|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν ῾Ιερουσαλὴμ ἐν ὄρει τοῦ ᾿Αμωρία, οὗ ὤφθη Κύριος τῷ Δαυὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ, ᾧ ἡτοίμασε Δαυὶδ ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου. | And Solomon began to build the house of the Lord in Jerusalem in the mount of Amoria, where the Lord appeared to his father David, in the place which David had prepared in the threshing-floor of Orna the Jebusite. |
|
2
|
2
|
| καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ. | And he began to build in the second month, in the fourth year of his reign. |
|
3
|
3
|
| καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὗρος πήχεων εἴκοσι. | And thus Solomon began to build the house of God: the length in cubits—even the first measurement from end to end, was sixty cubits, and the breadth twenty cubits. |
|
4
|
4
|
| καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ. | And the portico in front of the house, its length in front of the breadth of the house was twenty cubits, and its height a hundred and twenty cubits: and he gilded it within with pure gold. |
|
5
|
5
|
| καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ’ αὐτοῦ φοίνικας καὶ χαλαστά. | And he lined the great house with cedar wood, and gilded it with pure gold, and carved upon it palm-trees and chains. |
|
6
|
6
|
| καὶ ἐκόσμησε τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ ἐχρύσωσε χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουΐμ | And he garnished the house with precious stones for beauty; and he gilded it with gold of the gold from Pharuim. |
|
7
|
7
|
| καὶ ἐχρύσωσε τὸν οἶκον καὶ τοὺς τοίχους αὐτοῦ καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψε Χερουβὶμ ἐπὶ τῶν τοίχων. | And he gilded the house, and its inner walls, and the door-posts, and the roofs, and the doors with gold; and he carved cherubs on the walls. |
|
8
|
8
|
| καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ τὸ εὗρος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς Χερουβὶμ εἰς τάλαντα ἑξακόσια. | And he built the holy of holies, its length was according to the front of the other house, the breadth of the house was twenty cubits, and the length twenty cubits: and he gilded it with pure gold for cherubs, to the amount of six hundred talents. |
|
9
|
9
|
| καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου. καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ. | And the weight of the nails, even the weight of each was fifty shekels of gold: and he gilded the upper chamber with gold. |
|
10
|
10
|
| καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων Χερουβὶμ δύο, ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ. | And he made two cherubs in the most holy house, wood-work, and he gilded them with gold. |
|
11
|
11
|
| καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χεροὺβ τοῦ ἑτέρου· | And the wings of the cherubs were twenty cubits in length: and one wing of five cubits touched the wall of the house: and the other wing of five cubits touched the wing of the other cherub. |
|
13
|
13
|
| καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τούτων διαπεπετασμέναι πήχεων εἴκοσι· καὶ αὐτὰ ἑστηκόκα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον. | And the wings of these cherubs expanded were of the length of twenty cubits: and they stood upon their feet, and their faces were toward the house. |
|
14
|
14
|
| καὶ ἐποίησε τὸ καταπέτασμα ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ Χερουβίμ. | And he made the vail of blue, and purple, and scarlet, and fine linen, and wove cherubs in it. |
|
15
|
15
|
| καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριακονταπέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε. | Also he made in front of the house two pillars, in height thirty-five cubits, and their chapiters of five cubits. |
|
16
|
16
|
| καὶ ἐποίησε σερσερὼθ ἐν τῷ δαβὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων. καὶ ἐποίησε ροΐσκους ἑκατὸν καὶ ἐποίησε ροΐσκους ἐπὶ τῶν χαλαστῶν. | And he made chains, as in the oracle, and put them on the heads of the pillars; and he made a hundred pomegranates, and put them on the chains. |
|
17
|
17
|
| καὶ ἔστησε τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν ᾿Ισχύς. | And he set up the pillars in front of the temple, one on the right hand and the other on the left: and he called the name of the one on the right hand ‘Stability,’ and the name of the one on the left ‘Strength.’ |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.