|
Chapter 20
|
Κεφάλαιο 20
|
|
1
|
1
|
| And it came to pass, on one of those days, as he was teaching the people in the temple, and preaching the gospel, there came upon him the priests and the scribes with the elders; | Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, |
|
2
|
2
|
| and they spake unto him, saying, Tell us: By what authority doest thou these things? or who is he that gave thee this authority? | καὶ εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; |
|
3
|
3
|
| And he answered and said unto them, I also will ask you one question; and tell me: | Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· |
|
4
|
4
|
| The baptism of John, was it from heaven, or from men? | Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; |
|
5
|
5
|
| And they reasoned with themselves, saying, If we shall say, From heaven; he will say, Why did ye not believe him? | Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; |
|
6
|
6
|
| But if we shall say, From men; all the people will stone us: for they are persuaded that John was a prophet. | Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. |
|
7
|
7
|
| And they answered, that they knew not whence it was. | Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. |
|
8
|
8
|
| And Jesus said unto them, Neither tell I you by what authority I do these things. | Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. |
|
9
|
9
|
| And he began to speak unto the people this parable: A man planted a vineyard, and let it out to husbandmen, and went into another country for a long time. | Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς· |
|
10
|
10
|
| And at the season he sent unto the husbandmen a servant, that they should give him of the fruit of the vineyard: but the husbandmen beat him, and sent him away empty. | καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. |
|
11
|
11
|
| And he sent yet another servant: and him also they beat, and handled him shamefully, and sent him away empty. | Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. |
|
12
|
12
|
| And he sent yet a third: and him also they wounded, and cast him forth. | Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. |
|
13
|
13
|
| And the lord of the vineyard said, What shall I do? I will send my beloved son; it may be they will reverence him when they see him. | Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. |
|
14
|
14
|
| But when the husbandmen saw him, they reasoned among themselves, saying, This is the heir; come, let us kill him, that the inheritance may be ours. | Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. |
|
15
|
15
|
| And they cast him forth out of the vineyard, and killed him. What therefore will the lord of the vineyard do unto them? | Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; |
|
16
|
16
|
| He will come and destroy these husbandmen, and will give the vineyard unto others. And when they heard it, they said, God forbid. | Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο. |
|
17
|
17
|
| But he looked upon them, and said, What then is this that is written, The stone which the builders rejected, The same was made the head of the corner? | Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; |
|
18
|
18
|
| Everyone that falleth on that stone shall be broken to pieces; but on whomsoever it shall fall, it will scatter him as dust. | Πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. |
|
19
|
19
|
| And the chief priests and the scribes sought to lay hands on him in that very hour; and they were afraid: for they perceived that he spake this parable against them. | Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν. |
|
20
|
20
|
| And they watched him, and sent forth spies, who feigned themselves to be righteous, that they might take hold of his speech, so that they might deliver him up to the rule and to the authority of the governor. | Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. |
|
21
|
21
|
| And they asked him, saying, Teacher, we know that thou sayest and teachest rightly, and acceptest not the person of any, but of a truth teachest the way of God: | Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις. |
|
22
|
22
|
| Is it lawful for us to give tribute unto Caesar, or not? | Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ; |
|
23
|
23
|
| But he perceived their craftiness, and said unto them, Why make ye trial of me? | Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν πρὸς αὐτούς, Τί με πειράζετε; |
|
24
|
24
|
| Show me a denarius. Whose image and superscription hath it? And they answered and said, Caesar’s. | Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος. |
|
25
|
25
|
| And he said unto them, Render then unto Caesar the things that are Caesar’s, and unto God the things that are God’s. | Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. |
|
26
|
26
|
| And they were not able to take hold of his saying before the people: and they marveled at his answer, and held their peace. | Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. |
|
27
|
27
|
| And there came to him certain of the Sadducees, they that deny that there is a resurrection; and they asked him, | Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν, |
|
28
|
28
|
| saying, Teacher, Moses wrote unto us, that if a man’s brother die, having a wife, and he die childless, his brother should take the wife, and raise up seed unto his brother. | λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. |
|
29
|
29
|
| There were therefore seven brethren: and the first took a wife, and died childless; | Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος· |
|
30
|
30
|
| and the second took her to wife, and he died childless: | καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος. |
|
31
|
31
|
| and the third likewise took her; and likewise the seven also: they left no children, and died. | Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. |
|
32
|
32
|
| And last of all the woman also died. | Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή. |
|
33
|
33
|
| In the resurrection therefore whose wife of them shall she be? for the seven had her to wife. | Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. |
|
34
|
34
|
| And Jesus answered and said unto them, The sons of this world marry, and are given in marriage: | Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται· |
|
35
|
35
|
| but they that are accounted worthy to attain to that world, and the resurrection from the dead, neither marry, nor are given in marriage: | οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται· |
|
36
|
36
|
| for neither can they die anymore: for they are equal unto the angels; and are sons of God, being sons of the resurrection. | οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν τοῦ θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. |
|
37
|
37
|
| But that the dead are raised, even Moses showed, in the place concerning the Bush, when he calleth the Lord the God of Abraham, and the God of Isaac, and the God of Jacob. | Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ. |
|
38
|
38
|
| Now he is not the God of the dead, but of the living: for all live unto him. | Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. |
|
39
|
39
|
| And certain of the scribes answered and said, Teacher, thou hast well said. | Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας. |
|
40
|
40
|
| And they durst not anymore ask him any question. | Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν. |
|
41
|
41
|
| And he said unto them, How say they that the Christ is David’s son? | Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν χριστὸν υἱὸν Δαυὶδ εἶναι; |
|
42
|
42
|
| Even David himself saith in the book of Psalms, The Lord said unto my Lord, Sit thou on my right hand, | Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, |
|
43
|
43
|
| Till I make thine enemies the footstool of thy feet. | ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. |
|
44
|
44
|
| David therefore calleth him Lord, and how is he his son? | Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν; |
|
45
|
45
|
| And in the hearing of all the people he said unto his disciples, | Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, |
|
46
|
46
|
| Beware of the scribes, who desire to walk in long robes, and love salutations in the marketplaces, and chief seats in the synagogues, and chief places at feasts; | Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· |
|
47
|
47
|
| who devour widows’ houses, and for a pretense make long prayers: these shall receive greater condemnation. | οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα. |
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.