|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη τῷ ᾿Ιωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ ᾿Αχαάβ. | And Josaphat had yet great wealth and glory, and he connected himself by marriage with the house of Achaab. |
|
2
|
2
|
| καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς ᾿Αχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ ᾿Αχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ’ αὐτοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος. | And he went down after a term of years to Achaab to Samaria: and Achaab slew for him sheep and calves, in abundance, and for the people with him, and he much desired him to go up with him to Ramoth of the country of Galaad. |
|
3
|
3
|
| καὶ εἶπεν ᾿Αχαὰβ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ· ὡς ἐγώ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον. | And Achaab king of Israel said to Josaphat king of Juda, Wilt thou go with me to Ramoth of the country of Galaad? And he said to him, As I am, so also art thou, as thy people, so also is my people with thee for the war. |
|
4
|
4
|
| καὶ εἶπεν ᾿Ιωσαφὰτ πρὸς βασιλέα ᾿Ισραήλ· ζήτησον δὴ σήμερον τὸν Κύριον. | And Josaphat said to the king of Israel, Seek, I pray thee, the Lord to-day. |
|
5
|
5
|
| καὶ συνήγαγεν ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς· εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν· ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως. | And the king of Israel gathered the prophets, four hundred men, and said to them, Shall I go to Ramoth Galaad to battle, or shall I forbear? And they said, Go up, and God shall deliver it into the hands of the king. |
|
6
|
6
|
| καὶ εἶπεν ᾿Ιωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ’ αὐτοῦ; | And Josaphat said, Is there not here a prophet of the Lord besides, that we may enquire of him? |
|
7
|
7
|
| καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον δι’ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαίας υἱὸς ᾿Ιεμβλά. καὶ εἶπεν ᾿Ιωσαφάτ· μὴ λαλείτω ὁ βασιλεὺς οὕτως· | And the king of Israel said to Josaphat, There is yet one man by whom to enquire of the Lord; but I hate him, for he does not prophesy concerning me for good, for all his days are for evil: this is Michaias the son of Jembla. And Josaphat said, Let not the king say so. |
|
8
|
8
|
| καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπε· τάχος Μιχαίαν υἱὸν ᾿Ιεμβλά. | And the king called an eunuch, and said, Fetch quickly Michaias the son of Jembla. |
|
9
|
9
|
| καὶ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν. | And the king of Israel and Josaphat king of Juda were sitting each on his throne, and clothed in their robes, sitting in the open space at the entrance of the gate of Samaria: and all the prophets were prophesying before them. |
|
10
|
10
|
| καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ. | And Sedekias son of Chanaan made for himself iron horns, and said, Thus saith the Lord, With these thou shalt thrust Syria until it be consumed. |
|
11
|
11
|
| καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτω λέγοντες· ἀνάβαινε εἰς Ραμὼθ Γαλαὰδ καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. | And all the prophets prophesied so, saying, Go up to Ramoth Galaad, and thou shalt prosper; and the Lord shall deliver it into the hands of the king. |
|
12
|
12
|
| καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά. | And the messenger that went to call Michaias spoke to him, saying, Behold, the prophets have spoken favourably concerning the king with one mouth; let now, I pray thee, thy words be as the words of one of them, and do thou speak good things. |
|
13
|
13
|
| καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρός με, αὐτὸ λαλήσω. | And Michaias said, As the Lord lives, whatever God shall say to me, that will I speak. |
|
14
|
14
|
| καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν. | And he came to the king, and the king said to him, Michaias, shall I go up to Ramoth Galaad to battle, or shall I forbear? And he said, Go up, and thou shalt prosper, and they shall be given into your hands. |
|
15
|
15
|
| καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου; | And the king said to him, How often shall I solemnly charge thee that thou speak to me nothing but truth in the name of the Lord? |
|
16
|
16
|
| καὶ εἶπεν· εἶδον τὸν ᾿Ισραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. | And he said, I saw Israel scattered on the mountains, as sheep without a shepherd: and the Lord said, These have no commander; let each return to his home in peace. |
|
17
|
17
|
| καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ’ ἢ κακά; | And the king of Israel said to Josaphat, Said I not to thee, that he would not prophesy concerning me good, but evil? |
|
18
|
18
|
| καὶ εἶπεν· οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου· εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. | But he said, Not so. Hear ye the word of the Lord: I saw the Lord sitting on his throne, and all the host of heaven stood by on his right hand and on his left. |
|
19
|
19
|
| καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως. | And the Lord said, Who will deceive Achaab king of Israel, that he may go up, and fall in Ramoth Galaad? And one spoke this way, and another spoke that way. |
|
20
|
20
|
| καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπε Κύριος· ἐν τίνι; | And there came forth a spirit, and stood before the Lord, and said, I will deceive him. And the Lord said, Whereby? |
|
21
|
21
|
| καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω. | And he said, I will go forth, and will be a lying spirit in the mouth of all his prophets. And the Lord said, Thou shalt deceive him, and shalt prevail: go forth, and do so. |
|
22
|
22
|
| καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. | And now, behold, the Lord has put a false spirit in the mouth of these thy prophets, and the Lord has spoken evil against thee. |
|
23
|
23
|
| καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ· ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρ’ ἐμοῦ τοῦ λαλῆσαι πρός σε; | Then Sedekias the son of Chanaan drew near, and smote Michaias on the cheek, and said to him, By what way passed the Spirit of the Lord from me to speak to thee? |
|
24
|
24
|
| καὶ εἶπε Μιχαίας· ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι. | And Michaias said, Behold, thou shalt see in that day, when thou shalt go from chamber to chamber to hide thyself. |
|
25
|
25
|
| καὶ εἶπε βασιλεὺς ᾿Ισραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς ᾿Εμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς ᾿Ιωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως | And the king of Israel said, Take Michaias, and carry him back to Emer the governor of the city, and to Joas the captain, the king's son; |
|
26
|
26
|
| καὶ ἐρεῖτε· οὕτως εἶπεν ὁ βασιλεύς· ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. | and ye shall say, Thus said the king, Put this fellow into the prison-house, and let him eat the bread of affliction, and drink the water of affliction, until I return in peace. |
|
27
|
27
|
| καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες. | And Michaias said, If thou do at all return in peace, the Lord has not spoken by me. And he said, Hear, all ye people. |
|
28
|
28
|
| Καὶ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα εἰς Ραμὼθ Γαλαάδ. | So the king of Israel, and Josaphat king of Juda, went up to Ramoth Galaad. |
|
29
|
29
|
| καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς ᾿Ισραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. | And the king of Israel said to Josaphat, Disguise me, and I will enter into the battle: and do thou put on my raiment. So the king of Israel disguised himself, and entered into the battle. |
|
30
|
30
|
| καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετ’ αὐτοῦ λέγων· μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ’ ἢ τὸν βασιλέα ᾿Ισραὴλ μόνον. | Now the king of Syria had commanded the captains of the chariots that were with him, saying, Fight neither against small nor great, but only against the king of Israel. |
|
31
|
31
|
| καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ᾿Ιωσαφάτ, καὶ αὐτοὶ εἶπαν· βασιλεὺς ᾿Ισραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν ᾿Ιωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπ’ αὐτοῦ. | And it came to pass, when the captains of the chariots saw Josaphat, that they said, It is the king of Israel: and they compassed him about to fight against him: and Josaphat cried out, and the Lord delivered him; and God turned them away from him. |
|
32
|
32
|
| καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς ᾿Ισραήλ, καὶ ἀπέστρεψαν ἀπ’ αὐτοῦ. | And it came to pass, when the captains of the chariots saw that it was not the king of Israel, that they turned away from him. |
|
33
|
33
|
| καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα ᾿Ισραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ· ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα. | And a man drew a bow with a good aim, and smote the king of Israel between the lungs and the breastplate: and he said to the charioteer, Turn thine hand, drive me out of the battle, for I am wounded. |
|
34
|
34
|
| καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ᾿Ισραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου. | And the battle turned in that day; and the king of Israel remained on the chariot against Syria until evening, and died at sunset. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.