|
Job
|
ΙΩΒ
|
|
Chapter 1
|
Κεφάλαιο 1
|
|
1
|
1
|
| There was a certain man in the land of Ausis, whose name was Job; and that man was true, blameless, righteous, and godly, abstaining from everything evil. | ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα ᾿Ιώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. |
|
2
|
2
|
| And he had seven sons and three daughters. | ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. |
|
3
|
3
|
| And his cattle consisted of seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred she-asses in the pastures, and a very great household, and he had a great husbandry on the earth; and that man was most noble of the men of the east. | καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν. |
|
4
|
4
|
| And his sons visiting one another prepared a banquet every day, taking with them also their three sisters to eat and drink with them. | συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν. |
|
5
|
5
|
| And when the days of the banquet were completed, Job sent and purified them, having risen up in the morning, and offered sacrifices for them, according to their number, and one calf for a sin-offering for their souls: for Job said, Lest peradventure my sons have thought evil in their minds against God. Thus then Job did continually. | καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν ᾿Ιὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωΐ καὶ προσέφερε περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ ᾿Ιώβ· μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. οὕτως οὖν ἐποίει ᾿Ιὼβ πάσας τὰς ἡμέρας. — |
|
6
|
6
|
| And it came to pass on a day, that, behold, the angels of God came to stand before the Lord, and the devil came with them. | Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ᾿ αὐτῶν. |
|
7
|
7
|
| And the Lord said to the devil, Whence art thou come? And the devil answered the Lord, and said, I am come from compassing the earth, and walking up and down in the world. | καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι. |
|
8
|
8
|
| And the Lord said to him, Hast thou diligently considered my servant Job, that there is none like him on the earth, a man blameless, true, godly, abstaining from everything evil? | καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; |
|
9
|
9
|
| Then the devil answered, and said before the Lord, Does Job worship the Lord for nothing? | ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν ᾿Ιὼβ σέβεται τὸν Κύριον; |
|
10
|
10
|
| Hast thou not made a hedge about him, and about his household, and all his possessions round about? and hast thou not blessed the works of his hands, and multiplied his cattle upon the land? | οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. |
|
11
|
11
|
| But put forth thine hand, and touch all that he has: verily he will bless thee to thy face. | ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. |
|
12
|
12
|
| Then the Lord said to the devil, Behold, I give into thine hand all that he has, but touch not himself. So the devil went out from the presence of the Lord. | τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα, ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου Κυρίου. — |
|
13
|
13
|
| And it came to pass on a certain day, that Job's sons and his daughters were drinking wine in the house of their elder brother. | Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ ᾿Ιὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. |
|
14
|
14
|
| And, behold, there came a messenger to Job, and said to him, The yokes of oxen were ploughing, and the she-asses were feeding near them; | καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς ᾿Ιὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, |
|
15
|
15
|
| and the spoilers came and took them for a prey, and slew the servants with the sword; and I having escaped alone am come to tell thee. | καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. |
|
16
|
16
|
| While he was yet speaking, there came another messenger, and said to Job, Fire has fallen from heaven, and burnt up the sheep, and devoured the shepherds likewise; and I having escaped alone am come to tell thee. | ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. |
|
17
|
17
|
| While he was yet speaking, there came another messenger, and said to Job, The horsemen formed three companies against us, and surrounded the camels, and took them for a prey, and slew the servants with the sword; and I only escaped, and am come to tell thee. | ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. |
|
18
|
18
|
| While he is yet speaking, another messenger comes, saying to Job, While thy sons and thy daughters were eating and drinking with their elder brother, | ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ ᾿Ιώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, |
|
19
|
19
|
| suddenly a great wind came on from the desert, and caught the four corners of the house, and the house fell upon thy children, and they are dead; and I have escaped alone, and am come to tell thee. | ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. — |
|
20
|
20
|
| So Job arose, and rent his garments, and shaved the hair of his head, and fell on the earth, and worshipped, | Οὕτως ἀναστὰς ᾿Ιὼβ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· |
|
21
|
21
|
| and said, I myself came forth naked from my mother's womb, and naked shall I return thither: the Lord gave, the Lord has taken away: as it seemed good to the Lord, so has it come to pass; blessed be the name of the Lord. | αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. — |
|
22
|
22
|
| In all these events that befel him Job sinned not at all before the Lord, and did not impute folly to God. | ᾿Εν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ. |
|
Chapter 2
|
Κεφάλαιο 2
|
|
1
|
1
|
| And it came to pass on a certain day, that the angels of God came to stand before the Lord, and the devil came among them to stand before the Lord. | ΕΓΕΝΕΤΟ δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ Κυρίου. |
|
2
|
2
|
| And the Lord said to the devil, Whence comest thou? Then the devil said before the Lord, I am come from going through the world, and walking about the whole earth. | καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. |
|
3
|
3
|
| And the Lord said to the devil, Hast thou then observed my servant Job, that there is none of men upon the earth like him, a harmless, true, blameless, godly man, abstaining from all evil? and he yet cleaves to innocence, whereas thou hast told me to destroy his substance without cause? | εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θέραποντί μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχετε ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι. |
|
4
|
4
|
| And the devil answered and said to the Lord, Skin for skin, all that a man has will he give as a ransom for his life. | ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ Κυρίῳ· δέρμα ὑπὲρ δέρματος· καὶ πάντα, ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει· |
|
5
|
5
|
| Nay, but put forth thine hand, and touch his bones and his flesh: verily he will bless thee to thy face. | οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. |
|
6
|
6
|
| And the Lord said to the devil, Behold, I deliver him up to thee; only save his life. | εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. — |
|
7
|
7
|
| So the devil went out from the Lord, and smote Job with sore boils from his feet to his head. | ᾿Εξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου καὶ ἔπαισε τὸν ᾿Ιὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. |
|
8
|
8
|
| And he took a potsherd to scrape away the discharge, and sat upon a dung-heap outside the city. | καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. — |
|
9
|
9
|
| And when much time had passed, his wife said to him, How long wilt thou hold out, saying, | Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· 9α ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; 9β ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· 9γ σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, 9δ κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν· ἀλλὰ εἰπόν τι ρῆμα πρὸς Κύριον καὶ τελεύτα. |
|
9a
|
|
| Behold, I wait yet a little while, expecting the hope of my deliverance? | |
|
9b
|
|
| for, behold, thy memorial is abolished from the earth, even thy sons and daughters, the pangs and pains of my womb which I bore in vain with sorrows; | |
|
9c
|
|
| and thou thyself sittest down to spend the nights in the open air among the corruption of worms, | |
|
9d
|
|
| and I am a wanderer and a servant from place to place and house to house, waiting for the setting of the sun, that I may rest from my labours and my pangs which now beset me: | |
|
9e
|
|
| but say some word against the Lord, and die. | |
|
10
|
10
|
| But he looked on her, and said to her, Thou hast spoken like one of the foolish women. If we have received good things of the hand of the Lord, shall we not endure evil things? In all these things that happened to him, Job sinned not at all with his lips before God. | ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ. |
|
11
|
11
|
| Now his three friends having heard of all the evil that was come upon him, came to him each from his own country: Eliphaz the king of the Thæmans, Baldad sovereign of the Saucheans, Sophar king of the Minæans: and they came to him with one accord, to comfort and to visit him. | ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν· ᾿Ελιφὰζ ὁ Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς, καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδόν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. |
|
12
|
12
|
| And when they saw him from a distance they did not know him; and they cried with a loud voice, and wept, and rent every one his garment, and sprinkled dust upon their heads, | ἰδότες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν· καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ρήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν. καὶ καταπασάμενοι γῆν |
|
13
|
13
|
| and they sat down beside him seven days and seven nights, and no one of them spoke; for they saw that his affliction was dreadful and very great. | παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα. |
|
Chapter 3
|
Κεφάλαιο 3
|
|
1
|
1
|
| After this Job opened his mouth, and cursed his day, | ΜΕΤΑ τοῦτο ἤνοιξεν ᾿Ιὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ |
|
2
|
2
|
| saying, | λέγων· |
|
3
|
3
|
| Let the day perish in which I was born, and that night in which they said, Behold a man-child! | ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν· ἰδοὺ ἄρσεν. |
|
4
|
4
|
| Let that night be darkness, and let not the Lord regard it from above, neither let light come upon it. | ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· |
|
5
|
5
|
| But let darkness and the shadow of death seize it; let blackness come upon it; | ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ᾿ αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα |
|
6
|
6
|
| let that day and night be cursed, let darkness carry them away; let it not come into the days of the year, neither let it be numbered with the days of the months. | καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν· |
|
7
|
7
|
| But let that night be pain, and let not mirth come upon it, nor joy. | ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ᾿ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή· |
|
8
|
8
|
| But let him that curses that day curse it, even he that is ready to attack the great whale. | ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. |
|
9
|
9
|
| Let the stars of that night be darkened; let it remain dark, and not come into light; and let it not see the morning star arise: | σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, |
|
10
|
10
|
| because it shut not up the gates of my mother's womb, for so it would have removed sorrow from my eyes. | ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου· ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. |
|
11
|
11
|
| For why died I not in the belly? and why did I not come forth from the womb and die immediately? | διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; |
|
12
|
12
|
| And why did the knees support me? and why did I suck the breasts? | ἱνατί δὲ συνήντησάν μοι γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα; |
|
13
|
13
|
| Now I should have lain down and been quiet, I should have slept and been at rest, | νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην |
|
14
|
14
|
| with kings and councillors of the earth, who gloried in their swords; | μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, |
|
15
|
15
|
| or with rulers, whose gold was abundant, who filled their houses with silver: | ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, |
|
16
|
16
|
| or I should have been as an untimely birth proceeding from his mother's womb, or as infants who never saw light. | ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. |
|
17
|
17
|
| There the ungodly have burnt out the fury of rage; there the wearied in body rest. | ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι· |
|
18
|
18
|
| And the men of old time have together ceased to hear the exactor's voice. | ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. |
|
19
|
19
|
| The small and great are there, and the servant that feared his lord. | μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ· |
|
20
|
20
|
| For why is light given to those who are in bitterness, and life to the souls which are in griefs? | ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; |
|
21
|
21
|
| who desire death, and obtain it not, digging for it as for treasures; | οἳ ἱμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, |
|
22
|
22
|
| and would be very joyful if they should gain it? | περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι. |
|
23
|
23
|
| Death is rest to such a man, for God has hedged him in. | θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισε γὰρ ὁ Θεὸς κατ᾿ αὐτοῦ· |
|
24
|
24
|
| For my groaning comes before my food, and I weep being beset with terror. | πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· |
|
25
|
25
|
| For the terror of which I meditated has come upon me, and that which I had feared has befallen me. | φόβος γάρ, ὅν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι, |
|
26
|
26
|
| I was not at peace, nor quiet, nor had I rest; yet wrath came upon me. | οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή. |
|
Chapter 4
|
Κεφάλαιο 4
|
|
1
|
1
|
| Then Eliphaz the Thæmanite answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· |
|
2
|
2
|
| Hast thou been often spoken to in distress? but who shall endure the force of thy words? | μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ρημάτων σου τίς ὑποίσει; |
|
3
|
3
|
| For whereas thou hast instructed many, and hast strengthened the hands of the weak one, | εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, |
|
4
|
4
|
| and hast supported the failing with words, and hast imparted courage to feeble knees. | ἀσθενοῦντάς τε ἐξανέστησας ρήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας, |
|
5
|
5
|
| Yet now that pain has come upon thee, and touched thee, thou art troubled. | νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας. |
|
6
|
6
|
| Is not thy fear founded in folly, thy hope also, and the mischief of thy way? | πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; |
|
7
|
7
|
| Remember then who has perished, being pure? or when were the true-hearted utterly destroyed? | μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο; |
|
8
|
8
|
| Accordingly as I have seen men ploughing barren places, and they that sow them will reap sorrows for themselves. | καθ᾿ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. |
|
9
|
9
|
| They shall perish by the command of the Lord, and shall be utterly consumed by the breath of his wrath. | ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. |
|
10
|
10
|
| The strength of the lion, and the voice of the lioness, and the exulting cry of serpents are quenched. | σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη· |
|
11
|
11
|
| The old lion has perished for want of food, and the lions' whelps have forsaken one another. | μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. |
|
12
|
12
|
| But if there had been any truth in thy words, none of these evils would have befallen thee. Shall not mine ear receive excellent revelations from him? | εἰ δέ τι ρῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ; |
|
13
|
13
|
| But as when terror falls upon men, with dread and a sound in the night, | φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ᾿ ἀνθρώπους, |
|
14
|
14
|
| horror and trembling seized me, and caused all my bones greatly to shake. | φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε, |
|
15
|
15
|
| And a spirit came before my face; and my hair and flesh quivered. | καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. |
|
16
|
16
|
| I arose and perceived it not: I looked, and there was no form before my eyes: but I only heard a breath and a voice, saying, | ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ᾿ ἢ αὔραν καὶ φωνὴν ἤκουον· |
|
17
|
17
|
| What, shall a mortal be pure before the Lord? or a man be blameless in regard to his works? | τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; |
|
18
|
18
|
| Whereas he trusts not in his servants, and perceives perverseness in his angels. | εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε, |
|
19
|
19
|
| But as for them that dwell in houses of clay, of whom we also are formed of the same clay, he smites them like a moth. | τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον· |
|
20
|
20
|
| And from morning to evening they no longer exist: they have perished, because they cannot help themselves. | καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσί, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. |
|
21
|
21
|
| For he blows upon them, and they are withered: they have perished for lack of wisdom. | ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. |
|
Chapter 5
|
Κεφάλαιο 5
|
|
1
|
1
|
| But call, if any one will hearken to thee, or if thou shalt see any of the holy angels. | ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ· |
|
2
|
2
|
| For wrath destroys the foolish one, and envy slays him that has gone astray. | καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος, |
|
3
|
3
|
| And I have seen foolish ones taking root: but suddenly their habitation was devoured. | ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. |
|
4
|
4
|
| Let their children be far from safety, and let them be crushed at the doors of vile men, and let there be no deliverer. | πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· |
|
5
|
5
|
| For what they have collected, the just shall eat; but they shall not be delivered out of calamities: let their strength be utterly exhausted. | ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς· |
|
6
|
6
|
| For labour cannot by any means come out of the earth, nor shall trouble spring out of the mountains: | οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· |
|
7
|
7
|
| yet man is born to labour, and even so the vulture's young seek the high places. | ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται. |
|
8
|
8
|
| Nevertheless I will beseech the Lord, and will call upon the Lord, the sovereign of all; | οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι, |
|
9
|
9
|
| who does great things and untraceable, glorious things also, and marvellous, of which there is no number: | τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· |
|
10
|
10
|
| who gives rain upon the earth, sending water on the earth: | τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν· |
|
11
|
11
|
| who exalts the lowly, and raises up them that are lost: | τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα· |
|
12
|
12
|
| frustrating the counsels of the crafty, and their hands shall not perform the truth: | διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. |
|
13
|
13
|
| who takes the wise in their wisdom, and subverts the counsel of the crafty. | ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν· |
|
14
|
14
|
| In the day darkness shall come upon them, and let them grope in the noon-day even as in the night: | ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. |
|
15
|
15
|
| and let them perish in war, and let the weak escape from the hand of the mighty. | ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· |
|
16
|
16
|
| And let the weak have hope, but the mouth of the unjust be stopped. | εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. |
|
17
|
17
|
| But blessed is the man whom the Lord has reproved; and reject not thou the chastening of the Almighty. | μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου· |
|
18
|
18
|
| For he causes a man to be in pain, and restores him again: he smites, and his hands heal. | αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. |
|
19
|
19
|
| Six times he shall deliver thee out of distresses: and in the seventh harm shall not touch thee. | ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. |
|
20
|
20
|
| In famine he shall deliver thee from death: and in war he shall free thee from the power of the sword. | ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. |
|
21
|
21
|
| He shall hide thee from the scourge of the tongue: and thou shalt not be afraid of coming evils. | ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. |
|
22
|
22
|
| Thou shalt laugh at the unrighteous and the lawless: and thou shalt not be afraid of wild beasts. | ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· |
|
23
|
23
|
| For the wild beasts of the field shall be at peace with thee. | θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι. |
|
24
|
24
|
| Then shalt thou know that thy house shall be at peace, and the provision for thy tabernacle shall not fail. | εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. |
|
25
|
25
|
| And thou shalt know that thy seed shall be abundant; and thy children shall be like the herbage of the field. | γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. |
|
26
|
26
|
| And thou shalt come to the grave like ripe corn reaped in its season, or as a heap of the corn-flour collected in proper time. | ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα. |
|
27
|
27
|
| Behold, we have thus sought out these matters; these are what we have heard: but do thou reflect with thyself, if thou hast done anything wrong. | ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας. |
|
Chapter 6
|
Κεφάλαιο 6
|
|
1
|
1
|
| But Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| Oh that one would indeed weigh the wrath that is upon me, and take up my griefs in a balance together! | εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, |
|
3
|
3
|
| And verily they would be heavier than the sand by the seashore: but, as it seems, my words are vain. | καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται. ἀλλ᾿ ὡς ἔοικε τὰ ρήματά μού ἐστι φαῦλα· |
|
4
|
4
|
| For the arrows of the Lord are in my body, whose violence drinks up my blood: whenever I am going to speak, they pierce me. | βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. |
|
5
|
5
|
| What then? will the wild ass bray for nothing, if he is not seeking food? or again, will the ox low at the manger, when he has fodder? | τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; |
|
6
|
6
|
| Shall bread be eaten without salt? or again, is there taste in empty words? | εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ρήμασι κενοῖς; |
|
7
|
7
|
| For my wrath cannot cease; for I perceive my food as the smell of a lion to be loathsome. | οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος· |
|
8
|
8
|
| For oh that he would grant my desire, and my petition might come, and the Lord would grant my hope! | εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος. |
|
9
|
9
|
| Let the Lord begin and wound me, but let him not utterly destroy me. | ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. |
|
10
|
10
|
| Let the grave be my city, upon the walls of which I have leaped: I will not shrink from it; for I have not denied the holy words of my God. | εἴη δέ μου πόλις τάφος, ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς, οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ρήματα ἅγια Θεοῦ μου. |
|
11
|
11
|
| For what is my strength, that I continue? what is my time, that my soul endures? | τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; |
|
12
|
12
|
| Is my strength the strength of stones? or is my flesh of brass? | μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκεαι; |
|
13
|
13
|
| Or have I not trusted in him? but help is far from me. | ἢ οὐκ ἐπ᾿ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ᾿ ἐμοῦ ἄπεστιν. |
|
14
|
14
|
| Mercy has rejected me; and the visitation of the Lord has disregarded me. | ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με. |
|
15
|
15
|
| My nearest relations have not regarded me; they have passed me by like a failing brook, or like a wave. | οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με. |
|
16
|
16
|
| They who used to reverence me, now have come against me like snow or congealed ice. | οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· |
|
17
|
17
|
| When it has melted at the approach of heat, it is not known what it was. | καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, |
|
18
|
18
|
| Thus I also have been deserted of all; and I am ruined, and become an outcast. | οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. |
|
19
|
19
|
| Behold the ways of the Thæmanites, ye that mark the paths of the Sabæans. | ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν, οἱ διορῶντες· |
|
20
|
20
|
| They too that trust in cities and riches shall come to shame. | καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. |
|
21
|
21
|
| But ye also have come to me without pity; so that beholding my wound ye are afraid. | ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε· |
|
22
|
22
|
| What? have I made any demand of you? or do I ask for strength from you, | τί γάρ; μή τι ἡμᾶς ᾔτησα ἢ τῆς παρ᾿ ὑμῶν ἰσχύος ἐπιδέομαι, |
|
23
|
23
|
| to deliver me from enemies, or to rescue me from the hand of the mighty ones? | ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ρύσασθαί με; |
|
24
|
24
|
| Teach ye me, and I will be silent: if in anything I have erred, tell me. | διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. |
|
25
|
25
|
| But as it seems, the words of a true man are vain, because I do not ask strength of you. | ἀλλ᾿ ὡς ἔοικε, φαῦλα ἀληθινοῦ ρήματα, οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι· |
|
26
|
26
|
| Neither will your reproof cause me to cease my words, for neither will I endure the sound of your speech. | οὐδὲ ἔλεγχος ὑμῶν ρήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ρήματος ἀνέξομαι. |
|
27
|
27
|
| Even because ye attack the fatherless, and insult your friend. | πλὴν ὅτι ἐπ᾿ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. |
|
28
|
28
|
| But now, having looked upon your countenances, I will not lie. | νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι. |
|
29
|
29
|
| Sit down now, and let there not be unrighteousness; and unite again with the just. | καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. |
|
30
|
30
|
| For there is no injustice in my tongue; and does not my throat meditate understanding? | οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ; |
|
Chapter 7
|
Κεφάλαιο 7
|
|
1
|
1
|
| Is not the life of man upon earth a state of trial? and his existence as that of a hireling by the day? | ΠΟΤΕΡΟΝ οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; |
|
2
|
2
|
| Or as a servant that fears his master, and one who has grasped a shadow? or as a hireling waiting for his pay? | ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; |
|
3
|
3
|
| So have I also endured months of vanity, and nights of pain have been appointed me. | οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. |
|
4
|
4
|
| Whenever I lie down, I say, When will it be day? and whenever I rise up, again I say when will it be evening? and I am full of pains from evening to morning. | ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ᾿ ἂν ἀναστῶ, πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ. |
|
5
|
5
|
| And my body is covered with loathsome worms; and I waste away, scraping off clods of dust from my eruption. | φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. |
|
6
|
6
|
| And my life is lighter than a word, and has perished in vain hope. | ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. |
|
7
|
7
|
| Remember then that my life is breath, and mine eye shall not yet again see good. | μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. |
|
8
|
8
|
| The eye of him that sees me shall not see me again: thine eyes are upon me, and I am no more. | οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ |
|
9
|
9
|
| I am as a cloud that is cleared away from the sky: for if a man go down to the grave, he shall not come up again: | ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ᾿ οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾄδην, οὐκέτι μὴ ἀναβῇ, |
|
10
|
10
|
| and he shall surely not return to his own house, neither shall his place know him any more. | οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδ’ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. |
|
11
|
11
|
| Then neither will I refrain my mouth: I will speak being in distress; being in anguish I will disclose the bitterness of my soul. | ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος. |
|
12
|
12
|
| Am I a sea, or a serpent, that thou hast set a watch over me? | πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ᾿ ἐμὲ φυλακήν; |
|
13
|
13
|
| I said that my bed should comfort me, and I would privately counsel with myself on my couch. | εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. |
|
14
|
14
|
| Thou scarest me with dreams, and dost terrify me with visions. | ἐκφοβεῖς με ἐνυπνίοις καὶ ὁράμασί με καταπλήσσεις. |
|
15
|
15
|
| Thou wilt separate life from my spirit; and yet keep my bones from death. | ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου· |
|
16
|
16
|
| For I shall not live for ever, that I should patiently endure: depart from me, for my life is vain. | οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ᾿ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. |
|
17
|
17
|
| For what is man, that thou hast magnified him? or that thou givest heed to him? | τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν |
|
18
|
18
|
| Wilt thou visit him till the morning, and judge him till the time of rest? | ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; |
|
19
|
19
|
| How long dost thou not let me alone, nor let me go, until I shall swallow down my spittle? | ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; |
|
20
|
20
|
| If I have sinned, what shall I be able to do, O thou that understandest the mind of men? why hast thou made me as thine accuser, and why am I a burden to thee? | εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; |
|
21
|
21
|
| Why hast thou not forgotten my iniquity, and purged my sin? but now I shall depart to the earth; and in the morning, I am no more. | καὶ διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. |
|
Chapter 8
|
Κεφάλαιο 8
|
|
1
|
1
|
| Then Baldad the Sauchite answered, and said, | ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· |
|
2
|
2
|
| How long wilt thou speak these things, how long shall the breath of thy mouth be abundant in words? | μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυρρῆμον τοῦ στόματός σου; |
|
3
|
3
|
| Will the Lord be unjust when he judges; or will he that has made all things pervert justice? | μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; |
|
4
|
4
|
| If thy sons have sinned before him, he has cast them away because of their transgression. | εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. |
|
5
|
5
|
| But be thou early in prayer to the Lord Almighty. | σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος. |
|
6
|
6
|
| If thou art pure and true, he will hearken to thy supplication, and will restore to thee the habitation of righteousness. | εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· |
|
7
|
7
|
| Though then thy beginning should be small, yet thy end should be unspeakably great. | ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. |
|
8
|
8
|
| For ask of the former generation, and search diligently among the race of our fathers: | ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· |
|
9
|
9
|
| (for we are of yesterday, and know nothing; for our life upon the earth is a shadow:) | χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος. |
|
10
|
10
|
| shall not these teach thee, and report to thee, and bring out words from their heart? | ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ρήματα; |
|
11
|
11
|
| Does the rush flourish without water, or shall the flag grow up without moisture? | μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; |
|
12
|
12
|
| When it is yet on the root, and though it has not been cut down, does not any herb wither before it has received moisture? | ἔτι ὂν ἐπὶ ρίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται; |
|
13
|
13
|
| Thus then shall be the end of all that forget the Lord: for the hope of the ungodly shall perish. | οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. |
|
14
|
14
|
| For his house shall be without inhabitants, and his tent shall prove a spider's web. | ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. |
|
15
|
15
|
| If he should prop up his house, it shall not stand: and when he has taken hold of it, it shall not remain. | ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ· |
|
16
|
16
|
| For it is moist under the sun, and his branch shall come forth out of his dung-heap. | ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ράδαμνος αὐτοῦ ἐξελεύσεται. |
|
17
|
17
|
| He lies down upon a gathering of stones, and shall live in the midst of flints. | ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. |
|
18
|
18
|
| If God should destroy him, his place shall deny him. Hast thou not seen such things, | ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα, |
|
19
|
19
|
| that such is the overthrow of the ungodly? and out of the earth another shall grow. | ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει. |
|
20
|
20
|
| For the Lord will by no means reject the harmless man; but he will not receive any gift of the ungodly. | ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. |
|
21
|
21
|
| But he will fill with laughter the mouth of the sincere, and their lips with thanksgiving. | ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως· |
|
22
|
22
|
| But their adversaries shall clothe themselves with shame; and the habitation of the ungodly shall perish. | οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται. |
|
Chapter 9
|
Κεφάλαιο 9
|
|
1
|
1
|
| Then Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| I know of a truth that it is so: for how shall a mortal man be just before the Lord? | ἐπ᾿ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ; |
|
3
|
3
|
| For if he would enter into judgment with him, God would not hearken to him, so that he should answer to one of his charges of a thousand. | ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων· |
|
4
|
4
|
| For he is wise in mind, and mighty, and great: who has hardened himself against him and endured? | σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; |
|
5
|
5
|
| Who wears out the mountains, and men know it not: who overturns them in anger. | ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ· |
|
6
|
6
|
| Who shakes the earth under heaven from its foundations, and its pillars totter. | ὁ σείων τὴν ὑπ᾿ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· |
|
7
|
7
|
| Who commands the sun, and it rises not; and he seals up the stars. | ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· |
|
8
|
8
|
| Who alone has stretched out the heavens, and walks on the sea as on firm ground. | ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ᾿ ἐδάφους ἐπὶ θαλάσσης· |
|
9
|
9
|
| Who makes Pleias, and Hesperus, and Arcturus, and the chambers of the south. | ὁ ποιῶν Πλειάδα καὶ ῞Εσπερον καὶ ᾿Αρκτοῦρον, καὶ ταμιεῖα νότου· |
|
10
|
10
|
| Who does great and unsearchable things; glorious also and excellent things, innumerable. | ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. |
|
11
|
11
|
| If ever he should go beyond me, I shall not see him: if he should pass by me, neither thus have I known it. | ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδ᾿ ὧς ἔγνων. |
|
12
|
12
|
| If he would take away, who shall turn him back? or who shall say to him, What hast thou done? | ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; |
|
13
|
13
|
| For if he has turned away his anger, the whales under heaven have stooped under him. | αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ᾿ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾿ οὐρανόν. |
|
14
|
14
|
| Oh then that he would hearken to me, or judge my cause. | ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ρήματά μου· |
|
15
|
15
|
| For though I be righteous, he will not hearken to me: I will intreat his judgment. | ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήομαι· |
|
16
|
16
|
| And if I should call and he should not hearken, I cannot believe that he has listened to my voice. | ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς. |
|
17
|
17
|
| Let him not crush me with a dark storm: but he has made my bruises many without cause. | μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς· |
|
18
|
18
|
| For he suffers me not to take breath, but he has filled me with bitterness. | οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησε δέ με πικρίας. |
|
19
|
19
|
| For indeed he is strong in power: who then shall resist his judgment? | ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; |
|
20
|
20
|
| For though I should seem righteous, my mouth will be profane: and though I should seem blameless, I shall be proved perverse. | ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. |
|
21
|
21
|
| For even if I have sinned, I know it not in my soul: but my life is taken away. | εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή. |
|
22
|
22
|
| Wherefore I said, Wrath slays the great and mighty man. | διὸ εἶπον· μέγα καὶ δυνάστην ἀπολλύει ὀργή, |
|
23
|
23
|
| For the worthless die, but the righteous are laughed to scorn. | ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται· |
|
24
|
24
|
| For they are delivered into the hands of the unrighteous man: he covers the faces of the judges of the earth: but if it be not he, who is it? | παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν; |
|
25
|
25
|
| But my life is swifter than a post: my days have fled away, and they knew it not. | ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. |
|
26
|
26
|
| Or again, is there a trace of their path left by ships? or is there one of the flying eagle as it seeks its prey? | ἢ καί ἐστι ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; |
|
27
|
27
|
| And if I should say, I will forget to speak, I will bow down my face and groan; | ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω. |
|
28
|
28
|
| I quake in all my limbs, for I know that thou wilt not leave me alone as innocent. | σείομαι πᾶσι τοῖς μέλεσιν, οἶδα γάρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις. |
|
29
|
29
|
| But since I am ungodly, why have I not died? | ἐπειδὴ δέ εἰμι ἀσεβής, διατί οὐκ ἀπέθανον; |
|
30
|
30
|
| For if I should wash myself with snow, and purge myself with pure hands, | ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, |
|
31
|
31
|
| thou hadst thoroughly plunged me in filth, and my garment had abhorred me. | ἱκανῶς ἐν ρύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή· |
|
32
|
32
|
| For thou art not man like me, with whom I could contend, that we might come together to judgment. | οὐ γὰρ εἶ ἄνθρωπος κατ᾿ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. |
|
33
|
33
|
| Would that he our mediator were present, and a reprover, and one who should hear the cause between both. | εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων· |
|
34
|
34
|
| Let him remove his rod from me, and let not his fear terrify me: | ἀπαλλαξάτω ἀπ᾿ ἐμοῦ τὴν ράβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω, |
|
35
|
35
|
| so shall I not be afraid, but I will speak: for I am not thus conscious of guilt. | καὶ οὐ μὴ φοβηθῷ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι. |
|
Chapter 10
|
Κεφάλαιο 10
|
|
1
|
1
|
| Weary in my soul, I will pour my words with groans upon him: I will speak being straitened in the bitterness of my soul. | ΚΑΜΝΩΝ τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ᾿ αὐτὸν τὰ ρήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος |
|
2
|
2
|
| And I will say to the Lord, Do not teach me to be impious; and wherefore hast thou thus judged me? | καὶ ἐρῶ πρὸς Κύριον· μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας; |
|
3
|
3
|
| Is it good before thee if I be unrighteous? for thou hast disowned the work of thy hands, and attended to the counsel of the ungodly. | ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες; |
|
4
|
4
|
| Or dost thou see as a mortal sees? or wilt thou look as a man sees? | ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ; |
|
5
|
5
|
| Or is thy life human, or thy years the years of a man, | ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός; |
|
6
|
6
|
| that thou hast enquired into mine iniquity, and searched out my sins? | ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας; |
|
7
|
7
|
| For thou knowest that I have not committed iniquity: but who is he that can deliver out of thy hands? | οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; |
|
8
|
8
|
| Thy hands have formed me and made me; afterwards thou didst change thy mind, and smite me. | αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. |
|
9
|
9
|
| Remember that thou hast made me as clay, and thou dost turn me again to earth. | μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. |
|
10
|
10
|
| Hast thou not poured me out like milk, and curdled me like cheese? | ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ; |
|
11
|
11
|
| And thou didst clothe me with skin and flesh, and frame me with bones and sinews. | δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. |
|
12
|
12
|
| And thou didst bestow upon me life and mercy, and thy oversight has preserved my spirit. | ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾿ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. |
|
13
|
13
|
| Having these things in thyself, I know that thou canst do all things; for nothing is impossible with thee. | ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. |
|
14
|
14
|
| And if I should sin, thou watchest me; and thou hast not cleared me from iniquity. | ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας. |
|
15
|
15
|
| Or if I should be ungodly, woe is me: and if I should be righteous, I cannot lift myself up, for I am full of dishonour. | ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. |
|
16
|
16
|
| For I am hunted like a lion for slaughter; for again thou hast changed and art terribly destroying me; | ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις |
|
17
|
17
|
| renewing against me my torture: and thou hast dealt with me in great anger, and thou hast brought trials upon me. | ἐπανακαινίζων ἐπ᾿ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ᾿ ἐμὲ πειρατήρια. |
|
18
|
18
|
| Why then didst thou bring me out of the womb? and why did I not die, and no eye see me, | ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε, |
|
19
|
19
|
| and I become as if I had not been? for why was I not carried from the womb to the grave? | καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; |
|
20
|
20
|
| Is not the time of my life short? suffer me to rest a little, | ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν |
|
21
|
21
|
| before I go whence I shall not return, to a land of darkness and gloominess; | πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, |
|
22
|
22
|
| to a land of perpetual darkness, where there is no light, neither can any one see the life of mortals. | εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. |
|
Chapter 11
|
Κεφάλαιο 11
|
|
1
|
1
|
| Then Sophar the Minæan answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· |
|
2
|
2
|
| He that speaks much, should also hear on the other side: or does the fluent speaker think himself to be righteous? blessed is the short-lived offspring of woman. | ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. |
|
3
|
3
|
| Be not a speaker of many words; for is there none to answer thee? | μὴ πολὺς ἐν ρήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι· |
|
4
|
4
|
| For say not, I am pure in my works, and blameless before him. | μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. |
|
5
|
5
|
| But oh that the Lord would speak to thee, and open his lips with thee! | ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρός σε, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ; |
|
6
|
6
|
| Then shall he declare to thee the power of wisdom; for it shall be double of that which is with thee: and then shalt thou know, that a just recompence of thy sins has come to thee from the Lord. | εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατά σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας. |
|
7
|
7
|
| Wilt thou find out the traces of the Lord? or hast thou come to the end of that which the Almighty has made? | ἦ ἴχνος Κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ Παντοκράτωρ; |
|
8
|
8
|
| Heaven is high; and what wilt thou do? and there are deeper things than those in hell; what dost thou know? | ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾃδου τί οἶδας; |
|
9
|
9
|
| Or longer than the measure of the earth, or the breadth of the sea. | ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης; |
|
10
|
10
|
| And if he should overthrow all things, who will say to him, What hast thou done? | ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; |
|
11
|
11
|
| For he knows the works of transgressors; and when he sees wickedness, he will not overlook it. | αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. |
|
12
|
12
|
| But man vainly buoys himself up with words; and a mortal born of woman is like an ass of the desert. | ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. |
|
13
|
13
|
| For if thou hast made thine heart pure, and liftest up thine hands towards him; | εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν, |
|
14
|
14
|
| if there is any iniquity in thy hands, put it far from thee, and let not unrighteousness lodge in thy habitation. | εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. |
|
15
|
15
|
| For thus shall thy countenance shine again, as pure water; and thou shalt divest thyself of uncleanness, and shalt not fear. | οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ρύπον, καὶ οὐ μὴ φοβηθῇς· |
|
16
|
16
|
| And thou shalt forget trouble, as a wave that has passed by; and thou shalt not be scared. | καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ. |
|
17
|
17
|
| And thy prayer shall be as the morning star, and life shall arise to thee as from the noon-day. | ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή· |
|
18
|
18
|
| And thou shalt be confident, because thou hast hope; and peace shall dawn to thee from out of anxiety and care. | πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. |
|
19
|
19
|
| For thou shalt be at ease, and there shall be no one to fight against thee; and many shall charge, and make supplication to thee. | ἡσυχάσεις γάρ, καὶ οὐ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. |
|
20
|
20
|
| But safety shall fail them; for their hope is destruction, and the eyes of the ungodly shall waste away. | σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. |
|
Chapter 12
|
Κεφάλαιο 12
|
|
1
|
1
|
| And Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| So then ye alone are men, and wisdom shall die with you? | εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ᾿ ὑμῶν τελευτήσει σοφία. |
|
3
|
3
|
| But I also have a heart as well as you. | κἀμοὶ μὲν καρδία καθ᾿ ὑμᾶς ἐστι· |
|
4
|
4
|
| For a righteous and blameless man has become a subject for mockery. | δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα· |
|
5
|
5
|
| For it had been ordained that he should fall under others at the appointed time, and that his houses should be spoiled by transgressors: let not however any one trust that, being evil, he shall be held guiltless, | εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, |
|
6
|
6
|
| even as many as provoke the Lord, as if there were indeed to be no inquisition made of them. | ὅσοι παροργίζουσι τὸν Κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. |
|
7
|
7
|
| But ask now the beasts, if they may speak to thee; and the birds of the air, if they may declare to thee. | ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσι, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν· |
|
8
|
8
|
| Tell the earth, if it may speak to thee: and the fishes of the sea shall explain to thee. | ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. |
|
9
|
9
|
| Who then has not known in all these things, that the hand of the Lord has made them? | τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; |
|
10
|
10
|
| Whereas the life of all living things is in his hand, and the breath of every man. | εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου; |
|
11
|
11
|
| For the ear tries words, and the palate tastes meats. | οὖς μὲν γὰρ ρήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. |
|
12
|
12
|
| In length of time is wisdom, and in long life knowledge. | ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη. |
|
13
|
13
|
| With him are wisdom and power, with him counsel and understanding. | παρ᾿ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. |
|
14
|
14
|
| If he should cast down, who will build up? if he should shut up against men, who shall open? | ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατ᾿ ἀνθρώπων, τίς ἀνοίξει; |
|
15
|
15
|
| If he should withhold the water, he will dry the earth: and if he should let it loose, he overthrows and destroys it. | ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. |
|
16
|
16
|
| With him are strength and power: he has knowledge and understanding. | παρ᾿ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. |
|
17
|
17
|
| He leads counsellors away captive, and maddens the judges of the earth. | διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. |
|
18
|
18
|
| He seats kings upon thrones, and girds their loins with a girdle. | καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησε ζώνῃ ὀσφύας αὐτῶν. |
|
19
|
19
|
| He sends away priests into captivity, and overthrows the mighty ones of the earth. | ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψε. |
|
20
|
20
|
| He changes the lips of the trusty, and he knows the understanding of the elders. | διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. |
|
21
|
21
|
| He pours dishonour upon princes, and heals the lowly. | ἐκχέων ἀτιμίαν ἐπ᾿ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. |
|
22
|
22
|
| Revealing deep things out of darkness: and he has brought into light the shadow of death. | ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. |
|
23
|
23
|
| Causing the nations to wander, and destroying them: overthrowing the nations, and leading them away. | πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωνύων ἔθνη καὶ καθοδηγῶν αὐτά. |
|
24
|
24
|
| Perplexing the minds of the princes of the earth: and he causes them to wander in a way they have not known, saying, | διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν. |
|
25
|
25
|
| Let them grope in darkness, and let there be no light, and let them wander as a drunken man. | ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων. |
|
Chapter 13
|
Κεφάλαιο 13
|
|
1
|
1
|
| Behold, mine eye has seen these things, and mine ear has heard them. | ΙΔΟΥ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς· |
|
2
|
2
|
| And I know all that ye too know; and I have not less understanding than you. | καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. |
|
3
|
3
|
| Nevertheless I will speak to the Lord, and I will reason before him, if he will. | οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. |
|
4
|
4
|
| But ye are all bad physicians, and healers of diseases. | ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. |
|
5
|
5
|
| But would that ye were silent, and it would be wisdom to you in the end. | εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. |
|
6
|
6
|
| But hear ye the reasoning of my mouth, and attend to the judgment of my lips. | ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. |
|
7
|
7
|
| Do ye not speak before the Lord, and utter deceit before him? | πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; |
|
8
|
8
|
| Or will ye draw back? nay, do ye yourselves be judges. | ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. |
|
9
|
9
|
| For it were well if he would thoroughly search you: for though doing all things in your power ye should attach yourselves to him, | καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, |
|
10
|
10
|
| he will not reprove you at all the less: but if moreover ye should secretly respect persons, | οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, |
|
11
|
11
|
| shall not his whirlpool sweep you round, and terror from him fall upon you? | πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ᾿ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; |
|
12
|
12
|
| And your glorying shall prove in the end to you like ashes, and your body like a body of clay. | ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. |
|
13
|
13
|
| Be silent, that I may speak, and cease from mine anger, | κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ |
|
14
|
14
|
| while I may take my flesh in my teeth, and put my life in my hand. | ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί. |
|
15
|
15
|
| Though the Mighty One should lay hand upon me, forasmuch as he has begun, verily I will speak, and plead before him. | ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· |
|
16
|
16
|
| And this shall turn to me for salvation; for fraud shall have no entrance before him. | καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. |
|
17
|
17
|
| Hear, hear ye my words, for I will declare in your hearing. | ἀκούσατε ἀκούσατε τὰ ρήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. |
|
18
|
18
|
| Behold, I am near my judgment: I know that I shall appear evidently just. | ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι· |
|
19
|
19
|
| For who is he that shall plead with me, that I should now be silent, and expire? | τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; |
|
20
|
20
|
| But grant me two things: then I will not hide myself from thy face. | δυοῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι. |
|
21
|
21
|
| Withhold thine hand from me: and let not thy fear terrify me. | τὴν χεῖρα ἀπ᾿ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. |
|
22
|
22
|
| Then shalt thou call, and I will hearken to thee: or thou shalt speak, and I will give thee an answer. | εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. |
|
23
|
23
|
| How many are my sins and my transgressions? teach me what they are. | πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί. |
|
24
|
24
|
| Wherefore hidest thou thyself from me, and deemest me thine enemy? | διατί ἀπ᾿ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; |
|
25
|
25
|
| Wilt thou be startled at me, as at a leaf shaken by the wind? or wilt thou set thyself against me as against grass borne upon the breeze? | ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; |
|
26
|
26
|
| For thou hast written evil things against me, and thou hast compassed me with the sins of my youth. | ὅτι κατέγραψας κατ᾿ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, |
|
27
|
27
|
| And thou hast placed my foot in the stocks; and thou hast watched all my works, and hast penetrated to my heels. | ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ρίζας τῶν ποδῶν μου ἀφίκου· |
|
28
|
28
|
| I am as that which waxes old like a bottle, or like a moth-eaten garment. | ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. |
|
Chapter 14
|
Κεφάλαιο 14
|
|
1
|
1
|
| For a mortal born of a woman is short-lived, and full of wrath. | ΒΡΟΤΟΣ γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς |
|
2
|
2
|
| Or he falls like a flower that has bloomed; and he departs like a shadow, and cannot continue. | ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. |
|
3
|
3
|
| Hast thou not taken account even of him, and caused him to enter into judgment before thee? | οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου; |
|
4
|
4
|
| For who shall be pure from uncleanness? not even one; | τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ρύπου; ἀλλ᾿ οὐθείς, |
|
5
|
5
|
| if even his life should be but one day upon the earth: and his months are numbered by him: thou hast appointed him for a time, and he shall by no means exceed it. | ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ᾿ αὐτοῦ· εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. |
|
6
|
6
|
| Depart from him, that he may be quiet, and take pleasure in his life, though as a hireling. | ἀπόστα ἀπ᾿ αὐτοῦ, ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. |
|
7
|
7
|
| For there is hope for a tree, even if it should be cut down, that it shall blossom again, and its branch shall not fail. | ἔστι γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ράδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ· |
|
8
|
8
|
| For though its root should grow old in the earth, and its stem die in the rock; | ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ρίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, |
|
9
|
9
|
| it will blossom from the scent of water, and will produce a crop, as one newly planted. | ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. |
|
10
|
10
|
| But a man that has died is utterly gone; and when a mortal has fallen, he is no more. | ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστί· |
|
11
|
11
|
| For the sea wastes in length of time, and a river fails and is dried up. | χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· |
|
12
|
12
|
| And man that has lain down in death shall certainly not rise again till the heaven be dissolved, and they shall not awake from their sleep. | ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ· καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. |
|
13
|
13
|
| For oh that thou hadst kept me in the grave, and hadst hidden me until thy wrath should cease, and thou shouldest set me a time in which thou wouldest remember me! | εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ· |
|
14
|
14
|
| For if a man should die, shall he live again, having accomplished the days of his life? I will wait till I exist again? | ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως ἂν πάλιν γένωμαι. |
|
15
|
15
|
| Then shalt thou call, and I will hearken to thee: but do not thou reject the work of thine hands. | εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. |
|
16
|
16
|
| But thou hast numbered my devices: and not one of my sins shall escape thee? | ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου· |
|
17
|
17
|
| And thou hast sealed up my transgressions in a bag, and marked if I have been guilty of any transgression unawares. | ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκρων παρέβην. |
|
18
|
18
|
| And verily a mountain falling will utterly be destroyed, and a rock shall be worn out of its place. | καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται, καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. |
|
19
|
19
|
| The waters wear the stones, and waters falling headlong overflow a heap of the earth: and thou destroyest the hope of man. | λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. |
|
20
|
20
|
| Thou drivest him to an end, and he is gone: thou settest thy face against him, and sendest him away; | ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον, καὶ ἐξαπέστειλας· |
|
21
|
21
|
| and though his children be multiplied, he knows it not; and if they be few, he is not aware. | πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ, οὐκ οἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται· |
|
22
|
22
|
| But his flesh is in pain, and his soul mourns. | ἀλλ᾿ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. |
|
Chapter 15
|
Κεφάλαιο 15
|
|
1
|
1
|
| Then Eliphaz the Thæmanite answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· |
|
2
|
2
|
| Will a wise man give for answer a mere breath of wisdom? and does he fill up the pain of his belly, | πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα καὶ ἐνέπλησε πόνον γαστρὸς |
|
3
|
3
|
| reasoning with improper sayings, and with words wherein is no profit? | ἐλέγχων ἐν ρήμασιν, οἷς οὐ δεῖ, καὶ ἐν λόγοις, οἷς οὐδὲν ὄφελος; |
|
4
|
4
|
| Hast not thou moreover cast off fear, and accomplished such words before the Lord? | οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ρήματα τοιαῦτα ἔναντι τοῦ Κυρίου; |
|
5
|
5
|
| Thou art guilty by the words of thy mouth, neither hast thou discerned the words of the mighty. | ἔνοχος εἶ ρήμασι στόματός σου, οὐδὲ διέκρινας ρήματα δυναστῶν. |
|
6
|
6
|
| Let thine own mouth, and not me, reprove thee: and thy lips shall testify against thee. | ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσί σου· |
|
7
|
7
|
| What! art thou the first man that was born? or wert thou established before the hills? | τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; |
|
8
|
8
|
| Or hast thou heard the ordinance of the Lord? or has God used thee as his counsellor? and has wisdom come only to thee? | ἦ σύνταγμα Κυρίου ἀκήκοας, ἢ συμβούλῳ σοι ἐχρήσατο ὁ Θεός, εἰς δὲ σὲ ἀφίκετο σοφία; |
|
9
|
9
|
| For what knowest thou, that we know not? or what understandest thou, which we do not also? | τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις σύ, ὃ οὐ καὶ ἡμεῖς; |
|
10
|
10
|
| Truly among us are both the old and very aged man, more advanced in days than thy father. | καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις. |
|
11
|
11
|
| Thou hast been scourged for but few of thy sins: thou hast spoken haughtily and extravagantly. | ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας. |
|
12
|
12
|
| What has thine heart dared? or what have thine eyes aimed at, | τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ὑπένεγκαν οἱ ὀφθαλμοί σου; |
|
13
|
13
|
| that thou hast vented thy rage before the Lord, and delivered such words from thy mouth? | ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ρήματα τοιαῦτα. |
|
14
|
14
|
| For who, being a mortal, is such that he shall be blameless? or, who that is born of a woman, that he should be just? | τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; |
|
15
|
15
|
| Forasmuch as he trusts not his saints; and the heaven is not pure before him. | εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ; |
|
16
|
16
|
| Alas then, abominable and unclean is man, drinking unrighteousness as a draught. | ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνήρ, πίνων ἀδικίας ἴσα ποτῷ· |
|
17
|
17
|
| But I will tell thee, hearken to me; I will tell thee now what I have seen; | ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἐώρακα, ἀναγγελῶ σοι, |
|
18
|
18
|
| things wise men say, and their fathers have not hidden. | ἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν· |
|
19
|
19
|
| To them alone the earth was given, and no stranger came upon them. | αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾿ αὐτούς. |
|
20
|
20
|
| All the life of the ungodly is spent in care, and the years granted to the oppressor are numbered. | πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, |
|
21
|
21
|
| And his terror is in his ears: just when he seems to be at peace, his overthrow will come. | ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. |
|
22
|
22
|
| Let him not trust that he shall return from darkness, for he has been already made over to the power of the sword. | μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, |
|
23
|
23
|
| And he has been appointed to be food for vultures; and he knows within himself that he is doomed to be a carcase: and a dark day shall carry him away as with a whirlwind. | κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδε δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει, |
|
24
|
24
|
| Distress also and anguish shall come upon him: he shall fall as a captain in the first rank. | ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων. |
|
25
|
25
|
| For he has lifted his hands against the Lord, and he has hardened his neck against the Almighty Lord. | ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν, |
|
26
|
26
|
| And he has run against him with insolence, on the thickness of the back of his shield. | ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, |
|
27
|
27
|
| For he has covered his face with his fat, and made layers of fat upon his thighs. | ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων. |
|
28
|
28
|
| And let him lodge in desolate cities, and enter into houses without inhabitant: and what they have prepared, others shall carry away. | αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται. |
|
29
|
29
|
| Neither shall he at all grow rich, nor shall his substance remain: he shall not cast a shadow upon the earth. | οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα, οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν |
|
30
|
30
|
| Neither shall he in any wise escape the darkness: let the wind blast his blossom, and let his flower fall off. | οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος. τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. |
|
31
|
31
|
| Let him not think that he shall endure; for his end shall be vanity. | μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ· |
|
32
|
32
|
| His harvest shall perish before the time, and his branch shall not flourish. | ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ράδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· |
|
33
|
33
|
| And let him be gathered as the unripe grape before the time, and let him fall as the blossom of the olive. | τρυγηθείη δὲ ὡς ὄμβραξ πρὸς ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. |
|
34
|
34
|
| For death is the witness of an ungodly man, and fire shall burn the houses of them that receive gifts. | μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. |
|
35
|
35
|
| And he shall conceive sorrows, and his end shall be vanity, and his belly shall bear deceit. | ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ ἑαυτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. |
|
Chapter 16
|
Κεφάλαιο 16
|
|
1
|
1
|
| But Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| I have heard many such things: poor comforters are ye all. | ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. |
|
3
|
3
|
| What! is there any reason in vain words? or what will hinder thee from answering? | τί γάρ; μὴ τάξις ἐστὶ ρήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; |
|
4
|
4
|
| I also will speak as ye do: if indeed your soul were in my soul's stead, then would I insult you with words, and I would shake my head at you. | κἀγὼ καθ᾿ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ρήμασι, κινήσω δὲ καθ᾿ ὑμῶν κεφαλήν· |
|
5
|
5
|
| And would there were strength in my mouth, and I would not spare the movement of my lips. | εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. |
|
6
|
6
|
| For if I should speak, I shall not feel the pain of my wound: and if I should be silent, how shall I be wounded the less? | ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; |
|
7
|
7
|
| But now he has made me weary, and a worn-out fool; and thou hast laid hold of me. | νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα, |
|
8
|
8
|
| My falsehood has become a testimony, and has risen up against me: it has confronted me to my face. | καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. |
|
9
|
9
|
| In his anger he has cast me down; he has gnashed his teeth upon me: the weapons of his robbers have fallen upon me. | ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν. |
|
10
|
10
|
| He has attacked me with the keen glances of his eyes; with his sharp spear he has smitten me down upon my knees; and they have run upon me with one accord. | ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾿ ἐμοί· |
|
11
|
11
|
| For the Lord has delivered me into the hands of unrighteous men, and thrown me upon the ungodly. | παρέδωκε γάρ με ὁ Κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. |
|
12
|
12
|
| When I was at peace he distracted me: he took me by the hair of the head, and plucked it out: he set me up as a mark. | εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν. |
|
13
|
13
|
| They surrounded me with spears, aiming at my reins: without sparing me they poured out my gall upon the ground. | ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· |
|
14
|
14
|
| They overthrew me with fall upon fall: they ran upon me in their might. | κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι. |
|
15
|
15
|
| They sewed sackcloth upon my skin, and my strength has been spent on the ground. | σάκκον ἔρραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. |
|
16
|
16
|
| My belly has been parched with wailing, and darkness is on my eyelids. | ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. |
|
17
|
17
|
| Yet there was no injustice in my hands, and my prayer is pure. | ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. |
|
18
|
18
|
| Earth, cover not over the blood of my flesh, and let my cry have no place. | γῆ, μὴ ἐπικαλύψῃ ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. |
|
19
|
19
|
| And now, behold, my witness is in heaven, and my advocate is on high. | καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. |
|
20
|
20
|
| Let my supplication come to the Lord, and let mine eye weep before him. | ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. |
|
21
|
21
|
| Oh that a man might plead before the Lord, even as the son of man with his neighbour! | εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. |
|
22
|
22
|
| But my years are numbered and their end come, and I shall go by the way by which I shall not return. | ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾖ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι. |
|
Chapter 17
|
Κεφάλαιο 17
|
|
1
|
1
|
| I perish, carried away by the wind, and I seek for burial, and obtain it not. | ΟΛΕΚΟΜΑΙ πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω. |
|
2
|
2
|
| Weary I intreat; and what have I done? and strangers have stolen my goods. | λίσσομαι κάμνων, καὶ τί ποιήσας; |
|
3
|
3
|
| Who is this? let him join hands with me. | ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω. |
|
4
|
4
|
| For thou hast hid their heart from wisdom; therefore thou shalt not exalt them. | ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. |
|
5
|
5
|
| He shall promise mischief to his companions: but their eyes have failed for their children. | τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δὲ ἐφ᾿ υἱοῖς ἐτάκησαν. |
|
6
|
6
|
| But thou hast made me a byword among the nations, and I am become a scorn to them. | ἔθου δέ με θρύλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην· |
|
7
|
7
|
| For my eyes are dimmed through pain; I have been grievously beset by all. | πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. |
|
8
|
8
|
| Wonder has seized true men upon this; and let the just rise up against the transgressor. | θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· |
|
9
|
9
|
| But let the faithful hold on his own way, and let him that is pure of hands take courage. | σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. |
|
10
|
10
|
| Howbeit, do ye all strengthen yourselves and come now, for I do not find truth in you. | οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. |
|
11
|
11
|
| My days have passed in groaning, and my heart-strings are broken. | αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. |
|
12
|
12
|
| I have turned the night into day: the light is short because of darkness. | νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους· |
|
13
|
13
|
| For if I remain, Hades is my habitation: and my bed has been made in darkness. | ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. |
|
14
|
14
|
| I have called upon death to be my father, and corruption to be my mother and sister. | θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. |
|
15
|
15
|
| Where then is yet my hope? or where shall I see my good? | ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι; |
|
16
|
16
|
| Will they go down with me to Hades, or shall we go down together to the tomb? | ἦ μετ᾿ ἐμοῦ εἰς ᾅδην καταβήσομαι, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; |
|
Chapter 18
|
Κεφάλαιο 18
|
|
1
|
1
|
| Then Baldad the Sauchite answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· |
|
2
|
2
|
| How long wilt thou continue? forbear, that we also may speak. | μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. |
|
3
|
3
|
| For wherefore have we been silent before thee like brutes? | διατὶ δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; |
|
4
|
4
|
| Anger has possessed thee: for what if thou shouldest die; would the earth under heaven be desolate? or shall the mountains be overthrown from their foundations? | κέχρηταί σοι ὀργή· τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ᾿ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων; |
|
5
|
5
|
| But the light of the ungodly shall be quenched, and their flame shall not go up. | καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· |
|
6
|
6
|
| His light shall be darkness in his habitation, and his lamp shall be put out with him. | τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ᾿ αὐτῷ σβεσθήσεται. |
|
7
|
7
|
| Let the meanest of men spoil his goods, and let his counsel deceive him. | θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. |
|
8
|
8
|
| His foot also has been caught in a snare, and let it be entangled in a net. | ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη. |
|
9
|
9
|
| And let snares come upon him: he shall strengthen those that thirst for his destruction. | ἔλθοισαν δὲ ἐπ᾿ αὐτὸν παγίδες, κατισχύσει ἐπ᾿ αὐτὸν διψῶντας. |
|
10
|
10
|
| His snare is hid in the earth, and that which shall take him is by the path. | κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων. |
|
11
|
11
|
| Let pains destroy him round about, and let many enemies come about him, | κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν |
|
12
|
12
|
| vex him with distressing hunger: and a signal destruction has been prepared for him. | ἐν λιμῷ στενῷ. πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. |
|
13
|
13
|
| Let the soles of his feet be devoured: and death shall consume his beauty. | βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος. |
|
14
|
14
|
| And let health be utterly banished from his tabernacle, and let distress seize upon him with a charge from the king. | ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. |
|
15
|
15
|
| It shall dwell in his tabernacle in his night: his excellency shall be sown with brimstone. | κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. |
|
16
|
16
|
| His roots shall be dried up from beneath, and his crop shall fall away from above. | ὑποκάτωθεν αἱ ρίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. |
|
17
|
17
|
| Let his memorial perish out of the earth, and his name shall be publicly cast out. | τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω. |
|
18
|
18
|
| Let one drive him from light into darkness. | ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. |
|
19
|
19
|
| He shall not be known among his people, nor his house preserved on the earth. | οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπ᾿ οὐρανὸν ὁ οἶκος αὐτοῦ, |
|
20
|
20
|
| But strangers shall dwell in his possessions: the last groaned for him, and wonder seized the first. | ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα. |
|
21
|
21
|
| These are the houses of the unrighteous, and this is the place of them that know not the Lord. | οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον. |
|
Chapter 19
|
Κεφάλαιο 19
|
|
1
|
1
|
| Then Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| How long will ye vex my soul, and destroy me with words? only know that the Lord has dealt with me thus. | ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως· |
|
3
|
3
|
| Ye speak against me; ye do not feel for me, but bear hard upon me. | καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. |
|
4
|
4
|
| Yea verily, I have erred in truth, (but the error abides with myself) | ναὶ δὴ ἐπ᾿ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾿ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ρήματα, ἃ οὐκ ἔδει, τὰ δὲ ρήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. |
|
4a
|
|
| in having spoken words which it was not right to speak; and my words err, and are unseasonable. | |
|
5
|
5
|
| But alas! for ye magnify yourselves against me, and insult me with reproach. | ἔα δὲ ὅτι ἐπ᾿ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. |
|
6
|
6
|
| Know then that it is the Lord that has troubled me, and has raised his bulwark against me. | γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὕψωσεν. |
|
7
|
7
|
| Behold, I laugh at reproach; I will not speak: or I will cry out, but there is nowhere judgment. | ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. |
|
8
|
8
|
| I am fenced round about, and can by no means escape: he has set darkness before my face. | κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. |
|
9
|
9
|
| And he has stripped me of my glory, and has taken the crown from my head. | τὴν δὲ δόξαν ἀπ᾿ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου. |
|
10
|
10
|
| He has torn me round about, and I am gone: and he has cut off my hope like a tree. | διέσπασέ με κύκλῳ καὶ ᾠχόμην· ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. |
|
11
|
11
|
| And he has dreadfully handled me in anger, and has counted me for an enemy. | δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. |
|
12
|
12
|
| His troops also came upon me with one accord, liers in wait compassed my ways. | ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾿ ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι. |
|
13
|
13
|
| My brethren have stood aloof from me; they have recognised strangers rather than me: and my friends have become pitiless. | ἀπ᾿ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. |
|
14
|
14
|
| My nearest of kin have not acknowledged me, and they that knew my name, have forgotten me. | οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. |
|
15
|
15
|
| As for my household, and my maid-servants, I was a stranger before them. | γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. |
|
16
|
16
|
| I called my servant, and he hearkened not; and my mouth intreated him. | θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο. |
|
17
|
17
|
| And I besought my wife, and earnestly intreated the sons of my concubines. | καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου· |
|
18
|
18
|
| But they rejected me for ever; whenever I rise up, they speak against me. | οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ᾿ ἐμοῦ λαλοῦσιν. |
|
19
|
19
|
| They that saw me abhorred me: the very persons whom I had loved, rose up against me. | ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. |
|
20
|
20
|
| My flesh is corrupt under my skin, and my bones are held in my teeth. | ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. |
|
21
|
21
|
| Pity me, pity me, O friends; for it is the hand of the Lord that has touched me. | ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι. |
|
22
|
22
|
| Wherefore do ye persecute me as also the Lord does, and are not satisfied with my flesh? | διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; |
|
23
|
23
|
| For oh that my words were written, and that they were recorded in a book for ever, | τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ρήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα; |
|
24
|
24
|
| with an iron pen and lead, or graven in the rocks! | ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι; |
|
25
|
25
|
| For I know that he is eternal who is about to deliver me, | οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς, |
|
26
|
26
|
| and to raise up upon the earth my skin that endures these sufferings: for these things have been accomplished to me of the Lord; | ἀναστήσει δὲ τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη, |
|
27
|
27
|
| which I am conscious of in myself, which mine eye has seen, and not another, but all have been fulfilled to me in my bosom. | ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσθαι ἐν κόλπῳ. |
|
28
|
28
|
| But if ye shall also say, What shall we say before him, and so find the root of the matter in him? | εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ρίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· |
|
29
|
29
|
| Do ye also beware of deceit: for wrath will come upon transgressors; and then shall they know where their substance is. | εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπ᾿ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. |
|
Chapter 20
|
Κεφάλαιο 20
|
|
1
|
1
|
| Then Sophar the Minæan answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· |
|
2
|
2
|
| I did not suppose that thou wouldest answer thus: neither do ye understand more than I. | οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. |
|
3
|
3
|
| I will hear my shameful reproach; and the spirit of my understanding answers me. | παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. |
|
4
|
4
|
| Hast thou not known these things of old, from the time that man was set upon the earth? | μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ᾿ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; |
|
5
|
5
|
| But the mirth of the ungodly is a signal downfall, and the joy of transgressors is destruction: | εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια, |
|
6
|
6
|
| although his gifts should go up to heaven, and his sacrifice reach the clouds. | ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται· |
|
7
|
7
|
| For when he shall seem to be now established, then he shall utterly perish: and they that knew him shall say, Where is he? | ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν; |
|
8
|
8
|
| Like a dream that has fled away, he shall not be found; and he has fled like a vision of the night. | ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. |
|
9
|
9
|
| The eye has looked upon him, but shall not see him again; and his place shall no longer perceive him. | ὀφθαλμὸς παρέβλεψε καὶ οὐ προσθήσει, καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. |
|
10
|
10
|
| Let his inferiors destroy his children, and let his hands kindle the fire of sorrow. | τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. |
|
11
|
11
|
| His bones have been filled with vigour of his youth, and it shall lie down with him in the dust. | ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ᾿ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. |
|
12
|
12
|
| Though evil be sweet in his mouth, though he will hide it under his tongue; | ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· |
|
13
|
13
|
| though he will not spare it, and will not leave it, but will keep it in the midst of his throat: | οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ, |
|
14
|
14
|
| yet he shall not at all be able to help himself; the gall of an asp is in his belly. | καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. |
|
15
|
15
|
| His wealth unjustly collected shall be vomited up; a messenger of wrath shall drag him out of his house. | πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος, |
|
16
|
16
|
| And let him suck the poison of serpents, and let the serpent's tongue slay him. | θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. |
|
17
|
17
|
| Let him not see the milk of the pastures, nor the supplies of honey and butter. | μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. |
|
18
|
18
|
| He has laboured unprofitably and in vain, for wealth of which he shall not taste: it is as a lean thing, unfit for food, which he cannot swallow. | εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος· |
|
19
|
19
|
| For he has broken down the houses of many mighty men: and he has plundered an habitation, though he built it not. | πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν. |
|
20
|
20
|
| There is no security to his possessions; he shall not be saved by his desire. | οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. |
|
21
|
21
|
| There is nothing remaining of his provisions; therefore his goods shall not flourish. | οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. |
|
22
|
22
|
| But when he shall seem to be just satisfied, he shall be straitened; and all distress shall come upon him. | ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ᾿ αὐτὸν ἐπελεύσεται. |
|
23
|
23
|
| If by any means he would fill his belly, let God send upon him the fury of wrath; let him bring a torrent of pains upon him. | εἴ πως πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστεῖλαι ἐπ᾿ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ᾿ αὐτὸν ὀδύνας· |
|
24
|
24
|
| And he shall by no means escape from the power of the sword; let the brazen bow wound him. | καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον· |
|
25
|
25
|
| And let the arrow pierce through his body; and let the stars be against his dwelling-place: let terrors come upon him. | διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπ᾿ αὐτῷ φόβοι, |
|
26
|
26
|
| And let all darkness wait for him: a fire that burns not out shall consume him; and let a stranger plague his house. | πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. |
|
27
|
27
|
| And let the heaven reveal his iniquities, and the earth rise up against him. | ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. |
|
28
|
28
|
| Let destruction bring his house to an end; let a day of wrath come upon him. | ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. |
|
29
|
29
|
| This is the portion of an ungodly man from the Lord, and the possession of his goods appointed him by the all-seeing God. | αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. |
|
Chapter 21
|
Κεφάλαιο 21
|
|
1
|
1
|
| But Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| Hear ye, hear ye my words, that I may not have this consolation from you. | ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ᾿ ὑμῶν αὕτη ἡ παράκλησις. |
|
3
|
3
|
| Raise me, and I will speak; then ye shall not laugh me to scorn. | ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ᾿ οὐ καταγελάσετέ μου. |
|
4
|
4
|
| What! is my reproof of man? and why should I not be angry? | τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διατί οὐ θυμωθήσομαι; |
|
5
|
5
|
| Look upon me, and wonder, laying your hand upon your cheek. | εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε χεῖρα θέντες ἐπὶ σιαγόνι· |
|
6
|
6
|
| For even when I remember, I am alarmed, and pains seize my flesh. | ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. |
|
7
|
7
|
| Wherefore do the ungodly live, and grow old even in wealth? | διατὶ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; |
|
8
|
8
|
| Their seed is according to their desire, and their children are in their sight. | ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. |
|
9
|
9
|
| Their houses are prosperous, neither have they any where cause for fear, neither is there a scourge from the Lord upon them. | οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς. |
|
10
|
10
|
| Their cow does not cast her calf, and their beast with young is safe, and does not miscarry. | ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε. |
|
11
|
11
|
| And they remain as an unfailing flock, and their children play before them, taking up the psaltery and harp; | μένουσε δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν |
|
12
|
12
|
| and they rejoice at the voice of a song. | ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. |
|
13
|
13
|
| And they spend their days in wealth, and fall asleep in the rest of the grave. | συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. |
|
14
|
14
|
| Yet such a man says to the Lord, Depart from me; I desire not to know thy ways. | λέγει δὲ Κυρίῳ· ἀπόστα ἀπ᾿ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· |
|
15
|
15
|
| What is the Mighty One, that we should serve him? and what profit is there that we should approach him? | τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; |
|
16
|
16
|
| For their good things were in their hands, but he regards not the works of the ungodly. | ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. |
|
17
|
17
|
| Nevertheless, the lamp of the ungodly also shall be put out, and destruction shall come upon them, and pangs of vengeance shall seize them. | οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. |
|
18
|
18
|
| And they shall be as chaff before the wind, or as dust which the storm has taken up. | ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπ᾿ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ. |
|
19
|
19
|
| Let his substance fail to supply his children: God shall recompense him, and he shall know it. | ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. |
|
20
|
20
|
| Let his eyes see his own destruction, and let him not be saved by the Lord. | ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη· |
|
21
|
21
|
| For his desire is in his house with him, and the number of his months has been suddenly cut off. | ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. |
|
22
|
22
|
| Is it not the Lord who teaches understanding and knowledge? and does not he judge murders? | πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ; |
|
23
|
23
|
| One shall die in his perfect strength, and wholly at ease and prosperous; | οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν· |
|
24
|
24
|
| and his inwards are full of fat, and his marrow is diffused throughout him. | τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. |
|
25
|
25
|
| And another dies in bitterness of soul, not eating any good thing. | ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν. |
|
26
|
26
|
| But they lie down in the earth together, and corruption covers them. | ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. |
|
27
|
27
|
| So I know you, that ye presumptuously attack me: | ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι· |
|
28
|
28
|
| so that ye will say, Where is the house of the prince? and where is the covering of the tabernacles of the ungodly? | ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; |
|
29
|
29
|
| Ask those that go by the way, and do not disown their tokens. | ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε· |
|
30
|
30
|
| For the wicked hastens to the day of destruction: they shall be led away for the day of his vengeance. | ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται. |
|
31
|
31
|
| Who will tell him his way to his face, whereas he has done it? who shall recompense him? | τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ; |
|
32
|
32
|
| And he has been led away to the tombs, and he has watched over the heaps. | καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σωρῶν ἠγρύπνησεν. |
|
33
|
33
|
| The stones of the valley have been sweet to him, and every man shall depart after him, and there are innumerable ones before him. | ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. |
|
34
|
34
|
| How then do ye comfort me in vain? whereas I have no rest from your molestation. | πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾿ ὑμῶν οὐδέν. |
|
Chapter 22
|
Κεφάλαιο 22
|
|
1
|
1
|
| Then Eliphaz the Thæmanite answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· |
|
2
|
2
|
| Is it not the Lord that teaches understanding and knowledge? | πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; |
|
3
|
3
|
| For what matters it to the Lord, if thou wert blameless in thy works? or is it profitable that thou shouldest perfect thy way? | τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἁπλώσεις τὴν ὁδόν σου; |
|
4
|
4
|
| Wilt thou maintain and plead thine own cause? and will he enter into judgment with thee? | ἦ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; |
|
5
|
5
|
| Is not thy wickedness abundant, and thy sins innumerable? | πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι; |
|
6
|
6
|
| And thou hast taken security of thy brethren for nothing, and hast taken away the clothing of the naked. | ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· |
|
7
|
7
|
| Neither hast thou given water to the thirsty to drink, but hast taken away the morsel of the hungry. | οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· |
|
8
|
8
|
| And thou hast accepted the persons of some; and thou hast established those that were already settled on the earth. | ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. |
|
9
|
9
|
| But thou hast sent widows away empty, and hast afflicted orphans. | χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. |
|
10
|
10
|
| Therefore snares have compassed thee, and disastrous war has troubled thee. | τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. |
|
11
|
11
|
| The light has proved darkness to thee, and water has covered thee on thy lying down. | τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. |
|
12
|
12
|
| Does not he that dwells in the high places observe? and has he not brought down the proud? | μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε; |
|
13
|
13
|
| And thou hast said, What does the Mighty One know? does he judge in the dark? | καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ; |
|
14
|
14
|
| A cloud is his hiding-place, and he shall not be seen; and he passes through the circle of heaven. | νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύεται. |
|
15
|
15
|
| Wilt thou not mark the old way, which righteous men have trodden? | μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, |
|
16
|
16
|
| who were seized before their time: their foundations are as an overflowing stream. | οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν, |
|
17
|
17
|
| Who say, What will the Lord do to us? or what will the Almighty bring upon us? | οἱ λέγοντες· Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ Παντοκράτωρ; |
|
18
|
18
|
| Yet he filled their houses with good things: but the counsel of the wicked is far from him. | ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ. |
|
19
|
19
|
| The righteous have seen it, and laughed, and the blameless one has derided them. | ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. |
|
20
|
20
|
| Verily their substance has been utterly destroyed, and the fire shall devour what is left of their property. | εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. |
|
21
|
21
|
| Be firm, I pray thee, if thou canst endure; then thy fruit shall prosper. | γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. |
|
22
|
22
|
| And receive a declaration from his mouth, and lay up his words in thine heart. | ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ρήματα αὐτοῦ ἐν καρδίᾳ σου. |
|
23
|
23
|
| And if thou shalt turn and humble thyself before the Lord, thou hast thus removed unrighteousness far from thy habitation. | ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον. |
|
24
|
24
|
| Thou shalt lay up for thyself treasure in a heap on the rock; and Sophir shall be as the rock of the torrent. | θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρα χειμάρρου Σωφίρ. |
|
25
|
25
|
| So the Almighty shall be thy helper from enemies, and he shall bring thee forth pure as silver that has been tried by fire. | ἔσται οὖν σου ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. |
|
26
|
26
|
| Then shalt thou have boldness before the Lord, looking up cheerfully to heaven. | εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· |
|
27
|
27
|
| And he shall hear thee when thou prayest to him, and he shall grant thee power to pay thy vows. | εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· |
|
28
|
28
|
| And he shall establish to thee again a habitation of righteousness and there shall be light upon thy paths. | ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. |
|
29
|
29
|
| Because thou hast humbled thyself; and thou shalt say, Man has behaved proudly, but he shall save him that is of lowly eyes. | ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς· ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει. |
|
30
|
30
|
| He shall deliver the innocent, and do thou save thyself by thy pure hands. | ρύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. |
|
Chapter 23
|
Κεφάλαιο 23
|
|
1
|
1
|
| Then Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| Yea, I know that pleading is out of my reach; and his hand has been made heavy upon my groaning. | καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ. |
|
3
|
3
|
| Who would then know that I might find him, and come to an end of the matter? | τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; |
|
4
|
4
|
| And I would plead my own cause, and he would fill my mouth with arguments. | εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων· |
|
5
|
5
|
| And I would know the remedies which he would speak to me, and I would perceive what he would tell me. | γνοίην δὲ ἰάματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ. |
|
6
|
6
|
| Though he should come on me in his great strength, then he would not threaten me; | καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· |
|
7
|
7
|
| for truth and reproof are from him; and he would bring forth my judgment to an end. | ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου· |
|
8
|
8
|
| For if I shall go first, and exist no longer, still what do I know concerning the latter end? | εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα; |
|
9
|
9
|
| When he wrought on the left hand, then I observed it not: his right hand shall encompass me but I shall not see it. | ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψεται. |
|
10
|
10
|
| For he knows already my way; and he has tried me as gold. | εἶδε γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον. |
|
11
|
11
|
| And I will go forth according to his commandments, for I have kept his ways; and I shall not turn aside from his commandments, | ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω |
|
12
|
12
|
| neither shall I transgress; but I have hid his words in my bosom. | ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ρήματα αὐτοῦ. |
|
13
|
13
|
| And if too he has thus judged, who is he that has contradicted, for he has both willed a thing and done it. | εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε. |
|
15
|
15
|
| Therefore am I troubled at him; and when I was reproved, I thought of him. | ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. |
|
15a
|
|
| Therefore let me take good heed before him: I will consider, and be afraid of him. | |
|
16
|
16
|
| But the Lord has softened my heart, and the Almighty has troubled me. | Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ Παντοκράτωρ ἐσπούδασέ με· |
|
17
|
17
|
| For I knew not that darkness would come upon me, and thick darkness has covered me before my face. | οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος. |
|
Chapter 24
|
Κεφάλαιο 24
|
|
1
|
1
|
| But why have the seasons been hidden from the Lord, | ΔΙΑΤΙ δὲ Κύριον ἔλαθον ὧραι, |
|
2
|
2
|
| while the ungodly have passed over the bound, carrying off the flock with the shepherd? | ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; |
|
3
|
3
|
| They have led away the ass of the fatherless, and taken the widow's ox for a pledge. | ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν. |
|
4
|
4
|
| They have turned aside the weak from the right way: and the meek of the earth have hidden themselves together. | ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς. |
|
5
|
5
|
| And they have departed like asses in the field, having gone forth on my account according to their own order: his bread is sweet to his little ones. | ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους. |
|
6
|
6
|
| They have reaped a field that was not their own before the time: the poor have laboured in the vineyards of the ungodly without pay and without food. | ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο. |
|
7
|
7
|
| They have caused many naked to sleep without clothes, and they have taken away the covering of their body. | γυμνοὺς πολλοὺς ἐκοίμησαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. |
|
8
|
8
|
| They are wet with the drops of the mountains: they have embraced the rock, because they had no shelter. | ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὰ μὴ ἔχειν ἑαυτοὺς σκέπην, πέτραν περιεβάλοντο. |
|
9
|
9
|
| They have snatched the fatherless from the breast, and have afflicted the outcast. | ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. |
|
10
|
10
|
| And they have wrongfully caused others to sleep without clothing, and taken away the morsel of the hungry. | γυμνοὺς δὲ ἐκοίμησαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. |
|
11
|
11
|
| They have unrighteously laid wait in narrow places, and have not known the righteous way. | ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. |
|
12
|
12
|
| Who have cast forth the poor from the city and their own houses, and the soul of the children has groaned aloud. | οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα. |
|
13
|
13
|
| Why then has he not visited these? forasmuch as they were upon the earth, and took no notice, and they knew not the way of righteousness, neither have they walked in their appointed paths? | αὐτὸς δὲ διατί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν. |
|
14
|
14
|
| But having known their works, he delivered them into darkness: and in the night one will be as a thief: | γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. |
|
15
|
15
|
| and the eye of the adulterer has watched for the darkness, saying, Eye shall not perceive me, and he puts a covering on his face. | καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος λέγων· οὐ προνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. |
|
16
|
16
|
| In darkness he digs through houses: by day they conceal themselves securely: they know not the light. | διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς. |
|
17
|
17
|
| For the morning is to them all as the shadow of death, for each will be conscious of the terror of the shadow of death. | ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωΐ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου. |
|
18
|
18
|
| He is swift on the face of the water: let his portion be cursed on the earth; and let their plants be laid bare. | ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος, καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν |
|
19
|
19
|
| Let them be withered upon the earth; for they have plundered the sheaves of the fatherless. | ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. |
|
20
|
20
|
| Then is his sin brought to remembrance, and he vanishes like a vapour of dew: but let what he has done be recompensed to him, and let every unrighteous one be crushed like rotten wood. | εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξε, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. |
|
21
|
21
|
| For he has not treated the barren woman well, and has had no pity on a feeble woman. | στεῖραν δὲ οὐκ εὖ ἐποίησε καὶ γύναιον οὐκ ἠλέησε, |
|
22
|
22
|
| And in wrath he has overthrown the helpless: therefore when he has arisen, a man will not feel secure of his own life. | θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς. |
|
23
|
23
|
| When he has fallen sick, let him not hope to recover: but let him perish by disease. | μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ· |
|
24
|
24
|
| For his exaltation has hurt many; but he has withered as mallows in the heat, or as an ear of corn falling off of itself from the stalk. | πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ, ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών. |
|
25
|
25
|
| But if not, who is he that says I speak falsely, and will make my words of no account? | εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ρήματά μου; |
|
Chapter 25
|
Κεφάλαιο 25
|
|
1
|
1
|
| Then Baldad the Sauchite answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· |
|
2
|
2
|
| What beginning or fear is his—even he that makes all things in the highest? | τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; |
|
3
|
3
|
| For let none think that there is a respite for robbers: and upon whom will there not come a snare from him? | μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέκλυσις πειραταῖς, ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ; |
|
4
|
4
|
| For how shall a mortal be just before the Lord? or who that is born of a woman shall purify himself? | πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός; |
|
5
|
5
|
| If he gives an order to the moon, then it shines not; and the stars are not pure before him. | εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. |
|
6
|
6
|
| But alas! man is corruption, and the son of man a worm. | ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. |
|
Chapter 26
|
Κεφάλαιο 26
|
|
1
|
1
|
| But Job answered and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· |
|
2
|
2
|
| To whom dost thou attach thyself, or whom art thou going to assist? is it not he that has much strength, and he who has a strong arm? | τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον, οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστι; |
|
3
|
3
|
| To whom hast thou given counsel? is it not to him who has all wisdom? whom wilt thou follow? is it not one who has the greatest power? | τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; |
|
4
|
4
|
| To whom hast thou uttered words? and whose breath is it that has come forth from thee? | τίνι ἀνήγγειλας ρήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐλθοῦσα ἐκ σοῦ; |
|
5
|
5
|
| Shall giants be born from under the water and the inhabitants thereof? | μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; |
|
6
|
6
|
| Hell is naked before him, and destruction has no covering. | γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. |
|
7
|
7
|
| He stretches out the north wind upon nothing, and he upon nothing hangs the earth; | ἐκτείνων βορέαν ἐπ᾿ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός· |
|
8
|
8
|
| binding water in his clouds, and the cloud is not rent under it. | δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ· |
|
9
|
9
|
| He keeps back the face of his throne, stretching out his cloud upon it. | ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ᾿ αὐτὸν νέφος αὐτοῦ. |
|
10
|
10
|
| He has encompassed the face of the water by an appointed ordinance, until the end of light and darkness. | πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. |
|
11
|
11
|
| The pillars of heaven are prostrate and astonished at his rebuke. | στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. |
|
12
|
12
|
| He has calmed the sea with his might, and by his wisdom the whale has been overthrown. | ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος· |
|
13
|
13
|
| And the barriers of heaven fear him, and by a command he has slain the apostate dragon. | κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. |
|
14
|
14
|
| Behold, these are parts of his way; and we will hearken to him at the least intimation of his word: but the strength of his thunder who knows, when he shall employ it? | ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; |
|
Chapter 27
|
Κεφάλαιο 27
|
|
1
|
1
|
| And Job further continued and said in his parable, | ΕΤΙ δὲ προσθεὶς ᾿Ιὼβ εἶπε τῷ προοιμίῳ· |
|
2
|
2
|
| As God lives, who has thus judged me; and the Almighty, who has embittered my soul; | ζῇ ὁ Θεός, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. |
|
3
|
3
|
| verily, while my breath is yet in me, and the breath of God which remains to me is in my nostrils, | ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ρινί, |
|
4
|
4
|
| my lips shall not speak evil words, neither shall my soul meditate unrighteous thoughts. | μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα |
|
5
|
5
|
| Far be it from me that I should justify you till I die; for I will not let go my innocence, | μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπολλάξω μου τὴν ἀκακίαν μου. |
|
6
|
6
|
| but keeping fast to my righteousness I will by no means let it go: for I am not conscious to myself of having done any thing amiss. | δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. |
|
7
|
7
|
| Nay rather, but let mine enemies be as the overthrow of the ungodly, and they that rise up against me, as the destruction of transgressors. | οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ᾿ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. |
|
8
|
8
|
| For what is the hope of the ungodly, that he holds to it? will he indeed trust in the Lord and be saved? | καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ Κύριον ἄρα σωθήσεται; |
|
9
|
9
|
| Will God hear his prayer? or, when distress has come upon him, | ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης |
|
10
|
10
|
| has he any confidence before him? or will God hear him as he calls upon him? | μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ, |
|
11
|
11
|
| Yet now I will tell you what is in the hand of the Lord: I will not lie concerning the things which are with the Almighty. | ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ Παντοκράτορι, οὐ ψεύσομαι. |
|
12
|
12
|
| Behold, ye all know that ye are adding vanity to vanity. | ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. |
|
13
|
13
|
| This is the portion of an ungodly man from the Lord, and the possession of oppressors shall come upon them from the Almighty. | αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπ᾿ αὐτούς. |
|
14
|
14
|
| And if their children be many, they shall be for slaughter: and if they grow up, they shall beg. | ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν· |
|
15
|
15
|
| And they that survive of him shall utterly perish, and no one shall pity their widows. | οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. |
|
16
|
16
|
| Even if he should gather silver as earth, and prepare gold as clay; | ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, |
|
17
|
17
|
| all these things shall the righteous gain, and the truehearted shall possess his wealth. | ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. |
|
18
|
18
|
| And his house is gone like moths, and like a spider's web. | ἀπέβη δὲ οἱ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. |
|
19
|
19
|
| The rich man shall lie down, and shall not continue: he has opened his eyes, and he is not. | πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε, καὶ οὐκ ἔστι. |
|
20
|
20
|
| Pains have come upon him as water, and darkness has carried him away by night. | συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος· |
|
21
|
21
|
| And a burning wind shall catch him, and he shall depart, and it shall utterly drive him out of his place. | ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. |
|
22
|
22
|
| And God shall cast trouble upon him, and not spare: he would fain flee out of his hand. | καὶ ἐπιρρίψει ἐπ᾿ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. |
|
23
|
23
|
| He shall cause men to clap their hands against them, and shall hiss him out of his place. | κροτήσει ἐπ᾿ αὐτοὺς χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. |
|
Chapter 28
|
Κεφάλαιο 28
|
|
1
|
1
|
| For there is a place for the silver, whence it comes, and a place for the gold, whence it is refined. | ΕΣΤΙ γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖται. |
|
2
|
2
|
| For iron comes out of the earth, and brass is hewn out like stone. | σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. |
|
3
|
3
|
| He has set a bound to darkness, and he searches out every limit: a stone is darkness, and the shadow of death. | τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία καὶ σκιὰ θανάτου. |
|
4
|
4
|
| There is a cutting off of the torrent by reason of dust: so they that forget the right way are weakened; they are removed from among men. | διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν. |
|
5
|
5
|
| As for the earth, out of it shall come bread: under it has been turned up as it were fire. | γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. |
|
6
|
6
|
| Her stones are the place of the sapphire: and her dust supplies man with gold. | τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ. |
|
7
|
7
|
| There is a path, the fowl has not known it, neither has the eye of the vulture seen it: | τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· |
|
8
|
8
|
| neither have the sons of the proud trodden it, a lion has not passed upon it. | καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων. |
|
9
|
9
|
| He has stretched forth his hand on the sharp rock, and turned up mountains by the roots: | ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ριζῶν ὄρη· |
|
10
|
10
|
| and he has interrupted the whirlpools of rivers, and mine eye has seen every precious thing. | δίνας δὲ ποταμῶν διέρρηξε, πᾶν δὲ ἔντιμον εἶδέ μου ὁ ὀφθαλμός. |
|
11
|
11
|
| And he has laid bare the depths of rivers, and has brought his power to light. | βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς. |
|
12
|
12
|
| But whence has wisdom been discovered? and what is the place of knowledge? | ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; |
|
13
|
13
|
| A mortal has not known its way, neither indeed has it been discovered among men. | οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. |
|
14
|
14
|
| The depth said, It is not in me: and the sea said, It is not with me. | ἄβυσσος εἶπεν· οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν· οὐκ ἔστι μετ᾿ ἐμοῦ. |
|
15
|
15
|
| One shall not give fine gold instead of it, neither shall silver be weighed in exchange for it. | οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· |
|
16
|
16
|
| Neither shall it be compared with gold of Sophir, with the precious onyx and sapphire. | καὶ οὐ συμβασταχθήσεται χρυσίῳ ᾿Ωφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· |
|
17
|
17
|
| Gold and crystal shall not be equalled to it, neither shall vessels of gold be its exchange. | οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· |
|
18
|
18
|
| Coral and fine pearl shall not be mentioned: but do thou esteem wisdom above the most precious things. | μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· |
|
19
|
19
|
| The topaz of Ethiopia shall not be equalled to it; it shall not be compared with pure gold. | οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. |
|
20
|
20
|
| Whence then is wisdom found? and of what kind is the place of understanding? | ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; |
|
21
|
21
|
| It has escaped the notice of every man, and has been hidden from the birds of the sky. | λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· |
|
22
|
22
|
| Destruction and Death said, We have heard the report of it. | ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. |
|
23
|
23
|
| God has well ordered the way of it, and he knows the place of it. | ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς· |
|
24
|
24
|
| For he surveys the whole earth under heaven, knowing the things in the earth: | αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν, |
|
25
|
25
|
| all that he has made; the weight of the winds, the measures of the water. | ἀνέμων σταθμὸν ὕδατος μέτρα· |
|
26
|
26
|
| When he made them, thus he saw and numbered them, and made a way for the pealing of the thunder. | ὅτι ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς· |
|
27
|
27
|
| Then he saw it, and declared it: he prepared it and traced it out. | τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. |
|
28
|
28
|
| And he said to man, Behold, godliness is wisdom; and to abstain from evil is understanding. | εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. |
|
Chapter 29
|
Κεφάλαιο 29
|
|
1
|
1
|
| And Job continued and said in his parable, | ΕΤΙ δὲ προσθεὶς ᾿Ιὼβ εἶπε τῷ προοιμίῳ· |
|
2
|
2
|
| Oh that I were as in months past, wherein God preserved me! | τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; |
|
3
|
3
|
| As when his lamp shone over my head; when by his light I walked through darkness. | ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· |
|
4
|
4
|
| As when I steadfastly pursued my ways, when God took care of my house. | ὅτε ἤμην ἐπιβρίθων ὁδούς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· |
|
5
|
5
|
| When I was very fruitful, and my children were about me; | ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· |
|
6
|
6
|
| when my ways were moistened with butter, and the mountains flowed for me with milk. | ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· |
|
7
|
7
|
| When I went forth early in the city, and the seat was placed for me in the streets. | ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. |
|
8
|
8
|
| The young men saw me, and hid themselves: and all the old men stood up. | ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· |
|
9
|
9
|
| And the great men ceased speaking, and laid their finger on their mouth. | ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. |
|
10
|
10
|
| And they that heard me blessed me, and their tongue clave to their throat. | οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· |
|
11
|
11
|
| For the ear heard, and blessed me; and the eye saw me, and turned aside. | ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε· |
|
12
|
12
|
| For I saved the poor out of the hand of the oppressor, and helped the fatherless who had no helper. | διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. |
|
13
|
13
|
| Let the blessing of the perishing one come upon me; yea, the mouth of the widow has blessed me. | εὐλογία ἀπολλυμένου ἐπ᾿ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε. |
|
14
|
14
|
| Also I put on righteousness, and clothed myself with judgment like a mantle. | δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. |
|
15
|
15
|
| I was the eye of the blind, and the foot of the lame. | ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. |
|
16
|
16
|
| I was the father of the helpless; and I searched out the cause which I knew not. | ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα· |
|
17
|
17
|
| And I broke the jaw-teeth of the unrighteous; I plucked the spoil out of the midst of their teeth. | συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. |
|
18
|
18
|
| And I said, My age shall continue as the stem of a palm-tree; I shall live a long while. | εἶπα δέ· ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω· |
|
19
|
19
|
| My root was spread out by the water, and the dew would lodge on my crop. | ἡ ρίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· |
|
20
|
20
|
| My glory was fresh in me, and my bow prospered in his hand. | ἡ δόξα μου κενὴ μετ᾿ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. |
|
21
|
21
|
| Men heard me, and gave heed, and they were silent at my counsel. | ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· |
|
22
|
22
|
| At my word they spoke not again, and they were very glad whenever I spoke to them. | ἐπὶ τῷ ἐμῷ ρήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν· |
|
23
|
23
|
| As the thirsty earth expecting the rain, so they waited for my speech. | ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. |
|
24
|
24
|
| Were I to laugh on them, they would not believe it; and the light of my face has not failed. | ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· |
|
25
|
25
|
| I chose out their way, and sat chief, and dwelt as a king in the midst of warriors, as one comforting mourners. | ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν. |
|
Chapter 30
|
Κεφάλαιο 30
|
|
1
|
1
|
| But now the youngest have laughed me to scorn, now they reprove me in their turn, whose fathers I set at nought; whom I did not deem worthy to be with my shepherd dogs. | ΝΥΝΙ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. |
|
2
|
2
|
| Yea, why had I the strength of their hands? for them the full term of life was lost. | καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπ᾿ αὐτοὺς ἀπώλετο συντέλεια. |
|
3
|
3
|
| One is childless in want and famine, such as they that fled but lately the distress and misery of drought. | ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν, |
|
4
|
4
|
| Who compass the salt places on the sounding shore, who had salt herbs for their food, and were dishonourable and of no repute, in want of every good thing; who also ate roots of trees by reason of great hunger. | οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ρίζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου. |
|
5
|
5
|
| Thieves have risen up against me, | ἐπανέστησάν μοι κλέπται, |
|
6
|
6
|
| whose houses were the caves of the rocks, who lived under the wild shrubs. | ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν, |
|
7
|
7
|
| They will cry out among the rustling bushes. | ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο, |
|
8
|
8
|
| They are sons of fools and vile men, whose name and glory are quenched from off the earth. | ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. |
|
9
|
9
|
| But now I am their music, and they have me for a by-word. | νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν· |
|
10
|
10
|
| And they stood aloof and abhorred me, and spared not to spit in my face. | ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. |
|
11
|
11
|
| For he has opened his quiver and afflicted me: they also have cast off the restraint of my presence. | ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. |
|
12
|
12
|
| They have risen up against me on the right hand of their offspring; they have stretched out their foot, and directed against me the ways of their destruction. | ἐπὶ δεξιῶν βλαστοῦ ἐξανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾿ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν. |
|
13
|
13
|
| My paths are ruined; for they have stripped off my raiment: he has shot at me with his weapons. | ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· βέλεσιν αὐτοῦ κατηκόντισέ με, |
|
14
|
14
|
| And he has pleaded against me as he will: I am overwhelmed with pains. | κέχρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. |
|
15
|
15
|
| My pains return upon me; my hope is gone like the wind, and my safety as a cloud. | ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. |
|
16
|
16
|
| Even now my life shall be poured forth upon me; and days of anguish seize me. | καὶ νῦν ἐπ᾿ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν· |
|
17
|
17
|
| And by night my bones are confounded; and my sinews are relaxed. | νυκτί δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται. |
|
18
|
18
|
| With great force my disease has taken hold of my garment: it has compassed me as the collar of my coat. | ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. |
|
19
|
19
|
| And thou hast counted me as clay; my portion is in dust and ashes. | ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς· |
|
20
|
20
|
| And I have cried to thee, but thou hearest me not: but they stood still, and observed me. | κέκραγα δὲ πρός σε καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με· |
|
21
|
21
|
| They attacked me also without mercy: thou hast scourged me with a strong hand. | ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας· |
|
22
|
22
|
| And thou hast put me to grief, and hast cast me away from safety. | ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. |
|
23
|
23
|
| For I know that death will destroy me: for the earth is the house appointed for every mortal. | οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. |
|
24
|
24
|
| Oh then that I might lay hands upon myself, or at least ask another, and he should do this for me. | εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. |
|
25
|
25
|
| Yet I wept over every helpless man; I groaned when I saw a man in distress. | ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. |
|
26
|
26
|
| But I, when I waited for good things, behold, days of evils came the more upon me. | ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. |
|
27
|
27
|
| My belly boiled, and would not cease: the days of poverty prevented me. | ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. |
|
28
|
28
|
| I went mourning without restraint: and I have stood and cried out in the assembly. | στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. |
|
29
|
29
|
| I am become a brother of monsters, and a companion of ostriches. | ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. |
|
30
|
30
|
| And my skin has been greatly blackened, and my bones are burned with heat. | τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. |
|
31
|
31
|
| My harp also has been turned into mourning, and my song into my weeping. | ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. |
|
Chapter 31
|
Κεφάλαιο 31
|
|
1
|
1
|
| I made a covenant with mine eyes, and I will not think upon a virgin. | ΔΙΑΘΗΚΗΝ ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. |
|
2
|
2
|
| Now what portion has God given from above? and is there an inheritance given of the Mighty One from the highest? | καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; |
|
3
|
3
|
| Alas! destruction to the unrighteous, and rejection to them that do iniquity. | οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν; |
|
4
|
4
|
| Will he not see my way, and number all my steps? | οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; |
|
5
|
5
|
| But if I had gone with scorners, and if too my foot has hasted to deceit: | εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον· |
|
6
|
6
|
| (for I am weighed in a just balance, and the Lord knows my innocence:) | ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου. |
|
7
|
7
|
| if my foot has turned aside out of the way, or if mine heart has followed mine eye, and if too I have touched gifts with my hands; | εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, |
|
8
|
8
|
| then let me sow, and let others eat; and let me be uprooted on the earth. | σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. |
|
9
|
9
|
| If my heart has gone forth after another man's wife, and if I laid wait at her doors; | εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, |
|
10
|
10
|
| then let my wife also please another, and let my children be brought low. | ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· |
|
11
|
11
|
| For the rage of anger is not to be controlled, in the case of defiling another man's wife. | θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· |
|
12
|
12
|
| For it is a fire burning on every side, and whomsoever it attacks, it utterly destroys. | πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ᾿ ἂν ἐπέλθῃ ἐκ ριζῶν ἀπώλεσεν. |
|
13
|
13
|
| And if too I despised the judgment of my servant or my handmaid, when they pleaded with me; | εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με, |
|
14
|
14
|
| what then shall I do if the Lord should try me? and if also he should at all visit me, can I make an answer? | τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; |
|
15
|
15
|
| Were not they too formed as I also was formed in the womb? yea, we were formed in the same womb. | πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. |
|
16
|
16
|
| But the helpless missed not whatever need they had, and I did not cause the eye of the widow to fail. | ἀδύνατοι δὲ χρείαν, ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. |
|
17
|
17
|
| And if too I ate my morsel alone, and did not impart of it to the orphan; | εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· |
|
18
|
18
|
| (for I nourished them as a father from my youth, and guided them from my mother's womb.) | ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα· |
|
19
|
19
|
| And if too I overlooked the naked as he was perishing, and did not clothe him; | εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν, |
|
20
|
20
|
| and if the poor did not bless me, and their shoulders were not warmed with the fleece of my lambs; | ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν· |
|
21
|
21
|
| if I lifted my hand against an orphan, trusting that my strength was far superior to his: | εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, |
|
22
|
22
|
| let then my shoulder start from the blade-bone, and my arm be crushed off from the elbow. | ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. |
|
23
|
23
|
| For the fear of the Lord constrained me, and I cannot bear up by reason of his burden. | φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. |
|
24
|
24
|
| If I made gold my treasure, and if too I trusted the precious stone; | εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, |
|
25
|
25
|
| and if too I rejoiced when my wealth was abundant, and if too I laid my hand on innumerable treasures: | εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ᾿ ἀναριθμήτοις ἐθέμην χεῖρά μου· |
|
26
|
26
|
| (do we not see the shining sun eclipsed, and the moon waning? for they have not power to continue:) | ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ᾿ αὐτοῖς ἐστιν. |
|
27
|
27
|
| and if my heart was secretly deceived, and if I have laid my hand upon my mouth and kissed it: | καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, |
|
28
|
28
|
| let this also then be reckoned to me as the greatest iniquity: for I should have lied against the Lord Most High. | καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ῾Υψίστου. |
|
29
|
29
|
| And if too I was glad at the fall of mine enemies, and mine heart said, Aha! | εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε, |
|
30
|
30
|
| let then mine ear hear my curse, and let me be a by-word among my people in my affliction. | ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυλληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. |
|
31
|
31
|
| And if too my handmaids have often said, Oh that we might be satisfied with his flesh; (whereas I was very kind: | εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· |
|
32
|
32
|
| for the stranger did not lodge without, and my door was opened to every one that came:) | ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. |
|
33
|
33
|
| or if too having sinned unintentionally, I hid my sin; | εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, |
|
34
|
34
|
| (for I did not stand in awe of a great multitude, so as not to declare boldly before them:) and if too I permitted a poor man to go out of my door with an empty bosom: | οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ, |
|
35
|
35
|
| (Oh that I had a hearer,) and if I had not feared the hand of the Lord; and as to the written charge which I had against any one, | τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, |
|
36
|
36
|
| I would place it as a chaplet on my shoulders, and read it. | ἐπ᾿ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, |
|
37
|
37
|
| And if I did not read it and return it, having taken nothing from the debtor: | καὶ εἰ μὴ ρήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου· |
|
38
|
38
|
| If at any time the land groaned against me, and if its furrows mourned together; | εἰ ἐπ᾿ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, |
|
39
|
39
|
| and if I ate its strength alone without price, and if too I grieved the heart of the owner of the soil, by taking aught from him: | εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, |
|
40
|
40
|
| then let the nettle come up to me instead of wheat, and a bramble instead of barley. And Job ceased speaking. | ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. καὶ ἐπαύσατο ᾿Ιὼβ ρήμασιν. |
|
Chapter 32
|
Κεφάλαιο 32
|
|
1
|
1
|
| And his three friends also ceased any longer to answer Job: for Job was righteous before them. | ΗΣΥΧΑΣΑΝ δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν ᾿Ιώβ, ἦν γὰρ ᾿Ιὼβ δίκαιος ἐναντίον αὐτῶν. |
|
2
|
2
|
| Then Elius the son of Barachiel, the Buzite, of the kindred of Ram, of the country of Ausis, was angered: and he was very angry with Job, because he justified himself before the Lord. | ὠργίσθη δὲ ᾿Ελιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ρὰμ τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ ᾿Ιὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. |
|
3
|
3
|
| And he was also very angry with his three friends, because they were not able to return answers to Job, yet set him down for an ungodly man. | καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα ᾿Ιὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. |
|
4
|
4
|
| But Elius had forborne to give an answer to Job, because they were older than he. | ᾿Ελιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν ᾿Ιώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. |
|
5
|
5
|
| And Elius saw that there was no answer in the mouth of the three men; and he was angered in his wrath. | καὶ εἶδεν ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ. |
|
6
|
6
|
| And Elius the Buzite the son of Barachiel answered and said, I am younger in age, and ye are elder; wherefore I kept silence, fearing to declare to you my own knowledge. | ὑπολαβὼν δὲ ᾿Ελιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπε· νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. |
|
7
|
7
|
| And I said, It is not time that speaks, though in many years men know wisdom: | εἶπα δὲ ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσι οἴδασι σοφίαν, |
|
8
|
8
|
| but there is a spirit in mortals; and the inspiration of the Almighty is that which teaches. | ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα· |
|
9
|
9
|
| The long-lived are not wise as such; neither do the aged know judgment. | οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδ᾿ οἱ γέροντες οἴδασι κρίμα. |
|
10
|
10
|
| Wherefore I said, Hear me, and I will tell you what I know. | διὸ εἶπα· ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα. |
|
11
|
11
|
| Hearken to my words; for I will speak in your hearing, until ye shall have tried the matter with words: | ἐνωτίζεσθέ μου τὰ ρήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, |
|
12
|
12
|
| and I shall understand as far as you; and, behold, there was no one of you that answered Job his words in argument, | καὶ μέχρι ὑμῶν συνήσω. καὶ ἰδοὺ οὐκ ἦν τῷ ᾿Ιὼβ ἐλέγχων ἀνταποκρινόμενος ρήματα αὐτοῦ ἐξ ὑμῶν, |
|
13
|
13
|
| lest ye should say, We have found that we have added wisdom to the Lord. | ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι· |
|
14
|
14
|
| And ye have commissioned a man to speak such words. | ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ρήματα. |
|
15
|
15
|
| They were afraid, they answered no longer; they gave up their speaking. | ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. |
|
16
|
16
|
| I waited, (for I had not spoken,) because they stood still, they answered not. | ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. |
|
17
|
17
|
| And Elius continued, and said, I will again speak, | ὑπολαβὼν δὲ ᾿Ελιοὺς λέγει· πάλιν λαλήσω· |
|
18
|
18
|
| for I am full of words, for the spirit of my belly destroys me. | πλήρης γάρ εἰμι ρημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός· |
|
19
|
19
|
| And my belly is as a skin of sweet wine bound up and ready to burst; or as a brazier's labouring bellows. | ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. |
|
20
|
20
|
| I will speak, that I may open my lips and relieve myself. | λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· |
|
21
|
21
|
| For truly I will not be awed because of man, nor indeed will I be confounded before a mortal. | ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· |
|
22
|
22
|
| For I know not how to respect persons: and if otherwise, even the moths would eat me. | οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. |
|
Chapter 33
|
Κεφάλαιο 33
|
|
1
|
1
|
| Howbeit hear, Job, my words, and hearken to my speech. | ΟΥ μὴν δὲ ἀλλὰ ἄκουσον, ᾿Ιώβ, τὰ ρήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· |
|
2
|
2
|
| For behold, I have opened my mouth, and my tongue has spoken. | ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. |
|
3
|
3
|
| My heart shall be found pure by my words; and the understanding of my lips shall meditate purity. | καθαρά μου ἡ καρδία ρήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. |
|
4
|
4
|
| The Divine Spirit is that which formed me, and the breath of the Almighty that which teaches me. | πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. |
|
5
|
5
|
| If thou canst, give me an answer: wait therefore; stand against me, and I will stand against thee. | ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατ᾿ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. |
|
6
|
6
|
| Thou art formed out of the clay as also I: we have been formed out of the same substance. | ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. |
|
7
|
7
|
| My fear shall not terrify thee, neither shall my hand be heavy upon thee. | οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. |
|
8
|
8
|
| But thou hast said in mine ears, (I have heard the voice of thy words;) because thou sayest, I am pure, not having sinned; | πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ρημάτων σου ἀκήκοα, |
|
9
|
9
|
| I am blameless, for I have not transgressed. | διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα. |
|
10
|
10
|
| Yet he has discovered a charge against me, and he has reckoned me as an adversary. | μέμψιν δὲ κατ᾿ ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον· |
|
11
|
11
|
| And he has put my foot in the stocks, and has watched all my ways. | ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς· |
|
12
|
12
|
| For how sayest thou, I am righteous, yet he has not hearkened to me? for he that is above mortals is eternal. | πῶς γὰρ λέγεις· δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. |
|
13
|
13
|
| But thou sayest, Why has he not heard every word of my cause? | λέγεις δέ· διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ρῆμα; |
|
14
|
14
|
| For when the Lord speaks once, or a second time, | ἐν γὰρ τῷ ἅπαξ λαλῆσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ |
|
15
|
15
|
| sending a dream, or in the meditation of the night; (as when a dreadful alarm happens to fall upon men, in slumberings on the bed:) | ἐνύπνιον, ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ᾿ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης. |
|
16
|
16
|
| then opens he the understanding of men: he scares them with such fearful visions: | τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν |
|
17
|
17
|
| to turn a man from unrighteousness, and he delivers his body from a fall. | ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. |
|
18
|
18
|
| He spares also his soul from death, and suffers him not to fall in war. | ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. |
|
19
|
19
|
| And again, he chastens him with sickness on his bed, and the multitude of his bones is benumbed. | πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε· |
|
20
|
20
|
| And he shall not be able to take any food, though his soul shall desire meat; | πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει, |
|
21
|
21
|
| until his flesh shall be consumed, and he shall shew his bones bare. | ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· |
|
22
|
22
|
| His soul also draws nigh to death, and his life is in Hades. | ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδη. |
|
23
|
23
|
| Though there should be a thousand messengers of death, not one of them shall wound him: if he should purpose in his heart to turn to the Lord, and declare to man his fault, and shew his folly; | ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ, |
|
24
|
24
|
| he will support him, that he should not perish, and will restore his body as fresh plaster upon a wall; and he will fill his bones with marrow. | ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον, ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· |
|
25
|
25
|
| And he will make his flesh tender as that of a babe, and he will restore him among men in his full strength. | ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. |
|
26
|
26
|
| And he shall pray to the Lord, and his prayer shall be accepted of him; he shall enter with a cheerful countenance, with a full expression of praise: for he will render to men their due. | εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην. |
|
27
|
27
|
| Even then a man shall blame himself, saying, What kind of things have I done? and he has not punished me according to the full amount of my sins. | εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγον· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. |
|
28
|
28
|
| Deliver my soul, that it may not go to destruction, and my life shall see the light. | σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται. |
|
29
|
29
|
| Behold, all these things the Mighty One works in a threefold manner with a man. | ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. |
|
30
|
30
|
| And he has delivered my soul from death, that my life may praise him in the light. | καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν. |
|
31
|
31
|
| Hearken, Job, and hear me: be silent, and I will speak. | ἐνωτίζου, ᾿Ιώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. |
|
32
|
32
|
| If thou hast words, answer me: speak, for I desire thee to be justified. | εἰ εἰσί σοι λόγοι, ἀποκρίθητί μοι· λάλησον, θέλω γὰρ δικαιωθῆναί σε. |
|
33
|
33
|
| If not, do thou hear me: be silent, and I will teach thee. | εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον καὶ διδάξω σε σοφίαν. |
|
Chapter 34
|
Κεφάλαιο 34
|
|
1
|
1
|
| And Elius continued, and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιοὺς λέγει· |
|
2
|
2
|
| Hear me, ye wise men; hearken, ye that have knowledge. | ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν· |
|
3
|
3
|
| For the ear tries words, and the mouth tastes meat. | ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν. |
|
4
|
4
|
| Let us choose judgment to ourselves: let us know among ourselves what is right. | κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ,τι καλόν. |
|
5
|
5
|
| For Job has said, I am righteous: the Lord has removed my judgment. | ὅτι εἴρηκεν ᾿Ιώβ· δίκαιός εἰμι, ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα, |
|
6
|
6
|
| And he has erred in my judgment: my wound is severe without unrighteousness of mine. | ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. |
|
7
|
7
|
| What man is as Job, drinking scorning like water? | ὅτι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν |
|
8
|
8
|
| saying, I have not sinned, nor committed ungodliness, nor had fellowship with workers of iniquity, to go with the ungodly. | οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; |
|
9
|
9
|
| For thou shouldest not say, There shall be no visitation of a man, whereas there is a visitation on him from the Lord. | μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρὸς καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου. |
|
10
|
10
|
| Wherefore hear me, ye that are wise in heart: far be it from me to sin before the Lord, and to pervert righteousness before the Almighty. | διό, συνετοὶ καρδίας ἀκούσατέ μου· μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον· |
|
11
|
11
|
| Yea, he renders to a man accordingly as each of them does, and in a man's path he will find him. | ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. |
|
12
|
12
|
| And thinkest thou that the Lord will do wrong, or will the Almighty who made the earth wrest judgment? | οἴει δὲ τὸν Κύριον ἄτοπα ποιήσειν; ἢ ὁ Παντοκράτωρ ταράξει κρίσιν, ὃς ἐποίησε τὴν γῆν; |
|
13
|
13
|
| And who is he that made the whole world under heaven, and all things therein? | τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾿ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; |
|
14
|
14
|
| For if he would confine, and restrain his spirit with himself; | εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ᾿ αὐτῷ κατασχεῖν, |
|
15
|
15
|
| all flesh would die together, and every mortal would return to the earth, whence also he was formed. | τελευτήσει πᾶσα σάρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. |
|
16
|
16
|
| Take heed lest he rebuke thee: hear this, hearken to the voice of words. | εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ρημάτων. |
|
17
|
17
|
| Behold then the one that hates iniquities, and that destroys the wicked, who is for ever just. | ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. |
|
18
|
18
|
| He is ungodly that says to a king, Thou art a transgressor, that says to princes, O most ungodly one. | ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατε, τοῖς ἄρχουσιν· |
|
19
|
19
|
| Such a one as would not reverence the face of an honourable man, neither knows how to give honour to the great, so as that their persons should be respected. | ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν. |
|
20
|
20
|
| But it shall turn out vanity to them, to cry and beseech a man; for they dealt unlawfully, the poor being turned aside from their right. | κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. |
|
21
|
21
|
| For he surveys the works of men, and nothing of what they do has escaped him. | αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, |
|
22
|
22
|
| Neither shall there be a place for the workers of iniquity to hide themselves. | οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα· |
|
23
|
23
|
| For he will not lay upon a man more than right. | ὅτι οὐκ ἀπ᾿ ἄνδρα θήσει ἔτι· |
|
24
|
24
|
| For the Lord looks down upon all men, who comprehends unsearchable things, glorious also and excellent things without number. | ὁ γὰρ Κύριος πάντας ἐφορᾷ ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· |
|
25
|
25
|
| Who discovers their works, and will bring night about upon them, and they shall be brought low. | ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. |
|
26
|
26
|
| And he quite destroys the ungodly, for they are seen before him. | ἔσβεσε δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ, |
|
27
|
|
| Because they turned aside from the law of God, and did not regard his ordinances, | |
|
28
|
28
|
| so as to bring before him the cry of the needy; for he will hear the cry of the poor. | τοῦ ἐπαγαγεῖν ἐπ᾿ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. |
|
29
|
29
|
| And he will give quiet, and who will condemn? and he will hide his face, and who shall see him? whether it be done against a nation, or against a man also: | καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ |
|
30
|
30
|
| causing a hypocrite to be king, because of the waywardness of the people. | βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. |
|
31
|
31
|
| For there is one that says to the Mighty One, I have received blessings; I will not take a pledge: | ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω· |
|
32
|
32
|
| I will see apart from myself: do thou shew me if I have done unrighteousness; I will not do so any more. | ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω. |
|
33
|
33
|
| Will he take vengeance for it on thee, whereas thou wilt put it far from thee? for thou shalt choose, and not I; and what thou knowest, speak thou. | μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ, καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως, λάλησον. |
|
34
|
34
|
| Because the wise in heart shall say this, and a wise man listens to my word. | διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ρῆμα. |
|
35
|
35
|
| But Job has not spoken with understanding, his words are not uttered with knowledge. | ᾿Ιὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε, τὰ ρήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ. |
|
36
|
36
|
| Howbeit do thou learn, Job: no longer make answer as the foolish: | οὐ μὴν δὲ ἀλλὰ μάθε, ᾿Ιώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν, ὥσπερ οἱ ἄφρονες, |
|
37
|
37
|
| that we add not to our sins: for iniquity will be reckoned against us, if we speak many words before the Lord. | ἵνα μὴ προσθῶμεν ἐφ᾿ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ᾿ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ρήματα ἐναντίον τοῦ Κυρίου. |
|
Chapter 35
|
Κεφάλαιο 35
|
|
1
|
1
|
| And Elius resumed and said, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιοὺς λέγει· |
|
2
|
2
|
| What is this that thou thinkest to be according to right? who art thou that thou hast said, I am righteous before the Lord? | τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι Κυρίου; |
|
4
|
4
|
| I will answer thee, and thy three friends. | ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. |
|
5
|
5
|
| Look up to the sky and see; and consider the clouds, how high they are above thee. | εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; |
|
6
|
|
| If thou hast sinned, what wilt thou do? and if too thou hast transgressed much, what canst thou perform? | |
|
7
|
7
|
| And suppose thou art righteous, what wilt thou give him? or what shall he receive of thy hand? | ἐπεὶ δὲ οὖν δικαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται; |
|
8
|
8
|
| Thy ungodliness may affect a man who is like to thee; or thy righteousness a son of man. | ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. |
|
9
|
9
|
| They that are oppressed of a multitude will be ready to cry out; they will call for help because of the arm of many. | ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. |
|
10
|
10
|
| But none said, Where is God that made me, who appoints the night-watches; | καὶ οὐκ εἶπε· ποῦ ἐστιν ὁ Θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς, |
|
11
|
11
|
| who makes me to differ from the four-footed beasts of the earth, and from the birds of the sky? | ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; |
|
12
|
12
|
| There they shall cry, and none shall hearken, even because of the insolence of wicked men. | ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. |
|
13
|
13
|
| For the Lord desires not to look on error, for he is the Almighty One. | ἄτοπα γὰρ οὐ βούλεται ἰδεῖν ὁ Κύριος, αὐτὸς γὰρ ὁ Παντοκράτωρ |
|
14
|
14
|
| He beholds them that perform lawless deeds, and he will save me: and do thou plead before him, if thou canst praise him, as it is possible even now. | ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὥς ἐστι. |
|
15
|
15
|
| For he is not now regarding his wrath, nor has he noticed severely any trespass. | καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παράπτωμά τι σφόδρα· |
|
16
|
16
|
| Yet Job vainly opens his mouth, in ignorance he multiplies words. | καὶ ᾿Ιὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ρήματα βαρύνει. |
|
Chapter 36
|
Κεφάλαιο 36
|
|
1
|
1
|
| And Elius further continued, and said, | ΠΡΟΣΘΕΙΣ δὲ ἔτι ᾿Ελιοὺς λέγει· |
|
2
|
2
|
| Wait for me yet a little while, that I may teach thee: for there is yet speech in me. | μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. |
|
3
|
3
|
| Having fetched my knowledge from afar, and according to my works, | ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾿ ἀληθείας |
|
4
|
4
|
| I will speak just things truly, and thou shalt not unjustly receive unjust words. | καὶ οὐκ ἄδικα ρήματα ἀδίκως συνιεῖς. |
|
5
|
5
|
| But know that the Lord will not cast off an innocent man: being mighty in strength of wisdom, | γίνωσκε δὲ ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύϊ καρδίας |
|
6
|
6
|
| he will not by any means save alive the ungodly: and he will grant the judgment of the poor. | ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει. |
|
7
|
7
|
| He will not turn away his eyes from the righteous, but they shall be with kings on the throne: and he will establish them in triumph, and they shall be exalted. | οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται. |
|
8
|
8
|
| But they that are bound in fetters shall be holden in cords of poverty. | καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας, |
|
9
|
9
|
| And he shall recount to them their works, and their transgressions, for such will act with violence. | καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. |
|
10
|
10
|
| But he will hearken to the righteous: and he has said that they shall turn from unrighteousness. | ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. |
|
11
|
11
|
| If they should hear and serve him, they shall spend their days in prosperity, and their years in honour. | ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις. |
|
12
|
12
|
| But he preserves not the ungodly; because they are not willing to know the Lord, and because when reproved they were disobedient. | ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. |
|
13
|
13
|
| And the hypocrites in heart will array wrath against themselves; they will not cry, because he has bound them. | καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. |
|
14
|
14
|
| Therefore let their soul die in youth, and their life be wounded by messengers of death. | ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, |
|
15
|
15
|
| Because they afflicted the weak and helpless: and he will vindicate the judgment of the meek. | ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πρᾳέων ἐκθήσει. |
|
16
|
16
|
| And he has also enticed thee out of the mouth of the enemy: | καὶ προσέτι ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος. |
|
17
|
17
|
| there is a deep gulf and a rushing stream beneath it, and thy table came down full of fatness. Judgment shall not fail from the righteous; | οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, |
|
18
|
18
|
| but there shall be wrath upon the ungodly, by reason of the ungodliness of the bribes which they received for iniquities. | θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις. |
|
19
|
19
|
| Let not thy mind willingly turn thee aside from the petition of the feeble that are in distress. | μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. |
|
20
|
20
|
| And draw not forth all the mighty men by night, so that the people should go up instead of them. | μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν· |
|
21
|
21
|
| But take heed lest thou do that which is wrong: for of this thou hast made choice because of poverty. | ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξείλω ἀπὸ πτωχείας. |
|
22
|
22
|
| Behold, the Mighty One shall prevail by his strength: for who is powerful as he is? | ἰδοὺ ὁ ᾿Ισχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ· τίς γάρ ἐστι κατ᾿ αὐτὸν δυνάστης; |
|
23
|
23
|
| And who is he that examines his works? or who can say, He has wrought injustice? | τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα; |
|
24
|
24
|
| Remember that his works are great beyond those which men have attempted. | μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες. |
|
25
|
25
|
| Every man has seen in himself, how many mortals are wounded. | πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. |
|
26
|
26
|
| Behold, the Mighty One is great, and we shall not know him: the number of his years is even infinite. | ἰδοὺ ὁ ᾿Ισχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ, καὶ ἀπέραντος. |
|
27
|
27
|
| And the drops of rain are numbered by him, and shall be poured out in rain to form a cloud. | ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· |
|
28
|
28
|
| The ancient heavens shall flow, and the clouds overshadow innumerable mortals: | ρυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28α ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν. 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος; |
|
28a
|
|
| he has fixed a time to cattle, and they know the order of rest. | |
|
28b
|
|
| Yet by all these things thy understanding is not astonished, neither is thy mind disturbed in thy body. | |
|
29
|
29
|
| And though one should understand the outspreadings of the clouds, or the measure of his tabernacle; | καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, |
|
30
|
30
|
| behold he will stretch his bow against him, and he covers the bottom of the sea. | ἰδοὺ ἐκτενεῖ ἐπ᾿ αὐτὸν ἠδὼ καὶ ριζώματα τῆς θαλάσσης ἐκάλυψεν· |
|
31
|
31
|
| For by them he will judge the nations: he will give food to him that has strength. | ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι. |
|
32
|
32
|
| He has hidden the light in his hands, and given charge concerning it to the interposing cloud. | ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· |
|
33
|
33
|
| The Lord will declare concerning this to his friend: but there is a portion also for unrighteousness. | ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσις καὶ περὶ ἀδικίας. |
|
Chapter 37
|
Κεφάλαιο 37
|
|
1
|
1
|
| At this also my heart is troubled, and moved out of its place. | ΚΑΙ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. |
|
2
|
2
|
| Hear thou a report by the anger of the Lord's wrath, and a discourse shall come out of his mouth. | ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. |
|
3
|
3
|
| His dominion is under the whole heaven, and his light is at the extremities of the earth. | ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. |
|
4
|
4
|
| After him shall be a cry with a loud voice; he shall thunder with the voice of his excellency, yet he shall not cause men to pass away, for one shall hear his voice. | ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. |
|
5
|
5
|
| The Mighty One shall thunder wonderfully with his voice: for he has done great things which we knew not; | βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν, |
|
6
|
6
|
| commanding the snow, Be thou upon the earth, and the stormy rain, and the storm of the showers of his might. | συντάσσων χιόνι· γίνου ἐπὶ γῆς, καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ. |
|
7
|
7
|
| He seals up the hand of every man, that every man may know his own weakness. | ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. |
|
8
|
8
|
| And the wild beasts come in under the covert, and rest in their lair. | εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. |
|
9
|
9
|
| Troubles come on out of the secret chambers, and cold from the mountain-tops. | ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, |
|
10
|
10
|
| And from the breath of the Mighty One he will send frost; and he guides the water in whatever way he pleases. | καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται· |
|
11
|
11
|
| And if a cloud obscures what is precious to him, his light will disperse the cloud. | καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ. |
|
12
|
12
|
| And he will carry round the encircling clouds by his governance, to perform their works: whatsoever he shall command them, | καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν. πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ᾿ αὐτοῦ ἐπὶ τῆς γῆς, |
|
13
|
13
|
| this has been appointed by him on the earth, whether for correction, or for his land, or if he shall find him an object for mercy. | ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. |
|
14
|
14
|
| Hearken to this, O Job: stand still, and be admonished of the power of the Lord. | ἐνωτίζου ταῦτα, ᾿Ιώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου. |
|
15
|
15
|
| We know that God has disposed his works, having made light out of darkness. | οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. |
|
16
|
16
|
| And he knows the divisions of the clouds, and the signal overthrows of the ungodly. | ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν. |
|
17
|
17
|
| But thy robe is warm, and there is quiet upon the land. | σοῦ δὲ ἡ στολὴ θερμή, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. |
|
18
|
18
|
| Wilt thou establish with him foundations for the ancient heavens? they are strong as a molten mirror. | στερεώσεις μετ᾿ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως. |
|
19
|
19
|
| Wherefore teach me, what shall we say to him? and let us cease from saying much. | διατί; δίδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμαθε πολλὰ λέγοντες. |
|
20
|
20
|
| Have I a book or a scribe by me, that I may stand and put man to silence? | μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; |
|
21
|
21
|
| But the light is not visible to all: it shines afar off in the heavens, as that which is from him in the clouds. | πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρ᾿ αὐτοῦ ἐπὶ νεφῶν. |
|
22
|
22
|
| From the north come the clouds shining like gold: in these great are the glory and honour of the Almighty; | ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος. |
|
23
|
23
|
| and we do not find another his equal in strength: as for him that judges justly, dost thou not think that he listens? | καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; |
|
24
|
24
|
| Wherefore men shall fear him; and the wise also in heart shall fear him. | διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ. |
|
Chapter 38
|
Κεφάλαιο 38
|
|
1
|
1
|
| And after Elius had ceased from speaking, the Lord spoke to Job through the whirlwind and clouds, saying, | ΜΕΤΑ δὲ τὸ παύσασθαι ᾿Ελιοὺν τῆς λέξεως εἶπεν ὁ Κύριος τῷ ᾿Ιὼβ διὰ λαίλαπος καὶ νεφῶν· |
|
2
|
2
|
| Who is this that hides counsel from me, and confines words in his heart, and thinks to conceal them from me? | τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ρήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; |
|
3
|
3
|
| Gird thy loins like a man; and I will ask thee, and do thou answer me. | ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. |
|
4
|
4
|
| Where wast thou when I founded the earth? tell me now, if thou hast knowledge, | ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν. |
|
5
|
5
|
| who set the measures of it, if thou knowest? or who stretched a line upon it? | τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς; |
|
6
|
6
|
| On what are its rings fastened? and who is he that laid the corner-stone upon it? | ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς; |
|
7
|
7
|
| When the stars were made, all my angels praised me with a loud voice. | ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. |
|
8
|
8
|
| And I shut up the sea with gates, when it rushed out, coming forth out of its mother's womb. | ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη. |
|
9
|
9
|
| And I made a cloud its clothing, and swathed it in mist. | ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. |
|
10
|
10
|
| And I set bounds to it, surrounding it with bars and gates. | ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. |
|
11
|
11
|
| And I said to it, Hitherto shalt thou come, but thou shalt not go beyond, but thy waves shall be confined within thee. | εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. |
|
12
|
12
|
| Or did I order the morning light in thy time; and did the morning star then first see his appointed place; | ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν |
|
13
|
13
|
| to lay hold of the extremities of the earth, to cast out the ungodly out of it? | ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; |
|
14
|
14
|
| Or didst thou take clay of the ground, and form a living creature, and set it with the power of speech upon the earth? | ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπ‘Ι γῆς; |
|
15
|
15
|
| And hast thou removed light from the ungodly, and crushed the arm of the proud? | ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; |
|
16
|
16
|
| Or hast thou gone to the source of the sea, and walked in the tracks of the deep? | ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; |
|
17
|
17
|
| And do the gates of death open to thee for fear; and did the porters of hell quake when they saw thee? | ἀνοίγονταί δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; |
|
18
|
18
|
| And hast thou been instructed in the breadth of the whole earth under heaven? tell me now, what is the extent of it? | νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι; |
|
19
|
19
|
| And in what kind of a land does the light dwell? and of what kind is the place of darkness? | ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος; |
|
20
|
20
|
| If thou couldest bring me to their utmost boundaries, and if also thou knowest their paths; | εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν; |
|
21
|
21
|
| I know then that thou wert born at that time, and the number of thy years is great. | οἶδας ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; |
|
22
|
22
|
| But hast thou gone to the treasures of snow? and hast thou seen the treasures of hail? | ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; |
|
23
|
23
|
| And is there a store of them, for thee against the time of thine enemies, for the day of wars and battle? | ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμων καὶ μάχης; |
|
24
|
24
|
| And whence proceeds the frost? or whence is the south wind dispersed over the whole world under heaven? | πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν; |
|
25
|
25
|
| And who prepared a course for the violent rain, and a way for the thunders; | τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ρύσιν, ὁδὸν δὲ κυδοιμῶν |
|
26
|
26
|
| to rain upon the land where there is no man, the wilderness, where there is not a man in it; so as to feed the untrodden and uninhabited land, | τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, |
|
27
|
27
|
| and cause it to send forth a crop of green herbs? | τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; |
|
28
|
28
|
| Who is the rain's father? and who has generated the drops of dew? | τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου, |
|
29
|
29
|
| And out of whose womb comes the ice? and who has produced the frost in the sky, | ἐκ γαστρὸς δέ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, |
|
30
|
30
|
| which descends like flowing water? who has terrified the face of the ungodly? | ἣ καταβαίνει ὥσπερ ὕδωρ ρέον; πρόσωπον ἀσεβοῦς τίς ἔπληξε; |
|
31
|
31
|
| And dost thou understand the band of Pleias, and hast thou opened the barrier of Orion? | συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν ᾿Ωρίωνος ἤνοιξας; |
|
32
|
32
|
| Or wilt thou reveal Mazuroth in his season, and the evening star with his rays? Wilt thou guide them? | ἦ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ ῞Εσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά; |
|
33
|
33
|
| And knowest thou the changes of heaven, or the events which take place together under heaven? | ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; |
|
34
|
34
|
| And wilt thou call a cloud with thy voice, and will it obey thee with a violent shower of much rain? | καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου; |
|
35
|
35
|
| And wilt thou send lightnings, and they shall go? and shall they say to thee, What is thy pleasure? | ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι· τί ἐστι; |
|
36
|
36
|
| And who has given to women skill in weaving, or knowledge of embroidery? | τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; |
|
37
|
37
|
| And who is he that numbers the clouds in wisdom, and has bowed the heaven down to the earth? | τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε; |
|
38
|
38
|
| For it is spread out as dusty earth, and I have cemented it as one hewn stone to another. | κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. |
|
39
|
39
|
| And wilt thou hunt a prey for the lions? and satisfy the desires of the serpents? | θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπρήσεις; |
|
40
|
40
|
| For they fear in their lairs, and lying in wait couch in the woods. | δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. |
|
41
|
41
|
| And who has prepared food for the raven? for its young ones wander and cry to the Lord, in search of food. | τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. |
|
Chapter 39
|
Κεφάλαιο 39
|
|
1
|
1
|
| Say if thou knowest the time of the bringing forth of the wild goats of the rock, and if thou hast marked the calving of the hinds: | ΕΙ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; |
|
2
|
2
|
| and if thou hast numbered the full months of their being with young, and if thou hast relieved their pangs: | ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔδυσας; |
|
3
|
3
|
| and hast reared their young without fear; and wilt thou loosen their pangs? | ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς; |
|
4
|
4
|
| Their young will break forth; they will be multiplied with offspring: their young will go forth, and will not return to them. | ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γεννήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. |
|
5
|
5
|
| And who is he that sent forth the wild ass free? and who loosed his bands? | τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; |
|
6
|
6
|
| whereas I made his habitation the wilderness, and the salt land his coverts. | ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα· |
|
7
|
7
|
| He laughs to scorn the multitude of the city, and hears not the chiding of the tax-gatherer. | καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων, |
|
8
|
8
|
| He will survey the mountains as his pasture, and he seeks after every green thing. | κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. |
|
9
|
9
|
| And will the unicorn be willing to serve thee, or to lie down at thy manger? | βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; |
|
10
|
10
|
| And wilt thou bind his yoke with thongs, or will he plough furrows for thee in the plain? | δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; |
|
11
|
11
|
| And dost thou trust him, because his strength is great? and wilt thou commit thy works to him? | πέποιθας δὲ ἐπ᾿ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; |
|
12
|
12
|
| And wilt thou believe that he will return to thee thy seed, and bring it in to thy threshing-floor? | πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; |
|
13
|
13
|
| The peacock has a beautiful wing: if the stork and the ostrich conceive, it is worthy of notice, | πτέρυξ τερπομένων νεέλασα, ἐὰν συλλάβῃ ἀσίδα καὶ νέσσα· |
|
14
|
14
|
| for the ostrich will leave her eggs in the ground, and warm them on the dust, | ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει |
|
15
|
15
|
| and has forgotten that the foot will scatter them, and the wild beasts of the field trample them. | καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει· |
|
16
|
16
|
| She has hardened herself against her young ones, as though she bereaved not herself: she labours in vain without fear. | ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου· |
|
17
|
17
|
| For God has withholden wisdom from her, and not given her a portion in understanding. | ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει. |
|
18
|
18
|
| In her season she will lift herself on high; she will scorn the horse and his rider. | κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. |
|
19
|
19
|
| Hast thou invested the horse with strength, and clothed his neck with terror? | ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; |
|
20
|
20
|
| And hast thou clad him in perfect armour, and made his breast glorious with courage? | περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ; |
|
21
|
21
|
| He paws exulting in the plain, and goes forth in strength into the plain. | ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ· |
|
22
|
22
|
| He laughs to scorn a king as he meets him, and will by no means turn back from the sword. | συναντῶν βασιλεῖ καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου· |
|
23
|
23
|
| The bow and sword resound against him; and his rage will swallow up the ground: | ἐπ᾿ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, |
|
24
|
24
|
| and he will not believe until the trumpet sounds. | καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ· |
|
25
|
25
|
| And when the trumpet sounds, he says, Aha! and afar off he smells the war with prancing and neighing. | σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. |
|
26
|
26
|
| And does the hawk remain steady by thy wisdom, having spread out her wings unmoved, looking toward the region of the south? | ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς νότον; |
|
27
|
27
|
| And does the eagle rise at thy command, and the vulture remain sitting over his nest, | ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται |
|
28
|
28
|
| on a crag of a rock, and in a secret place? | ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; |
|
29
|
29
|
| Thence he seeks food, his eyes observe from far. | ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι· |
|
30
|
30
|
| And his young ones roll themselves in blood, and wherever the carcases may be, immediately they are found. | νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. |
|
Chapter 40
|
Κεφάλαιο 40
|
|
1
|
1
|
| And the Lord God answered Job, and said, | ΚΑΙ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ ᾿Ιὼβ καὶ εἶπε· |
|
2
|
2
|
| Will any one pervert judgment with the Mighty One? and he that reproves God, let him return it for answer. | μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτήν; |
|
3
|
3
|
| And Job answered and said to the Lord, | ὑπολαβὼν δὲ ᾿Ιὼβ λέγει τῷ Κυρίῳ· |
|
4
|
4
|
| Why do I yet plead? being rebuked even while reproving the Lord: hearing such things, whereas I am nothing: and what shall I answer to these arguments? I will lay my hand upon my mouth. | τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου· |
|
5
|
5
|
| I have spoken once; but I will not do so a second time. | ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. |
|
6
|
6
|
| And the Lord yet again answered and spoke to Job out of the cloud, saying, | ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος εἶπε τῷ ᾿Ιὼβ ἐκ τοῦ νέφους· |
|
7
|
7
|
| Nay, gird up now thy loins like a man; and I will ask thee, and do thou answer me. | μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι· |
|
8
|
8
|
| Do not set aside my judgment: and dost thou think that I have dealt with thee in any other way, than that thou mightest appear to be righteous? | μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; |
|
9
|
9
|
| Hast thou an arm like the Lord's? or dost thou thunder with a voice like his? | ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς; |
|
10
|
10
|
| Assume now a lofty bearing and power; and clothe thyself with glory and honour. | ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. |
|
11
|
11
|
| And send forth messengers with wrath; and lay low every haughty one. | ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον· |
|
12
|
12
|
| Bring down also the proud man; and consume at once the ungodly. | ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, |
|
13
|
13
|
| And hide them together in the earth; and fill their faces with shame. | κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· |
|
14
|
14
|
| Then will I confess that thy right hand can save thee. | ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι. |
|
15
|
15
|
| But now look at the wild beasts with thee; they eat grass like oxen. | ἀλλὰ δὴ ἰδοὺ θηρία παρά σοι, χόρτον ἴσα βουσὶν ἐσθίουσιν. |
|
16
|
16
|
| Behold now, his strength is in his loins, and his force is in the navel of his belly. | ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ γαστρός· |
|
17
|
17
|
| He sets up his tail like a cypress; and his nerves are wrapped together. | ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται· |
|
18
|
18
|
| His sides are sides of brass; and his backbone is as cast iron. | αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ράχις αὐτοῦ σίδηρος χυτός. |
|
19
|
19
|
| This is the chief of the creation of the Lord; made to be played with by his angels. | τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. |
|
20
|
20
|
| And when he has gone up to a steep mountain, he causes joy to the quadrupeds in the deep. | ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. |
|
21
|
21
|
| He lies under trees of every kind, by the papyrus, and reed, and bulrush. | ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. |
|
22
|
22
|
| And the great trees make a shadow over him with their branches, and so do the bushes of the field. | σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ραδάμνοις καὶ κλῶνες ἀγροῦ. |
|
23
|
23
|
| If there should be a flood, he will not perceive it; he trusts that Jordan will rush up into his mouth. | ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν ὅτι προσκρούσει ὁ ᾿Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ. |
|
24
|
24
|
| Yet one shall take him in his sight; one shall catch him with a cord, and pierce his nose. | ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ρῖνα. |
|
25
|
25
|
| But wilt thou catch the serpent with a hook, and put a halter about his nose? | ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ρῖνα αὐτοῦ; |
|
26
|
26
|
| Or wilt thou fasten a ring in his nostril, and bore his lip with a clasp? | εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; |
|
27
|
27
|
| Will he address thee with a petition? softly, with the voice of a suppliant? | λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; |
|
28
|
28
|
| And will he make a covenant with thee? and wilt thou take him for a perpetual servant? | θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; |
|
29
|
29
|
| And wilt thou play with him as with a bird? or bind him as a sparrow for a child? | παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; |
|
30
|
30
|
| And do the nations feed upon him, and the nations of the Phœnicians share him? | ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; |
|
31
|
31
|
| And all the ships come together would not be able to bear the mere skin of his tail; neither shall they carry his head in fishing-vessels. | πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. |
|
32
|
32
|
| But thou shalt lay thy hand upon him once, remembering the war that is waged by his mouth; and let it not be done any more. | ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω. |
|
Chapter 41
|
Κεφάλαιο 41
|
|
1
|
1
|
| Hast thou not seen him? and hast thou not wondered at the things said of him? | ΟΥΧ ἑώρακας αὐτόν, οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; |
|
2
|
2
|
| Dost thou not fear because preparation has been made by me? for who is there that resists me? | οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; |
|
3
|
3
|
| Or who will resist me, and abide, since the whole world under heaven is mine? | ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν ἐμή ἐστιν; |
|
4
|
4
|
| I will not be silent because of him: though because of his power one shall pity his antagonist. | οὐ σιωπήσομαι δι᾿ αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῷ. |
|
5
|
5
|
| Who will open the face of his garment? and who can enter within the fold of his breast-plate? | τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; |
|
6
|
6
|
| Who will open the doors of his face? terror is round about his teeth. | πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. |
|
7
|
7
|
| His inwards are as brazen plates, and the texture of his skin as a smyrite stone. | τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμυρίτης λίθος· |
|
8
|
8
|
| One part cleaves fast to another, and the air cannot come between them. | εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· |
|
9
|
9
|
| They will remain united each to the other: they are closely joined, and cannot be separated. | ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. |
|
10
|
10
|
| At his sneezing a light shines, and his eyes are as the appearance of the morning star. | ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ῾Εωσφόρου. |
|
11
|
11
|
| Out of his mouth proceed as it were burning lamps, and as it were hearths of fire are cast abroad. | ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ὡς ἐσχάραι πυρός. |
|
12
|
12
|
| Out of his nostrils proceeds smoke of a furnace burning with fire of coals. | ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. |
|
13
|
13
|
| His breath is as live coals, and a flame goes out of his mouth. | ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. |
|
14
|
14
|
| And power is lodged in his neck, before him destruction runs. | ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. |
|
15
|
15
|
| The flesh also of his body is joined together: if one pours violence upon him, he shall not be moved. | σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ᾿ αὐτόν, οὐ σαλευθήσεται. |
|
16
|
16
|
| His heart is firm as a stone, and it stands like an unyielding anvil. | ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. |
|
17
|
17
|
| And when he turns, he is a terror to the four-footed wild beasts which leap upon the earth. | στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. |
|
18
|
18
|
| If spears should come against him, men will effect nothing, either with the spear or the breast-plate. | ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι δόρυ καὶ θώρακα· |
|
19
|
19
|
| For he considers iron as chaff, and brass as rotten wood. | ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. |
|
20
|
20
|
| The bow of brass shall not wound him, he deems a slinger as grass. | οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον, ἥγηται μὲν πετροβόλον χόρτον· |
|
21
|
21
|
| Mauls are counted as stubble; and he laughs to scorn the waving of the firebrand. | ὡς καλάμη ἐλογίσθησαν σφῦραι, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. |
|
22
|
22
|
| His lair is formed of sharp points; and all the gold of the sea under him is as an immense quantity of clay. | ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ᾿ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. |
|
23
|
23
|
| He makes the deep boil like a brazen caldron; and he regards the sea as a pot of ointment, | ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον, ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, |
|
24
|
24
|
| and the lowest part of the deep as a captive: he reckons the deep as his range. | τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. |
|
25
|
25
|
| There is nothing upon the earth like to him, formed to be sported with by my angels. | οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου· |
|
26
|
26
|
| He beholds every high thing: and he is king of all that are in the waters. | πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν. |
|
Chapter 42
|
Κεφάλαιο 42
|
|
1
|
1
|
| Then Job answered and said to the Lord, | ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει τῷ Κυρίῳ· |
|
2
|
2
|
| I know that thou canst do all things, and nothing is impossible with thee. | οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. |
|
3
|
3
|
| For who is he that hides counsel from thee? or who keeps back his words, and thinks to hide them from thee? and who will tell me what I knew not, great and wonderful things which I understood not? | τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ρημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην; |
|
4
|
4
|
| But hear me, O Lord, that I also may speak: and I will ask thee, and do thou teach me. | ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. |
|
5
|
5
|
| I have heard the report of thee by the ear before; but now mine eye has seen thee. | ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· |
|
6
|
6
|
| Wherefore I have counted myself vile, and have fainted: and I esteem myself dust and ashes. | διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. |
|
7
|
7
|
| And it came to pass after the Lord had spoken all these words to Job, that the Lord said to Eliphaz the Thæmanite, Thou hast sinned, and thy two friends: for ye have not said anything true before me, as my servant Job has. | ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ρήματα ταῦτα τῷ ᾿Ιώβ, εἶπεν ὁ Κύριος ᾿Ελιφὰζ τῷ Θαιμανίτῃ· ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου ᾿Ιώβ. |
|
8
|
8
|
| Now then take seven bullocks, and seven rams, and go to my servant Job, and he shall offer a burnt-offering for you. And my servant Job shall pray for you, for I will only accept him: for but for his sake, I would have destroyed you, for ye have not spoken the truth against my servant Job. | νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου ᾿Ιώβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. ᾿Ιὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου ᾿Ιώβ. |
|
9
|
9
|
| So Eliphaz the Thæmanite, and Baldad the Sauchite, and Sophar the Minæan, went and did as the Lord commanded them: and he pardoned their sin for the sake of Job. | ἐπορεύθη δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος, καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ ᾿Ιώβ. |
|
10
|
10
|
| And the Lord prospered Job: and when he prayed also for his friends, he forgave them their sin: and the Lord gave Job twice as much, even the double of what he had before. | ὁ δὲ Κύριος ηὔξησε τὸν ᾿Ιώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν. ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν ᾿Ιὼβ εἰς διπλασιασμόν. |
|
11
|
11
|
| And all his brethren and his sisters heard all that had happened to him, and they came to him, and so did all that had known him from the first: and they ate and drank with him, and comforted him, and wondered at all that the Lord had brought upon him: and each one gave him a lamb, and four drachms' weight of gold, even of unstamped gold. | ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ἤδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ᾿ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν ἐπ᾿ αὐτῷ ὁ Κύριος. ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου. |
|
12
|
12
|
| And the Lord blessed the latter end of Job, more than the beginning: and his cattle were fourteen thousand sheep, six thousand camels, a thousand yoke of oxen, a thousand she-asses of the pastures. | ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα ᾿Ιὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. |
|
13
|
13
|
| And there were born to him seven sons and three daughters. | γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· |
|
14
|
14
|
| And he called the first, Day, and the second, Casia, and the third, Amalthæa's horn. | καὶ ἐκάλεσε τὴν μὲν πρώτην ῾Ημέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην ᾿Αμαλθαίας κέρας. |
|
15
|
15
|
| And there were not found in comparison with the daughters of Job, fairer women than they in all the world: and their father gave them an inheritance among their brethren. | καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας ᾿Ιὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. |
|
16
|
16
|
| And Job lived after his affliction a hundred and seventy years: and all the years he lived were two hundred and forty: and Job saw his sons and his sons' sons, the fourth generation. | ἔζησε δὲ ᾿Ιὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν ᾿Ιὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν. |
|
17
|
17
|
| And Job died, an old man and full of days: | καὶ ἐτελεύτησεν ᾿Ιὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. 17α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν. 17β Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς ᾿Ιδουμαίας καὶ ᾿Αραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα ᾿Ιωβάβ. 17γ λαβὼν δὲ γυναῖκα ᾿Αράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα ᾿Εννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν ῾Ησαῦ υἱῶν υἱός, μητρός δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ ῾Αβραάμ. 17δ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ ᾿Ιωβὰβ ὁ καλούμενος ᾿Ιώβ· μετὰ δὲ τοῦτον ᾿Ασὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον ᾿Αδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 17ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, ᾿Ελιφὰζ τῶν ῾Ησαῦ υἱῶν, Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς. |
|
17a
|
|
| and it is written that he will rise again with those whom the Lord raises up. | |
|
17b
|
|
| This man is described in the Syriac book as living in the land of Ausis, on the borders of Idumea and Arabia: and his name before was Jobab; | |
|
17c
|
|
| and having taken an Arabian wife, he begot a son whose name was Ennon. And he himself was the son of his father Zare, one of the sons of Esau, and of his mother Bosorrha, so that he was the fifth from Abraam. | |
|
17d
|
|
| And these were the kings who reigned in Edom, which country he also ruled over: first, Balac, the son of Beor, and the name of his city was Dennaba: but after Balac, Jobab, who is called Job: and after him Asom, who was governor out of the country of Thæman: and after him Adad, the son of Barad, who destroyed Madiam in the plain of Moab; and the name of his city was Gethaim. | |
|
17e
|
|
| And his friends who came to him were Eliphaz, of the children of Esau, king of the Thæmanites, Baldad sovereign of the Sauchæans, Sophar king of the Minæans. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.