|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΚΑΙ ᾿Εζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσιν ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αββὰ θυγάτηρ Ζαχαρίου. | And Ezekias began to reign at the age of twenty-five years, and he reigned twenty-nine years in Jerusalem: and his mother's name was Abia, daughter of Zacharias. |
|
2
|
2
|
| καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ. | And he did that which was right in the sight of the Lord, according to all that his father David had done. |
|
3
|
3
|
| καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς. | And it came to pass, when he was established over his kingdom, in the first month, he opened the doors of the house of the Lord, and repaired them. |
|
4
|
4
|
| καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλῖτος τὸ πρὸς ἀνατολὰς καὶ εἶπεν αὐτοῖς· | And he brought in the priests and the Levites, and put them on the east side, |
|
5
|
5
|
| ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων· | and said to them, Hear, ye Levites: now sanctify yourselves, and sanctify the house of the Lord God of your fathers, and cast out the impurity from the holy places. |
|
6
|
6
|
| ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα | For our fathers have revolted, and done that which was evil before the Lord our God, and have forsaken him, and have turned away their face from the tabernacle of the Lord, and have turned their back. |
|
7
|
7
|
| καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ ᾿Ισραήλ. | And they have shut up the doors of the temple, and put out the lamps, and have not burnt incense, and have not offered whole-burnt-offerings in the holy place to the God of Israel. |
|
8
|
8
|
| καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν ᾿Ιούδαν καὶ τὴν ῾Ιερουσαλὴμ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν. | And the Lord was very angry with Juda and Jerusalem, and made them an astonishment, and a desolation, and a hissing, as ye see with your eyes. |
|
9
|
9
|
| καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν. | And, behold, your fathers have been smitten with the sword, and your sons and your daughters and your wives are in captivity in a land not their own, as it is even now. |
|
10
|
10
|
| ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην Κυρίου Θεοῦ ᾿Ισραήλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφ’ ἡμῶν. | Therefore it is now in my heart to make a covenant, a covenant with the Lord God of Israel, that he may turn away his fierce wrath from us. |
|
11
|
11
|
| καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας. | And now be not wanting to your duty, for the Lord has chosen you to stand before him to minister, and to be ministers and burners of incense to him. |
|
12
|
12
|
| καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ ὁ τοῦ ᾿Αμασὶ καὶ ᾿Ιωὴλ ὁ τοῦ ᾿Αζαρίου ἐκ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Μεραρὶ Κὶς ὁ τοῦ ᾿Αβδὶ καὶ ᾿Αζαρίας ὁ τοῦ ᾿Ιαλλελήλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ ᾿Ιωδαὰδ ὁ τοῦ Ζεμμὰθ καὶ ᾿Ιωαδὰμ ὁ τοῦ ᾿Ιωαχά, | Then the Levites rose up, Maath the son of Amasi, and Joel the son of Azarias, of the sons of Caath: and of the sons of Merari, Kis the son of Abdi, and Azarias the son of Ilaelel: and of the sons of Gedsoni, Jodaad the son of Zemmath, and Joadam: these were the sons of Joacha. |
|
13
|
13
|
| καὶ τῶν υἱῶν ᾿Ελισαφὰν Ζαμβρὶ καὶ ᾿Ιεϊήλ, καὶ τῶν υἱῶν ᾿Ασὰφ Ζαχαρίας καὶ Ματθανίας, | And of the sons of Elisaphan; Zambri, and Jeiel: and of the sons of Asaph; Zacharias, and Matthanias: |
|
14
|
14
|
| καὶ τῶν υἱῶν Αἰμὰν ᾿Ιεϊὴλ καὶ Σεμεΐ, καὶ τῶν υἱῶν ᾿Ιδιθοὺν Σαμαίας καὶ ᾿Οζιήλ, | and of the sons of Æman; Jeiel, and Semei: and of the sons of Idithun; Samaias, and Oziel. |
|
15
|
15
|
| καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου καθαρίσαι τὸν οἶκον Κυρίου. | And they gathered their brethren, and they purified themselves according to the king's command by the order of the Lord, to purify the house of the Lord. |
|
16
|
16
|
| καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κέδρων ἔξω. | And the priests entered into the house of the Lord, to purify it, and they cast out all the uncleanness that was found in the house of the Lord, even into the court of the house of the Lord: and the Levites received it to cast into the brook of Kedron without. |
|
17
|
17
|
| καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν. | And Ezekias began on the first day, even on the new moon of the first month, to purify, and on the eighth day of the month they entered into the temple of the Lord: and they purified the house of the Lord in eight days; and on the thirteenth day of the first month they finished the work. |
|
18
|
18
|
| καὶ εἰσῆλθαν ἔσω πρὸς ᾿Εζεκίαν τὸν βασιλέα καὶ εἶπαν· ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς· | And they went in to king Ezekias, and said, We have purified all the things in the house of the Lord, the altar of whole-burnt-offering, and its vessels, and the table of shew-bread, and its vessels; |
|
19
|
19
|
| καὶ πάντα τὰ σκεύη, ἃ ἐμίανεν ὁ βασιλεὺς ῎Αχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου Κυρίου. | and all the vessels which king Achaz polluted in his reign, in his apostacy, we have prepared and purified: behold, they are before the altar of the Lord. |
|
20
|
20
|
| καὶ ὤρθρισεν ᾿Εζεκίας ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον Κυρίου | And king Ezekias rose early in the morning, and gathered the chief men of the city, and went up to the house of the Lord. |
|
21
|
21
|
| καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ ᾿Ισραὴλ καὶ εἶπε τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου. | And he brought seven calves, seven rams, seven lambs, seven kids of goats for a sin-offering, for the kingdom, and for the holy things, and for Israel: and he told the priests the sons of Aaron to go up to the altar of the Lord. |
|
22
|
22
|
| καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ· | And they slew the calves, and the priests received the blood, and poured it on the altar: and they slew the rams, and poured the blood upon the altar: also they slew the lambs, and poured the blood round the altar. |
|
23
|
23
|
| καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ’ αὐτούς, | And they brought the goats for a sin-offering before the king and the congregation; and laid their hands upon them. |
|
24
|
24
|
| καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς ᾿Ισραήλ, ὅτι εἶπεν ὁ βασιλεύς, περὶ παντὸς ᾿Ισραὴλ ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας. | And the priests slew them, and offered their blood as a propitiation on the altar; and they made atonement for all Israel: for the king said, The whole-burnt-offering, and the sin-offerings are for all Israel. |
|
25
|
25
|
| καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις καί ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν. | And he stationed the Levites in the house of the Lord with cymbals, and lutes, and harps, according to the commandment of king David, and of Gad the king's seer, and Nathan the prophet: for by the commandment of the Lord the order was in the hand of the prophets. |
|
26
|
26
|
| καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι. | And the Levites stood with the instruments of David, and the priests with the trumpets. |
|
27
|
27
|
| καὶ εἶπεν ᾿Εζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως ᾿Ισραήλ. | And Ezekias told them to offer up the whole-burnt-offering on the altar: and when they began to offer the whole-burnt-offering, they began to sing to the Lord, and the trumpets accompanied the instruments of David king of Israel. |
|
28
|
28
|
| καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις. | And all the congregation worshipped, and the psalm-singers were singing, and the trumpets sounding, until the whole-burnt-sacrifice had been completely offered. |
|
29
|
29
|
| καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν. | And when they had done offering it, the king and all that were present bowed, and worshipped. |
|
30
|
30
|
| καὶ εἶπεν ᾿Εζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ ᾿Ασὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν. | And king Ezekias and the princes told the Levites to sing hymns to the Lord in the words of David, and of Asaph the prophet: and they sang hymns with gladness, and fell down and worshipped. |
|
31
|
31
|
| καὶ ἀπεκρίθη ᾿Εζεκίας καὶ εἶπε· νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καί φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις. | Then Ezekias answered and said, Now ye have consecrated yourselves to the Lord, bring near and offer sacrifices of praise in the house of the Lord. And the congregation brought sacrifices and thank-offerings into the house of the Lord; and every one who was ready in his heart brought whole-burnt-offerings. |
|
32
|
32
|
| καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα. | And the number of the whole-burnt-offerings which the congregation brought, was seventy calves, a hundred rams, two hundred lambs: all these were for a whole-burnt-offering to the Lord. |
|
33
|
33
|
| καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια. | And the consecrated calves were six hundred, and the sheep three thousand. |
|
34
|
34
|
| ἀλλ’ ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς. | But the priests were few, and could not flay the whole-burnt-offering, so their brethren the Levites helped them, until the work was finished, and until the priests had purified themselves: for the Levites more zealously purified themselves than the priests. |
|
35
|
35
|
| καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου. | And the whole-burnt-offering was abundant, with the fat of the complete peace-offering, and the drink-offerings of the whole-burnt-sacrifice. So the service was established in the house of the Lord. |
|
36
|
36
|
| καὶ ηὐφράνθη ᾿Εζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος. | And Ezekias and all the people rejoiced, because God had prepared the people: for the thing was done suddenly. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.