|
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ А΄
|
Перше послання до Солунян святого апостола Павла
|
|
Κεφάλαιο 1
|
Глава 1
|
|
1
|
1
|
| Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρί, καὶ κυρίῳ Ἰησοῦ χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. | (Зач. 262) Па́вел, і Силуа́н, і Тимофе́й це́ркві Солу́нстій о Бо́зі Отці́ і Го́споді Ісу́сі Христі́: благода́ть вам і мир от Бо́га Отця́ на́шего і Го́спода Ісу́са Христа́. |
|
2
|
2
|
| Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, | Благодари́м Бо́га всегда́ о всіх вас, помина́ніє о вас творя́ще в моли́твах на́ших, |
|
3
|
3
|
| ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· | непреста́нно помина́юще ва́ше ді́ло ві́ри, і труд любве́, і терпі́ніє упова́нія Го́спода на́шего Ісу́са Христа́ пред Бо́гом і Отце́м на́шим, |
|
4
|
4
|
| εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν· | ві́дяще, бра́тіє возлю́бленная, от Бо́га ізбра́ніє ва́ше; |
|
5
|
5
|
| ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς. | я́ко благовіствова́ніє на́ше не бисть к вам в сло́ві то́чію, но і в си́лі, і в Ду́сі Свя́ті, і во ізвіще́нії мно́зі, я́коже і ві́сте, какови́ би́хом в вас ра́ди вас. |
|
6
|
6
|
| Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, | (Зач. 263) І ви подо́бници би́сте нам і Го́споду, приє́мше сло́во в ско́рбі мно́зі с ра́достію Ду́ха Свята́го, |
|
7
|
7
|
| ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. | я́ко би́ти вам о́браз всім ві́рующим в Македо́нії і Аха́йї. |
|
8
|
8
|
| Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. | От вас бо промче́ся сло́во Госпо́днє не то́кмо в Македо́нії і Аха́йї, но і во вся́ко мі́сто ві́ра ва́ша, я́же к Бо́гу, ізи́де, я́ко не тре́бовати нам глаго́лати что. |
|
9
|
9
|
| Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, | Ті́ї бо о нас возвіща́ють, како́в вход імі́хом к вам, і ка́ко обрати́стеся к Бо́гу от і́дол рабо́тати Бо́гу жи́ву і і́стинну |
|
10
|
10
|
| καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. | і жда́ти Си́на Єго́ с небе́с, єго́же воскреси́ із ме́ртвих, Ісу́са, ізбавля́ющаго нас от гні́ва гряду́щаго. |
|
Κεφάλαιο 2
|
Глава 2
|
|
1
|
1
|
| Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· | (Зач 264) Са́мі бо ві́сте, бра́тіє, вход наш і́же к вам, я́ко не вотще́ бисть; |
|
2
|
2
|
| ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. | но предпострада́вше і досажде́ні би́вше, я́коже ві́сте, в Філі́ппіх, дерзну́хом о Бо́зі на́шем глаго́лати к вам благовіствова́ніє Бо́жиє со мно́гим по́двигом. |
|
3
|
3
|
| Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ· | Утіше́ніє бо на́ше не от пре́лести, ні от нечистоти́, ні ле́стію; |
|
4
|
4
|
| ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. | но я́коже іскуси́хомся от Бо́га ві́рні би́ти прия́ти благовіствова́ніє, та́ко глаго́лем, не а́ки челові́ком угожда́юще, но Бо́гу іскуша́ющему сердця́ на́ша. |
|
5
|
5
|
| Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας· θεὸς μάρτυς· | Нікогда́же бо в словесі́ ласка́нія би́хом к вам, я́коже ві́сте, ніже́ в вині́ лихоіма́нія: Бог свиді́тель! |
|
6
|
6
|
| οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς χριστοῦ ἀπόστολοι, | Ні і́щуще от челові́к сла́ви, ні от вас, ні от іні́х; |
|
7
|
7
|
| ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· | могу́ще в тяготі́ би́ти, я́коже Христо́ви апо́столи, но би́хом ти́сі посреді́ вас, я́коже дої́лиця грі́єть своя́ ча́да. |
|
8
|
8
|
| οὕτως, ὁμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε. | Та́ко жела́юще вас, благоволи́хом пода́ти вам не то́чію благовіствова́ніє Бо́жиє, но і ду́ші своя́, зане́же возлю́блені би́сте нам. |
|
9
|
9
|
| Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. | (Зач. 265) По́мніте бо, бра́тіє, труд наш і по́двиг: нощ бо і день ді́лающе, да не отяготи́м ні єди́наго от вас, пропові́дахом вам благовіствова́ніє Бо́жиє. |
|
10
|
10
|
| Ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· | Ви свиді́теле і Бог, я́ко преподо́бно і пра́ведно і непоро́чно вам, ві́рующим, би́хом, |
|
11
|
11
|
| καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι | я́коже ві́сте, зане́ єди́наго кого́ждо вас, я́коже оте́ць ча́да своя́, |
|
12
|
12
|
| καὶ μαρτυρόμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. | моля́ще і утіша́юще вас, і свиді́тельствующе вам ходи́ти досто́йно Бо́гу, призва́вшему ви во своє́ Ца́рство і сла́ву. |
|
13
|
13
|
| Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. | Сего́ ра́ди і ми благодари́м Бо́га непреста́нно, я́ко приє́мше сло́во сли́шанія Бо́жия от нас, прия́сте не а́ки сло́во челові́чесько, но, я́коже єсть воі́стину, сло́во Бо́жиє, є́же і ді́йствується в вас, ві́рующих. |
|
14
|
14
|
| Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν χριστῷ Ἰησοῦ· ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, | (Зач. 266) Ви бо подо́бници би́сте, бра́тіє, церква́м Бо́жиїм су́щим во Іуде́ї о Христі́ Ісу́сі, зане́ та́яжде і ви пострада́сте от свої́х сплеме́нник, я́коже і ті́ї от іуде́й, |
|
15
|
15
|
| τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, | уби́вших і Го́спода Ісу́са і Єго́ проро́ки, і нас ізгна́вших, і Бо́гу не угоди́вших, і всім челові́ком проти́в'ящихся, |
|
16
|
16
|
| κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. | (і) возбраня́ющих нам глаго́лати язи́ком, да спасу́ться, во є́же іспо́лнити їм гріхи́ своя́ всегда́; пости́же же на них гнів до конця́. |
|
17
|
17
|
| Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ· | Ми же, бра́тіє, осироті́вше от вас ко вре́мені часа́ лице́м, а не се́рдцем, ли́шше тща́хомся лице́ ва́ше ви́діти мно́гим жела́нієм. |
|
18
|
18
|
| διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. | Ті́мже хоті́хом прийти́ к вам, аз у́бо Па́вел, єди́ною і два́жди; і возбрани́ нам сатана́. |
|
19
|
19
|
| Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; | Кто бо нам упова́ніє, іли́ ра́дость, іли́ віне́ць похвале́нія? Не і ви ли пред Го́сподем на́шим Ісу́с Христо́м во прише́ствії Єго́? |
|
20
|
20
|
| Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. | (Зач. 267) Ви бо єсте́ сла́ва на́ша і ра́дость. |
|
Κεφάλαιο 3
|
Глава 3
|
|
1
|
|
| Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, | |
|
2
|
|
| καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, | |
|
3
|
|
| τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. | |
|
4
|
|
| Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. | |
|
5
|
|
| Διὰ τοῦτο κἀγώ, μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. | |
|
6
|
|
| Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· | |
|
7
|
|
| διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· | |
|
8
|
|
| ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ. | |
|
9
|
|
| Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν, | |
|
10
|
|
| νυκτὸς καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; | |
|
11
|
|
| Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστός, κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· | |
|
12
|
|
| ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, | |
|
13
|
|
| εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. | |
|
Κεφάλαιο 4
|
Глава 4
|
|
1
|
|
| Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, ἵνα περισσεύητε μᾶλλον. | |
|
2
|
|
| Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. | |
|
3
|
|
| Τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· | |
|
4
|
|
| εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, | |
|
5
|
|
| μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· | |
|
6
|
|
| τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. | |
|
7
|
|
| Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. | |
|
8
|
|
| Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. | |
|
9
|
|
| Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· | |
|
10
|
|
| καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, | |
|
11
|
|
| καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν· | |
|
12
|
|
| ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε. | |
|
13
|
|
| Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. | |
|
14
|
|
| Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. | |
|
15
|
|
| Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. | |
|
16
|
|
| Ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν χριστῷ ἀναστήσονται πρῶτον· | |
|
17
|
|
| ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. | |
|
18
|
|
| Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. | |
|
Κεφάλαιο 5
|
Глава 5
|
|
1
|
|
| Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. | |
|
2
|
|
| Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται· | |
|
3
|
|
| ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. | |
|
4
|
|
| Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· | |
|
5
|
|
| πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· | |
|
6
|
|
| ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. | |
|
7
|
|
| Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. | |
|
8
|
|
| Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. | |
|
9
|
|
| Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργήν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, | |
|
10
|
|
| τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. | |
|
11
|
|
| Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. | |
|
12
|
|
| Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, | |
|
13
|
|
| καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς. | |
|
14
|
|
| Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. | |
|
15
|
|
| Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινὶ ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. | |
|
16
|
16
|
| Πάντοτε χαίρετε· | Всегда́ ра́дуйтеся. |
|
17
|
17
|
| ἀδιαλείπτως προσεύχεσθε· | Непреста́нно молі́теся. |
|
18
|
18
|
| ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. | О всем благодарі́те; сія́ бо єсть во́ля Бо́жия о Христі́ Ісу́сі в вас. |
|
19
|
19
|
| Τὸ πνεῦμα μὴ σβέννυτε· | Духа не угаша́йте. |
|
20
|
20
|
| προφητείας μὴ ἐξουθενεῖτε· | Проро́чєствія не унічижа́йте. |
|
21
|
21
|
| πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε· | Вся же іскуша́юще, до́брая держі́те. |
|
22
|
22
|
| ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. | От вся́кия ве́щі зли́я [от вся́каго ви́да зла́го] огреба́йтеся. |
|
23
|
23
|
| Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τηρηθείη. | Сам же Бог ми́ра да освяти́ть вас всесоверше́нних во всем; і всесоверше́н ваш дух, і душа́, і ті́ло непоро́чно в прише́ствіє Го́спода на́шего Ісу́са Христа́ да сохрани́ться. |
|
24
|
24
|
| Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. | Ві́рен призва́вий вас, І́же і сотвори́ть. |
|
25
|
25
|
| Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. | Бра́тіє, молі́теся о нас. |
|
26
|
26
|
| Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. | Цілу́йте бра́тію всю лобза́нієм святи́м. |
|
27
|
27
|
| Ὁρκίζω ὑμᾶς τὸν κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς. | Заклина́ю ви Го́сподем, прочести́ посла́ніє сіє́ пред все́ю свято́ю бра́тією. |
|
28
|
28
|
| Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν. | Благода́ть Го́спода на́шего Ісу́са Христа́ с ва́ми. Амі́нь. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.