|
ΙΩΒ
|
Job
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα ᾿Ιώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. | There was a certain man in the land of Ausis, whose name was Job; and that man was true, blameless, righteous, and godly, abstaining from everything evil. |
|
2
|
2
|
| ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. | And he had seven sons and three daughters. |
|
3
|
3
|
| καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν. | And his cattle consisted of seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred she-asses in the pastures, and a very great household, and he had a great husbandry on the earth; and that man was most noble of the men of the east. |
|
4
|
4
|
| συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν. | And his sons visiting one another prepared a banquet every day, taking with them also their three sisters to eat and drink with them. |
|
5
|
5
|
| καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν ᾿Ιὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωΐ καὶ προσέφερε περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ ᾿Ιώβ· μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. οὕτως οὖν ἐποίει ᾿Ιὼβ πάσας τὰς ἡμέρας. — | And when the days of the banquet were completed, Job sent and purified them, having risen up in the morning, and offered sacrifices for them, according to their number, and one calf for a sin-offering for their souls: for Job said, Lest peradventure my sons have thought evil in their minds against God. Thus then Job did continually. |
|
6
|
6
|
| Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ᾿ αὐτῶν. | And it came to pass on a day, that, behold, the angels of God came to stand before the Lord, and the devil came with them. |
|
7
|
7
|
| καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι. | And the Lord said to the devil, Whence art thou come? And the devil answered the Lord, and said, I am come from compassing the earth, and walking up and down in the world. |
|
8
|
8
|
| καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; | And the Lord said to him, Hast thou diligently considered my servant Job, that there is none like him on the earth, a man blameless, true, godly, abstaining from everything evil? |
|
9
|
9
|
| ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν ᾿Ιὼβ σέβεται τὸν Κύριον; | Then the devil answered, and said before the Lord, Does Job worship the Lord for nothing? |
|
10
|
10
|
| οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. | Hast thou not made a hedge about him, and about his household, and all his possessions round about? and hast thou not blessed the works of his hands, and multiplied his cattle upon the land? |
|
11
|
11
|
| ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. | But put forth thine hand, and touch all that he has: verily he will bless thee to thy face. |
|
12
|
12
|
| τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα, ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου Κυρίου. — | Then the Lord said to the devil, Behold, I give into thine hand all that he has, but touch not himself. So the devil went out from the presence of the Lord. |
|
13
|
13
|
| Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ ᾿Ιὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. | And it came to pass on a certain day, that Job's sons and his daughters were drinking wine in the house of their elder brother. |
|
14
|
14
|
| καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς ᾿Ιὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, | And, behold, there came a messenger to Job, and said to him, The yokes of oxen were ploughing, and the she-asses were feeding near them; |
|
15
|
15
|
| καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. | and the spoilers came and took them for a prey, and slew the servants with the sword; and I having escaped alone am come to tell thee. |
|
16
|
16
|
| ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. | While he was yet speaking, there came another messenger, and said to Job, Fire has fallen from heaven, and burnt up the sheep, and devoured the shepherds likewise; and I having escaped alone am come to tell thee. |
|
17
|
17
|
| ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. | While he was yet speaking, there came another messenger, and said to Job, The horsemen formed three companies against us, and surrounded the camels, and took them for a prey, and slew the servants with the sword; and I only escaped, and am come to tell thee. |
|
18
|
18
|
| ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ ᾿Ιώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, | While he is yet speaking, another messenger comes, saying to Job, While thy sons and thy daughters were eating and drinking with their elder brother, |
|
19
|
19
|
| ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. — | suddenly a great wind came on from the desert, and caught the four corners of the house, and the house fell upon thy children, and they are dead; and I have escaped alone, and am come to tell thee. |
|
20
|
20
|
| Οὕτως ἀναστὰς ᾿Ιὼβ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· | So Job arose, and rent his garments, and shaved the hair of his head, and fell on the earth, and worshipped, |
|
21
|
21
|
| αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. — | and said, I myself came forth naked from my mother's womb, and naked shall I return thither: the Lord gave, the Lord has taken away: as it seemed good to the Lord, so has it come to pass; blessed be the name of the Lord. |
|
22
|
22
|
| ᾿Εν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ. | In all these events that befel him Job sinned not at all before the Lord, and did not impute folly to God. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΕΓΕΝΕΤΟ δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ Κυρίου. | And it came to pass on a certain day, that the angels of God came to stand before the Lord, and the devil came among them to stand before the Lord. |
|
2
|
2
|
| καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. | And the Lord said to the devil, Whence comest thou? Then the devil said before the Lord, I am come from going through the world, and walking about the whole earth. |
|
3
|
3
|
| εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θέραποντί μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχετε ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι. | And the Lord said to the devil, Hast thou then observed my servant Job, that there is none of men upon the earth like him, a harmless, true, blameless, godly man, abstaining from all evil? and he yet cleaves to innocence, whereas thou hast told me to destroy his substance without cause? |
|
4
|
4
|
| ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ Κυρίῳ· δέρμα ὑπὲρ δέρματος· καὶ πάντα, ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει· | And the devil answered and said to the Lord, Skin for skin, all that a man has will he give as a ransom for his life. |
|
5
|
5
|
| οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. | Nay, but put forth thine hand, and touch his bones and his flesh: verily he will bless thee to thy face. |
|
6
|
6
|
| εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. — | And the Lord said to the devil, Behold, I deliver him up to thee; only save his life. |
|
7
|
7
|
| ᾿Εξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου καὶ ἔπαισε τὸν ᾿Ιὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. | So the devil went out from the Lord, and smote Job with sore boils from his feet to his head. |
|
8
|
8
|
| καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. — | And he took a potsherd to scrape away the discharge, and sat upon a dung-heap outside the city. |
|
9
|
9
|
| Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· 9α ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; 9β ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· 9γ σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, 9δ κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν· ἀλλὰ εἰπόν τι ρῆμα πρὸς Κύριον καὶ τελεύτα. | And when much time had passed, his wife said to him, How long wilt thou hold out, saying, |
|
10
|
10
|
| ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ. | But he looked on her, and said to her, Thou hast spoken like one of the foolish women. If we have received good things of the hand of the Lord, shall we not endure evil things? In all these things that happened to him, Job sinned not at all with his lips before God. |
|
11
|
11
|
| ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν· ᾿Ελιφὰζ ὁ Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς, καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδόν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. | Now his three friends having heard of all the evil that was come upon him, came to him each from his own country: Eliphaz the king of the Thæmans, Baldad sovereign of the Saucheans, Sophar king of the Minæans: and they came to him with one accord, to comfort and to visit him. |
|
12
|
12
|
| ἰδότες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν· καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ρήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν. καὶ καταπασάμενοι γῆν | And when they saw him from a distance they did not know him; and they cried with a loud voice, and wept, and rent every one his garment, and sprinkled dust upon their heads, |
|
13
|
13
|
| παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα. | and they sat down beside him seven days and seven nights, and no one of them spoke; for they saw that his affliction was dreadful and very great. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΜΕΤΑ τοῦτο ἤνοιξεν ᾿Ιὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ | After this Job opened his mouth, and cursed his day, |
|
2
|
2
|
| λέγων· | saying, |
|
3
|
3
|
| ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν· ἰδοὺ ἄρσεν. | Let the day perish in which I was born, and that night in which they said, Behold a man-child! |
|
4
|
4
|
| ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· | Let that night be darkness, and let not the Lord regard it from above, neither let light come upon it. |
|
5
|
5
|
| ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ᾿ αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα | But let darkness and the shadow of death seize it; let blackness come upon it; |
|
6
|
6
|
| καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν· | let that day and night be cursed, let darkness carry them away; let it not come into the days of the year, neither let it be numbered with the days of the months. |
|
7
|
7
|
| ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ᾿ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή· | But let that night be pain, and let not mirth come upon it, nor joy. |
|
8
|
8
|
| ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. | But let him that curses that day curse it, even he that is ready to attack the great whale. |
|
9
|
9
|
| σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, | Let the stars of that night be darkened; let it remain dark, and not come into light; and let it not see the morning star arise: |
|
10
|
10
|
| ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου· ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. | because it shut not up the gates of my mother's womb, for so it would have removed sorrow from my eyes. |
|
11
|
11
|
| διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; | For why died I not in the belly? and why did I not come forth from the womb and die immediately? |
|
12
|
12
|
| ἱνατί δὲ συνήντησάν μοι γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα; | And why did the knees support me? and why did I suck the breasts? |
|
13
|
13
|
| νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην | Now I should have lain down and been quiet, I should have slept and been at rest, |
|
14
|
14
|
| μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, | with kings and councillors of the earth, who gloried in their swords; |
|
15
|
15
|
| ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, | or with rulers, whose gold was abundant, who filled their houses with silver: |
|
16
|
16
|
| ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. | or I should have been as an untimely birth proceeding from his mother's womb, or as infants who never saw light. |
|
17
|
17
|
| ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι· | There the ungodly have burnt out the fury of rage; there the wearied in body rest. |
|
18
|
18
|
| ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. | And the men of old time have together ceased to hear the exactor's voice. |
|
19
|
19
|
| μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ· | The small and great are there, and the servant that feared his lord. |
|
20
|
20
|
| ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; | For why is light given to those who are in bitterness, and life to the souls which are in griefs? |
|
21
|
21
|
| οἳ ἱμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, | who desire death, and obtain it not, digging for it as for treasures; |
|
22
|
22
|
| περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι. | and would be very joyful if they should gain it? |
|
23
|
23
|
| θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισε γὰρ ὁ Θεὸς κατ᾿ αὐτοῦ· | Death is rest to such a man, for God has hedged him in. |
|
24
|
24
|
| πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· | For my groaning comes before my food, and I weep being beset with terror. |
|
25
|
25
|
| φόβος γάρ, ὅν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι, | For the terror of which I meditated has come upon me, and that which I had feared has befallen me. |
|
26
|
26
|
| οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή. | I was not at peace, nor quiet, nor had I rest; yet wrath came upon me. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· | Then Eliphaz the Thæmanite answered and said, |
|
2
|
2
|
| μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ρημάτων σου τίς ὑποίσει; | Hast thou been often spoken to in distress? but who shall endure the force of thy words? |
|
3
|
3
|
| εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, | For whereas thou hast instructed many, and hast strengthened the hands of the weak one, |
|
4
|
4
|
| ἀσθενοῦντάς τε ἐξανέστησας ρήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας, | and hast supported the failing with words, and hast imparted courage to feeble knees. |
|
5
|
5
|
| νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας. | Yet now that pain has come upon thee, and touched thee, thou art troubled. |
|
6
|
6
|
| πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; | Is not thy fear founded in folly, thy hope also, and the mischief of thy way? |
|
7
|
7
|
| μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο; | Remember then who has perished, being pure? or when were the true-hearted utterly destroyed? |
|
8
|
8
|
| καθ᾿ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. | Accordingly as I have seen men ploughing barren places, and they that sow them will reap sorrows for themselves. |
|
9
|
9
|
| ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. | They shall perish by the command of the Lord, and shall be utterly consumed by the breath of his wrath. |
|
10
|
10
|
| σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη· | The strength of the lion, and the voice of the lioness, and the exulting cry of serpents are quenched. |
|
11
|
11
|
| μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. | The old lion has perished for want of food, and the lions' whelps have forsaken one another. |
|
12
|
12
|
| εἰ δέ τι ρῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ; | But if there had been any truth in thy words, none of these evils would have befallen thee. Shall not mine ear receive excellent revelations from him? |
|
13
|
13
|
| φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ᾿ ἀνθρώπους, | But as when terror falls upon men, with dread and a sound in the night, |
|
14
|
14
|
| φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε, | horror and trembling seized me, and caused all my bones greatly to shake. |
|
15
|
15
|
| καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. | And a spirit came before my face; and my hair and flesh quivered. |
|
16
|
16
|
| ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ᾿ ἢ αὔραν καὶ φωνὴν ἤκουον· | I arose and perceived it not: I looked, and there was no form before my eyes: but I only heard a breath and a voice, saying, |
|
17
|
17
|
| τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; | What, shall a mortal be pure before the Lord? or a man be blameless in regard to his works? |
|
18
|
18
|
| εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε, | Whereas he trusts not in his servants, and perceives perverseness in his angels. |
|
19
|
19
|
| τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον· | But as for them that dwell in houses of clay, of whom we also are formed of the same clay, he smites them like a moth. |
|
20
|
20
|
| καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσί, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. | And from morning to evening they no longer exist: they have perished, because they cannot help themselves. |
|
21
|
21
|
| ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. | For he blows upon them, and they are withered: they have perished for lack of wisdom. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ· | But call, if any one will hearken to thee, or if thou shalt see any of the holy angels. |
|
2
|
2
|
| καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος, | For wrath destroys the foolish one, and envy slays him that has gone astray. |
|
3
|
3
|
| ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. | And I have seen foolish ones taking root: but suddenly their habitation was devoured. |
|
4
|
4
|
| πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος· | Let their children be far from safety, and let them be crushed at the doors of vile men, and let there be no deliverer. |
|
5
|
5
|
| ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς· | For what they have collected, the just shall eat; but they shall not be delivered out of calamities: let their strength be utterly exhausted. |
|
6
|
6
|
| οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· | For labour cannot by any means come out of the earth, nor shall trouble spring out of the mountains: |
|
7
|
7
|
| ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται. | yet man is born to labour, and even so the vulture's young seek the high places. |
|
8
|
8
|
| οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι, | Nevertheless I will beseech the Lord, and will call upon the Lord, the sovereign of all; |
|
9
|
9
|
| τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· | who does great things and untraceable, glorious things also, and marvellous, of which there is no number: |
|
10
|
10
|
| τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν· | who gives rain upon the earth, sending water on the earth: |
|
11
|
11
|
| τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα· | who exalts the lowly, and raises up them that are lost: |
|
12
|
12
|
| διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. | frustrating the counsels of the crafty, and their hands shall not perform the truth: |
|
13
|
13
|
| ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν· | who takes the wise in their wisdom, and subverts the counsel of the crafty. |
|
14
|
14
|
| ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. | In the day darkness shall come upon them, and let them grope in the noon-day even as in the night: |
|
15
|
15
|
| ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· | and let them perish in war, and let the weak escape from the hand of the mighty. |
|
16
|
16
|
| εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. | And let the weak have hope, but the mouth of the unjust be stopped. |
|
17
|
17
|
| μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου· | But blessed is the man whom the Lord has reproved; and reject not thou the chastening of the Almighty. |
|
18
|
18
|
| αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. | For he causes a man to be in pain, and restores him again: he smites, and his hands heal. |
|
19
|
19
|
| ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. | Six times he shall deliver thee out of distresses: and in the seventh harm shall not touch thee. |
|
20
|
20
|
| ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. | In famine he shall deliver thee from death: and in war he shall free thee from the power of the sword. |
|
21
|
21
|
| ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. | He shall hide thee from the scourge of the tongue: and thou shalt not be afraid of coming evils. |
|
22
|
22
|
| ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· | Thou shalt laugh at the unrighteous and the lawless: and thou shalt not be afraid of wild beasts. |
|
23
|
23
|
| θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι. | For the wild beasts of the field shall be at peace with thee. |
|
24
|
24
|
| εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. | Then shalt thou know that thy house shall be at peace, and the provision for thy tabernacle shall not fail. |
|
25
|
25
|
| γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. | And thou shalt know that thy seed shall be abundant; and thy children shall be like the herbage of the field. |
|
26
|
26
|
| ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα. | And thou shalt come to the grave like ripe corn reaped in its season, or as a heap of the corn-flour collected in proper time. |
|
27
|
27
|
| ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας. | Behold, we have thus sought out these matters; these are what we have heard: but do thou reflect with thyself, if thou hast done anything wrong. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | But Job answered and said, |
|
2
|
2
|
| εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, | Oh that one would indeed weigh the wrath that is upon me, and take up my griefs in a balance together! |
|
3
|
3
|
| καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται. ἀλλ᾿ ὡς ἔοικε τὰ ρήματά μού ἐστι φαῦλα· | And verily they would be heavier than the sand by the seashore: but, as it seems, my words are vain. |
|
4
|
4
|
| βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. | For the arrows of the Lord are in my body, whose violence drinks up my blood: whenever I am going to speak, they pierce me. |
|
5
|
5
|
| τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ρήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; | What then? will the wild ass bray for nothing, if he is not seeking food? or again, will the ox low at the manger, when he has fodder? |
|
6
|
6
|
| εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ρήμασι κενοῖς; | Shall bread be eaten without salt? or again, is there taste in empty words? |
|
7
|
7
|
| οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος· | For my wrath cannot cease; for I perceive my food as the smell of a lion to be loathsome. |
|
8
|
8
|
| εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος. | For oh that he would grant my desire, and my petition might come, and the Lord would grant my hope! |
|
9
|
9
|
| ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. | Let the Lord begin and wound me, but let him not utterly destroy me. |
|
10
|
10
|
| εἴη δέ μου πόλις τάφος, ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς, οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ρήματα ἅγια Θεοῦ μου. | Let the grave be my city, upon the walls of which I have leaped: I will not shrink from it; for I have not denied the holy words of my God. |
|
11
|
11
|
| τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; | For what is my strength, that I continue? what is my time, that my soul endures? |
|
12
|
12
|
| μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκεαι; | Is my strength the strength of stones? or is my flesh of brass? |
|
13
|
13
|
| ἢ οὐκ ἐπ᾿ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ᾿ ἐμοῦ ἄπεστιν. | Or have I not trusted in him? but help is far from me. |
|
14
|
14
|
| ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με. | Mercy has rejected me; and the visitation of the Lord has disregarded me. |
|
15
|
15
|
| οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με. | My nearest relations have not regarded me; they have passed me by like a failing brook, or like a wave. |
|
16
|
16
|
| οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· | They who used to reverence me, now have come against me like snow or congealed ice. |
|
17
|
17
|
| καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, | When it has melted at the approach of heat, it is not known what it was. |
|
18
|
18
|
| οὕτω κἀγὼ καταλείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. | Thus I also have been deserted of all; and I am ruined, and become an outcast. |
|
19
|
19
|
| ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν, οἱ διορῶντες· | Behold the ways of the Thæmanites, ye that mark the paths of the Sabæans. |
|
20
|
20
|
| καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. | They too that trust in cities and riches shall come to shame. |
|
21
|
21
|
| ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε· | But ye also have come to me without pity; so that beholding my wound ye are afraid. |
|
22
|
22
|
| τί γάρ; μή τι ἡμᾶς ᾔτησα ἢ τῆς παρ᾿ ὑμῶν ἰσχύος ἐπιδέομαι, | What? have I made any demand of you? or do I ask for strength from you, |
|
23
|
23
|
| ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ρύσασθαί με; | to deliver me from enemies, or to rescue me from the hand of the mighty ones? |
|
24
|
24
|
| διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. | Teach ye me, and I will be silent: if in anything I have erred, tell me. |
|
25
|
25
|
| ἀλλ᾿ ὡς ἔοικε, φαῦλα ἀληθινοῦ ρήματα, οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι· | But as it seems, the words of a true man are vain, because I do not ask strength of you. |
|
26
|
26
|
| οὐδὲ ἔλεγχος ὑμῶν ρήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ρήματος ἀνέξομαι. | Neither will your reproof cause me to cease my words, for neither will I endure the sound of your speech. |
|
27
|
27
|
| πλὴν ὅτι ἐπ᾿ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. | Even because ye attack the fatherless, and insult your friend. |
|
28
|
28
|
| νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι. | But now, having looked upon your countenances, I will not lie. |
|
29
|
29
|
| καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. | Sit down now, and let there not be unrighteousness; and unite again with the just. |
|
30
|
30
|
| οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ; | For there is no injustice in my tongue; and does not my throat meditate understanding? |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΠΟΤΕΡΟΝ οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; | Is not the life of man upon earth a state of trial? and his existence as that of a hireling by the day? |
|
2
|
2
|
| ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; | Or as a servant that fears his master, and one who has grasped a shadow? or as a hireling waiting for his pay? |
|
3
|
3
|
| οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. | So have I also endured months of vanity, and nights of pain have been appointed me. |
|
4
|
4
|
| ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ᾿ ἂν ἀναστῶ, πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ. | Whenever I lie down, I say, When will it be day? and whenever I rise up, again I say when will it be evening? and I am full of pains from evening to morning. |
|
5
|
5
|
| φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. | And my body is covered with loathsome worms; and I waste away, scraping off clods of dust from my eruption. |
|
6
|
6
|
| ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. | And my life is lighter than a word, and has perished in vain hope. |
|
7
|
7
|
| μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. | Remember then that my life is breath, and mine eye shall not yet again see good. |
|
8
|
8
|
| οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με· οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ | The eye of him that sees me shall not see me again: thine eyes are upon me, and I am no more. |
|
9
|
9
|
| ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ᾿ οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾄδην, οὐκέτι μὴ ἀναβῇ, | I am as a cloud that is cleared away from the sky: for if a man go down to the grave, he shall not come up again: |
|
10
|
10
|
| οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδ’ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. | and he shall surely not return to his own house, neither shall his place know him any more. |
|
11
|
11
|
| ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος. | Then neither will I refrain my mouth: I will speak being in distress; being in anguish I will disclose the bitterness of my soul. |
|
12
|
12
|
| πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ᾿ ἐμὲ φυλακήν; | Am I a sea, or a serpent, that thou hast set a watch over me? |
|
13
|
13
|
| εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. | I said that my bed should comfort me, and I would privately counsel with myself on my couch. |
|
14
|
14
|
| ἐκφοβεῖς με ἐνυπνίοις καὶ ὁράμασί με καταπλήσσεις. | Thou scarest me with dreams, and dost terrify me with visions. |
|
15
|
15
|
| ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου· | Thou wilt separate life from my spirit; and yet keep my bones from death. |
|
16
|
16
|
| οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ᾿ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. | For I shall not live for ever, that I should patiently endure: depart from me, for my life is vain. |
|
17
|
17
|
| τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν | For what is man, that thou hast magnified him? or that thou givest heed to him? |
|
18
|
18
|
| ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; | Wilt thou visit him till the morning, and judge him till the time of rest? |
|
19
|
19
|
| ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; | How long dost thou not let me alone, nor let me go, until I shall swallow down my spittle? |
|
20
|
20
|
| εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; | If I have sinned, what shall I be able to do, O thou that understandest the mind of men? why hast thou made me as thine accuser, and why am I a burden to thee? |
|
21
|
21
|
| καὶ διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. | Why hast thou not forgotten my iniquity, and purged my sin? but now I shall depart to the earth; and in the morning, I am no more. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· | Then Baldad the Sauchite answered, and said, |
|
2
|
2
|
| μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυρρῆμον τοῦ στόματός σου; | How long wilt thou speak these things, how long shall the breath of thy mouth be abundant in words? |
|
3
|
3
|
| μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; | Will the Lord be unjust when he judges; or will he that has made all things pervert justice? |
|
4
|
4
|
| εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. | If thy sons have sinned before him, he has cast them away because of their transgression. |
|
5
|
5
|
| σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος. | But be thou early in prayer to the Lord Almighty. |
|
6
|
6
|
| εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· | If thou art pure and true, he will hearken to thy supplication, and will restore to thee the habitation of righteousness. |
|
7
|
7
|
| ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. | Though then thy beginning should be small, yet thy end should be unspeakably great. |
|
8
|
8
|
| ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· | For ask of the former generation, and search diligently among the race of our fathers: |
|
9
|
9
|
| χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος. | (for we are of yesterday, and know nothing; for our life upon the earth is a shadow:) |
|
10
|
10
|
| ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ρήματα; | shall not these teach thee, and report to thee, and bring out words from their heart? |
|
11
|
11
|
| μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; | Does the rush flourish without water, or shall the flag grow up without moisture? |
|
12
|
12
|
| ἔτι ὂν ἐπὶ ρίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται; | When it is yet on the root, and though it has not been cut down, does not any herb wither before it has received moisture? |
|
13
|
13
|
| οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. | Thus then shall be the end of all that forget the Lord: for the hope of the ungodly shall perish. |
|
14
|
14
|
| ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. | For his house shall be without inhabitants, and his tent shall prove a spider's web. |
|
15
|
15
|
| ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ· | If he should prop up his house, it shall not stand: and when he has taken hold of it, it shall not remain. |
|
16
|
16
|
| ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ράδαμνος αὐτοῦ ἐξελεύσεται. | For it is moist under the sun, and his branch shall come forth out of his dung-heap. |
|
17
|
17
|
| ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. | He lies down upon a gathering of stones, and shall live in the midst of flints. |
|
18
|
18
|
| ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα, | If God should destroy him, his place shall deny him. Hast thou not seen such things, |
|
19
|
19
|
| ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει. | that such is the overthrow of the ungodly? and out of the earth another shall grow. |
|
20
|
20
|
| ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. | For the Lord will by no means reject the harmless man; but he will not receive any gift of the ungodly. |
|
21
|
21
|
| ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως· | But he will fill with laughter the mouth of the sincere, and their lips with thanksgiving. |
|
22
|
22
|
| οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται. | But their adversaries shall clothe themselves with shame; and the habitation of the ungodly shall perish. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | Then Job answered and said, |
|
2
|
2
|
| ἐπ᾿ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ; | I know of a truth that it is so: for how shall a mortal man be just before the Lord? |
|
3
|
3
|
| ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων· | For if he would enter into judgment with him, God would not hearken to him, so that he should answer to one of his charges of a thousand. |
|
4
|
4
|
| σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; | For he is wise in mind, and mighty, and great: who has hardened himself against him and endured? |
|
5
|
5
|
| ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ· | Who wears out the mountains, and men know it not: who overturns them in anger. |
|
6
|
6
|
| ὁ σείων τὴν ὑπ᾿ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· | Who shakes the earth under heaven from its foundations, and its pillars totter. |
|
7
|
7
|
| ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· | Who commands the sun, and it rises not; and he seals up the stars. |
|
8
|
8
|
| ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπ᾿ ἐδάφους ἐπὶ θαλάσσης· | Who alone has stretched out the heavens, and walks on the sea as on firm ground. |
|
9
|
9
|
| ὁ ποιῶν Πλειάδα καὶ ῞Εσπερον καὶ ᾿Αρκτοῦρον, καὶ ταμιεῖα νότου· | Who makes Pleias, and Hesperus, and Arcturus, and the chambers of the south. |
|
10
|
10
|
| ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. | Who does great and unsearchable things; glorious also and excellent things, innumerable. |
|
11
|
11
|
| ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδ᾿ ὧς ἔγνων. | If ever he should go beyond me, I shall not see him: if he should pass by me, neither thus have I known it. |
|
12
|
12
|
| ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; | If he would take away, who shall turn him back? or who shall say to him, What hast thou done? |
|
13
|
13
|
| αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ᾿ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ᾿ οὐρανόν. | For if he has turned away his anger, the whales under heaven have stooped under him. |
|
14
|
14
|
| ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ρήματά μου· | Oh then that he would hearken to me, or judge my cause. |
|
15
|
15
|
| ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήομαι· | For though I be righteous, he will not hearken to me: I will intreat his judgment. |
|
16
|
16
|
| ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς. | And if I should call and he should not hearken, I cannot believe that he has listened to my voice. |
|
17
|
17
|
| μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς· | Let him not crush me with a dark storm: but he has made my bruises many without cause. |
|
18
|
18
|
| οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησε δέ με πικρίας. | For he suffers me not to take breath, but he has filled me with bitterness. |
|
19
|
19
|
| ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; | For indeed he is strong in power: who then shall resist his judgment? |
|
20
|
20
|
| ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. | For though I should seem righteous, my mouth will be profane: and though I should seem blameless, I shall be proved perverse. |
|
21
|
21
|
| εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή. | For even if I have sinned, I know it not in my soul: but my life is taken away. |
|
22
|
22
|
| διὸ εἶπον· μέγα καὶ δυνάστην ἀπολλύει ὀργή, | Wherefore I said, Wrath slays the great and mighty man. |
|
23
|
23
|
| ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται· | For the worthless die, but the righteous are laughed to scorn. |
|
24
|
24
|
| παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν; | For they are delivered into the hands of the unrighteous man: he covers the faces of the judges of the earth: but if it be not he, who is it? |
|
25
|
25
|
| ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. | But my life is swifter than a post: my days have fled away, and they knew it not. |
|
26
|
26
|
| ἢ καί ἐστι ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; | Or again, is there a trace of their path left by ships? or is there one of the flying eagle as it seeks its prey? |
|
27
|
27
|
| ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω. | And if I should say, I will forget to speak, I will bow down my face and groan; |
|
28
|
28
|
| σείομαι πᾶσι τοῖς μέλεσιν, οἶδα γάρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις. | I quake in all my limbs, for I know that thou wilt not leave me alone as innocent. |
|
29
|
29
|
| ἐπειδὴ δέ εἰμι ἀσεβής, διατί οὐκ ἀπέθανον; | But since I am ungodly, why have I not died? |
|
30
|
30
|
| ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, | For if I should wash myself with snow, and purge myself with pure hands, |
|
31
|
31
|
| ἱκανῶς ἐν ρύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή· | thou hadst thoroughly plunged me in filth, and my garment had abhorred me. |
|
32
|
32
|
| οὐ γὰρ εἶ ἄνθρωπος κατ᾿ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. | For thou art not man like me, with whom I could contend, that we might come together to judgment. |
|
33
|
33
|
| εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων· | Would that he our mediator were present, and a reprover, and one who should hear the cause between both. |
|
34
|
34
|
| ἀπαλλαξάτω ἀπ᾿ ἐμοῦ τὴν ράβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω, | Let him remove his rod from me, and let not his fear terrify me: |
|
35
|
35
|
| καὶ οὐ μὴ φοβηθῷ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι. | so shall I not be afraid, but I will speak: for I am not thus conscious of guilt. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΚΑΜΝΩΝ τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ᾿ αὐτὸν τὰ ρήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος | Weary in my soul, I will pour my words with groans upon him: I will speak being straitened in the bitterness of my soul. |
|
2
|
2
|
| καὶ ἐρῶ πρὸς Κύριον· μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας; | And I will say to the Lord, Do not teach me to be impious; and wherefore hast thou thus judged me? |
|
3
|
3
|
| ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες; | Is it good before thee if I be unrighteous? for thou hast disowned the work of thy hands, and attended to the counsel of the ungodly. |
|
4
|
4
|
| ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ; | Or dost thou see as a mortal sees? or wilt thou look as a man sees? |
|
5
|
5
|
| ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός; | Or is thy life human, or thy years the years of a man, |
|
6
|
6
|
| ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας; | that thou hast enquired into mine iniquity, and searched out my sins? |
|
7
|
7
|
| οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; | For thou knowest that I have not committed iniquity: but who is he that can deliver out of thy hands? |
|
8
|
8
|
| αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. | Thy hands have formed me and made me; afterwards thou didst change thy mind, and smite me. |
|
9
|
9
|
| μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. | Remember that thou hast made me as clay, and thou dost turn me again to earth. |
|
10
|
10
|
| ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ; | Hast thou not poured me out like milk, and curdled me like cheese? |
|
11
|
11
|
| δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. | And thou didst clothe me with skin and flesh, and frame me with bones and sinews. |
|
12
|
12
|
| ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾿ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα. | And thou didst bestow upon me life and mercy, and thy oversight has preserved my spirit. |
|
13
|
13
|
| ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. | Having these things in thyself, I know that thou canst do all things; for nothing is impossible with thee. |
|
14
|
14
|
| ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας. | And if I should sin, thou watchest me; and thou hast not cleared me from iniquity. |
|
15
|
15
|
| ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. | Or if I should be ungodly, woe is me: and if I should be righteous, I cannot lift myself up, for I am full of dishonour. |
|
16
|
16
|
| ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις | For I am hunted like a lion for slaughter; for again thou hast changed and art terribly destroying me; |
|
17
|
17
|
| ἐπανακαινίζων ἐπ᾿ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ᾿ ἐμὲ πειρατήρια. | renewing against me my torture: and thou hast dealt with me in great anger, and thou hast brought trials upon me. |
|
18
|
18
|
| ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε, | Why then didst thou bring me out of the womb? and why did I not die, and no eye see me, |
|
19
|
19
|
| καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; | and I become as if I had not been? for why was I not carried from the womb to the grave? |
|
20
|
20
|
| ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν | Is not the time of my life short? suffer me to rest a little, |
|
21
|
21
|
| πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, | before I go whence I shall not return, to a land of darkness and gloominess; |
|
22
|
22
|
| εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. | to a land of perpetual darkness, where there is no light, neither can any one see the life of mortals. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· | Then Sophar the Minæan answered and said, |
|
2
|
2
|
| ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. | He that speaks much, should also hear on the other side: or does the fluent speaker think himself to be righteous? blessed is the short-lived offspring of woman. |
|
3
|
3
|
| μὴ πολὺς ἐν ρήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι· | Be not a speaker of many words; for is there none to answer thee? |
|
4
|
4
|
| μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. | For say not, I am pure in my works, and blameless before him. |
|
5
|
5
|
| ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρός σε, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ; | But oh that the Lord would speak to thee, and open his lips with thee! |
|
6
|
6
|
| εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατά σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας. | Then shall he declare to thee the power of wisdom; for it shall be double of that which is with thee: and then shalt thou know, that a just recompence of thy sins has come to thee from the Lord. |
|
7
|
7
|
| ἦ ἴχνος Κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ Παντοκράτωρ; | Wilt thou find out the traces of the Lord? or hast thou come to the end of that which the Almighty has made? |
|
8
|
8
|
| ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾃδου τί οἶδας; | Heaven is high; and what wilt thou do? and there are deeper things than those in hell; what dost thou know? |
|
9
|
9
|
| ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης; | Or longer than the measure of the earth, or the breadth of the sea. |
|
10
|
10
|
| ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; | And if he should overthrow all things, who will say to him, What hast thou done? |
|
11
|
11
|
| αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. | For he knows the works of transgressors; and when he sees wickedness, he will not overlook it. |
|
12
|
12
|
| ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. | But man vainly buoys himself up with words; and a mortal born of woman is like an ass of the desert. |
|
13
|
13
|
| εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν, | For if thou hast made thine heart pure, and liftest up thine hands towards him; |
|
14
|
14
|
| εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. | if there is any iniquity in thy hands, put it far from thee, and let not unrighteousness lodge in thy habitation. |
|
15
|
15
|
| οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ρύπον, καὶ οὐ μὴ φοβηθῇς· | For thus shall thy countenance shine again, as pure water; and thou shalt divest thyself of uncleanness, and shalt not fear. |
|
16
|
16
|
| καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ. | And thou shalt forget trouble, as a wave that has passed by; and thou shalt not be scared. |
|
17
|
17
|
| ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή· | And thy prayer shall be as the morning star, and life shall arise to thee as from the noon-day. |
|
18
|
18
|
| πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. | And thou shalt be confident, because thou hast hope; and peace shall dawn to thee from out of anxiety and care. |
|
19
|
19
|
| ἡσυχάσεις γάρ, καὶ οὐ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. | For thou shalt be at ease, and there shall be no one to fight against thee; and many shall charge, and make supplication to thee. |
|
20
|
20
|
| σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. | But safety shall fail them; for their hope is destruction, and the eyes of the ungodly shall waste away. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | And Job answered and said, |
|
2
|
2
|
| εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ᾿ ὑμῶν τελευτήσει σοφία. | So then ye alone are men, and wisdom shall die with you? |
|
3
|
3
|
| κἀμοὶ μὲν καρδία καθ᾿ ὑμᾶς ἐστι· | But I also have a heart as well as you. |
|
4
|
4
|
| δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα· | For a righteous and blameless man has become a subject for mockery. |
|
5
|
5
|
| εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, | For it had been ordained that he should fall under others at the appointed time, and that his houses should be spoiled by transgressors: let not however any one trust that, being evil, he shall be held guiltless, |
|
6
|
6
|
| ὅσοι παροργίζουσι τὸν Κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. | even as many as provoke the Lord, as if there were indeed to be no inquisition made of them. |
|
7
|
7
|
| ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσι, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν· | But ask now the beasts, if they may speak to thee; and the birds of the air, if they may declare to thee. |
|
8
|
8
|
| ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. | Tell the earth, if it may speak to thee: and the fishes of the sea shall explain to thee. |
|
9
|
9
|
| τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; | Who then has not known in all these things, that the hand of the Lord has made them? |
|
10
|
10
|
| εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου; | Whereas the life of all living things is in his hand, and the breath of every man. |
|
11
|
11
|
| οὖς μὲν γὰρ ρήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. | For the ear tries words, and the palate tastes meats. |
|
12
|
12
|
| ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη. | In length of time is wisdom, and in long life knowledge. |
|
13
|
13
|
| παρ᾿ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. | With him are wisdom and power, with him counsel and understanding. |
|
14
|
14
|
| ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατ᾿ ἀνθρώπων, τίς ἀνοίξει; | If he should cast down, who will build up? if he should shut up against men, who shall open? |
|
15
|
15
|
| ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. | If he should withhold the water, he will dry the earth: and if he should let it loose, he overthrows and destroys it. |
|
16
|
16
|
| παρ᾿ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. | With him are strength and power: he has knowledge and understanding. |
|
17
|
17
|
| διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. | He leads counsellors away captive, and maddens the judges of the earth. |
|
18
|
18
|
| καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησε ζώνῃ ὀσφύας αὐτῶν. | He seats kings upon thrones, and girds their loins with a girdle. |
|
19
|
19
|
| ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψε. | He sends away priests into captivity, and overthrows the mighty ones of the earth. |
|
20
|
20
|
| διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. | He changes the lips of the trusty, and he knows the understanding of the elders. |
|
21
|
21
|
| ἐκχέων ἀτιμίαν ἐπ᾿ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. | He pours dishonour upon princes, and heals the lowly. |
|
22
|
22
|
| ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. | Revealing deep things out of darkness: and he has brought into light the shadow of death. |
|
23
|
23
|
| πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωνύων ἔθνη καὶ καθοδηγῶν αὐτά. | Causing the nations to wander, and destroying them: overthrowing the nations, and leading them away. |
|
24
|
24
|
| διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ἐν ὁδῷ, ᾗ οὐκ ᾔδεισαν. | Perplexing the minds of the princes of the earth: and he causes them to wander in a way they have not known, saying, |
|
25
|
25
|
| ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων. | Let them grope in darkness, and let there be no light, and let them wander as a drunken man. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΙΔΟΥ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς· | Behold, mine eye has seen these things, and mine ear has heard them. |
|
2
|
2
|
| καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. | And I know all that ye too know; and I have not less understanding than you. |
|
3
|
3
|
| οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. | Nevertheless I will speak to the Lord, and I will reason before him, if he will. |
|
4
|
4
|
| ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. | But ye are all bad physicians, and healers of diseases. |
|
5
|
5
|
| εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. | But would that ye were silent, and it would be wisdom to you in the end. |
|
6
|
6
|
| ἀκούσατε ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. | But hear ye the reasoning of my mouth, and attend to the judgment of my lips. |
|
7
|
7
|
| πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; | Do ye not speak before the Lord, and utter deceit before him? |
|
8
|
8
|
| ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. | Or will ye draw back? nay, do ye yourselves be judges. |
|
9
|
9
|
| καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, | For it were well if he would thoroughly search you: for though doing all things in your power ye should attach yourselves to him, |
|
10
|
10
|
| οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, | he will not reprove you at all the less: but if moreover ye should secretly respect persons, |
|
11
|
11
|
| πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ᾿ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; | shall not his whirlpool sweep you round, and terror from him fall upon you? |
|
12
|
12
|
| ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. | And your glorying shall prove in the end to you like ashes, and your body like a body of clay. |
|
13
|
13
|
| κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ | Be silent, that I may speak, and cease from mine anger, |
|
14
|
14
|
| ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί. | while I may take my flesh in my teeth, and put my life in my hand. |
|
15
|
15
|
| ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· | Though the Mighty One should lay hand upon me, forasmuch as he has begun, verily I will speak, and plead before him. |
|
16
|
16
|
| καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. | And this shall turn to me for salvation; for fraud shall have no entrance before him. |
|
17
|
17
|
| ἀκούσατε ἀκούσατε τὰ ρήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. | Hear, hear ye my words, for I will declare in your hearing. |
|
18
|
18
|
| ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι· | Behold, I am near my judgment: I know that I shall appear evidently just. |
|
19
|
19
|
| τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; | For who is he that shall plead with me, that I should now be silent, and expire? |
|
20
|
20
|
| δυοῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι. | But grant me two things: then I will not hide myself from thy face. |
|
21
|
21
|
| τὴν χεῖρα ἀπ᾿ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. | Withhold thine hand from me: and let not thy fear terrify me. |
|
22
|
22
|
| εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. | Then shalt thou call, and I will hearken to thee: or thou shalt speak, and I will give thee an answer. |
|
23
|
23
|
| πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί. | How many are my sins and my transgressions? teach me what they are. |
|
24
|
24
|
| διατί ἀπ᾿ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; | Wherefore hidest thou thyself from me, and deemest me thine enemy? |
|
25
|
25
|
| ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; | Wilt thou be startled at me, as at a leaf shaken by the wind? or wilt thou set thyself against me as against grass borne upon the breeze? |
|
26
|
26
|
| ὅτι κατέγραψας κατ᾿ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, | For thou hast written evil things against me, and thou hast compassed me with the sins of my youth. |
|
27
|
27
|
| ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ρίζας τῶν ποδῶν μου ἀφίκου· | And thou hast placed my foot in the stocks; and thou hast watched all my works, and hast penetrated to my heels. |
|
28
|
28
|
| ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. | I am as that which waxes old like a bottle, or like a moth-eaten garment. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΒΡΟΤΟΣ γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς | For a mortal born of a woman is short-lived, and full of wrath. |
|
2
|
2
|
| ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. | Or he falls like a flower that has bloomed; and he departs like a shadow, and cannot continue. |
|
3
|
3
|
| οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου; | Hast thou not taken account even of him, and caused him to enter into judgment before thee? |
|
4
|
4
|
| τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ρύπου; ἀλλ᾿ οὐθείς, | For who shall be pure from uncleanness? not even one; |
|
5
|
5
|
| ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ᾿ αὐτοῦ· εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. | if even his life should be but one day upon the earth: and his months are numbered by him: thou hast appointed him for a time, and he shall by no means exceed it. |
|
6
|
6
|
| ἀπόστα ἀπ᾿ αὐτοῦ, ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. | Depart from him, that he may be quiet, and take pleasure in his life, though as a hireling. |
|
7
|
7
|
| ἔστι γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ράδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ· | For there is hope for a tree, even if it should be cut down, that it shall blossom again, and its branch shall not fail. |
|
8
|
8
|
| ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ρίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, | For though its root should grow old in the earth, and its stem die in the rock; |
|
9
|
9
|
| ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. | it will blossom from the scent of water, and will produce a crop, as one newly planted. |
|
10
|
10
|
| ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστί· | But a man that has died is utterly gone; and when a mortal has fallen, he is no more. |
|
11
|
11
|
| χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· | For the sea wastes in length of time, and a river fails and is dried up. |
|
12
|
12
|
| ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ· καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. | And man that has lain down in death shall certainly not rise again till the heaven be dissolved, and they shall not awake from their sleep. |
|
13
|
13
|
| εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ· | For oh that thou hadst kept me in the grave, and hadst hidden me until thy wrath should cease, and thou shouldest set me a time in which thou wouldest remember me! |
|
14
|
14
|
| ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως ἂν πάλιν γένωμαι. | For if a man should die, shall he live again, having accomplished the days of his life? I will wait till I exist again? |
|
15
|
15
|
| εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. | Then shalt thou call, and I will hearken to thee: but do not thou reject the work of thine hands. |
|
16
|
16
|
| ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου· | But thou hast numbered my devices: and not one of my sins shall escape thee? |
|
17
|
17
|
| ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκρων παρέβην. | And thou hast sealed up my transgressions in a bag, and marked if I have been guilty of any transgression unawares. |
|
18
|
18
|
| καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται, καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. | And verily a mountain falling will utterly be destroyed, and a rock shall be worn out of its place. |
|
19
|
19
|
| λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. | The waters wear the stones, and waters falling headlong overflow a heap of the earth: and thou destroyest the hope of man. |
|
20
|
20
|
| ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον, καὶ ἐξαπέστειλας· | Thou drivest him to an end, and he is gone: thou settest thy face against him, and sendest him away; |
|
21
|
21
|
| πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ, οὐκ οἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται· | and though his children be multiplied, he knows it not; and if they be few, he is not aware. |
|
22
|
22
|
| ἀλλ᾿ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. | But his flesh is in pain, and his soul mourns. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· | Then Eliphaz the Thæmanite answered and said, |
|
2
|
2
|
| πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα καὶ ἐνέπλησε πόνον γαστρὸς | Will a wise man give for answer a mere breath of wisdom? and does he fill up the pain of his belly, |
|
3
|
3
|
| ἐλέγχων ἐν ρήμασιν, οἷς οὐ δεῖ, καὶ ἐν λόγοις, οἷς οὐδὲν ὄφελος; | reasoning with improper sayings, and with words wherein is no profit? |
|
4
|
4
|
| οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ρήματα τοιαῦτα ἔναντι τοῦ Κυρίου; | Hast not thou moreover cast off fear, and accomplished such words before the Lord? |
|
5
|
5
|
| ἔνοχος εἶ ρήμασι στόματός σου, οὐδὲ διέκρινας ρήματα δυναστῶν. | Thou art guilty by the words of thy mouth, neither hast thou discerned the words of the mighty. |
|
6
|
6
|
| ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσί σου· | Let thine own mouth, and not me, reprove thee: and thy lips shall testify against thee. |
|
7
|
7
|
| τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; | What! art thou the first man that was born? or wert thou established before the hills? |
|
8
|
8
|
| ἦ σύνταγμα Κυρίου ἀκήκοας, ἢ συμβούλῳ σοι ἐχρήσατο ὁ Θεός, εἰς δὲ σὲ ἀφίκετο σοφία; | Or hast thou heard the ordinance of the Lord? or has God used thee as his counsellor? and has wisdom come only to thee? |
|
9
|
9
|
| τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; ἢ τί συνίεις σύ, ὃ οὐ καὶ ἡμεῖς; | For what knowest thou, that we know not? or what understandest thou, which we do not also? |
|
10
|
10
|
| καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν, βαρύτερος τοῦ πατρός σου ἡμέραις. | Truly among us are both the old and very aged man, more advanced in days than thy father. |
|
11
|
11
|
| ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, μεγάλως ὑπερβαλλόντως λελάληκας. | Thou hast been scourged for but few of thy sins: thou hast spoken haughtily and extravagantly. |
|
12
|
12
|
| τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ὑπένεγκαν οἱ ὀφθαλμοί σου; | What has thine heart dared? or what have thine eyes aimed at, |
|
13
|
13
|
| ὅτι θυμὸν ἔρρηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ρήματα τοιαῦτα. | that thou hast vented thy rage before the Lord, and delivered such words from thy mouth? |
|
14
|
14
|
| τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; | For who, being a mortal, is such that he shall be blameless? or, who that is born of a woman, that he should be just? |
|
15
|
15
|
| εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ; | Forasmuch as he trusts not his saints; and the heaven is not pure before him. |
|
16
|
16
|
| ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνήρ, πίνων ἀδικίας ἴσα ποτῷ· | Alas then, abominable and unclean is man, drinking unrighteousness as a draught. |
|
17
|
17
|
| ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἐώρακα, ἀναγγελῶ σοι, | But I will tell thee, hearken to me; I will tell thee now what I have seen; |
|
18
|
18
|
| ἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν· | things wise men say, and their fathers have not hidden. |
|
19
|
19
|
| αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾿ αὐτούς. | To them alone the earth was given, and no stranger came upon them. |
|
20
|
20
|
| πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, | All the life of the ungodly is spent in care, and the years granted to the oppressor are numbered. |
|
21
|
21
|
| ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. | And his terror is in his ears: just when he seems to be at peace, his overthrow will come. |
|
22
|
22
|
| μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, | Let him not trust that he shall return from darkness, for he has been already made over to the power of the sword. |
|
23
|
23
|
| κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδε δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει, | And he has been appointed to be food for vultures; and he knows within himself that he is doomed to be a carcase: and a dark day shall carry him away as with a whirlwind. |
|
24
|
24
|
| ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων. | Distress also and anguish shall come upon him: he shall fall as a captain in the first rank. |
|
25
|
25
|
| ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ Κυρίου, ἔναντι δὲ Κυρίου παντοκράτορος ἐτραχηλίασεν, | For he has lifted his hands against the Lord, and he has hardened his neck against the Almighty Lord. |
|
26
|
26
|
| ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, | And he has run against him with insolence, on the thickness of the back of his shield. |
|
27
|
27
|
| ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρίων. | For he has covered his face with his fat, and made layers of fat upon his thighs. |
|
28
|
28
|
| αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται. | And let him lodge in desolate cities, and enter into houses without inhabitant: and what they have prepared, others shall carry away. |
|
29
|
29
|
| οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα, οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν | Neither shall he at all grow rich, nor shall his substance remain: he shall not cast a shadow upon the earth. |
|
30
|
30
|
| οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος. τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. | Neither shall he in any wise escape the darkness: let the wind blast his blossom, and let his flower fall off. |
|
31
|
31
|
| μὴ πιστευέτω ὅτι ὑπομενεῖ, κενὰ γὰρ ἀποβήσεται αὐτῷ· | Let him not think that he shall endure; for his end shall be vanity. |
|
32
|
32
|
| ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ράδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· | His harvest shall perish before the time, and his branch shall not flourish. |
|
33
|
33
|
| τρυγηθείη δὲ ὡς ὄμβραξ πρὸς ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. | And let him be gathered as the unripe grape before the time, and let him fall as the blossom of the olive. |
|
34
|
34
|
| μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. | For death is the witness of an ungodly man, and fire shall burn the houses of them that receive gifts. |
|
35
|
35
|
| ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ ἑαυτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. | And he shall conceive sorrows, and his end shall be vanity, and his belly shall bear deceit. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | But Job answered and said, |
|
2
|
2
|
| ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. | I have heard many such things: poor comforters are ye all. |
|
3
|
3
|
| τί γάρ; μὴ τάξις ἐστὶ ρήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; | What! is there any reason in vain words? or what will hinder thee from answering? |
|
4
|
4
|
| κἀγὼ καθ᾿ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ρήμασι, κινήσω δὲ καθ᾿ ὑμῶν κεφαλήν· | I also will speak as ye do: if indeed your soul were in my soul's stead, then would I insult you with words, and I would shake my head at you. |
|
5
|
5
|
| εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. | And would there were strength in my mouth, and I would not spare the movement of my lips. |
|
6
|
6
|
| ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; | For if I should speak, I shall not feel the pain of my wound: and if I should be silent, how shall I be wounded the less? |
|
7
|
7
|
| νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα, | But now he has made me weary, and a worn-out fool; and thou hast laid hold of me. |
|
8
|
8
|
| καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. | My falsehood has become a testimony, and has risen up against me: it has confronted me to my face. |
|
9
|
9
|
| ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν. | In his anger he has cast me down; he has gnashed his teeth upon me: the weapons of his robbers have fallen upon me. |
|
10
|
10
|
| ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾿ ἐμοί· | He has attacked me with the keen glances of his eyes; with his sharp spear he has smitten me down upon my knees; and they have run upon me with one accord. |
|
11
|
11
|
| παρέδωκε γάρ με ὁ Κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. | For the Lord has delivered me into the hands of unrighteous men, and thrown me upon the ungodly. |
|
12
|
12
|
| εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν. | When I was at peace he distracted me: he took me by the hair of the head, and plucked it out: he set me up as a mark. |
|
13
|
13
|
| ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· | They surrounded me with spears, aiming at my reins: without sparing me they poured out my gall upon the ground. |
|
14
|
14
|
| κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι. | They overthrew me with fall upon fall: they ran upon me in their might. |
|
15
|
15
|
| σάκκον ἔρραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. | They sewed sackcloth upon my skin, and my strength has been spent on the ground. |
|
16
|
16
|
| ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. | My belly has been parched with wailing, and darkness is on my eyelids. |
|
17
|
17
|
| ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. | Yet there was no injustice in my hands, and my prayer is pure. |
|
18
|
18
|
| γῆ, μὴ ἐπικαλύψῃ ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. | Earth, cover not over the blood of my flesh, and let my cry have no place. |
|
19
|
19
|
| καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. | And now, behold, my witness is in heaven, and my advocate is on high. |
|
20
|
20
|
| ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. | Let my supplication come to the Lord, and let mine eye weep before him. |
|
21
|
21
|
| εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. | Oh that a man might plead before the Lord, even as the son of man with his neighbour! |
|
22
|
22
|
| ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾖ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι. | But my years are numbered and their end come, and I shall go by the way by which I shall not return. |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΟΛΕΚΟΜΑΙ πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω. | I perish, carried away by the wind, and I seek for burial, and obtain it not. |
|
2
|
2
|
| λίσσομαι κάμνων, καὶ τί ποιήσας; | Weary I intreat; and what have I done? and strangers have stolen my goods. |
|
3
|
3
|
| ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω. | Who is this? let him join hands with me. |
|
4
|
4
|
| ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. | For thou hast hid their heart from wisdom; therefore thou shalt not exalt them. |
|
5
|
5
|
| τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δὲ ἐφ᾿ υἱοῖς ἐτάκησαν. | He shall promise mischief to his companions: but their eyes have failed for their children. |
|
6
|
6
|
| ἔθου δέ με θρύλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην· | But thou hast made me a byword among the nations, and I am become a scorn to them. |
|
7
|
7
|
| πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. | For my eyes are dimmed through pain; I have been grievously beset by all. |
|
8
|
8
|
| θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· | Wonder has seized true men upon this; and let the just rise up against the transgressor. |
|
9
|
9
|
| σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. | But let the faithful hold on his own way, and let him that is pure of hands take courage. |
|
10
|
10
|
| οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. | Howbeit, do ye all strengthen yourselves and come now, for I do not find truth in you. |
|
11
|
11
|
| αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. | My days have passed in groaning, and my heart-strings are broken. |
|
12
|
12
|
| νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους· | I have turned the night into day: the light is short because of darkness. |
|
13
|
13
|
| ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. | For if I remain, Hades is my habitation: and my bed has been made in darkness. |
|
14
|
14
|
| θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. | I have called upon death to be my father, and corruption to be my mother and sister. |
|
15
|
15
|
| ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι; | Where then is yet my hope? or where shall I see my good? |
|
16
|
16
|
| ἦ μετ᾿ ἐμοῦ εἰς ᾅδην καταβήσομαι, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; | Will they go down with me to Hades, or shall we go down together to the tomb? |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· | Then Baldad the Sauchite answered and said, |
|
2
|
2
|
| μέχρι τίνος οὐ παύσῃ; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. | How long wilt thou continue? forbear, that we also may speak. |
|
3
|
3
|
| διατὶ δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; | For wherefore have we been silent before thee like brutes? |
|
4
|
4
|
| κέχρηταί σοι ὀργή· τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ᾿ οὐρανόν; ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων; | Anger has possessed thee: for what if thou shouldest die; would the earth under heaven be desolate? or shall the mountains be overthrown from their foundations? |
|
5
|
5
|
| καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· | But the light of the ungodly shall be quenched, and their flame shall not go up. |
|
6
|
6
|
| τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ᾿ αὐτῷ σβεσθήσεται. | His light shall be darkness in his habitation, and his lamp shall be put out with him. |
|
7
|
7
|
| θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. | Let the meanest of men spoil his goods, and let his counsel deceive him. |
|
8
|
8
|
| ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἑλιχθείη. | His foot also has been caught in a snare, and let it be entangled in a net. |
|
9
|
9
|
| ἔλθοισαν δὲ ἐπ᾿ αὐτὸν παγίδες, κατισχύσει ἐπ᾿ αὐτὸν διψῶντας. | And let snares come upon him: he shall strengthen those that thirst for his destruction. |
|
10
|
10
|
| κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων. | His snare is hid in the earth, and that which shall take him is by the path. |
|
11
|
11
|
| κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν | Let pains destroy him round about, and let many enemies come about him, |
|
12
|
12
|
| ἐν λιμῷ στενῷ. πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. | vex him with distressing hunger: and a signal destruction has been prepared for him. |
|
13
|
13
|
| βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ αὐτοῦ τὰ ὡραῖα θάνατος. | Let the soles of his feet be devoured: and death shall consume his beauty. |
|
14
|
14
|
| ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. | And let health be utterly banished from his tabernacle, and let distress seize upon him with a charge from the king. |
|
15
|
15
|
| κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. | It shall dwell in his tabernacle in his night: his excellency shall be sown with brimstone. |
|
16
|
16
|
| ὑποκάτωθεν αἱ ρίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. | His roots shall be dried up from beneath, and his crop shall fall away from above. |
|
17
|
17
|
| τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρξει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω. | Let his memorial perish out of the earth, and his name shall be publicly cast out. |
|
18
|
18
|
| ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. | Let one drive him from light into darkness. |
|
19
|
19
|
| οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσωσμένος ἐν τῇ ὑπ᾿ οὐρανὸν ὁ οἶκος αὐτοῦ, | He shall not be known among his people, nor his house preserved on the earth. |
|
20
|
20
|
| ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα. | But strangers shall dwell in his possessions: the last groaned for him, and wonder seized the first. |
|
21
|
21
|
| οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν Κύριον. | These are the houses of the unrighteous, and this is the place of them that know not the Lord. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | Then Job answered and said, |
|
2
|
2
|
| ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως· | How long will ye vex my soul, and destroy me with words? only know that the Lord has dealt with me thus. |
|
3
|
3
|
| καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. | Ye speak against me; ye do not feel for me, but bear hard upon me. |
|
4
|
4
|
| ναὶ δὴ ἐπ᾿ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾿ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ρήματα, ἃ οὐκ ἔδει, τὰ δὲ ρήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. | Yea verily, I have erred in truth, (but the error abides with myself) |
|
5
|
5
|
| ἔα δὲ ὅτι ἐπ᾿ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. | But alas! for ye magnify yourselves against me, and insult me with reproach. |
|
6
|
6
|
| γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὕψωσεν. | Know then that it is the Lord that has troubled me, and has raised his bulwark against me. |
|
7
|
7
|
| ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. | Behold, I laugh at reproach; I will not speak: or I will cry out, but there is nowhere judgment. |
|
8
|
8
|
| κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. | I am fenced round about, and can by no means escape: he has set darkness before my face. |
|
9
|
9
|
| τὴν δὲ δόξαν ἀπ᾿ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου. | And he has stripped me of my glory, and has taken the crown from my head. |
|
10
|
10
|
| διέσπασέ με κύκλῳ καὶ ᾠχόμην· ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. | He has torn me round about, and I am gone: and he has cut off my hope like a tree. |
|
11
|
11
|
| δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. | And he has dreadfully handled me in anger, and has counted me for an enemy. |
|
12
|
12
|
| ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾿ ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι. | His troops also came upon me with one accord, liers in wait compassed my ways. |
|
13
|
13
|
| ἀπ᾿ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. | My brethren have stood aloof from me; they have recognised strangers rather than me: and my friends have become pitiless. |
|
14
|
14
|
| οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. | My nearest of kin have not acknowledged me, and they that knew my name, have forgotten me. |
|
15
|
15
|
| γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. | As for my household, and my maid-servants, I was a stranger before them. |
|
16
|
16
|
| θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο. | I called my servant, and he hearkened not; and my mouth intreated him. |
|
17
|
17
|
| καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου· | And I besought my wife, and earnestly intreated the sons of my concubines. |
|
18
|
18
|
| οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ᾿ ἐμοῦ λαλοῦσιν. | But they rejected me for ever; whenever I rise up, they speak against me. |
|
19
|
19
|
| ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. | They that saw me abhorred me: the very persons whom I had loved, rose up against me. |
|
20
|
20
|
| ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. | My flesh is corrupt under my skin, and my bones are held in my teeth. |
|
21
|
21
|
| ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι. | Pity me, pity me, O friends; for it is the hand of the Lord that has touched me. |
|
22
|
22
|
| διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; | Wherefore do ye persecute me as also the Lord does, and are not satisfied with my flesh? |
|
23
|
23
|
| τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ρήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα; | For oh that my words were written, and that they were recorded in a book for ever, |
|
24
|
24
|
| ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι; | with an iron pen and lead, or graven in the rocks! |
|
25
|
25
|
| οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς, | For I know that he is eternal who is about to deliver me, |
|
26
|
26
|
| ἀναστήσει δὲ τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη, | and to raise up upon the earth my skin that endures these sufferings: for these things have been accomplished to me of the Lord; |
|
27
|
27
|
| ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσθαι ἐν κόλπῳ. | which I am conscious of in myself, which mine eye has seen, and not another, but all have been fulfilled to me in my bosom. |
|
28
|
28
|
| εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ρίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· | But if ye shall also say, What shall we say before him, and so find the root of the matter in him? |
|
29
|
29
|
| εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπ᾿ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. | Do ye also beware of deceit: for wrath will come upon transgressors; and then shall they know where their substance is. |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· | Then Sophar the Minæan answered and said, |
|
2
|
2
|
| οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. | I did not suppose that thou wouldest answer thus: neither do ye understand more than I. |
|
3
|
3
|
| παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. | I will hear my shameful reproach; and the spirit of my understanding answers me. |
|
4
|
4
|
| μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ᾿ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; | Hast thou not known these things of old, from the time that man was set upon the earth? |
|
5
|
5
|
| εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια, | But the mirth of the ungodly is a signal downfall, and the joy of transgressors is destruction: |
|
6
|
6
|
| ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται· | although his gifts should go up to heaven, and his sacrifice reach the clouds. |
|
7
|
7
|
| ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν; | For when he shall seem to be now established, then he shall utterly perish: and they that knew him shall say, Where is he? |
|
8
|
8
|
| ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. | Like a dream that has fled away, he shall not be found; and he has fled like a vision of the night. |
|
9
|
9
|
| ὀφθαλμὸς παρέβλεψε καὶ οὐ προσθήσει, καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. | The eye has looked upon him, but shall not see him again; and his place shall no longer perceive him. |
|
10
|
10
|
| τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. | Let his inferiors destroy his children, and let his hands kindle the fire of sorrow. |
|
11
|
11
|
| ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ᾿ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. | His bones have been filled with vigour of his youth, and it shall lie down with him in the dust. |
|
12
|
12
|
| ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· | Though evil be sweet in his mouth, though he will hide it under his tongue; |
|
13
|
13
|
| οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ, | though he will not spare it, and will not leave it, but will keep it in the midst of his throat: |
|
14
|
14
|
| καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. | yet he shall not at all be able to help himself; the gall of an asp is in his belly. |
|
15
|
15
|
| πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος, | His wealth unjustly collected shall be vomited up; a messenger of wrath shall drag him out of his house. |
|
16
|
16
|
| θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. | And let him suck the poison of serpents, and let the serpent's tongue slay him. |
|
17
|
17
|
| μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. | Let him not see the milk of the pastures, nor the supplies of honey and butter. |
|
18
|
18
|
| εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος· | He has laboured unprofitably and in vain, for wealth of which he shall not taste: it is as a lean thing, unfit for food, which he cannot swallow. |
|
19
|
19
|
| πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν. | For he has broken down the houses of many mighty men: and he has plundered an habitation, though he built it not. |
|
20
|
20
|
| οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. | There is no security to his possessions; he shall not be saved by his desire. |
|
21
|
21
|
| οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. | There is nothing remaining of his provisions; therefore his goods shall not flourish. |
|
22
|
22
|
| ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ᾿ αὐτὸν ἐπελεύσεται. | But when he shall seem to be just satisfied, he shall be straitened; and all distress shall come upon him. |
|
23
|
23
|
| εἴ πως πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστεῖλαι ἐπ᾿ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ᾿ αὐτὸν ὀδύνας· | If by any means he would fill his belly, let God send upon him the fury of wrath; let him bring a torrent of pains upon him. |
|
24
|
24
|
| καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον· | And he shall by no means escape from the power of the sword; let the brazen bow wound him. |
|
25
|
25
|
| διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπ᾿ αὐτῷ φόβοι, | And let the arrow pierce through his body; and let the stars be against his dwelling-place: let terrors come upon him. |
|
26
|
26
|
| πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. | And let all darkness wait for him: a fire that burns not out shall consume him; and let a stranger plague his house. |
|
27
|
27
|
| ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. | And let the heaven reveal his iniquities, and the earth rise up against him. |
|
28
|
28
|
| ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. | Let destruction bring his house to an end; let a day of wrath come upon him. |
|
29
|
29
|
| αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. | This is the portion of an ungodly man from the Lord, and the possession of his goods appointed him by the all-seeing God. |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | But Job answered and said, |
|
2
|
2
|
| ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ᾿ ὑμῶν αὕτη ἡ παράκλησις. | Hear ye, hear ye my words, that I may not have this consolation from you. |
|
3
|
3
|
| ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ᾿ οὐ καταγελάσετέ μου. | Raise me, and I will speak; then ye shall not laugh me to scorn. |
|
4
|
4
|
| τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διατί οὐ θυμωθήσομαι; | What! is my reproof of man? and why should I not be angry? |
|
5
|
5
|
| εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε χεῖρα θέντες ἐπὶ σιαγόνι· | Look upon me, and wonder, laying your hand upon your cheek. |
|
6
|
6
|
| ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. | For even when I remember, I am alarmed, and pains seize my flesh. |
|
7
|
7
|
| διατὶ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; | Wherefore do the ungodly live, and grow old even in wealth? |
|
8
|
8
|
| ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. | Their seed is according to their desire, and their children are in their sight. |
|
9
|
9
|
| οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς. | Their houses are prosperous, neither have they any where cause for fear, neither is there a scourge from the Lord upon them. |
|
10
|
10
|
| ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε. | Their cow does not cast her calf, and their beast with young is safe, and does not miscarry. |
|
11
|
11
|
| μένουσε δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν | And they remain as an unfailing flock, and their children play before them, taking up the psaltery and harp; |
|
12
|
12
|
| ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. | and they rejoice at the voice of a song. |
|
13
|
13
|
| συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. | And they spend their days in wealth, and fall asleep in the rest of the grave. |
|
14
|
14
|
| λέγει δὲ Κυρίῳ· ἀπόστα ἀπ᾿ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· | Yet such a man says to the Lord, Depart from me; I desire not to know thy ways. |
|
15
|
15
|
| τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; | What is the Mighty One, that we should serve him? and what profit is there that we should approach him? |
|
16
|
16
|
| ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. | For their good things were in their hands, but he regards not the works of the ungodly. |
|
17
|
17
|
| οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. | Nevertheless, the lamp of the ungodly also shall be put out, and destruction shall come upon them, and pangs of vengeance shall seize them. |
|
18
|
18
|
| ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπ᾿ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ. | And they shall be as chaff before the wind, or as dust which the storm has taken up. |
|
19
|
19
|
| ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. | Let his substance fail to supply his children: God shall recompense him, and he shall know it. |
|
20
|
20
|
| ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη· | Let his eyes see his own destruction, and let him not be saved by the Lord. |
|
21
|
21
|
| ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. | For his desire is in his house with him, and the number of his months has been suddenly cut off. |
|
22
|
22
|
| πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ; | Is it not the Lord who teaches understanding and knowledge? and does not he judge murders? |
|
23
|
23
|
| οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν· | One shall die in his perfect strength, and wholly at ease and prosperous; |
|
24
|
24
|
| τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. | and his inwards are full of fat, and his marrow is diffused throughout him. |
|
25
|
25
|
| ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν. | And another dies in bitterness of soul, not eating any good thing. |
|
26
|
26
|
| ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. | But they lie down in the earth together, and corruption covers them. |
|
27
|
27
|
| ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι· | So I know you, that ye presumptuously attack me: |
|
28
|
28
|
| ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; | so that ye will say, Where is the house of the prince? and where is the covering of the tabernacles of the ungodly? |
|
29
|
29
|
| ἐρωτήσατε παραπορευομένους ὁδόν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε· | Ask those that go by the way, and do not disown their tokens. |
|
30
|
30
|
| ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται. | For the wicked hastens to the day of destruction: they shall be led away for the day of his vengeance. |
|
31
|
31
|
| τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ; | Who will tell him his way to his face, whereas he has done it? who shall recompense him? |
|
32
|
32
|
| καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σωρῶν ἠγρύπνησεν. | And he has been led away to the tombs, and he has watched over the heaps. |
|
33
|
33
|
| ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. | The stones of the valley have been sweet to him, and every man shall depart after him, and there are innumerable ones before him. |
|
34
|
34
|
| πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ᾿ ὑμῶν οὐδέν. | How then do ye comfort me in vain? whereas I have no rest from your molestation. |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης λέγει· | Then Eliphaz the Thæmanite answered and said, |
|
2
|
2
|
| πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; | Is it not the Lord that teaches understanding and knowledge? |
|
3
|
3
|
| τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἁπλώσεις τὴν ὁδόν σου; | For what matters it to the Lord, if thou wert blameless in thy works? or is it profitable that thou shouldest perfect thy way? |
|
4
|
4
|
| ἦ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; | Wilt thou maintain and plead thine own cause? and will he enter into judgment with thee? |
|
5
|
5
|
| πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι; | Is not thy wickedness abundant, and thy sins innumerable? |
|
6
|
6
|
| ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· | And thou hast taken security of thy brethren for nothing, and hast taken away the clothing of the naked. |
|
7
|
7
|
| οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· | Neither hast thou given water to the thirsty to drink, but hast taken away the morsel of the hungry. |
|
8
|
8
|
| ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. | And thou hast accepted the persons of some; and thou hast established those that were already settled on the earth. |
|
9
|
9
|
| χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. | But thou hast sent widows away empty, and hast afflicted orphans. |
|
10
|
10
|
| τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. | Therefore snares have compassed thee, and disastrous war has troubled thee. |
|
11
|
11
|
| τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. | The light has proved darkness to thee, and water has covered thee on thy lying down. |
|
12
|
12
|
| μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε; | Does not he that dwells in the high places observe? and has he not brought down the proud? |
|
13
|
13
|
| καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφου κρινεῖ; | And thou hast said, What does the Mighty One know? does he judge in the dark? |
|
14
|
14
|
| νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύεται. | A cloud is his hiding-place, and he shall not be seen; and he passes through the circle of heaven. |
|
15
|
15
|
| μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, | Wilt thou not mark the old way, which righteous men have trodden? |
|
16
|
16
|
| οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν, | who were seized before their time: their foundations are as an overflowing stream. |
|
17
|
17
|
| οἱ λέγοντες· Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ Παντοκράτωρ; | Who say, What will the Lord do to us? or what will the Almighty bring upon us? |
|
18
|
18
|
| ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ. | Yet he filled their houses with good things: but the counsel of the wicked is far from him. |
|
19
|
19
|
| ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. | The righteous have seen it, and laughed, and the blameless one has derided them. |
|
20
|
20
|
| εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. | Verily their substance has been utterly destroyed, and the fire shall devour what is left of their property. |
|
21
|
21
|
| γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. | Be firm, I pray thee, if thou canst endure; then thy fruit shall prosper. |
|
22
|
22
|
| ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ρήματα αὐτοῦ ἐν καρδίᾳ σου. | And receive a declaration from his mouth, and lay up his words in thine heart. |
|
23
|
23
|
| ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον. | And if thou shalt turn and humble thyself before the Lord, thou hast thus removed unrighteousness far from thy habitation. |
|
24
|
24
|
| θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρα χειμάρρου Σωφίρ. | Thou shalt lay up for thyself treasure in a heap on the rock; and Sophir shall be as the rock of the torrent. |
|
25
|
25
|
| ἔσται οὖν σου ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. | So the Almighty shall be thy helper from enemies, and he shall bring thee forth pure as silver that has been tried by fire. |
|
26
|
26
|
| εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· | Then shalt thou have boldness before the Lord, looking up cheerfully to heaven. |
|
27
|
27
|
| εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· | And he shall hear thee when thou prayest to him, and he shall grant thee power to pay thy vows. |
|
28
|
28
|
| ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. | And he shall establish to thee again a habitation of righteousness and there shall be light upon thy paths. |
|
29
|
29
|
| ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς· ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει. | Because thou hast humbled thyself; and thou shalt say, Man has behaved proudly, but he shall save him that is of lowly eyes. |
|
30
|
30
|
| ρύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. | He shall deliver the innocent, and do thou save thyself by thy pure hands. |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | Then Job answered and said, |
|
2
|
2
|
| καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ. | Yea, I know that pleading is out of my reach; and his hand has been made heavy upon my groaning. |
|
3
|
3
|
| τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; | Who would then know that I might find him, and come to an end of the matter? |
|
4
|
4
|
| εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων· | And I would plead my own cause, and he would fill my mouth with arguments. |
|
5
|
5
|
| γνοίην δὲ ἰάματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ. | And I would know the remedies which he would speak to me, and I would perceive what he would tell me. |
|
6
|
6
|
| καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· | Though he should come on me in his great strength, then he would not threaten me; |
|
7
|
7
|
| ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου· | for truth and reproof are from him; and he would bring forth my judgment to an end. |
|
8
|
8
|
| εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα; | For if I shall go first, and exist no longer, still what do I know concerning the latter end? |
|
9
|
9
|
| ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψεται. | When he wrought on the left hand, then I observed it not: his right hand shall encompass me but I shall not see it. |
|
10
|
10
|
| εἶδε γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον. | For he knows already my way; and he has tried me as gold. |
|
11
|
11
|
| ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω | And I will go forth according to his commandments, for I have kept his ways; and I shall not turn aside from his commandments, |
|
12
|
12
|
| ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ρήματα αὐτοῦ. | neither shall I transgress; but I have hid his words in my bosom. |
|
13
|
13
|
| εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε. | And if too he has thus judged, who is he that has contradicted, for he has both willed a thing and done it. |
|
14
|
|
| διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. | |
|
15
|
15
|
| ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. | Therefore am I troubled at him; and when I was reproved, I thought of him. |
|
16
|
16
|
| Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ Παντοκράτωρ ἐσπούδασέ με· | But the Lord has softened my heart, and the Almighty has troubled me. |
|
17
|
17
|
| οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος. | For I knew not that darkness would come upon me, and thick darkness has covered me before my face. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΔΙΑΤΙ δὲ Κύριον ἔλαθον ὧραι, | But why have the seasons been hidden from the Lord, |
|
2
|
2
|
| ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; | while the ungodly have passed over the bound, carrying off the flock with the shepherd? |
|
3
|
3
|
| ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν. | They have led away the ass of the fatherless, and taken the widow's ox for a pledge. |
|
4
|
4
|
| ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς. | They have turned aside the weak from the right way: and the meek of the earth have hidden themselves together. |
|
5
|
5
|
| ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους. | And they have departed like asses in the field, having gone forth on my account according to their own order: his bread is sweet to his little ones. |
|
6
|
6
|
| ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο. | They have reaped a field that was not their own before the time: the poor have laboured in the vineyards of the ungodly without pay and without food. |
|
7
|
7
|
| γυμνοὺς πολλοὺς ἐκοίμησαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. | They have caused many naked to sleep without clothes, and they have taken away the covering of their body. |
|
8
|
8
|
| ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, παρὰ τὰ μὴ ἔχειν ἑαυτοὺς σκέπην, πέτραν περιεβάλοντο. | They are wet with the drops of the mountains: they have embraced the rock, because they had no shelter. |
|
9
|
9
|
| ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. | They have snatched the fatherless from the breast, and have afflicted the outcast. |
|
10
|
10
|
| γυμνοὺς δὲ ἐκοίμησαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. | And they have wrongfully caused others to sleep without clothing, and taken away the morsel of the hungry. |
|
11
|
11
|
| ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. | They have unrighteously laid wait in narrow places, and have not known the righteous way. |
|
12
|
12
|
| οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα. | Who have cast forth the poor from the city and their own houses, and the soul of the children has groaned aloud. |
|
13
|
13
|
| αὐτὸς δὲ διατί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν. | Why then has he not visited these? forasmuch as they were upon the earth, and took no notice, and they knew not the way of righteousness, neither have they walked in their appointed paths? |
|
14
|
14
|
| γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. | But having known their works, he delivered them into darkness: and in the night one will be as a thief: |
|
15
|
15
|
| καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος λέγων· οὐ προνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. | and the eye of the adulterer has watched for the darkness, saying, Eye shall not perceive me, and he puts a covering on his face. |
|
16
|
16
|
| διώρυξεν ἐν σκότει οἰκίας· ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς. | In darkness he digs through houses: by day they conceal themselves securely: they know not the light. |
|
17
|
17
|
| ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωΐ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου. | For the morning is to them all as the shadow of death, for each will be conscious of the terror of the shadow of death. |
|
18
|
18
|
| ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος, καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν | He is swift on the face of the water: let his portion be cursed on the earth; and let their plants be laid bare. |
|
19
|
19
|
| ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. | Let them be withered upon the earth; for they have plundered the sheaves of the fatherless. |
|
20
|
20
|
| εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία, ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξε, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. | Then is his sin brought to remembrance, and he vanishes like a vapour of dew: but let what he has done be recompensed to him, and let every unrighteous one be crushed like rotten wood. |
|
21
|
21
|
| στεῖραν δὲ οὐκ εὖ ἐποίησε καὶ γύναιον οὐκ ἠλέησε, | For he has not treated the barren woman well, and has had no pity on a feeble woman. |
|
22
|
22
|
| θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους. ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς. | And in wrath he has overthrown the helpless: therefore when he has arisen, a man will not feel secure of his own life. |
|
23
|
23
|
| μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ· | When he has fallen sick, let him not hope to recover: but let him perish by disease. |
|
24
|
24
|
| πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ, ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών. | For his exaltation has hurt many; but he has withered as mallows in the heat, or as an ear of corn falling off of itself from the stalk. |
|
25
|
25
|
| εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ρήματά μου; | But if not, who is he that says I speak falsely, and will make my words of no account? |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· | Then Baldad the Sauchite answered and said, |
|
2
|
2
|
| τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; | What beginning or fear is his—even he that makes all things in the highest? |
|
3
|
3
|
| μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέκλυσις πειραταῖς, ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ; | For let none think that there is a respite for robbers: and upon whom will there not come a snare from him? |
|
4
|
4
|
| πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός; | For how shall a mortal be just before the Lord? or who that is born of a woman shall purify himself? |
|
5
|
5
|
| εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. | If he gives an order to the moon, then it shines not; and the stars are not pure before him. |
|
6
|
6
|
| ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. | But alas! man is corruption, and the son of man a worm. |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· | But Job answered and said, |
|
2
|
2
|
| τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον, οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστι; | To whom dost thou attach thyself, or whom art thou going to assist? is it not he that has much strength, and he who has a strong arm? |
|
3
|
3
|
| τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; | To whom hast thou given counsel? is it not to him who has all wisdom? whom wilt thou follow? is it not one who has the greatest power? |
|
4
|
4
|
| τίνι ἀνήγγειλας ρήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐλθοῦσα ἐκ σοῦ; | To whom hast thou uttered words? and whose breath is it that has come forth from thee? |
|
5
|
5
|
| μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; | Shall giants be born from under the water and the inhabitants thereof? |
|
6
|
6
|
| γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. | Hell is naked before him, and destruction has no covering. |
|
7
|
7
|
| ἐκτείνων βορέαν ἐπ᾿ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός· | He stretches out the north wind upon nothing, and he upon nothing hangs the earth; |
|
8
|
8
|
| δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ· | binding water in his clouds, and the cloud is not rent under it. |
|
9
|
9
|
| ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ᾿ αὐτὸν νέφος αὐτοῦ. | He keeps back the face of his throne, stretching out his cloud upon it. |
|
10
|
10
|
| πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. | He has encompassed the face of the water by an appointed ordinance, until the end of light and darkness. |
|
11
|
11
|
| στῦλοι οὐρανοῦ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. | The pillars of heaven are prostrate and astonished at his rebuke. |
|
12
|
12
|
| ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος· | He has calmed the sea with his might, and by his wisdom the whale has been overthrown. |
|
13
|
13
|
| κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. | And the barriers of heaven fear him, and by a command he has slain the apostate dragon. |
|
14
|
14
|
| ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; | Behold, these are parts of his way; and we will hearken to him at the least intimation of his word: but the strength of his thunder who knows, when he shall employ it? |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΕΤΙ δὲ προσθεὶς ᾿Ιὼβ εἶπε τῷ προοιμίῳ· | And Job further continued and said in his parable, |
|
2
|
2
|
| ζῇ ὁ Θεός, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. | As God lives, who has thus judged me; and the Almighty, who has embittered my soul; |
|
3
|
3
|
| ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ρινί, | verily, while my breath is yet in me, and the breath of God which remains to me is in my nostrils, |
|
4
|
4
|
| μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα | my lips shall not speak evil words, neither shall my soul meditate unrighteous thoughts. |
|
5
|
5
|
| μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπολλάξω μου τὴν ἀκακίαν μου. | Far be it from me that I should justify you till I die; for I will not let go my innocence, |
|
6
|
6
|
| δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. | but keeping fast to my righteousness I will by no means let it go: for I am not conscious to myself of having done any thing amiss. |
|
7
|
7
|
| οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ᾿ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. | Nay rather, but let mine enemies be as the overthrow of the ungodly, and they that rise up against me, as the destruction of transgressors. |
|
8
|
8
|
| καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ Κύριον ἄρα σωθήσεται; | For what is the hope of the ungodly, that he holds to it? will he indeed trust in the Lord and be saved? |
|
9
|
9
|
| ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης | Will God hear his prayer? or, when distress has come upon him, |
|
10
|
10
|
| μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ, | has he any confidence before him? or will God hear him as he calls upon him? |
|
11
|
11
|
| ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ Παντοκράτορι, οὐ ψεύσομαι. | Yet now I will tell you what is in the hand of the Lord: I will not lie concerning the things which are with the Almighty. |
|
12
|
12
|
| ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. | Behold, ye all know that ye are adding vanity to vanity. |
|
13
|
13
|
| αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπ᾿ αὐτούς. | This is the portion of an ungodly man from the Lord, and the possession of oppressors shall come upon them from the Almighty. |
|
14
|
14
|
| ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν· | And if their children be many, they shall be for slaughter: and if they grow up, they shall beg. |
|
15
|
15
|
| οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. | And they that survive of him shall utterly perish, and no one shall pity their widows. |
|
16
|
16
|
| ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, | Even if he should gather silver as earth, and prepare gold as clay; |
|
17
|
17
|
| ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. | all these things shall the righteous gain, and the truehearted shall possess his wealth. |
|
18
|
18
|
| ἀπέβη δὲ οἱ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. | And his house is gone like moths, and like a spider's web. |
|
19
|
19
|
| πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε, καὶ οὐκ ἔστι. | The rich man shall lie down, and shall not continue: he has opened his eyes, and he is not. |
|
20
|
20
|
| συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος· | Pains have come upon him as water, and darkness has carried him away by night. |
|
21
|
21
|
| ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. | And a burning wind shall catch him, and he shall depart, and it shall utterly drive him out of his place. |
|
22
|
22
|
| καὶ ἐπιρρίψει ἐπ᾿ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. | And God shall cast trouble upon him, and not spare: he would fain flee out of his hand. |
|
23
|
23
|
| κροτήσει ἐπ᾿ αὐτοὺς χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. | He shall cause men to clap their hands against them, and shall hiss him out of his place. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΕΣΤΙ γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖται. | For there is a place for the silver, whence it comes, and a place for the gold, whence it is refined. |
|
2
|
2
|
| σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. | For iron comes out of the earth, and brass is hewn out like stone. |
|
3
|
3
|
| τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία καὶ σκιὰ θανάτου. | He has set a bound to darkness, and he searches out every limit: a stone is darkness, and the shadow of death. |
|
4
|
4
|
| διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν. | There is a cutting off of the torrent by reason of dust: so they that forget the right way are weakened; they are removed from among men. |
|
5
|
5
|
| γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. | As for the earth, out of it shall come bread: under it has been turned up as it were fire. |
|
6
|
6
|
| τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ. | Her stones are the place of the sapphire: and her dust supplies man with gold. |
|
7
|
7
|
| τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· | There is a path, the fowl has not known it, neither has the eye of the vulture seen it: |
|
8
|
8
|
| καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων. | neither have the sons of the proud trodden it, a lion has not passed upon it. |
|
9
|
9
|
| ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ριζῶν ὄρη· | He has stretched forth his hand on the sharp rock, and turned up mountains by the roots: |
|
10
|
10
|
| δίνας δὲ ποταμῶν διέρρηξε, πᾶν δὲ ἔντιμον εἶδέ μου ὁ ὀφθαλμός. | and he has interrupted the whirlpools of rivers, and mine eye has seen every precious thing. |
|
11
|
11
|
| βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς. | And he has laid bare the depths of rivers, and has brought his power to light. |
|
12
|
12
|
| ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; | But whence has wisdom been discovered? and what is the place of knowledge? |
|
13
|
13
|
| οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. | A mortal has not known its way, neither indeed has it been discovered among men. |
|
14
|
14
|
| ἄβυσσος εἶπεν· οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν· οὐκ ἔστι μετ᾿ ἐμοῦ. | The depth said, It is not in me: and the sea said, It is not with me. |
|
15
|
15
|
| οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· | One shall not give fine gold instead of it, neither shall silver be weighed in exchange for it. |
|
16
|
16
|
| καὶ οὐ συμβασταχθήσεται χρυσίῳ ᾿Ωφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· | Neither shall it be compared with gold of Sophir, with the precious onyx and sapphire. |
|
17
|
17
|
| οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· | Gold and crystal shall not be equalled to it, neither shall vessels of gold be its exchange. |
|
18
|
18
|
| μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· | Coral and fine pearl shall not be mentioned: but do thou esteem wisdom above the most precious things. |
|
19
|
19
|
| οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. | The topaz of Ethiopia shall not be equalled to it; it shall not be compared with pure gold. |
|
20
|
20
|
| ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; | Whence then is wisdom found? and of what kind is the place of understanding? |
|
21
|
21
|
| λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· | It has escaped the notice of every man, and has been hidden from the birds of the sky. |
|
22
|
22
|
| ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. | Destruction and Death said, We have heard the report of it. |
|
23
|
23
|
| ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς· | God has well ordered the way of it, and he knows the place of it. |
|
24
|
24
|
| αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν, | For he surveys the whole earth under heaven, knowing the things in the earth: |
|
25
|
25
|
| ἀνέμων σταθμὸν ὕδατος μέτρα· | all that he has made; the weight of the winds, the measures of the water. |
|
26
|
26
|
| ὅτι ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς· | When he made them, thus he saw and numbered them, and made a way for the pealing of the thunder. |
|
27
|
27
|
| τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. | Then he saw it, and declared it: he prepared it and traced it out. |
|
28
|
28
|
| εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. | And he said to man, Behold, godliness is wisdom; and to abstain from evil is understanding. |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΕΤΙ δὲ προσθεὶς ᾿Ιὼβ εἶπε τῷ προοιμίῳ· | And Job continued and said in his parable, |
|
2
|
2
|
| τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; | Oh that I were as in months past, wherein God preserved me! |
|
3
|
3
|
| ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· | As when his lamp shone over my head; when by his light I walked through darkness. |
|
4
|
4
|
| ὅτε ἤμην ἐπιβρίθων ὁδούς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· | As when I steadfastly pursued my ways, when God took care of my house. |
|
5
|
5
|
| ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· | When I was very fruitful, and my children were about me; |
|
6
|
6
|
| ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· | when my ways were moistened with butter, and the mountains flowed for me with milk. |
|
7
|
7
|
| ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. | When I went forth early in the city, and the seat was placed for me in the streets. |
|
8
|
8
|
| ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν· | The young men saw me, and hid themselves: and all the old men stood up. |
|
9
|
9
|
| ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. | And the great men ceased speaking, and laid their finger on their mouth. |
|
10
|
10
|
| οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη· | And they that heard me blessed me, and their tongue clave to their throat. |
|
11
|
11
|
| ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε· | For the ear heard, and blessed me; and the eye saw me, and turned aside. |
|
12
|
12
|
| διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. | For I saved the poor out of the hand of the oppressor, and helped the fatherless who had no helper. |
|
13
|
13
|
| εὐλογία ἀπολλυμένου ἐπ᾿ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε. | Let the blessing of the perishing one come upon me; yea, the mouth of the widow has blessed me. |
|
14
|
14
|
| δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. | Also I put on righteousness, and clothed myself with judgment like a mantle. |
|
15
|
15
|
| ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. | I was the eye of the blind, and the foot of the lame. |
|
16
|
16
|
| ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα· | I was the father of the helpless; and I searched out the cause which I knew not. |
|
17
|
17
|
| συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. | And I broke the jaw-teeth of the unrighteous; I plucked the spoil out of the midst of their teeth. |
|
18
|
18
|
| εἶπα δέ· ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω· | And I said, My age shall continue as the stem of a palm-tree; I shall live a long while. |
|
19
|
19
|
| ἡ ρίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· | My root was spread out by the water, and the dew would lodge on my crop. |
|
20
|
20
|
| ἡ δόξα μου κενὴ μετ᾿ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. | My glory was fresh in me, and my bow prospered in his hand. |
|
21
|
21
|
| ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· | Men heard me, and gave heed, and they were silent at my counsel. |
|
22
|
22
|
| ἐπὶ τῷ ἐμῷ ρήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν· | At my word they spoke not again, and they were very glad whenever I spoke to them. |
|
23
|
23
|
| ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. | As the thirsty earth expecting the rain, so they waited for my speech. |
|
24
|
24
|
| ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν· | Were I to laugh on them, they would not believe it; and the light of my face has not failed. |
|
25
|
25
|
| ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν. | I chose out their way, and sat chief, and dwelt as a king in the midst of warriors, as one comforting mourners. |
|
Κεφάλαιο 30
|
Chapter 30
|
|
1
|
1
|
| ΝΥΝΙ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. | But now the youngest have laughed me to scorn, now they reprove me in their turn, whose fathers I set at nought; whom I did not deem worthy to be with my shepherd dogs. |
|
2
|
2
|
| καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπ᾿ αὐτοὺς ἀπώλετο συντέλεια. | Yea, why had I the strength of their hands? for them the full term of life was lost. |
|
3
|
3
|
| ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος· οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν, | One is childless in want and famine, such as they that fled but lately the distress and misery of drought. |
|
4
|
4
|
| οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ρίζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου. | Who compass the salt places on the sounding shore, who had salt herbs for their food, and were dishonourable and of no repute, in want of every good thing; who also ate roots of trees by reason of great hunger. |
|
5
|
5
|
| ἐπανέστησάν μοι κλέπται, | Thieves have risen up against me, |
|
6
|
6
|
| ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν, | whose houses were the caves of the rocks, who lived under the wild shrubs. |
|
7
|
7
|
| ἀνὰ μέσον εὐήχων βοήσονται· οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο, | They will cry out among the rustling bushes. |
|
8
|
8
|
| ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. | They are sons of fools and vile men, whose name and glory are quenched from off the earth. |
|
9
|
9
|
| νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν· | But now I am their music, and they have me for a by-word. |
|
10
|
10
|
| ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. | And they stood aloof and abhorred me, and spared not to spit in my face. |
|
11
|
11
|
| ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. | For he has opened his quiver and afflicted me: they also have cast off the restraint of my presence. |
|
12
|
12
|
| ἐπὶ δεξιῶν βλαστοῦ ἐξανέστησαν, πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ᾿ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν. | They have risen up against me on the right hand of their offspring; they have stretched out their foot, and directed against me the ways of their destruction. |
|
13
|
13
|
| ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· βέλεσιν αὐτοῦ κατηκόντισέ με, | My paths are ruined; for they have stripped off my raiment: he has shot at me with his weapons. |
|
14
|
14
|
| κέχρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. | And he has pleaded against me as he will: I am overwhelmed with pains. |
|
15
|
15
|
| ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. | My pains return upon me; my hope is gone like the wind, and my safety as a cloud. |
|
16
|
16
|
| καὶ νῦν ἐπ᾿ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν· | Even now my life shall be poured forth upon me; and days of anguish seize me. |
|
17
|
17
|
| νυκτί δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται. | And by night my bones are confounded; and my sinews are relaxed. |
|
18
|
18
|
| ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. | With great force my disease has taken hold of my garment: it has compassed me as the collar of my coat. |
|
19
|
19
|
| ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς· | And thou hast counted me as clay; my portion is in dust and ashes. |
|
20
|
20
|
| κέκραγα δὲ πρός σε καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με· | And I have cried to thee, but thou hearest me not: but they stood still, and observed me. |
|
21
|
21
|
| ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας· | They attacked me also without mercy: thou hast scourged me with a strong hand. |
|
22
|
22
|
| ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. | And thou hast put me to grief, and hast cast me away from safety. |
|
23
|
23
|
| οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. | For I know that death will destroy me: for the earth is the house appointed for every mortal. |
|
24
|
24
|
| εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. | Oh then that I might lay hands upon myself, or at least ask another, and he should do this for me. |
|
25
|
25
|
| ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. | Yet I wept over every helpless man; I groaned when I saw a man in distress. |
|
26
|
26
|
| ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. | But I, when I waited for good things, behold, days of evils came the more upon me. |
|
27
|
27
|
| ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. | My belly boiled, and would not cease: the days of poverty prevented me. |
|
28
|
28
|
| στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. | I went mourning without restraint: and I have stood and cried out in the assembly. |
|
29
|
29
|
| ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. | I am become a brother of monsters, and a companion of ostriches. |
|
30
|
30
|
| τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. | And my skin has been greatly blackened, and my bones are burned with heat. |
|
31
|
31
|
| ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. | My harp also has been turned into mourning, and my song into my weeping. |
|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΔΙΑΘΗΚΗΝ ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. | I made a covenant with mine eyes, and I will not think upon a virgin. |
|
2
|
2
|
| καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων; | Now what portion has God given from above? and is there an inheritance given of the Mighty One from the highest? |
|
3
|
3
|
| οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν; | Alas! destruction to the unrighteous, and rejection to them that do iniquity. |
|
4
|
4
|
| οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; | Will he not see my way, and number all my steps? |
|
5
|
5
|
| εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον· | But if I had gone with scorners, and if too my foot has hasted to deceit: |
|
6
|
6
|
| ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου. | (for I am weighed in a just balance, and the Lord knows my innocence:) |
|
7
|
7
|
| εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, | if my foot has turned aside out of the way, or if mine heart has followed mine eye, and if too I have touched gifts with my hands; |
|
8
|
8
|
| σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. | then let me sow, and let others eat; and let me be uprooted on the earth. |
|
9
|
9
|
| εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, | If my heart has gone forth after another man's wife, and if I laid wait at her doors; |
|
10
|
10
|
| ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη· | then let my wife also please another, and let my children be brought low. |
|
11
|
11
|
| θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· | For the rage of anger is not to be controlled, in the case of defiling another man's wife. |
|
12
|
12
|
| πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ᾿ ἂν ἐπέλθῃ ἐκ ριζῶν ἀπώλεσεν. | For it is a fire burning on every side, and whomsoever it attacks, it utterly destroys. |
|
13
|
13
|
| εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με, | And if too I despised the judgment of my servant or my handmaid, when they pleaded with me; |
|
14
|
14
|
| τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; | what then shall I do if the Lord should try me? and if also he should at all visit me, can I make an answer? |
|
15
|
15
|
| πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. | Were not they too formed as I also was formed in the womb? yea, we were formed in the same womb. |
|
16
|
16
|
| ἀδύνατοι δὲ χρείαν, ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. | But the helpless missed not whatever need they had, and I did not cause the eye of the widow to fail. |
|
17
|
17
|
| εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα· | And if too I ate my morsel alone, and did not impart of it to the orphan; |
|
18
|
18
|
| ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα· | (for I nourished them as a father from my youth, and guided them from my mother's womb.) |
|
19
|
19
|
| εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν, | And if too I overlooked the naked as he was perishing, and did not clothe him; |
|
20
|
20
|
| ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν· | and if the poor did not bless me, and their shoulders were not warmed with the fleece of my lambs; |
|
21
|
21
|
| εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν, | if I lifted my hand against an orphan, trusting that my strength was far superior to his: |
|
22
|
22
|
| ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη. | let then my shoulder start from the blade-bone, and my arm be crushed off from the elbow. |
|
23
|
23
|
| φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. | For the fear of the Lord constrained me, and I cannot bear up by reason of his burden. |
|
24
|
24
|
| εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, | If I made gold my treasure, and if too I trusted the precious stone; |
|
25
|
25
|
| εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ᾿ ἀναριθμήτοις ἐθέμην χεῖρά μου· | and if too I rejoiced when my wealth was abundant, and if too I laid my hand on innumerable treasures: |
|
26
|
26
|
| ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ᾿ αὐτοῖς ἐστιν. | (do we not see the shining sun eclipsed, and the moon waning? for they have not power to continue:) |
|
27
|
27
|
| καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, | and if my heart was secretly deceived, and if I have laid my hand upon my mouth and kissed it: |
|
28
|
28
|
| καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ῾Υψίστου. | let this also then be reckoned to me as the greatest iniquity: for I should have lied against the Lord Most High. |
|
29
|
29
|
| εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε, | And if too I was glad at the fall of mine enemies, and mine heart said, Aha! |
|
30
|
30
|
| ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυλληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος. | let then mine ear hear my curse, and let me be a by-word among my people in my affliction. |
|
31
|
31
|
| εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος· | And if too my handmaids have often said, Oh that we might be satisfied with his flesh; (whereas I was very kind: |
|
32
|
32
|
| ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο. | for the stranger did not lodge without, and my door was opened to every one that came:) |
|
33
|
33
|
| εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, | or if too having sinned unintentionally, I hid my sin; |
|
34
|
34
|
| οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ, | (for I did not stand in awe of a great multitude, so as not to declare boldly before them:) and if too I permitted a poor man to go out of my door with an empty bosom: |
|
35
|
35
|
| τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, | (Oh that I had a hearer,) and if I had not feared the hand of the Lord; and as to the written charge which I had against any one, |
|
36
|
36
|
| ἐπ᾿ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, | I would place it as a chaplet on my shoulders, and read it. |
|
37
|
37
|
| καὶ εἰ μὴ ρήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου· | And if I did not read it and return it, having taken nothing from the debtor: |
|
38
|
38
|
| εἰ ἐπ᾿ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, | If at any time the land groaned against me, and if its furrows mourned together; |
|
39
|
39
|
| εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, | and if I ate its strength alone without price, and if too I grieved the heart of the owner of the soil, by taking aught from him: |
|
40
|
40
|
| ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. καὶ ἐπαύσατο ᾿Ιὼβ ρήμασιν. | then let the nettle come up to me instead of wheat, and a bramble instead of barley. And Job ceased speaking. |
|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
1
|
| ΗΣΥΧΑΣΑΝ δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν ᾿Ιώβ, ἦν γὰρ ᾿Ιὼβ δίκαιος ἐναντίον αὐτῶν. | And his three friends also ceased any longer to answer Job: for Job was righteous before them. |
|
2
|
2
|
| ὠργίσθη δὲ ᾿Ελιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ρὰμ τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ ᾿Ιὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. | Then Elius the son of Barachiel, the Buzite, of the kindred of Ram, of the country of Ausis, was angered: and he was very angry with Job, because he justified himself before the Lord. |
|
3
|
3
|
| καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα ᾿Ιὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. | And he was also very angry with his three friends, because they were not able to return answers to Job, yet set him down for an ungodly man. |
|
4
|
4
|
| ᾿Ελιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν ᾿Ιώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις. | But Elius had forborne to give an answer to Job, because they were older than he. |
|
5
|
5
|
| καὶ εἶδεν ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ. | And Elius saw that there was no answer in the mouth of the three men; and he was angered in his wrath. |
|
6
|
6
|
| ὑπολαβὼν δὲ ᾿Ελιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπε· νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. | And Elius the Buzite the son of Barachiel answered and said, I am younger in age, and ye are elder; wherefore I kept silence, fearing to declare to you my own knowledge. |
|
7
|
7
|
| εἶπα δὲ ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσι οἴδασι σοφίαν, | And I said, It is not time that speaks, though in many years men know wisdom: |
|
8
|
8
|
| ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα· | but there is a spirit in mortals; and the inspiration of the Almighty is that which teaches. |
|
9
|
9
|
| οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδ᾿ οἱ γέροντες οἴδασι κρίμα. | The long-lived are not wise as such; neither do the aged know judgment. |
|
10
|
10
|
| διὸ εἶπα· ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα. | Wherefore I said, Hear me, and I will tell you what I know. |
|
11
|
11
|
| ἐνωτίζεσθέ μου τὰ ρήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, | Hearken to my words; for I will speak in your hearing, until ye shall have tried the matter with words: |
|
12
|
12
|
| καὶ μέχρι ὑμῶν συνήσω. καὶ ἰδοὺ οὐκ ἦν τῷ ᾿Ιὼβ ἐλέγχων ἀνταποκρινόμενος ρήματα αὐτοῦ ἐξ ὑμῶν, | and I shall understand as far as you; and, behold, there was no one of you that answered Job his words in argument, |
|
13
|
13
|
| ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι· | lest ye should say, We have found that we have added wisdom to the Lord. |
|
14
|
14
|
| ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ρήματα. | And ye have commissioned a man to speak such words. |
|
15
|
15
|
| ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. | They were afraid, they answered no longer; they gave up their speaking. |
|
16
|
16
|
| ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. | I waited, (for I had not spoken,) because they stood still, they answered not. |
|
17
|
17
|
| ὑπολαβὼν δὲ ᾿Ελιοὺς λέγει· πάλιν λαλήσω· | And Elius continued, and said, I will again speak, |
|
18
|
18
|
| πλήρης γάρ εἰμι ρημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός· | for I am full of words, for the spirit of my belly destroys me. |
|
19
|
19
|
| ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. | And my belly is as a skin of sweet wine bound up and ready to burst; or as a brazier's labouring bellows. |
|
20
|
20
|
| λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· | I will speak, that I may open my lips and relieve myself. |
|
21
|
21
|
| ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· | For truly I will not be awed because of man, nor indeed will I be confounded before a mortal. |
|
22
|
22
|
| οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. | For I know not how to respect persons: and if otherwise, even the moths would eat me. |
|
Κεφάλαιο 33
|
Chapter 33
|
|
1
|
1
|
| ΟΥ μὴν δὲ ἀλλὰ ἄκουσον, ᾿Ιώβ, τὰ ρήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· | Howbeit hear, Job, my words, and hearken to my speech. |
|
2
|
2
|
| ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. | For behold, I have opened my mouth, and my tongue has spoken. |
|
3
|
3
|
| καθαρά μου ἡ καρδία ρήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. | My heart shall be found pure by my words; and the understanding of my lips shall meditate purity. |
|
4
|
4
|
| πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. | The Divine Spirit is that which formed me, and the breath of the Almighty that which teaches me. |
|
5
|
5
|
| ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατ᾿ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. | If thou canst, give me an answer: wait therefore; stand against me, and I will stand against thee. |
|
6
|
6
|
| ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. | Thou art formed out of the clay as also I: we have been formed out of the same substance. |
|
7
|
7
|
| οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. | My fear shall not terrify thee, neither shall my hand be heavy upon thee. |
|
8
|
8
|
| πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ρημάτων σου ἀκήκοα, | But thou hast said in mine ears, (I have heard the voice of thy words;) because thou sayest, I am pure, not having sinned; |
|
9
|
9
|
| διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα. | I am blameless, for I have not transgressed. |
|
10
|
10
|
| μέμψιν δὲ κατ᾿ ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον· | Yet he has discovered a charge against me, and he has reckoned me as an adversary. |
|
11
|
11
|
| ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς· | And he has put my foot in the stocks, and has watched all my ways. |
|
12
|
12
|
| πῶς γὰρ λέγεις· δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. | For how sayest thou, I am righteous, yet he has not hearkened to me? for he that is above mortals is eternal. |
|
13
|
13
|
| λέγεις δέ· διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ρῆμα; | But thou sayest, Why has he not heard every word of my cause? |
|
14
|
14
|
| ἐν γὰρ τῷ ἅπαξ λαλῆσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ | For when the Lord speaks once, or a second time, |
|
15
|
15
|
| ἐνύπνιον, ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ᾿ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης. | sending a dream, or in the meditation of the night; (as when a dreadful alarm happens to fall upon men, in slumberings on the bed:) |
|
16
|
16
|
| τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν | then opens he the understanding of men: he scares them with such fearful visions: |
|
17
|
17
|
| ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. | to turn a man from unrighteousness, and he delivers his body from a fall. |
|
18
|
18
|
| ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. | He spares also his soul from death, and suffers him not to fall in war. |
|
19
|
19
|
| πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε· | And again, he chastens him with sickness on his bed, and the multitude of his bones is benumbed. |
|
20
|
20
|
| πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει, | And he shall not be able to take any food, though his soul shall desire meat; |
|
21
|
21
|
| ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· | until his flesh shall be consumed, and he shall shew his bones bare. |
|
22
|
22
|
| ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδη. | His soul also draws nigh to death, and his life is in Hades. |
|
23
|
23
|
| ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ, | Though there should be a thousand messengers of death, not one of them shall wound him: if he should purpose in his heart to turn to the Lord, and declare to man his fault, and shew his folly; |
|
24
|
24
|
| ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον, ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· | he will support him, that he should not perish, and will restore his body as fresh plaster upon a wall; and he will fill his bones with marrow. |
|
25
|
25
|
| ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. | And he will make his flesh tender as that of a babe, and he will restore him among men in his full strength. |
|
26
|
26
|
| εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην. | And he shall pray to the Lord, and his prayer shall be accepted of him; he shall enter with a cheerful countenance, with a full expression of praise: for he will render to men their due. |
|
27
|
27
|
| εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγον· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. | Even then a man shall blame himself, saying, What kind of things have I done? and he has not punished me according to the full amount of my sins. |
|
28
|
28
|
| σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται. | Deliver my soul, that it may not go to destruction, and my life shall see the light. |
|
29
|
29
|
| ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. | Behold, all these things the Mighty One works in a threefold manner with a man. |
|
30
|
30
|
| καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν. | And he has delivered my soul from death, that my life may praise him in the light. |
|
31
|
31
|
| ἐνωτίζου, ᾿Ιώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. | Hearken, Job, and hear me: be silent, and I will speak. |
|
32
|
32
|
| εἰ εἰσί σοι λόγοι, ἀποκρίθητί μοι· λάλησον, θέλω γὰρ δικαιωθῆναί σε. | If thou hast words, answer me: speak, for I desire thee to be justified. |
|
33
|
33
|
| εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον καὶ διδάξω σε σοφίαν. | If not, do thou hear me: be silent, and I will teach thee. |
|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιοὺς λέγει· | And Elius continued, and said, |
|
2
|
2
|
| ἀκούσατέ μου, σοφοί· ἐπιστάμενοι, ἐνωτίζεσθε τὸ καλόν· | Hear me, ye wise men; hearken, ye that have knowledge. |
|
3
|
3
|
| ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν. | For the ear tries words, and the mouth tastes meat. |
|
4
|
4
|
| κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ,τι καλόν. | Let us choose judgment to ourselves: let us know among ourselves what is right. |
|
5
|
5
|
| ὅτι εἴρηκεν ᾿Ιώβ· δίκαιός εἰμι, ὁ Κύριος ἀπήλλαξέ μου τὸ κρίμα, | For Job has said, I am righteous: the Lord has removed my judgment. |
|
6
|
6
|
| ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας. | And he has erred in my judgment: my wound is severe without unrighteousness of mine. |
|
8
|
8
|
| οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; | saying, I have not sinned, nor committed ungodliness, nor had fellowship with workers of iniquity, to go with the ungodly. |
|
9
|
9
|
| μὴ γὰρ εἴπῃς, ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρὸς καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου. | For thou shouldest not say, There shall be no visitation of a man, whereas there is a visitation on him from the Lord. |
|
10
|
10
|
| διό, συνετοὶ καρδίας ἀκούσατέ μου· μή μοι εἴη ἔναντι Κυρίου ἀσεβῆσαι καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον· | Wherefore hear me, ye that are wise in heart: far be it from me to sin before the Lord, and to pervert righteousness before the Almighty. |
|
11
|
11
|
| ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν, καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. | Yea, he renders to a man accordingly as each of them does, and in a man's path he will find him. |
|
12
|
12
|
| οἴει δὲ τὸν Κύριον ἄτοπα ποιήσειν; ἢ ὁ Παντοκράτωρ ταράξει κρίσιν, ὃς ἐποίησε τὴν γῆν; | And thinkest thou that the Lord will do wrong, or will the Almighty who made the earth wrest judgment? |
|
13
|
13
|
| τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾿ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; | And who is he that made the whole world under heaven, and all things therein? |
|
14
|
14
|
| εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ᾿ αὐτῷ κατασχεῖν, | For if he would confine, and restrain his spirit with himself; |
|
15
|
15
|
| τελευτήσει πᾶσα σάρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. | all flesh would die together, and every mortal would return to the earth, whence also he was formed. |
|
16
|
16
|
| εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ρημάτων. | Take heed lest he rebuke thee: hear this, hearken to the voice of words. |
|
17
|
17
|
| ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. | Behold then the one that hates iniquities, and that destroys the wicked, who is for ever just. |
|
18
|
18
|
| ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατε, τοῖς ἄρχουσιν· | He is ungodly that says to a king, Thou art a transgressor, that says to princes, O most ungodly one. |
|
19
|
19
|
| ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν. | Such a one as would not reverence the face of an honourable man, neither knows how to give honour to the great, so as that their persons should be respected. |
|
20
|
20
|
| κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός· ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. | But it shall turn out vanity to them, to cry and beseech a man; for they dealt unlawfully, the poor being turned aside from their right. |
|
21
|
21
|
| αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν, | For he surveys the works of men, and nothing of what they do has escaped him. |
|
22
|
22
|
| οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα· | Neither shall there be a place for the workers of iniquity to hide themselves. |
|
23
|
23
|
| ὅτι οὐκ ἀπ᾿ ἄνδρα θήσει ἔτι· | For he will not lay upon a man more than right. |
|
24
|
24
|
| ὁ γὰρ Κύριος πάντας ἐφορᾷ ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· | For the Lord looks down upon all men, who comprehends unsearchable things, glorious also and excellent things without number. |
|
25
|
25
|
| ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. | Who discovers their works, and will bring night about upon them, and they shall be brought low. |
|
26
|
26
|
| ἔσβεσε δὲ ἀσεβεῖς, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ, | And he quite destroys the ungodly, for they are seen before him. |
|
7
|
7
|
| ὅτι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν | What man is as Job, drinking scorning like water? |
|
28
|
28
|
| τοῦ ἐπαγαγεῖν ἐπ᾿ αὐτὸν κραυγὴν πενήτων, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. | so as to bring before him the cry of the needy; for he will hear the cry of the poor. |
|
29
|
29
|
| καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεται; καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ | And he will give quiet, and who will condemn? and he will hide his face, and who shall see him? whether it be done against a nation, or against a man also: |
|
30
|
30
|
| βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. | causing a hypocrite to be king, because of the waywardness of the people. |
|
31
|
31
|
| ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω· | For there is one that says to the Mighty One, I have received blessings; I will not take a pledge: |
|
32
|
32
|
| ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω. | I will see apart from myself: do thou shew me if I have done unrighteousness; I will not do so any more. |
|
33
|
33
|
| μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν; ὅτι ἀπώσῃ, ὅτι σὺ ἐκλέξῃ, καὶ οὐκ ἐγώ· καὶ τί ἔγνως, λάλησον. | Will he take vengeance for it on thee, whereas thou wilt put it far from thee? for thou shalt choose, and not I; and what thou knowest, speak thou. |
|
34
|
34
|
| διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ρῆμα. | Because the wise in heart shall say this, and a wise man listens to my word. |
|
35
|
35
|
| ᾿Ιὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε, τὰ ρήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ. | But Job has not spoken with understanding, his words are not uttered with knowledge. |
|
36
|
36
|
| οὐ μὴν δὲ ἀλλὰ μάθε, ᾿Ιώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν, ὥσπερ οἱ ἄφρονες, | Howbeit do thou learn, Job: no longer make answer as the foolish: |
|
37
|
37
|
| ἵνα μὴ προσθῶμεν ἐφ᾿ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ᾿ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ρήματα ἐναντίον τοῦ Κυρίου. | that we add not to our sins: for iniquity will be reckoned against us, if we speak many words before the Lord. |
|
Κεφάλαιο 35
|
Chapter 35
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ελιοὺς λέγει· | And Elius resumed and said, |
|
2
|
2
|
| τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι Κυρίου; | What is this that thou thinkest to be according to right? who art thou that thou hast said, I am righteous before the Lord? |
|
3
|
|
| ἐγώ σοι δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶ φίλοις σου. | |
|
4
|
4
|
| ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. | I will answer thee, and thy three friends. |
|
5
|
5
|
| εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; | Look up to the sky and see; and consider the clouds, how high they are above thee. |
|
7
|
7
|
| ἐπεὶ δὲ οὖν δικαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται; | And suppose thou art righteous, what wilt thou give him? or what shall he receive of thy hand? |
|
8
|
8
|
| ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. | Thy ungodliness may affect a man who is like to thee; or thy righteousness a son of man. |
|
9
|
9
|
| ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. | They that are oppressed of a multitude will be ready to cry out; they will call for help because of the arm of many. |
|
10
|
10
|
| καὶ οὐκ εἶπε· ποῦ ἐστιν ὁ Θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς, | But none said, Where is God that made me, who appoints the night-watches; |
|
11
|
11
|
| ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; | who makes me to differ from the four-footed beasts of the earth, and from the birds of the sky? |
|
12
|
12
|
| ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. | There they shall cry, and none shall hearken, even because of the insolence of wicked men. |
|
13
|
13
|
| ἄτοπα γὰρ οὐ βούλεται ἰδεῖν ὁ Κύριος, αὐτὸς γὰρ ὁ Παντοκράτωρ | For the Lord desires not to look on error, for he is the Almighty One. |
|
14
|
14
|
| ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὥς ἐστι. | He beholds them that perform lawless deeds, and he will save me: and do thou plead before him, if thou canst praise him, as it is possible even now. |
|
15
|
15
|
| καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παράπτωμά τι σφόδρα· | For he is not now regarding his wrath, nor has he noticed severely any trespass. |
|
16
|
16
|
| καὶ ᾿Ιὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ρήματα βαρύνει. | Yet Job vainly opens his mouth, in ignorance he multiplies words. |
|
Κεφάλαιο 36
|
Chapter 36
|
|
1
|
1
|
| ΠΡΟΣΘΕΙΣ δὲ ἔτι ᾿Ελιοὺς λέγει· | And Elius further continued, and said, |
|
2
|
2
|
| μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. | Wait for me yet a little while, that I may teach thee: for there is yet speech in me. |
|
3
|
3
|
| ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾿ ἀληθείας | Having fetched my knowledge from afar, and according to my works, |
|
4
|
4
|
| καὶ οὐκ ἄδικα ρήματα ἀδίκως συνιεῖς. | I will speak just things truly, and thou shalt not unjustly receive unjust words. |
|
5
|
5
|
| γίνωσκε δὲ ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύϊ καρδίας | But know that the Lord will not cast off an innocent man: being mighty in strength of wisdom, |
|
6
|
6
|
| ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει. | he will not by any means save alive the ungodly: and he will grant the judgment of the poor. |
|
7
|
7
|
| οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται. | He will not turn away his eyes from the righteous, but they shall be with kings on the throne: and he will establish them in triumph, and they shall be exalted. |
|
8
|
8
|
| καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας, | But they that are bound in fetters shall be holden in cords of poverty. |
|
9
|
9
|
| καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. | And he shall recount to them their works, and their transgressions, for such will act with violence. |
|
10
|
10
|
| ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. | But he will hearken to the righteous: and he has said that they shall turn from unrighteousness. |
|
11
|
11
|
| ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις. | If they should hear and serve him, they shall spend their days in prosperity, and their years in honour. |
|
12
|
12
|
| ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. | But he preserves not the ungodly; because they are not willing to know the Lord, and because when reproved they were disobedient. |
|
13
|
13
|
| καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. | And the hypocrites in heart will array wrath against themselves; they will not cry, because he has bound them. |
|
14
|
14
|
| ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, | Therefore let their soul die in youth, and their life be wounded by messengers of death. |
|
15
|
15
|
| ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πρᾳέων ἐκθήσει. | Because they afflicted the weak and helpless: and he will vindicate the judgment of the meek. |
|
16
|
16
|
| καὶ προσέτι ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος. | And he has also enticed thee out of the mouth of the enemy: |
|
17
|
17
|
| οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, | there is a deep gulf and a rushing stream beneath it, and thy table came down full of fatness. Judgment shall not fail from the righteous; |
|
18
|
18
|
| θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις. | but there shall be wrath upon the ungodly, by reason of the ungodliness of the bribes which they received for iniquities. |
|
19
|
19
|
| μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. | Let not thy mind willingly turn thee aside from the petition of the feeble that are in distress. |
|
20
|
20
|
| μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν· | And draw not forth all the mighty men by night, so that the people should go up instead of them. |
|
21
|
21
|
| ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξείλω ἀπὸ πτωχείας. | But take heed lest thou do that which is wrong: for of this thou hast made choice because of poverty. |
|
22
|
22
|
| ἰδοὺ ὁ ᾿Ισχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ· τίς γάρ ἐστι κατ᾿ αὐτὸν δυνάστης; | Behold, the Mighty One shall prevail by his strength: for who is powerful as he is? |
|
23
|
23
|
| τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα; | And who is he that examines his works? or who can say, He has wrought injustice? |
|
24
|
24
|
| μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες. | Remember that his works are great beyond those which men have attempted. |
|
25
|
25
|
| πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. | Every man has seen in himself, how many mortals are wounded. |
|
26
|
26
|
| ἰδοὺ ὁ ᾿Ισχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ, καὶ ἀπέραντος. | Behold, the Mighty One is great, and we shall not know him: the number of his years is even infinite. |
|
27
|
27
|
| ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· | And the drops of rain are numbered by him, and shall be poured out in rain to form a cloud. |
|
28
|
28
|
| ρυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28α ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν. 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος; | The ancient heavens shall flow, and the clouds overshadow innumerable mortals: |
|
29
|
29
|
| καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, | And though one should understand the outspreadings of the clouds, or the measure of his tabernacle; |
|
30
|
30
|
| ἰδοὺ ἐκτενεῖ ἐπ᾿ αὐτὸν ἠδὼ καὶ ριζώματα τῆς θαλάσσης ἐκάλυψεν· | behold he will stretch his bow against him, and he covers the bottom of the sea. |
|
31
|
31
|
| ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι. | For by them he will judge the nations: he will give food to him that has strength. |
|
32
|
32
|
| ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· | He has hidden the light in his hands, and given charge concerning it to the interposing cloud. |
|
33
|
33
|
| ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσις καὶ περὶ ἀδικίας. | The Lord will declare concerning this to his friend: but there is a portion also for unrighteousness. |
|
Κεφάλαιο 37
|
Chapter 37
|
|
1
|
1
|
| ΚΑΙ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. | At this also my heart is troubled, and moved out of its place. |
|
2
|
2
|
| ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. | Hear thou a report by the anger of the Lord's wrath, and a discourse shall come out of his mouth. |
|
3
|
3
|
| ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. | His dominion is under the whole heaven, and his light is at the extremities of the earth. |
|
4
|
4
|
| ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. | After him shall be a cry with a loud voice; he shall thunder with the voice of his excellency, yet he shall not cause men to pass away, for one shall hear his voice. |
|
5
|
5
|
| βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν, | The Mighty One shall thunder wonderfully with his voice: for he has done great things which we knew not; |
|
6
|
6
|
| συντάσσων χιόνι· γίνου ἐπὶ γῆς, καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ. | commanding the snow, Be thou upon the earth, and the stormy rain, and the storm of the showers of his might. |
|
7
|
7
|
| ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. | He seals up the hand of every man, that every man may know his own weakness. |
|
8
|
8
|
| εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. | And the wild beasts come in under the covert, and rest in their lair. |
|
9
|
9
|
| ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, | Troubles come on out of the secret chambers, and cold from the mountain-tops. |
|
10
|
10
|
| καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος, οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται· | And from the breath of the Mighty One he will send frost; and he guides the water in whatever way he pleases. |
|
11
|
11
|
| καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη, διασκορπιεῖ νέφος φῶς αὐτοῦ. | And if a cloud obscures what is precious to him, his light will disperse the cloud. |
|
12
|
12
|
| καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτῶν. πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ᾿ αὐτοῦ ἐπὶ τῆς γῆς, | And he will carry round the encircling clouds by his governance, to perform their works: whatsoever he shall command them, |
|
13
|
13
|
| ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. | this has been appointed by him on the earth, whether for correction, or for his land, or if he shall find him an object for mercy. |
|
14
|
14
|
| ἐνωτίζου ταῦτα, ᾿Ιώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου. | Hearken to this, O Job: stand still, and be admonished of the power of the Lord. |
|
15
|
15
|
| οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. | We know that God has disposed his works, having made light out of darkness. |
|
16
|
16
|
| ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν. | And he knows the divisions of the clouds, and the signal overthrows of the ungodly. |
|
17
|
17
|
| σοῦ δὲ ἡ στολὴ θερμή, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. | But thy robe is warm, and there is quiet upon the land. |
|
18
|
18
|
| στερεώσεις μετ᾿ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως. | Wilt thou establish with him foundations for the ancient heavens? they are strong as a molten mirror. |
|
19
|
19
|
| διατί; δίδαξόν με, τί ἐροῦμεν αὐτῷ· καὶ παυσώμαθε πολλὰ λέγοντες. | Wherefore teach me, what shall we say to him? and let us cease from saying much. |
|
20
|
20
|
| μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; | Have I a book or a scribe by me, that I may stand and put man to silence? |
|
21
|
21
|
| πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρ᾿ αὐτοῦ ἐπὶ νεφῶν. | But the light is not visible to all: it shines afar off in the heavens, as that which is from him in the clouds. |
|
22
|
22
|
| ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα· ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ Παντοκράτορος. | From the north come the clouds shining like gold: in these great are the glory and honour of the Almighty; |
|
23
|
23
|
| καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; | and we do not find another his equal in strength: as for him that judges justly, dost thou not think that he listens? |
|
24
|
24
|
| διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ. | Wherefore men shall fear him; and the wise also in heart shall fear him. |
|
Κεφάλαιο 38
|
Chapter 38
|
|
1
|
1
|
| ΜΕΤΑ δὲ τὸ παύσασθαι ᾿Ελιοὺν τῆς λέξεως εἶπεν ὁ Κύριος τῷ ᾿Ιὼβ διὰ λαίλαπος καὶ νεφῶν· | And after Elius had ceased from speaking, the Lord spoke to Job through the whirlwind and clouds, saying, |
|
2
|
2
|
| τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ρήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; | Who is this that hides counsel from me, and confines words in his heart, and thinks to conceal them from me? |
|
3
|
3
|
| ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. | Gird thy loins like a man; and I will ask thee, and do thou answer me. |
|
4
|
4
|
| ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν. | Where wast thou when I founded the earth? tell me now, if thou hast knowledge, |
|
5
|
5
|
| τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿ αὐτῆς; | who set the measures of it, if thou knowest? or who stretched a line upon it? |
|
6
|
6
|
| ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿ αὐτῆς; | On what are its rings fastened? and who is he that laid the corner-stone upon it? |
|
7
|
7
|
| ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. | When the stars were made, all my angels praised me with a loud voice. |
|
8
|
8
|
| ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη. | And I shut up the sea with gates, when it rushed out, coming forth out of its mother's womb. |
|
9
|
9
|
| ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. | And I made a cloud its clothing, and swathed it in mist. |
|
10
|
10
|
| ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. | And I set bounds to it, surrounding it with bars and gates. |
|
11
|
11
|
| εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾿ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. | And I said to it, Hitherto shalt thou come, but thou shalt not go beyond, but thy waves shall be confined within thee. |
|
12
|
12
|
| ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν | Or did I order the morning light in thy time; and did the morning star then first see his appointed place; |
|
13
|
13
|
| ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; | to lay hold of the extremities of the earth, to cast out the ungodly out of it? |
|
14
|
14
|
| ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπ‘Ι γῆς; | Or didst thou take clay of the ground, and form a living creature, and set it with the power of speech upon the earth? |
|
15
|
15
|
| ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; | And hast thou removed light from the ungodly, and crushed the arm of the proud? |
|
16
|
16
|
| ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; | Or hast thou gone to the source of the sea, and walked in the tracks of the deep? |
|
17
|
17
|
| ἀνοίγονταί δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; | And do the gates of death open to thee for fear; and did the porters of hell quake when they saw thee? |
|
18
|
18
|
| νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι; | And hast thou been instructed in the breadth of the whole earth under heaven? tell me now, what is the extent of it? |
|
19
|
19
|
| ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος; | And in what kind of a land does the light dwell? and of what kind is the place of darkness? |
|
20
|
20
|
| εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν; | If thou couldest bring me to their utmost boundaries, and if also thou knowest their paths; |
|
21
|
21
|
| οἶδας ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; | I know then that thou wert born at that time, and the number of thy years is great. |
|
22
|
22
|
| ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; | But hast thou gone to the treasures of snow? and hast thou seen the treasures of hail? |
|
23
|
23
|
| ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν εἰς ἡμέραν πολέμων καὶ μάχης; | And is there a store of them, for thee against the time of thine enemies, for the day of wars and battle? |
|
24
|
24
|
| πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾿ οὐρανόν; | And whence proceeds the frost? or whence is the south wind dispersed over the whole world under heaven? |
|
25
|
25
|
| τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ρύσιν, ὁδὸν δὲ κυδοιμῶν | And who prepared a course for the violent rain, and a way for the thunders; |
|
26
|
26
|
| τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἀνήρ, ἔρημον, οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ, | to rain upon the land where there is no man, the wilderness, where there is not a man in it; so as to feed the untrodden and uninhabited land, |
|
27
|
27
|
| τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; | and cause it to send forth a crop of green herbs? |
|
28
|
28
|
| τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου, | Who is the rain's father? and who has generated the drops of dew? |
|
29
|
29
|
| ἐκ γαστρὸς δέ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, | And out of whose womb comes the ice? and who has produced the frost in the sky, |
|
30
|
30
|
| ἣ καταβαίνει ὥσπερ ὕδωρ ρέον; πρόσωπον ἀσεβοῦς τίς ἔπληξε; | which descends like flowing water? who has terrified the face of the ungodly? |
|
31
|
31
|
| συνῆκας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν ᾿Ωρίωνος ἤνοιξας; | And dost thou understand the band of Pleias, and hast thou opened the barrier of Orion? |
|
32
|
32
|
| ἦ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ καὶ ῞Εσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά; | Or wilt thou reveal Mazuroth in his season, and the evening star with his rays? Wilt thou guide them? |
|
33
|
33
|
| ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ᾿ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; | And knowest thou the changes of heaven, or the events which take place together under heaven? |
|
34
|
34
|
| καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου; | And wilt thou call a cloud with thy voice, and will it obey thee with a violent shower of much rain? |
|
35
|
35
|
| ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι· τί ἐστι; | And wilt thou send lightnings, and they shall go? and shall they say to thee, What is thy pleasure? |
|
36
|
36
|
| τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; | And who has given to women skill in weaving, or knowledge of embroidery? |
|
37
|
37
|
| τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε; | And who is he that numbers the clouds in wisdom, and has bowed the heaven down to the earth? |
|
38
|
38
|
| κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον. | For it is spread out as dusty earth, and I have cemented it as one hewn stone to another. |
|
39
|
39
|
| θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπρήσεις; | And wilt thou hunt a prey for the lions? and satisfy the desires of the serpents? |
|
40
|
40
|
| δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. | For they fear in their lairs, and lying in wait couch in the woods. |
|
41
|
41
|
| τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. | And who has prepared food for the raven? for its young ones wander and cry to the Lord, in search of food. |
|
Κεφάλαιο 39
|
Chapter 39
|
|
1
|
1
|
| ΕΙ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; | Say if thou knowest the time of the bringing forth of the wild goats of the rock, and if thou hast marked the calving of the hinds: |
|
2
|
2
|
| ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔδυσας; | and if thou hast numbered the full months of their being with young, and if thou hast relieved their pangs: |
|
3
|
3
|
| ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου; ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς; | and hast reared their young without fear; and wilt thou loosen their pangs? |
|
4
|
4
|
| ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γεννήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. | Their young will break forth; they will be multiplied with offspring: their young will go forth, and will not return to them. |
|
5
|
5
|
| τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; | And who is he that sent forth the wild ass free? and who loosed his bands? |
|
6
|
6
|
| ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα· | whereas I made his habitation the wilderness, and the salt land his coverts. |
|
7
|
7
|
| καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων, | He laughs to scorn the multitude of the city, and hears not the chiding of the tax-gatherer. |
|
8
|
8
|
| κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. | He will survey the mountains as his pasture, and he seeks after every green thing. |
|
9
|
9
|
| βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; | And will the unicorn be willing to serve thee, or to lie down at thy manger? |
|
10
|
10
|
| δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; | And wilt thou bind his yoke with thongs, or will he plough furrows for thee in the plain? |
|
11
|
11
|
| πέποιθας δὲ ἐπ᾿ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; | And dost thou trust him, because his strength is great? and wilt thou commit thy works to him? |
|
12
|
12
|
| πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; | And wilt thou believe that he will return to thee thy seed, and bring it in to thy threshing-floor? |
|
13
|
13
|
| πτέρυξ τερπομένων νεέλασα, ἐὰν συλλάβῃ ἀσίδα καὶ νέσσα· | The peacock has a beautiful wing: if the stork and the ostrich conceive, it is worthy of notice, |
|
14
|
14
|
| ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει | for the ostrich will leave her eggs in the ground, and warm them on the dust, |
|
15
|
15
|
| καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει· | and has forgotten that the foot will scatter them, and the wild beasts of the field trample them. |
|
16
|
16
|
| ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου· | She has hardened herself against her young ones, as though she bereaved not herself: she labours in vain without fear. |
|
17
|
17
|
| ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει. | For God has withholden wisdom from her, and not given her a portion in understanding. |
|
18
|
18
|
| κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. | In her season she will lift herself on high; she will scorn the horse and his rider. |
|
19
|
19
|
| ἦ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; | Hast thou invested the horse with strength, and clothed his neck with terror? |
|
20
|
20
|
| περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ; | And hast thou clad him in perfect armour, and made his breast glorious with courage? |
|
21
|
21
|
| ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ· | He paws exulting in the plain, and goes forth in strength into the plain. |
|
22
|
22
|
| συναντῶν βασιλεῖ καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου· | He laughs to scorn a king as he meets him, and will by no means turn back from the sword. |
|
23
|
23
|
| ἐπ᾿ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, | The bow and sword resound against him; and his rage will swallow up the ground: |
|
24
|
24
|
| καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ· | and he will not believe until the trumpet sounds. |
|
25
|
25
|
| σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. | And when the trumpet sounds, he says, Aha! and afar off he smells the war with prancing and neighing. |
|
26
|
26
|
| ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς νότον; | And does the hawk remain steady by thy wisdom, having spread out her wings unmoved, looking toward the region of the south? |
|
27
|
27
|
| ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται | And does the eagle rise at thy command, and the vulture remain sitting over his nest, |
|
28
|
28
|
| ἐπ᾿ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; | on a crag of a rock, and in a secret place? |
|
29
|
29
|
| ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι· | Thence he seeks food, his eyes observe from far. |
|
30
|
30
|
| νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. | And his young ones roll themselves in blood, and wherever the carcases may be, immediately they are found. |
|
Κεφάλαιο 40
|
Chapter 40
|
|
1
|
1
|
| ΚΑΙ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ ᾿Ιὼβ καὶ εἶπε· | And the Lord God answered Job, and said, |
|
2
|
2
|
| μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτήν; | Will any one pervert judgment with the Mighty One? and he that reproves God, let him return it for answer. |
|
3
|
3
|
| ὑπολαβὼν δὲ ᾿Ιὼβ λέγει τῷ Κυρίῳ· | And Job answered and said to the Lord, |
|
4
|
4
|
| τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου· | Why do I yet plead? being rebuked even while reproving the Lord: hearing such things, whereas I am nothing: and what shall I answer to these arguments? I will lay my hand upon my mouth. |
|
5
|
5
|
| ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. | I have spoken once; but I will not do so a second time. |
|
6
|
6
|
| ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος εἶπε τῷ ᾿Ιὼβ ἐκ τοῦ νέφους· | And the Lord yet again answered and spoke to Job out of the cloud, saying, |
|
7
|
7
|
| μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι· | Nay, gird up now thy loins like a man; and I will ask thee, and do thou answer me. |
|
8
|
8
|
| μὴ ἀποποιοῦ μου τὸ κρίμα. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; | Do not set aside my judgment: and dost thou think that I have dealt with thee in any other way, than that thou mightest appear to be righteous? |
|
9
|
9
|
| ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ᾿ αὐτὸν βροντᾷς; | Hast thou an arm like the Lord's? or dost thou thunder with a voice like his? |
|
10
|
10
|
| ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. | Assume now a lofty bearing and power; and clothe thyself with glory and honour. |
|
11
|
11
|
| ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον· | And send forth messengers with wrath; and lay low every haughty one. |
|
12
|
12
|
| ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα, | Bring down also the proud man; and consume at once the ungodly. |
|
13
|
13
|
| κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον· | And hide them together in the earth; and fill their faces with shame. |
|
14
|
14
|
| ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι. | Then will I confess that thy right hand can save thee. |
|
15
|
15
|
| ἀλλὰ δὴ ἰδοὺ θηρία παρά σοι, χόρτον ἴσα βουσὶν ἐσθίουσιν. | But now look at the wild beasts with thee; they eat grass like oxen. |
|
16
|
16
|
| ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ γαστρός· | Behold now, his strength is in his loins, and his force is in the navel of his belly. |
|
17
|
17
|
| ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται· | He sets up his tail like a cypress; and his nerves are wrapped together. |
|
18
|
18
|
| αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ράχις αὐτοῦ σίδηρος χυτός. | His sides are sides of brass; and his backbone is as cast iron. |
|
19
|
19
|
| τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. | This is the chief of the creation of the Lord; made to be played with by his angels. |
|
20
|
20
|
| ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. | And when he has gone up to a steep mountain, he causes joy to the quadrupeds in the deep. |
|
21
|
21
|
| ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. | He lies under trees of every kind, by the papyrus, and reed, and bulrush. |
|
22
|
22
|
| σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ραδάμνοις καὶ κλῶνες ἀγροῦ. | And the great trees make a shadow over him with their branches, and so do the bushes of the field. |
|
23
|
23
|
| ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν ὅτι προσκρούσει ὁ ᾿Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ. | If there should be a flood, he will not perceive it; he trusts that Jordan will rush up into his mouth. |
|
24
|
24
|
| ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ρῖνα. | Yet one shall take him in his sight; one shall catch him with a cord, and pierce his nose. |
|
25
|
25
|
| ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ρῖνα αὐτοῦ; | But wilt thou catch the serpent with a hook, and put a halter about his nose? |
|
26
|
26
|
| εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; | Or wilt thou fasten a ring in his nostril, and bore his lip with a clasp? |
|
27
|
27
|
| λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; | Will he address thee with a petition? softly, with the voice of a suppliant? |
|
28
|
28
|
| θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; | And will he make a covenant with thee? and wilt thou take him for a perpetual servant? |
|
29
|
29
|
| παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; | And wilt thou play with him as with a bird? or bind him as a sparrow for a child? |
|
30
|
30
|
| ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; | And do the nations feed upon him, and the nations of the Phœnicians share him? |
|
31
|
31
|
| πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. | And all the ships come together would not be able to bear the mere skin of his tail; neither shall they carry his head in fishing-vessels. |
|
32
|
32
|
| ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω. | But thou shalt lay thy hand upon him once, remembering the war that is waged by his mouth; and let it not be done any more. |
|
Κεφάλαιο 41
|
Chapter 41
|
|
1
|
1
|
| ΟΥΧ ἑώρακας αὐτόν, οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; | Hast thou not seen him? and hast thou not wondered at the things said of him? |
|
2
|
2
|
| οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; | Dost thou not fear because preparation has been made by me? for who is there that resists me? |
|
3
|
3
|
| ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ, εἰ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν ἐμή ἐστιν; | Or who will resist me, and abide, since the whole world under heaven is mine? |
|
4
|
4
|
| οὐ σιωπήσομαι δι᾿ αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῷ. | I will not be silent because of him: though because of his power one shall pity his antagonist. |
|
5
|
5
|
| τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; | Who will open the face of his garment? and who can enter within the fold of his breast-plate? |
|
6
|
6
|
| πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. | Who will open the doors of his face? terror is round about his teeth. |
|
7
|
7
|
| τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι, σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμυρίτης λίθος· | His inwards are as brazen plates, and the texture of his skin as a smyrite stone. |
|
8
|
8
|
| εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· | One part cleaves fast to another, and the air cannot come between them. |
|
9
|
9
|
| ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. | They will remain united each to the other: they are closely joined, and cannot be separated. |
|
10
|
10
|
| ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ῾Εωσφόρου. | At his sneezing a light shines, and his eyes are as the appearance of the morning star. |
|
11
|
11
|
| ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ὡς ἐσχάραι πυρός. | Out of his mouth proceed as it were burning lamps, and as it were hearths of fire are cast abroad. |
|
12
|
12
|
| ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. | Out of his nostrils proceeds smoke of a furnace burning with fire of coals. |
|
13
|
13
|
| ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. | His breath is as live coals, and a flame goes out of his mouth. |
|
14
|
14
|
| ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. | And power is lodged in his neck, before him destruction runs. |
|
15
|
15
|
| σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ᾿ αὐτόν, οὐ σαλευθήσεται. | The flesh also of his body is joined together: if one pours violence upon him, he shall not be moved. |
|
16
|
16
|
| ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. | His heart is firm as a stone, and it stands like an unyielding anvil. |
|
17
|
17
|
| στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. | And when he turns, he is a terror to the four-footed wild beasts which leap upon the earth. |
|
18
|
18
|
| ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι δόρυ καὶ θώρακα· | If spears should come against him, men will effect nothing, either with the spear or the breast-plate. |
|
19
|
19
|
| ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. | For he considers iron as chaff, and brass as rotten wood. |
|
20
|
20
|
| οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον, ἥγηται μὲν πετροβόλον χόρτον· | The bow of brass shall not wound him, he deems a slinger as grass. |
|
21
|
21
|
| ὡς καλάμη ἐλογίσθησαν σφῦραι, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. | Mauls are counted as stubble; and he laughs to scorn the waving of the firebrand. |
|
22
|
22
|
| ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ᾿ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. | His lair is formed of sharp points; and all the gold of the sea under him is as an immense quantity of clay. |
|
23
|
23
|
| ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον, ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, | He makes the deep boil like a brazen caldron; and he regards the sea as a pot of ointment, |
|
24
|
24
|
| τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. | and the lowest part of the deep as a captive: he reckons the deep as his range. |
|
25
|
25
|
| οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου· | There is nothing upon the earth like to him, formed to be sported with by my angels. |
|
26
|
26
|
| πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν. | He beholds every high thing: and he is king of all that are in the waters. |
|
Κεφάλαιο 42
|
Chapter 42
|
|
1
|
1
|
| ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει τῷ Κυρίῳ· | Then Job answered and said to the Lord, |
|
2
|
2
|
| οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. | I know that thou canst do all things, and nothing is impossible with thee. |
|
3
|
3
|
| τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ρημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην; | For who is he that hides counsel from thee? or who keeps back his words, and thinks to hide them from thee? and who will tell me what I knew not, great and wonderful things which I understood not? |
|
4
|
4
|
| ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. | But hear me, O Lord, that I also may speak: and I will ask thee, and do thou teach me. |
|
5
|
5
|
| ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· | I have heard the report of thee by the ear before; but now mine eye has seen thee. |
|
6
|
6
|
| διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. | Wherefore I have counted myself vile, and have fainted: and I esteem myself dust and ashes. |
|
7
|
7
|
| ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ρήματα ταῦτα τῷ ᾿Ιώβ, εἶπεν ὁ Κύριος ᾿Ελιφὰζ τῷ Θαιμανίτῃ· ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου ᾿Ιώβ. | And it came to pass after the Lord had spoken all these words to Job, that the Lord said to Eliphaz the Thæmanite, Thou hast sinned, and thy two friends: for ye have not said anything true before me, as my servant Job has. |
|
8
|
8
|
| νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου ᾿Ιώβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. ᾿Ιὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου ᾿Ιώβ. | Now then take seven bullocks, and seven rams, and go to my servant Job, and he shall offer a burnt-offering for you. And my servant Job shall pray for you, for I will only accept him: for but for his sake, I would have destroyed you, for ye have not spoken the truth against my servant Job. |
|
9
|
9
|
| ἐπορεύθη δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος, καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ ᾿Ιώβ. | So Eliphaz the Thæmanite, and Baldad the Sauchite, and Sophar the Minæan, went and did as the Lord commanded them: and he pardoned their sin for the sake of Job. |
|
10
|
10
|
| ὁ δὲ Κύριος ηὔξησε τὸν ᾿Ιώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν. ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν ᾿Ιὼβ εἰς διπλασιασμόν. | And the Lord prospered Job: and when he prayed also for his friends, he forgave them their sin: and the Lord gave Job twice as much, even the double of what he had before. |
|
11
|
11
|
| ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ἤδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ᾿ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν ἐπ᾿ αὐτῷ ὁ Κύριος. ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου. | And all his brethren and his sisters heard all that had happened to him, and they came to him, and so did all that had known him from the first: and they ate and drank with him, and comforted him, and wondered at all that the Lord had brought upon him: and each one gave him a lamb, and four drachms' weight of gold, even of unstamped gold. |
|
12
|
12
|
| ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα ᾿Ιὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. | And the Lord blessed the latter end of Job, more than the beginning: and his cattle were fourteen thousand sheep, six thousand camels, a thousand yoke of oxen, a thousand she-asses of the pastures. |
|
13
|
13
|
| γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· | And there were born to him seven sons and three daughters. |
|
14
|
14
|
| καὶ ἐκάλεσε τὴν μὲν πρώτην ῾Ημέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην ᾿Αμαλθαίας κέρας. | And he called the first, Day, and the second, Casia, and the third, Amalthæa's horn. |
|
15
|
15
|
| καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας ᾿Ιὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. | And there were not found in comparison with the daughters of Job, fairer women than they in all the world: and their father gave them an inheritance among their brethren. |
|
16
|
16
|
| ἔζησε δὲ ᾿Ιὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν ᾿Ιὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν. | And Job lived after his affliction a hundred and seventy years: and all the years he lived were two hundred and forty: and Job saw his sons and his sons' sons, the fourth generation. |
|
17
|
17
|
| καὶ ἐτελεύτησεν ᾿Ιὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. 17α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν. 17β Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς ᾿Ιδουμαίας καὶ ᾿Αραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα ᾿Ιωβάβ. 17γ λαβὼν δὲ γυναῖκα ᾿Αράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα ᾿Εννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν ῾Ησαῦ υἱῶν υἱός, μητρός δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ ῾Αβραάμ. 17δ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ ᾿Ιωβὰβ ὁ καλούμενος ᾿Ιώβ· μετὰ δὲ τοῦτον ᾿Ασὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον ᾿Αδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 17ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, ᾿Ελιφὰζ τῶν ῾Ησαῦ υἱῶν, Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς. | And Job died, an old man and full of days: |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.