in the year in which he began to reign, raised the head of Joakim king of Juda, and shaved him, and brought him out of the house where he was kept, καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει, ἀποικισθέντος τοῦ ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα ἐν τῷ δωδεκάτῳ μηνί, ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Οὐλαιμαραδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας, ἧς ἐφυλάσσετο·
32
32
and spoke kindly to him, and set his throne above the kings that were with him in Babylon, καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι·
33
33
and changed his prison garments: and he ate bread continually before him all the days that he lived. καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησε.
34
34
And his appointed portion was given him continually by the king of Babylon from day to day, until the day when he died. καὶ ἡ σύνταξις αὐτῷ ἐδίδοτο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας, ἧς ἀπέθανεν.

Old Testament

• Gen. • Exod. • Lev. • Num. • Deut.

• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.

• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.

• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.

• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.

New Testament

• Matt. • Mark • Luke • John

• Acts

• Jas. • 1 Pet. • 2 Pet. • 1 John • 2 John • 3 John • Jude

• Rom. • 1 Cor. • 2 Cor. • Gal. • Eph. • Phil. • Col. • 1 Thess. • 2 Thess. • 1 Tim. • 2 Tim. • Titus • Philem. • Heb.

• Rev.