|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΚΑΙ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. | And when Balaam saw that it pleased God to bless Israel, he did not go according to his custom to meet the omens, but turned his face toward the wilderness. |
|
2
|
2
|
| καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ, | And Balaam lifted up his eyes, and sees Israel encamped by their tribes; and the Spirit of God came upon him. |
|
3
|
3
|
| καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, | And he took up his parable and said, Balaam son of Beor says, the man who sees truly says, |
|
4
|
4
|
| φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· | he says who hears the oracle of the Mighty One, who saw a vision of God in sleep; his eyes were opened: |
|
5
|
5
|
| ὡς καλοὶ οἱ οἶκοί σου ᾿Ιακώβ, αἱ σκηναί σου ᾿Ισραήλ! | How goodly are thy habitations, Jacob, and thy tents, Israel! |
|
6
|
6
|
| ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ’ ὕδατα. | as shady groves, and as gardens by a river, and as tents which God pitched, and as cedars by the waters. |
|
7
|
7
|
| ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ. | There shall come a man out of his seed, and he shall rule over many nations; and the kingdom of Gog shall be exalted, and his kingdom shall be increased. |
|
8
|
8
|
| Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν· | God led him out of Egypt; he has as it were the glory of a unicorn: he shall consume the nations of his enemies, and he shall drain their marrow, and with his darts he shall shoot through the enemy. |
|
9
|
9
|
| κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται. | He lay down, he rested as a lion, and as a young lion; who shall stir him up? they that bless thee are blessed, and they that curse thee are cursed. |
|
10
|
10
|
| καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο· | And Balac was angry with Balaam, and clapped his hands together; and Balac said to Balaam, I called thee to curse my enemy, and behold thou hast decidedly blessed him this third time. |
|
11
|
11
|
| νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης. | Now therefore flee to thy place: I said, I will honour thee, but now the Lord has deprived thee of glory. |
|
12
|
12
|
| καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων· | And Balaam said to Balac, Did I not speak to thy messengers also whom thou sentest to me, saying, |
|
13
|
13
|
| ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ’ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ. | If Balac should give me his house full of silver and gold, I shall not be able to transgress the word of the Lord to make it good or bad by myself; whatsoever things God shall say, them will I speak. |
|
14
|
14
|
| καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. | And now, behold, I return to my place; come, I will advise thee of what this people shall do to thy people in the last days. |
|
15
|
15
|
| καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φυσὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, | And he took up his parable and said, Balaam the son of Beor says, the man who sees truly says, |
|
16
|
16
|
| ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· | hearing the oracles of God, receiving knowledge from the Most High, and having seen a vision of God in sleep; his eyes were opened. |
|
17
|
17
|
| δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ ᾿Ιακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ ᾿Ισραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. | I will point to him, but not now; I bless him, but he draws not near: a star shall rise out of Jacob, a man shall spring out of Israel; and shall crush the princes of Moab, and shall spoil all the sons of Seth. |
|
18
|
18
|
| καὶ ἔσται ᾿Εδὼμ κληρονομία, καὶ ἔσται κληρονομία ῾Ησαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ ᾿Ισραὴλ ἐποίησεν ἐν ἰσχύϊ. | And Edom shall be an inheritance, and Esau his enemy shall be an inheritance of Israel, and Israel wrought valiantly. |
|
19
|
19
|
| καὶ ἐξεγερθήσεται ἐξ ᾿Ιακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως. | And one shall arise out of Jacob, and destroy out of the city him that escapes. |
|
20
|
20
|
| καὶ ἰδὼν τὸν ᾿Αμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. | And having seen Amalec, he took up his parable and said, Amalec is the first of the nations; yet his seed shall perish. |
|
21
|
21
|
| καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου, | And having seen the Kenite, he took up his parable and said, Thy dwelling-place is strong; yet though thou shouldest put thy nest in a rock, |
|
22
|
22
|
| καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, ᾿Ασσύριοι αἰχμαλωτεύσουσί σε. | and though Beor should have a skilfully contrived hiding-place, the Assyrians shall carry thee away captive. |
|
23
|
23
|
| καὶ ἰδὼν τὸν ῍Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός; | And he looked upon Og, and took up his parable and said, Oh, oh, who shall live, when God shall do these things? |
|
24
|
24
|
| καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν ᾿Ασσοὺρ καὶ κακώσουσιν ῾Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται. | And one shall come forth from the hands of the Citians, and shall afflict Assur, and shall afflict the Hebrews, and they shall perish together. |
|
25
|
25
|
| καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν. | And Balaam rose up and departed and returned to his place, and Balac went to his own home. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.