|
Chapter 24
|
Κεφάλαιο 24
|
|
1
|
1
|
|
And when Balaam saw that it pleased God to bless Israel, he did not go according to his custom to meet the omens, but turned his face toward the wilderness.
|
ΚΑΙ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
|
|
2
|
2
|
|
And Balaam lifted up his eyes, and sees Israel encamped by their tribes; and the Spirit of God came upon him.
|
καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ,
|
|
3
|
3
|
|
And he took up his parable and said, Balaam son of Beor says, the man who sees truly says,
|
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
|
|
4
|
4
|
|
he says who hears the oracle of the Mighty One, who saw a vision of God in sleep; his eyes were opened:
|
φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
|
|
5
|
5
|
|
How goodly are thy habitations, Jacob, and thy tents, Israel!
|
ὡς καλοὶ οἱ οἶκοί σου ᾿Ιακώβ, αἱ σκηναί σου ᾿Ισραήλ!
|
|
6
|
6
|
|
as shady groves, and as gardens by a river, and as tents which God pitched, and as cedars by the waters.
|
ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ’ ὕδατα.
|
|
7
|
7
|
|
There shall come a man out of his seed, and he shall rule over many nations; and the kingdom of Gog shall be exalted, and his kingdom shall be increased.
|
ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.
|
|
8
|
8
|
|
God led him out of Egypt; he has as it were the glory of a unicorn: he shall consume the nations of his enemies, and he shall drain their marrow, and with his darts he shall shoot through the enemy.
|
Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν·
|
|
9
|
9
|
|
He lay down, he rested as a lion, and as a young lion; who shall stir him up? they that bless thee are blessed, and they that curse thee are cursed.
|
κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
|
|
10
|
10
|
|
And Balac was angry with Balaam, and clapped his hands together; and Balac said to Balaam, I called thee to curse my enemy, and behold thou hast decidedly blessed him this third time.
|
καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο·
|
|
11
|
11
|
|
Now therefore flee to thy place: I said, I will honour thee, but now the Lord has deprived thee of glory.
|
νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης.
|
|
12
|
12
|
|
And Balaam said to Balac, Did I not speak to thy messengers also whom thou sentest to me, saying,
|
καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων·
|
|
13
|
13
|
|
If Balac should give me his house full of silver and gold, I shall not be able to transgress the word of the Lord to make it good or bad by myself; whatsoever things God shall say, them will I speak.
|
ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ’ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ.
|
|
14
|
14
|
|
And now, behold, I return to my place; come, I will advise thee of what this people shall do to thy people in the last days.
|
καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.
|
|
15
|
15
|
|
And he took up his parable and said, Balaam the son of Beor says, the man who sees truly says,
|
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φυσὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
|
|
16
|
16
|
|
hearing the oracles of God, receiving knowledge from the Most High, and having seen a vision of God in sleep; his eyes were opened.
|
ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
|
|
17
|
17
|
|
I will point to him, but not now; I bless him, but he draws not near: a star shall rise out of Jacob, a man shall spring out of Israel; and shall crush the princes of Moab, and shall spoil all the sons of Seth.
|
δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ ᾿Ιακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ ᾿Ισραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
|
|
18
|
18
|
|
And Edom shall be an inheritance, and Esau his enemy shall be an inheritance of Israel, and Israel wrought valiantly.
|
καὶ ἔσται ᾿Εδὼμ κληρονομία, καὶ ἔσται κληρονομία ῾Ησαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ ᾿Ισραὴλ ἐποίησεν ἐν ἰσχύϊ.
|
|
19
|
19
|
|
And one shall arise out of Jacob, and destroy out of the city him that escapes.
|
καὶ ἐξεγερθήσεται ἐξ ᾿Ιακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.
|
|
20
|
20
|
|
And having seen Amalec, he took up his parable and said, Amalec is the first of the nations; yet his seed shall perish.
|
καὶ ἰδὼν τὸν ᾿Αμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
|
|
21
|
21
|
|
And having seen the Kenite, he took up his parable and said, Thy dwelling-place is strong; yet though thou shouldest put thy nest in a rock,
|
καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
|
|
22
|
22
|
|
and though Beor should have a skilfully contrived hiding-place, the Assyrians shall carry thee away captive.
|
καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, ᾿Ασσύριοι αἰχμαλωτεύσουσί σε.
|
|
23
|
23
|
|
And he looked upon Og, and took up his parable and said, Oh, oh, who shall live, when God shall do these things?
|
καὶ ἰδὼν τὸν ῍Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός;
|
|
24
|
24
|
|
And one shall come forth from the hands of the Citians, and shall afflict Assur, and shall afflict the Hebrews, and they shall perish together.
|
καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν ᾿Ασσοὺρ καὶ κακώσουσιν ῾Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
|
|
25
|
25
|
|
And Balaam rose up and departed and returned to his place, and Balac went to his own home.
|
καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.
|
Old Testament
• Gen. • Exod. • Lev. • Num. • Deut.
• Josh. • Judg. • Ruth • 1 Sam. • 2 Sam. • 1 Kgs. • 2 Kgs. • 1 Chr. • 2 Chr. • Ezra • 2 Ezra • 3 Ezra • Neh. • Tob. • Jud. • Esth. • 1 Mac. • 2 Mac. • 3 Mac.
• Job • Ps. • Prov. • Eccl. • Song • Wisd. • Sir.
• Isa. • Jer. • Lam. • Let. Jer. • Bar. • Ezek. • Dan.
• Hos. • Joel • Amos • Obad. • Jonah • Mic. • Nah. • Hab. • Zeph. • Hag. • Zech. • Mal.