|
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
|
Deuteronomy
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΟΥΤΟΙ οἱ λόγοι, οὓς ἐλάλησε Μωυσῆς παντὶ ᾿Ισραὴλ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀνὰ μέσον Φαρὰν Τοφὸλ καὶ Λοβὸν καὶ Αὐλὼν καὶ Καταχρύσεα· | These are the words which Moses spoke to all Israel on this side Jordan in the desert towards the west near the Red Sea, between Pharan Tophol, and Lobon, and Aulon, and the gold works. |
|
2
|
2
|
| ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπ᾿ ὄρος Σηεὶρ ἕως Κάδης Βαρνή. | It is a journey of eleven days from Choreb to mount Seir as far as Cades Barne. |
|
3
|
3
|
| καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησε Μωυσῆς πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς. | And it came to pass in the fortieth year, in the eleventh month, on the first day of the month, Moses spoke to all the children of Israel, according to all things which the Lord commanded him for them: |
|
4
|
4
|
| μετὰ τὸ πατάξαι Σηὼν βασιλέα ᾿Αμορραίων τὸν κατοικήσαντα ἐν ᾿Εσεβὼν καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, | after he had smitten Seon king of the Amorites who dwelt in Esebon, and Og the king of Basan who dwelt in Astaroth and in Edrain; |
|
5
|
5
|
| ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν γῇ Μωάβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων· | beyond Jordan in the land of Moab, Moses began to declare this law, saying, |
|
6
|
6
|
| Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων· ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ· | The Lord your God spoke to us in Choreb, saying, Let it suffice you to have dwelt so long in this mountain. |
|
7
|
7
|
| ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος ᾿Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους ῎Αραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ ᾿Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. | Turn ye and depart and enter into the mountain of the Amorites, and go to all that dwell near about Araba, to the mountain and the plain and to the south, and the land of the Chananites near the sea, and Antilibanus, as far as the great river, the river Euphrates. |
|
8
|
8
|
| ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τῆν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς. | Behold, God has delivered the land before you; go in and inherit the land, which I sware to your fathers, Abraam, and Isaac, and Jacob, to give it to them and to their seed after them. |
|
9
|
9
|
| καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· | And I spoke to you at that time, saying, I shall not be able by myself to bear you. |
|
10
|
10
|
| Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· | The Lord your God has multiplied you, and, behold, ye are to-day as the stars of heaven for multitude. |
|
11
|
11
|
| Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. | The Lord God of your fathers add to you a thousand-fold more than you are, and bless you as he has spoken to you. |
|
12
|
12
|
| πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν; | How shall I alone be able to bear your labour, and your burden, and your gainsayings? |
|
13
|
13
|
| δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ᾿ ὑμῶν ἡγουμένους ὑμῶν. | Take to yourselves wise and understanding and prudent men for your tribes, and I will set your leaders over you. |
|
14
|
14
|
| καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε· καλὸν τὸ ρῆμα ὃ ἐλάλησας ποιῆσαι. | And ye answered me and said, The thing which thou hast told us is good to do. |
|
15
|
15
|
| καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. | So I took of you wise and understanding and prudent men, and I set them to rule over you as rulers of thousands, and rulers of hundreds, and rulers of fifties, and rulers of tens, and officers to your judges. |
|
16
|
16
|
| καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ. | And I charged your judges at that time, saying, Hear causes between your brethren, and judge rightly between a man and his brother, and the stranger that is with him. |
|
17
|
17
|
| οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ, καὶ ἀκούσομαι αὐτό. | Thou shalt not have respect to persons in judgment, thou shalt judge small and great equally; thou shalt not shrink from before the person of a man, for the judgment is God's; and whatsoever matter shall be too hard for you, ye shall bring it to me, and I will hear it. |
|
18
|
18
|
| καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε. | And I charged upon you at that time all the commands which ye shall perform. |
|
19
|
19
|
| καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ ᾿Αμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή. | And we departed from Choreb, and went through all that great wilderness and terrible, which ye saw, by the way of the mountain of the Amorite, as the Lord our God charged us, and we came as far as Cades Barne. |
|
20
|
20
|
| καὶ εἶπα πρὸς ὑμᾶς· ἤλθατε ἕως τοῦ ὄρους τοῦ ᾿Αμορραίου, ὃ Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. | And I said to you, Ye have come as far as the mountain of the Amorite, which the Lord our God gives to you: |
|
21
|
21
|
| ἴδετε, παραδέδωκεν ἡμῖν Κύριος ὁ Θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε. | behold, the Lord your God has delivered to us the land before you: go up and inherit it as the Lord God of your fathers said to you; fear not, neither be afraid. |
|
22
|
22
|
| καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε· ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι᾿ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς. | And ye all came to me, and said, Let us send men before us, and let them go up to the land for us; and let them bring back to us a report of the way by which we shall go up, and of the cities into which we shall enter. |
|
23
|
23
|
| καὶ ἤρεσεν ἐναντίον μου τὸ ρῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν. | And the saying pleased me: and I took of you twelve men, one man of a tribe. |
|
24
|
24
|
| καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν. | And they turned and went up to the mountain, and they came as far as the valley of the cluster, and surveyed it. |
|
25
|
25
|
| καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ὑμᾶς καὶ ἔλεγον· ἀγαθὴ ἡ γῆ, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν. | And they took in their hands of the fruit of the land, and brought it to you, and said, The land is good which the Lord our God gives us. |
|
26
|
26
|
| καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, ἀλλ᾿ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ἡμῶν | Yet ye would not go up, but rebelled against the words of the Lord our God. |
|
27
|
27
|
| καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε· διὰ τὸ μισεῖν Κύριον ἡμᾶς, ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας ᾿Αμορραίων, ἐξολοθρεῦσαι ἡμᾶς. | And ye murmured in your tents, and said, Because the Lord hated us, he has brought us out of the land of Egypt to deliver us into the hands of the Amorites, to destroy us. |
|
28
|
28
|
| ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ δὲ ἀδελφοὶ ὑμῶν ἀπέστησαν τὴν καρδίαν ὑμῶν λέγοντες· ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ. | Whither do we go up? and your brethren drew away your heart, saying, It is a great nation and populous, and mightier than we; and there are cities great and walled up to heaven: moreover we saw there the sons of the giants. |
|
29
|
29
|
| καὶ εἶπα πρὸς ὑμᾶς· μὴ πτήξετε, μηδὲ φοβηθῆτε ἀπ᾿ αὐτῶν· | And I said to you, Fear not, neither be ye afraid of them; |
|
30
|
30
|
| Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ | the Lord your God who goes before your face, he shall fight against them together with you effectually, according to all that he wrought for you in the land of Egypt; |
|
31
|
31
|
| καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ ᾿Αμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον. | and in this wilderness which ye saw, by the way of the mountain of the Amorite; how the Lord thy God will bear thee as a nursling, as if any man should nurse his child, through all the way which ye have gone until ye came to this place. |
|
32
|
32
|
| καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, | And in this matter ye believed not the Lord our God, |
|
33
|
33
|
| ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ᾿ ἣν πορεύεσθε ἐπ᾿ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας. | who goes before you in the way to choose you a place, guiding you in fire by night, shewing you the way by which ye go, and a cloud by day. |
|
34
|
34
|
| καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσε λέγων· | And the Lord heard the voice of your words, and being greatly provoked he sware, saying, |
|
35
|
35
|
| εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν ἀγαθὴν ταύτην, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, | Not one of these men shall see this good land, which I sware to their fathers, |
|
36
|
36
|
| πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ᾿ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον. | except Chaleb the son of Jephonne, he shall see it; and to him I will give the land on which he went up, and to his sons, because he attended to the things of the Lord. |
|
37
|
37
|
| καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ· | And the Lord was angry with me for your sake, saying, Neither shalt thou by any means enter therein. |
|
38
|
38
|
| ᾿Ιησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ ᾿Ισραήλ. | Joshua the son of Naue, who stands by thee, he shall enter in there; do thou strengthen him, for he shall cause Israel to inherit it. |
|
39
|
39
|
| καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν. | And every young child who this day knows not good or evil,—they shall enter therein, and to them I will give it, and they shall inherit it. |
|
40
|
40
|
| καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης. | And ye turned and marched into the wilderness, in the way by the Red Sea. |
|
41
|
41
|
| καὶ ἀπεκρίθητε καὶ εἴπατε· ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος. | And ye answered and said, We have sinned before the Lord our God; we will go up and fight according to all that the Lord our God has commanded us: and having taken every one his weapons of war, and being gathered together, ye went up to the mountain. |
|
42
|
42
|
| καὶ εἶπε Κύριος πρός με· εἰπὸν αὐτοῖς· οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν· | And the Lord said to me, Tell them, Ye shall not go up, neither shall ye fight, for I am not with you; thus shall ye not be destroyed before your enemies. |
|
43
|
43
|
| καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ρῆμα Κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος. | And I spoke to you, and ye did not hearken to me; and ye transgressed the commandment of the Lord; and ye forced your way and went up into the mountain. |
|
44
|
44
|
| καὶ ἐξῆλθεν ὁ ᾿Αμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως ῾Ερμᾶ. | And the Amorite who dwelt in that mountain came out to meet you, and pursued you as bees do, and wounded you from Seir to Herma. |
|
45
|
45
|
| καὶ καθίσαντες ἐκλαίετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσε Κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν. | And ye sat down and wept before the Lord our God, and the Lord hearkened not to your voice, neither did he take heed to you. |
|
46
|
46
|
| καὶ ἐνεκάθησθε ἐν Κάδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε. | And ye dwelt in Cades many days, as many days as ye dwelt there. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΚΑΙ ἐπιστραφέντες ἀπῄραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησε Κύριος πρός με, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. | And we turned and departed into the wilderness, by the way of the Red Sea, as the Lord spoke to me, and we compassed mount Seir many days. |
|
2
|
2
|
| καὶ εἶπε Κύριος πρός με· | And the Lord said to me, |
|
3
|
3
|
| ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· | Ye have compassed this mount long enough; turn therefore toward the north. |
|
4
|
4
|
| καὶ τῷ λαῷ ἔντειλαι λέγων· ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν ῾Ησαῦ, οἳ κατοικοῦσιν ἐν Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. | And charge the people, saying, Ye are going through the borders of your brethren the children of Esau, who dwell in Seir; and they shall fear you, and dread you greatly. |
|
5
|
5
|
| μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς ῾Ησαῦ τὸ ὄρος τὸ Σηείρ. | Do not engage in war against them, for I will not give you of their land even enough to set your foot upon, for I have given mount Seir to the children of Esau as an inheritance. |
|
6
|
6
|
| ἀργυρίου βρώματα ἀγοράσατε παρ᾿ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήψεσθε παρ᾿ αὐτῶν ἀργυρίου καὶ πίεσθε· | Buy food of them for money and eat, and ye shall receive water of them by measure for money, and drink. |
|
7
|
7
|
| ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν εὐλόγησέ σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ρήματος. | For the Lord our God has blessed thee in every work of thy hands. Consider how thou wentest through that great and terrible wilderness: behold, the Lord thy God has been with thee forty years; thou didst not lack any thing. |
|
8
|
8
|
| καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς ῾Ησαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν ῎Αραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερκαὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ. | And we passed by our brethren the children of Esau, who dwelt in Seir, by the way of Araba from Ælon and from Gesion Gaber; and we turned and passed by the way of the desert of Moab. |
|
9
|
9
|
| καὶ εἶπε Κύριος πρός με· μὴ ἐχθραίνετετοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν ᾿Αροὴρ κληρονομεῖν. ( | And the Lord said to me, Do not ye quarrel with the Moabites, and do not engage in war with them; for I will not give you of their land for an inheritance, for I have given Aroer to the children of Lot to inherit. |
|
10
|
10
|
| οἱ ᾿Ομμὶν πρότεροι ἐνεκάθηντο ἐπ᾿ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες, ὥσπερ οἱ ᾿Ενακίμ· | Formerly the Ommin dwelt in it, a great and numerous nation and powerful, like the Enakim. |
|
11
|
11
|
| Ραφαΐν λογισθήσονται καὶ οὗτοι ὥσπερ καὶ οἱ ᾿Ενακίμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς ᾿Ομμίν. | These also shall be accounted Raphain like the Enakim; and the Moabites call them Ommin. |
|
12
|
12
|
| καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος τὸ πρότερον, καὶ υἱοὶ ῾Ησαῦ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν, ὃν τρόπον ἐποίησεν ᾿Ισραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκε Κύριος αὐτοῖς). | And the Chorrhite dwelt in Seir before, and the sons of Esau destroyed them, and utterly consumed them from before them; and they dwelt in their place, as Israel did to the land of his inheritance, which the Lord gave to them. |
|
13
|
13
|
| νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρέτ. | Now then, arise ye, said I, and depart, and cross the valley of Zaret. |
|
14
|
14
|
| καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρέτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσε Κύριος ὁ Θεὸς αὐτοῖς· | And the days in which we travelled from Cades Barne till we crossed the valley of Zaret, were thirty and eight years, until the whole generation of the men of war failed, dying out of the camp, as the Lord God sware to them. |
|
15
|
15
|
| καὶ ἡ χεὶρ τοῦ Θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. | And the hand of the Lord was upon them to destroy them out of the midst of the camp, until they were consumed. |
|
16
|
16
|
| καὶ ἐγενήθη ἐπειδὴ ἔπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, | And it came to pass when all the men of war dying out of the midst of the people had fallen, |
|
17
|
17
|
| καὶ ἐλάλησε Κύριος πρός με λέγων· | that the Lord spoke to me, saying, |
|
18
|
18
|
| σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηεὶρ | Thou shalt pass over this day the borders of Moab to Aroer; |
|
19
|
19
|
| καὶ προσάξετε ἐγγὺς υἱῶν ᾿Αμμάν· μὴ ἐχθραίνετε αὐτοῖς μηδὲ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν ᾿Αμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. ( | and ye shall draw nigh to the children of Amman: do not quarrel with them, nor wage war with them; for I will not give thee of the land of the children of Amman for an inheritance, because I have given it to the children of Lot for an inheritance. |
|
20
|
20
|
| γῆ Ραφαΐν λογισθήσεται· καὶ γὰρ ἐπ᾿ αὐτῆς κατῴκουν οἱ Ραφαΐν τὸ πρότερον, καὶ οἱ ᾿Αμμανῖται ἐπονομάζουσιν αὐτοὺς Ζομζομμίν, | It shall be accounted a land of Raphain, for the Raphain dwelt there before, and the Ammanites call them Zochommin. |
|
21
|
21
|
| ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, ὥσπερ καὶ οἱ ᾿Ενακίμ, καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· | A great nation and populous, and mightier than you, as also the Enakim: yet the Lord destroyed them from before them, and they inherited their land, and they dwelt there instead of them until this day. |
|
22
|
22
|
| ὥσπερ ἐποίησαν τοῖς υἱοῖς ῾Ησαῦ κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· | As they did to the children of Esau that dwell in Seir, even as they destroyed the Chorrhite from before them, and inherited their country, and dwelt therein instead of them until this day. |
|
23
|
23
|
| καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν ᾿Ασηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν). | And the Evites who dwell in Asedoth to Gaza, and the Cappadocians who came out of Cappadocia, destroyed them, and dwelt in their room. |
|
24
|
24
|
| νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα ᾿Αρνῶν· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηὼν βασιλέα ᾿Εσεβὼν τὸν ᾿Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. | Now then arise and depart, and pass over the valley of Arnon: behold, I have delivered into thy hands Seon the king of Esebon the Amorite, and his land: begin to inherit it: engage in war with him this day. |
|
25
|
25
|
| ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου. | Begin to put thy terror and thy fear on the face of all the nations under heaven, who shall be troubled when they have heard thy name, and shall be in anguish before thee. |
|
26
|
26
|
| Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα ᾿Εσεβὼν λόγοις εἰρηνικοῖς λέγων· | And I sent ambassadors from the wilderness of Kedamoth to Seon king of Esebon with peaceable words, saying, |
|
27
|
27
|
| παρελεύσομαι διὰ τῆς γῆς σου, ἐν τῇ ὁδῷ πορεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδ᾿ ἀριστερά· | I will pass through thy land: I will go by the road, I will not turn aside to the right hand or to the left. |
|
28
|
28
|
| βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσί, | Thou shalt give me food for money, and I will eat; and thou shalt give me water for money, and I will drink; I will only go through on my feet: |
|
29
|
29
|
| καθὼς ἐποίησάν μοι οἱ υἱοὶ ῾Ησαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν ᾿Αροήρ, ἕως ἂν παρέλθω τὸν ᾿Ιορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν. | as the sons of Esau did to me, who dwelt in Seir, and the Moabites who dwelt in Aroer, until I shall have passed Jordan into the land which the Lord our God gives us. |
|
30
|
30
|
| καὶ οὐκ ἠθέλησε Σηὼν βασιλεὺς ᾿Εσεβὼν παρελθεῖν ἡμᾶς δι᾿ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. | And Seon king of Esebon would not that we should pass by him, because the Lord our God hardened his spirit, and made his heart stubborn, that he might be delivered into thy hands, as on this day. |
|
31
|
31
|
| καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα ᾿Εσεβὼν τὸν ᾿Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. | And the Lord said to me, Behold, I have begun to deliver before thee Seon the king of Esebon the Amorite, and his land, and do thou begin to inherit his land. |
|
32
|
32
|
| καὶ ἐξῆλθε Σηὼν βασιλεὺς ᾿Εσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς ᾿Ιασσά. | And Seon the king of Esebon came forth to meet us, he and all his people to war at Jassa. |
|
33
|
33
|
| καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ· | And the Lord our God delivered him before our face, and we smote him, and his sons, and all his people. |
|
34
|
34
|
| καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν· | And we took possession of all his cities at that time, and we utterly destroyed every city in succession, and their wives, and their children; we left no living prey. |
|
35
|
35
|
| πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν. | Only we took the cattle captive, and took the spoil of the cities. |
|
36
|
36
|
| ἐξ ᾿Αροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλαὰδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν· | From Aroer, which is by the brink of the brook of Arnon, and the city which is in the valley, and as far as the mount of Galaad; there was not a city which escaped us: the Lord our God delivered all of them into our hands. |
|
37
|
37
|
| πλὴν ἐγγὺς υἱῶν ᾿Αμμὰν οὐ προσήλθομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου ᾿Ιαβὸκ καὶ τάς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν. | Only we did not draw near to the children of Amman, even all the parts bordering on the brook Jaboc, and the cities in the mountain country, as the Lord our God charged us. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν, καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς ῾Εδραΐμ. | And we turned and went by the way leading to Basan; and Og the king of Basan came out to meet us, he and all his people, to battle at Edraim. |
|
2
|
2
|
| καὶ εἶπε Κύριος πρός με· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών. | And the Lord said to me, Fear him not, for I have delivered him, and all his people, and all his land, into thy hands; and thou shalt do to him as thou didst to Seon king of the Amorites who dwelt in Esebon. |
|
3
|
3
|
| καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. | And the Lord our God delivered him into our hands, even Og the king of Basan, and all his people; and we smote him until we left none of his seed. |
|
4
|
4
|
| καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ᾿ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα ᾿Αργὸβ βασιλέως ῍Ωγ ἐν Βασάν, | And we mastered all his cities at that time; there was not a city which we took not from them; sixty cities, all the country round about Argob, belonging to king Og in Basan: |
|
5
|
5
|
| πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. | all strong cities, lofty walls, gates and bars; besides the very many cities of the Pherezites. |
|
6
|
6
|
| ἐξωλοθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα ᾿Εσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία· | We utterly destroyed them as we dealt with Seon the king of Esebon, so we utterly destroyed every city in order, and the women and the children, |
|
7
|
7
|
| καὶ πάντα τὰ κτήνη, καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. | and all the cattle; and we took for a prey to ourselves the spoil of the cities. |
|
8
|
8
|
| Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ τοῦ χειμάρρου ᾿Αρνῶν καὶ ἕως ᾿Αερμών ( | And we took at that time the land out of the hands of the two kings of the Amorites, who were beyond Jordan, extending from the brook of Arnon even unto Aermon. |
|
9
|
9
|
| οἱ Φοίνικες ἐπονομάζουσι τὸ ᾿Αερμὼν Σανιώρ, καὶ ὁ ᾿Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανίρ), | The Phœnicians call Aermon Sanior, but the Amorite has called it Sanir. |
|
10
|
10
|
| πᾶσαι πόλεις Μισὼρ καὶ πᾶσα Γαλαὰδ καὶ πᾶσα Βασὰν ἕως ῾Ελχᾶ καὶ ῾Εδραΐμ, πόλεις βασιλείας τοῦ ῍Ωγ ἐν τῇ Βασάν. | All the cities of Misor, and all Galaad, and all Basan as far as Elcha and Edraim, cities of the kingdom of Og in Basan. |
|
11
|
11
|
| ὅτι πλὴν ῍Ωγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ραφαΐν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν ᾿Αμμάν, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. | For only Og the king of Basan was left of the Raphain: behold, his bed was a bed of iron; behold, it is in the chief city of the children of Ammon; the length of it is nine cubits, and the breadth of it four cubits, according to the cubit of a man. |
|
12
|
12
|
| καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ ᾿Αροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου ᾿Αρνῶν, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαὰδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβὴν καὶ τῷ Γάδ. | And we inherited that land at that time from Aroer, which is by the border of the torrent Arnon, and half the mount of Galaad; and I gave his cities to Ruben and to Gad. |
|
13
|
13
|
| καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασὰν βασιλείαν ῍Ωγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσῆ καὶ πᾶσαν περίχωρον ᾿Αργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ραφαΐν λογισθήσεται. | And the rest of Galaad, and all Basan the kingdom of Og I gave to the half-tribe of Manasse, and all the country round about Argob, all that Basan; it shall be accounted the land of Raphain. |
|
14
|
14
|
| καὶ ᾿Ιαΐρ υἱὸς Μανασσῆ ἔλαβε πᾶσαν τὴν περίχωρον ᾿Αργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Αὐὼθ ᾿Ιαΐρ ἕως τῆς ἡμέρας ταύτης. | And Jair the son of Manasse took all the country round about Argob as far as the borders of Gargasi and Machathi: he called them by his name Basan Thavoth Jair until this day. |
|
15
|
15
|
| καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ. | And to Machir I gave Galaad. |
|
16
|
16
|
| καὶ τῷ Ρουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου ᾿Αρνῶν (μέσον τοῦ χειμάρρου ὅριον) καὶ ἕως τοῦ ᾿Ιαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς ᾿Αμμάν. | And to Ruben and to Gad I gave the land under Galaad as far as the brook of Arnon, the border between the brook and as far as Jaboc; the brook is the border to the children of Amman. |
|
17
|
17
|
| καὶ ἡ ῎Αραβα καὶ ὁ ᾿Ιορδάνης ὅριον Μαχαναρέθ, καὶ ἕως θαλάσσης ῎Αραβα, θαλάσσης ἁλυκῆς ὑπὸ ᾿Ασηδὼθ τὴν Φασγὰ ἀνατολῶν | And Araba and Jordan are the boundary of Machanareth, even to the sea of Araba, the salt sea under Asedoth Phasga eastward. |
|
18
|
18
|
| καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ, πᾶς δυνατός· | And I charged you at that time, saying, The Lord your God has given you this land by lot; arm yourselves, every one that is powerful, and go before your brethren the children of Israel. |
|
19
|
19
|
| πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν, | Only your wives and your children and your cattle (I know that ye have much cattle), let them dwell in your cities which I have given you; |
|
20
|
20
|
| ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν. | until the Lord your God give your brethren rest, as also he has given to you, and they also shall inherit the land, which the Lord our God gives them on the other side of Jordan; then ye shall return, each one to his inheritance which I have given you. |
|
21
|
21
|
| Καὶ τῷ ᾿Ιησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας, ἐφ᾿ ἃς σὺ διαβαίνεις ἐκεῖ· | And I commanded Joshua at that time, saying, Your eyes have seen all things, which the Lord our God did to these two kings: so shall the Lord our God do to all the kingdoms against which thou crossest over thither. |
|
22
|
22
|
| οὐ φοβηθήσεσθε ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν. | Ye shall not be afraid of them, because the Lord our God himself shall fight for you. |
|
23
|
23
|
| καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· | And I besought the Lord at that time, saying, |
|
24
|
24
|
| Κύριε Θεέ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ καὶ κατὰ τὴν ἰσχύν σου; | Lord God, thou hast begun to shew to thy servant thy strength, and thy power, and thy mighty hand, and thy high arm: for what God is there in heaven or on the earth, who will do as thou hast done, and according to thy might? |
|
25
|
25
|
| διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ ᾿Ιορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν ᾿Αντιλίβανον. | I will therefore go over and see this good land that is beyond Jordan, this good mountain and Antilibanus. |
|
26
|
26
|
| καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέ μου, καὶ εἶπε Κύριος πρός με· ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον· | And the Lord because of you did not regard me, and hearkened not to me; and the Lord said to me, Let it suffice thee, speak not of this matter to me any more. |
|
27
|
27
|
| ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ Λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν ᾿Ιορδάνην τοῦτον. | Go up to the top of the quarried rock, and look with thine eyes westward, and northward, and southward, and eastward, and behold it with thine eyes, for thou shalt not go over this Jordan. |
|
28
|
28
|
| καὶ ἔντειλαι ᾿Ιησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν, ἣν ἑώρακας. | And charge Joshua, and strengthen him, and encourage him; for he shall go before the face of this people, and he shall give them the inheritance of all the land which thou hast seen. |
|
29
|
29
|
| καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ. | And we abode in the valley near the house of Phogor. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΚΑΙ νῦν, ᾿Ισραήλ, ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. | And now, Israel, hear the ordinances and judgments, all that I teach you this day to do: that ye may live, and be multiplied, and that ye may go in and inherit the land, which the Lord God of your fathers gives you. |
|
2
|
2
|
| οὐ προσθήσετε πρὸς τὸ ρῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ᾿ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. | Ye shall not add to the word which I command you, and ye shall not take from it: keep the commandments of the Lord our God, all that I command you this day. |
|
3
|
3
|
| οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τῷ Βεελφεγώρ, ὅτι πᾶς ἄνθρωπος, ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγώρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ Θεὸς ὑμῶν ἐξ ὑμῶν. | Your eyes have seen all that the Lord our God did in the case of Beel-phegor; for every man that went after Beel-phegor, the Lord your God has utterly destroyed him from among you. |
|
4
|
4
|
| ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον. | But ye that kept close to the Lord your God are all alive to-day. |
|
5
|
5
|
| ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις, καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν· | Behold, I have shewn you ordinances and judgments as the Lord commanded me, that ye should do so in the land into which ye go to inherit it. |
|
6
|
6
|
| καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία καὶ ἡ σύνεσις ὑμῶν ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν· ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο. | And ye shall keep and do them: for this is your wisdom and understanding before all nations, as many as shall hear all these ordinances; and they shall say, Behold, this great nation is a wise and understanding people. |
|
7
|
7
|
| ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν πᾶσιν, οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα; | For what manner of nation is so great, which has God so near to them as the Lord our God is in all things in whatsoever we may call upon him? |
|
8
|
8
|
| καὶ ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον; | And what manner of nation is so great, which has righteous ordinances and judgments according to all this law, which I set before you this day? |
|
9
|
9
|
| πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου | Take heed to thyself, and keep thy heart diligently: forget not any of the things, which thine eyes have seen, and let them not depart from thine heart all the days of thy life; and thou shalt teach thy sons and thy sons' sons, |
|
10
|
10
|
| ἡμέραν, ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτι εἶπε Κύριος πρός με· ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ρήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι. | even the things that happened in the day in which ye stood before the Lord our God in Choreb in the day of the assembly; for the Lord said to me, Gather the people to me, and let them hear my words, that they may learn to fear me all the days which they live upon the earth, and they shall teach their sons. |
|
11
|
11
|
| καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη. | And ye drew nigh and stood under the mountain; and the mountain burned with fire up to heaven: there was darkness, blackness, and tempest. |
|
12
|
12
|
| καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ρημάτων, ἣν ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ᾿ ἢ φωνήν· | And the Lord spoke to you out of the midst of the fire a voice of words, which ye heard: and ye saw no likeness, only ye heard a voice. |
|
13
|
13
|
| καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ, ἣν ἐνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ρήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας. | And he announced to you his covenant, which he commanded you to keep, even the ten commandments; and he wrote them on two tables of stone. |
|
14
|
14
|
| καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτά ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. | And the Lord commanded me at that time, to teach you ordinances and judgments, that ye should do them on the land, into which ye go to inherit it. |
|
15
|
15
|
| καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. | And take good heed to your hearts, for ye saw no similitude in the day in which the Lord spoke to you in Choreb in the mountain out of the midst of the fire: |
|
16
|
16
|
| μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, | lest ye transgress, and make to yourselves a carved image, any kind of figure, the likeness of male or female, |
|
17
|
17
|
| ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ, ὃ πέταται ὑπὸ τὸν οὐρανόν, | the likeness of any beast of those that are on the earth, the likeness of any winged bird which flies under heaven, |
|
18
|
18
|
| ὁμοίωμα παντὸς ἑρπετοῦ, ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. | the likeness of any reptile which creeps on the earth, the likeness of any fish of those which are in the waters under the earth; |
|
19
|
19
|
| καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. | and lest having looked up to the sky, and having seen the sun and the moon and the stars, and all the heavenly bodies, thou shouldest go astray and worship them, and serve them, which the Lord thy God has distributed to all the nations under heaven. |
|
20
|
20
|
| ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. | But God took you, and led you forth out of the land of Egypt, out of the iron furnace, out of Egypt, to be to him a people of inheritance, as at this day. |
|
21
|
21
|
| καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ᾿ ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν ᾿Ιορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ· | And the Lord God was angry with me for the things said by you, and sware that I should not go over this Jordan, and that I should not enter into the land, which the Lord thy God giveth thee for an inheritance. |
|
22
|
22
|
| ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν ᾿Ιορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην. | For I am to die in this land, and shall not pass over this Jordan; but ye are to pass over, and shall inherit this good land. |
|
23
|
23
|
| προσέχετε ὑμεῖς, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων, ὧν συνέταξέ σοι Κύριος ὁ Θεός σου· | Take heed to yourselves, lest ye forget the covenant of the Lord our God, which he made with you, and ye transgress, and make to yourselves a graven image of any of the things concerning which the Lord thy God commanded thee. |
|
24
|
24
|
| ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής. | For the Lord thy God is a consuming fire, a jealous God. |
|
25
|
25
|
| ᾿Εὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν παροργίσαι αὐτόν, | And when thou shalt have begotten sons, and shalt have sons' sons, and ye shall have dwelt a long time on the land, and shall have transgressed, and made a graven image of any thing, and shall have done wickedly before the Lord your God to provoke him; |
|
26
|
26
|
| διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ᾿ αὐτῆς, ἀλλ᾿ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε. | I call heaven and earth this day to witness against you, that ye shall surely perish from off the land, into which ye go across Jordan to inherit it there; ye shall not prolong your days upon it, but shall be utterly cut off. |
|
27
|
27
|
| καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ. | And the Lord shall scatter you among all nations, and ye shall be left few in number among all the nations, among which the Lord shall bring you. |
|
28
|
28
|
| καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις, ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσι. | And ye shall there serve other gods, the works of the hands of men, wood and stones, which cannot see, nor can they hear, nor eat, nor smell. |
|
29
|
29
|
| καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου· | And there ye shall seek the Lord your God, and ye shall find him whenever ye shall seek him with all your heart, and with all your soul in your affliction. |
|
30
|
30
|
| καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπ᾿ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ· | And all these things shall come upon thee in the last days, and thou shalt turn to the Lord thy God, and shalt hearken to his voice. |
|
31
|
31
|
| ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου, οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψῃ σε, οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος. | Because the Lord thy God is a God of pity: he will not forsake thee, nor destroy thee; he will not forget the covenant of thy fathers, which the Lord sware to them. |
|
32
|
32
|
| ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως τοῦ ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ρῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο· | Ask of the former days which were before thee, from the day when God created man upon the earth, and beginning at the one end of heaven to the other end of heaven, if there has happened any thing like to this great event, if such a thing has been heard: |
|
33
|
33
|
| εἰ ἀκήκοεν ἔθνος φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας· | if a nation have heard the voice of the living God speaking out of the midst of the fire, as thou hast heard and hast lived; |
|
34
|
34
|
| εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασι καί ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις κατὰ πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος· | if God has assayed to go and take to himself a nation out of the midst of another nation with trial, and with signs, and with wonders, and with war, and with a mighty hand, and with a high arm, and with great sights, according to all the things which the Lord our God did in Egypt in thy sight. |
|
35
|
35
|
| ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. | So that thou shouldest know that the Lord thy God he is God, and there is none beside him. |
|
36
|
36
|
| ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ρήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός. | His voice was made audible from heaven to instruct thee, and he shewed thee upon the earth his great fire, and thou heardest his words out of the midst of the fire. |
|
37
|
37
|
| διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου | Because he loved thy fathers, he also chose you their seed after them, and he brought thee himself with his great strength out of Egypt, |
|
38
|
38
|
| ἐξολοθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον. | to destroy nations great and stronger than thou before thy face, to bring thee in, to give thee their land to inherit, as thou hast it this day. |
|
39
|
39
|
| καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ· | And thou shalt know this day, and shalt consider in thine heart, that the Lord thy God he is God in heaven above, and on the earth beneath, and there is none else but he. |
|
40
|
40
|
| καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας. | And keep ye his commandments, and his ordinances, all that I command you this day; that it may be well with thee, and with thy sons after thee, that ye may be long-lived upon the earth, which the Lord thy God giveth thee for ever. |
|
41
|
41
|
| Τότε ἀφώρισε Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου | Then Moses separated three cities beyond Jordan on the east, |
|
42
|
42
|
| φυγεῖν ἐκεῖ τὸν φονευτήν, ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδώς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τῆς τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται· | that the slayer might flee thither, who should have slain his neighbour unintentionally, and should not have hated him in times past, and he shall flee to one of these cities and live: |
|
43
|
43
|
| τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβὴν καὶ τὴν Ραμὼθ ἐν Γαλαὰδ τῷ Γαδδὶ καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῇ. | Bosor in the wilderness, in the plain country of Ruben, and Ramoth in Galaad belonging to Gad, and Gaulon in Basan belonging to Manasse. |
|
44
|
44
|
| Οὗτος ὁ νόμος, ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν ᾿Ισραήλ· | This is the law which Moses set before the children of Israel. |
|
45
|
45
|
| ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου | These are the testimonies, and the ordinances, and the judgments, which Moses spoke to the sons of Israel, when they came out of the land of Egypt: |
|
46
|
46
|
| ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, ἐν φάραγγι, ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών, ὃν ἐπάταξε Μωυσῆς καὶ οἱ υἱοὶ ᾿Ισραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου | on the other side of Jordan, in the valley near the house of Phogor, in the land of Seon king of the Amorites, who dwelt in Esebon, whom Moses and the sons of Israel smote when they came out of the land of Egypt. |
|
47
|
47
|
| καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν ῍Ωγ βασιλέως τῆς Βασάν, δύο βασιλέων τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου κατὰ ἀνατολὰς ἡλίου, | And they inherited his land, and the land of Og king of Basan, two kings of the Amorites, who were beyond Jordan eastward. |
|
48
|
48
|
| ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνῶν, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν ὅ ἐστιν ᾿Αερμών, | From Aroer, which is on the border of the brook Arnon, even to the mount of Seon, which is Aermon. |
|
49
|
49
|
| πᾶσαν τὴν ῎Αραβα πέραν τοῦ ᾿Ιορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ ᾿Ασηδὼθ τὴν λαξευτήν. | All Araba beyond Jordan eastward under Asedoth hewn in the rock. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΚΑΙ ἐκάλεσε Μωυσῆς πάντα ᾿Ισραήλ, καὶ εἶπε πρὸς αὐτούς· ἄκουε, ᾿Ισραήλ, τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά. | And Moses called all Israel, and said to them, Hear, Israel, the ordinances and judgments, all that I speak in your ears this day, and ye shall learn them, and observe to do them. |
|
2
|
2
|
| Κύριος ὁ Θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ· | The Lord your God made a covenant with you in Choreb. |
|
3
|
3
|
| οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλ᾿ ἢ πρὸς ὑμᾶς, ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον· | The Lord did not make this covenant with your fathers, but with you: ye are all here alive this day. |
|
4
|
4
|
| πρόσωπον κατὰ πρόσωπον ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, | The Lord spoke to you face to face in the mountain out of the midst of the fire. |
|
5
|
5
|
| κἀγὼ εἱστήκειν ἀνὰ μέσον Κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ρήματα Κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων· | And I stood between the Lord and you at that time to report to you the words of the Lord, (because ye were afraid before the fire, and ye went not up to the mountain,) saying, |
|
6
|
6
|
| ἐγώ εἰμι Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. | I am the Lord thy God, who brought thee out of the land of Egypt, out of the house of bondage. |
|
7
|
7
|
| οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου. | Thou shalt have no other gods before my face. |
|
8
|
8
|
| οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. | Thou shalt not make to thyself an image, nor likeness of any thing, whatever things are in the heaven above, and whatever are in the earth beneath, and whatever are in the waters under the earth. |
|
9
|
9
|
| οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με. | Thou shalt not bow down to them, nor shalt thou serve them; for I am the Lord thy God, a jealous God, visiting the sins of the fathers upon the children to the third and fourth generation to them that hate me, |
|
10
|
10
|
| καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. | and doing mercifully to thousands of them that love me, and that keep my commandments. |
|
11
|
11
|
| οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. | Thou shalt not take the name of the Lord thy God in vain, for the Lord thy God will certainly not acquit him that takes his name in vain. |
|
12
|
12
|
| φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου. | Keep the sabbath day to sanctify it, as the Lord thy God commanded thee. |
|
13
|
13
|
| ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· | Six days thou shalt work, and thou shalt do all thy works; |
|
14
|
14
|
| τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος ὁ παροικῶν ἐν σοί, ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ τὸ ὑποζύγιόν σου, ὥσπερ καὶ σύ· | but on the seventh day is the sabbath of the Lord thy God: thou shalt do in it no work, thou, and thy son, and thy daughter, thy man-servant, and thy maid-servant, thine ox, and thine ass, and all thy cattle, and the stranger that sojourns in the midst of thee; that thy man-servant may rest, and thy maid, and thine ox, as well as thou. |
|
15
|
15
|
| καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέ σε Κύριος ὁ Θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, διὰ τοῦτο συνέταξέ σοι Κύριος ὁ Θεός σου, ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν. | And thou shalt remember that thou wast a slave in the land of Egypt, and the Lord thy God brought thee out thence with a mighty hand, and a high arm: therefore the Lord appointed thee to keep the sabbath day and to sanctify it. |
|
16
|
16
|
| τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. | Honour thy father and thy mother, as the Lord thy God commanded thee; that it may be well with thee, and that thou mayest live long upon the land, which the Lord thy God gives thee. |
|
17
|
17
|
| οὐ φονεύσεις. | Thou shalt not commit murder. |
|
18
|
18
|
| οὐ μοιχεύσεις. | Thou shalt not commit adultery. |
|
19
|
19
|
| οὐ κλέψεις. | Thou shalt not steal. |
|
20
|
20
|
| οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. | Thou shalt not bear false witness against thy neighbour. |
|
21
|
21
|
| οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε πάντα ὅσα τῷ πλησίον σού ἐστι. | Thou shalt not covet thy neighbour's wife; thou shalt not covet thy neighbour's house, nor his field, nor his man-servant, nor his maid, nor his ox, nor his ass, nor any beast of his, nor any thing that is thy neighbour's. |
|
22
|
22
|
| Ταῦτα τὰ ρήματα ἐλάλησε Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη, καὶ οὐ προσέθηκε· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέ μοι. | These words the Lord spoke to all the assembly of you in the mountain out of the midst of the fire—there was darkness, blackness, storm, a loud voice—and he added no more, and he wrote them on two tables of stone, and he gave them to me. |
|
23
|
23
|
| καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν, | And it came to pass when ye heard the voice out of the midst of the fire, for the mountain burned with fire, that ye came to me, even all the heads of your tribes, and your elders: |
|
24
|
24
|
| καὶ ἐλέγετε· ἰδοὺ ἔδειξεν ἡμῖν Κύριος ὁ Θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ Θεὸς πρὸς ἄνθρωπον, καὶ ζήσεται. | and ye said, Behold, the Lord our God has shewn us his glory, and we have heard his voice out of the midst of the fire: this day we have seen that God shall speak to man, and he shall live. |
|
25
|
25
|
| καὶ νῦν μὴ ἀποθάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν ἔτι, καὶ ἀποθανούμεθα· | And now let us not die, for this great fire will consume us, if we shall hear the voice of the Lord our God any more, and we shall die. |
|
26
|
26
|
| τίς γὰρ σάρξ, ἥτις ἤκουσε φωνὴν Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὡς ἡμεῖς, καὶ ζήσεται; | For what flesh is there which has heard the voice of the living God, speaking out of the midst of the fire, as we have heard, and shall live? |
|
27
|
27
|
| πρόσελθε σὺ καὶ ἄκουσον πάντα, ὅσα ἂν εἴπῃ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα, ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεθα καὶ ποιήσομεν. | Do thou draw near, and hear all that the Lord our God shall say, and thou shalt speak to us all things whatsoever the Lord our God shall speak to thee, and we will hear, and do. |
|
28
|
28
|
| καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με, καὶ εἶπε Κύριος πρός με· ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου, ὅσα ἐλάλησαν πρός σε· ὀρθῶς πάντα, ὅσα ἐλάλησαν. | And the Lord heard the voice of your words as ye spoke to me; and the Lord said to me, I have heard the voice of the words of this people, even all things that they have said to thee. They have well said all that they have spoken. |
|
29
|
29
|
| τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι᾿ αἰῶνος; | O that there were such a heart in them, that they should fear me and keep my commands always, that it might be well with them and with their sons for ever. |
|
30
|
30
|
| βάδισον, εἰπὸν αὐτοῖς· ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν· | Go, say to them, Return ye to your houses; |
|
31
|
31
|
| σὺ δὲ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα διδάξεις αὐτούς, καί ποιείτωσαν οὕτως ἐν τῇ γῇ, ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ. | but stand thou here with me, and I will tell thee all the commands, and the ordinances, and the judgments, which thou shalt teach them, and let them do so in the land which I give them for an inheritance. |
|
32
|
32
|
| καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, | And ye shall take heed to do as the Lord thy God commanded thee; ye shall not turn aside to the right hand or to the left, |
|
33
|
33
|
| κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἣν κληρονομήσετε. | according to all the way which the Lord thy God commanded thee to walk in it, that he may give thee rest; and that it may be well with thee, and ye may prolong your days on the land which ye shall inherit. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΚΑΙ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν, | And these are the commands, and the ordinances, and the judgments, as many as the Lord our God gave commandment to teach you to do so in the land on which ye enter to inherit it. |
|
2
|
2
|
| ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε. | That ye may fear the Lord your God, keep ye all his ordinances, and his commandments, which I command thee to-day, thou, and thy sons, and thy sons' sons, all the days of thy life, that ye may live many days. |
|
3
|
3
|
| καὶ ἄκουσον, ᾿Ισραήλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου. | Hear, therefore, O Israel, and observe to do them, that it may be well with thee, and that ye may be greatly multiplied, as the Lord God of thy fathers said that he would give thee a land flowing with milk and honey: and these are the ordinances, and the judgments, which the Lord commanded the children of Israel in the wilderness, when they had gone forth from the land of Egypt. |
|
4
|
4
|
| ῎Ακουε, ᾿Ισραήλ· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· | Hear, O Israel, The Lord our God is one Lord. |
|
5
|
5
|
| καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου. | And thou shalt love the Lord thy God with all thy mind, and with all thy soul, and all thy strength. |
|
6
|
6
|
| καὶ ἔσται τὰ ρήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν ψυχῇ σου· | And these words, all that I command thee this day, shall be in thy heart and in thy soul. |
|
7
|
7
|
| καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος· | And thou shalt teach them to thy children, and thou shalt speak of them sitting in the house, and walking by the way, and lying down, and rising up. |
|
8
|
8
|
| καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· | And thou shalt fasten them for a sign upon thy hand, and it shall be immoveable before thine eyes. |
|
9
|
9
|
| καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν. | And ye shall write them on the lintels of your houses and of your gates. |
|
10
|
10
|
| Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ ῾Αβραὰμ καὶ τῷ ᾿Ισαὰκ καὶ τῷ ᾿Ιακὼβ δοῦναί σοι, πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας, | And it shall come to pass when the Lord thy God shall have brought thee into the land which he sware to thy fathers, to Abraam, and to Isaac, and to Jacob, to give thee great and beautiful cities which thou didst not build, |
|
11
|
11
|
| οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς | houses full of all good things which thou didst not fill, wells dug in the rock which thou didst not dig, vineyards and oliveyards which thou didst not plant, then having eaten and been filled, |
|
12
|
12
|
| πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. | beware lest thou forget the Lord thy God that brought thee forth out of the land of Egypt, out of the house of bondage. |
|
13
|
13
|
| Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. | Thou shalt fear the Lord thy God, and him only shalt thou serve; and thou shalt cleave to him, and by his name thou shalt swear. |
|
14
|
14
|
| οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, | Go ye not after other gods of the gods of the nations round about you; |
|
15
|
15
|
| ὅτι ὁ Θεὸς ζηλωτὴς Κύριος ὁ Θεός σου ἐν σοί, μὴ ὀργισθεὶς θυμῷ Κύριος ὁ Θεός σού σοι ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς. | for the Lord thy God in the midst of thee is a jealous God, lest the Lord thy God be very angry with thee, and destroy thee from off the face of the earth. |
|
16
|
16
|
| οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ. | Thou shalt not tempt the Lord thy God, as ye tempted him in the temptation. |
|
17
|
17
|
| φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι· | Thou shalt by all means keep the commands of the Lord thy God, the testimonies, and the ordinances, which he commanded thee. |
|
18
|
18
|
| καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, | And thou shalt do that which is pleasing and good before the Lord thy God, that it may be well with thee, and that thou mayest go in and inherit the good land, which the Lord sware to your fathers, |
|
19
|
19
|
| ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος. | to chase all thine enemies from before thy face, as the Lord said. |
|
20
|
20
|
| Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων· τί ἐστι τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν; | And it shall come to pass when thy son shall ask thee at a future time, saying, What are the testimonies, and the ordinances, and the judgments, which the Lord our God has commanded us? |
|
21
|
21
|
| καὶ ἐρεῖς τῷ υἱῷ σου· οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ. | Then shalt thou say to thy son, We were slaves to Pharao in the land of Egypt, and the Lord brought us forth thence with a mighty hand, and with a high arm. |
|
22
|
22
|
| καὶ ἔδωκε Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν· | And the Lord wrought signs and great and grievous wonders in Egypt, on Pharao and on his house before us. |
|
23
|
23
|
| καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δοῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν ἡμῶν. | And he brought us out thence to give us this land, which he sware to give to our fathers. |
|
24
|
24
|
| καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι Κύριον τὸν Θεὸν ἡμῶν, ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον. | And the Lord charged us to observe all these ordinances; to fear the Lord our God, that it may be well with us for ever, that we may live, as even to-day. |
|
25
|
25
|
| καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν. | And there shall be mercy to us, if we take heed to keep all these commands before the Lord our God, as he has commanded us. |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΕΑΝ δὲ εἰσάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ ἐξάρῃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσσαῖον καὶ ᾿Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ ᾿Ιεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν, | And when the Lord thy God shall bring thee into the land, into which thou goest to possess it, and shall remove great nations from before thee, the Chettite, and Gergesite, and Amorite, and Chananite, and Pherezite, and Evite, and Jebusite, seven nations more numerous and stronger than you, |
|
2
|
2
|
| καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς, οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς, | and the Lord thy God shall deliver them into thy hands, then thou shalt smite them: thou shalt utterly destroy them: thou shalt not make a covenant with them, neither shall ye pity them: |
|
3
|
3
|
| οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· 4ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾿ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις, καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς καὶ ἐξολοθρεύσει σε τὸ τάχος. | neither shall ye contract marriages with them: thou shalt not give thy daughter to his son, and thou shalt not take his daughter to thy son. |
|
5
|
5
|
| ἀλλ᾿ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· | But thus shall ye do to them; ye shall destroy their altars, and shall break down their pillars, and shall cut down their groves, and shall burn with fire the graven images of their gods. |
|
6
|
6
|
| ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ προείλετο Κύριος ὁ Θεός σου εἶναι αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς. | For thou art a holy people to the Lord thy God; and the Lord thy God chose thee to be to him a peculiar people beyond all nations that are upon the face of the earth. |
|
7
|
7
|
| οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς καὶ ἐξελέξατο Κύριος ὑμᾶς, ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη, | It was not because ye are more numerous than all other nations that the Lord preferred you, and the Lord made choice of you: for ye are fewer in number than all other nations. |
|
8
|
8
|
| ἀλλὰ παρὰ τὸ ἀγαπᾶν Κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουλείας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου. | But because the Lord loved you, and as keeping the oath which he sware to your fathers, the Lord brought you out with a strong hand, and the Lord redeemed thee from the house of bondage, out of the hand of Pharao king of Egypt. |
|
9
|
9
|
| καὶ γνώσῃ ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός, Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς | Thou shalt know therefore, that the Lord thy God, he is God, a faithful God, who keeps covenant and mercy for them that love him, and for those that keep his commandments to a thousand generations, |
|
10
|
10
|
| καὶ ἀποδιδοὺς τοῖς μισοῦσι κατὰ πρόσωπον ἐξολοθρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσι, κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς. | and who recompenses them that hate him to their face, to destroy them utterly; and will not be slack with them that hate him: he will recompense them to their face. |
|
11
|
11
|
| καὶ φυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν. | Thou shalt keep therefore the commands, and the ordinances, and these judgments, which I command thee this day to do. |
|
12
|
12
|
| Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ Θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος, ὃ ὤμοσε τοῖς πατράσιν ὑμῶν, | And it shall come to pass when ye shall have heard these ordinances, and shall have kept and done them, that the Lord thy God shall keep for thee the covenant and the mercy, which he sware to your fathers. |
|
13
|
13
|
| καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνεῖ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι. | And he will love thee, and bless thee, and multiply thee; and he will bless the offspring of thy body, and the fruit of thy land, thy corn, and thy wine, and thine oil, the herds of thine oxen, and the flocks of thy sheep, on the land which the Lord sware to thy fathers to give to thee. |
|
14
|
14
|
| εὐλογητός ἔσῃ παρὰ πάντα τὰ ἔθνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσί σου. | Thou shalt be blessed beyond all nations; there shall not be among you an impotent or barren one, or among thy cattle. |
|
15
|
15
|
| καὶ περιελεῖ Κύριος ὁ Θεός σου ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας, καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε. | And the Lord thy God shall remove from thee all sickness; and none of the evil diseases of Egypt, which thou hast seen, and all that thou hast known, will he lay upon thee; but he will lay them upon all that hate thee. |
|
16
|
16
|
| καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστί σοι. | And thou shalt eat all the spoils of the nations which the Lord thy God gives thee; thine eye shall not spare them, and thou shalt not serve their gods; for this is an offence to thee. |
|
17
|
17
|
| ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι πολὺ τὸ ἔθνος τοῦτο ἢ ἐγώ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς; | But if thou shouldest say in thine heart, This nation is greater than I, how shall I be able to destroy them utterly? |
|
18
|
18
|
| οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις, | thou shalt not fear them; thou shalt surely remember all that the Lord thy God did to Pharao and to all the Egyptians: |
|
19
|
19
|
| τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου, οὕτω ποιήσει Κύριος ὁ Θεὸς ὑμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. | the great temptations which thine eyes have seen, those signs and great wonders, the strong hand, and the high arm; how the Lord thy God brought thee forth: so the Lord your God will do to all the nations, whom thou fearest in their presence. |
|
20
|
20
|
| καὶ τὰς σφηκίας ἀποστελεῖ Κύριος ὁ Θεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ. | And the Lord thy God shall send against them the hornets, until they that are left and they that are hidden from thee be utterly destroyed. |
|
21
|
21
|
| οὐ τρωθήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ἐν σοί, Θεὸς μέγας καὶ κραταιός, | Thou shalt not be wounded before them, because the Lord thy God in the midst of thee is a great and powerful God. |
|
22
|
22
|
| καὶ καταναλώσει Κύριος ὁ Θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια. | And the Lord thy God shall consume these nations before thee by little and little: thou shalt not be able to consume them speedily, lest the land become desert, and the wild beasts of the field be multiplied against thee. |
|
23
|
23
|
| καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολεῖς αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολοθρεύσητε αὐτούς. | And the Lord thy God shall deliver them into thy hands, and thou shalt destroy them with a great destruction, until ye shall have utterly destroyed them. |
|
24
|
24
|
| καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολοθρεύσῃς αὐτούς. | And he shall deliver their kings into your hands, and ye shall destroy their name from that place; none shall stand up in opposition before thee, until thou shalt have utterly destroyed them. |
|
25
|
25
|
| τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν καύσετε πυρί· οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ᾿ αὐτῶν σὺ λήψῃ σεαυτῷ, μὴ πταίσῃς δι᾿ αὐτό, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι· | Ye shall burn with fire the graven images of their gods: thou shalt not covet their silver, neither shalt thou take to thyself gold from them, lest thou shouldest offend thereby, because it is an abomination to the Lord thy God. |
|
26
|
26
|
| καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἀνάθεμα ἔσῃ ὥσπερ τοῦτο· προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθημά ἐστι. | And thou shalt not bring an abomination into thine house, so shouldest thou be an accursed thing like it; thou shalt utterly hate it, and altogether abominate it, because it is an accursed thing. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΠΑΣΑΣ τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν ὤμοσε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς πατράσιν ὑμῶν. | Ye shall observe to do all the commands which I charge you to-day, that ye may live and be multiplied, and enter in and inherit the land, which the Lord your God sware to give to your fathers. |
|
2
|
2
|
| καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ πειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ. | And thou shalt remember all the way which the Lord thy God led thee in the wilderness, that he might afflict thee, and try thee, and that the things in thine heart might be made manifest, whether thou wouldest keep his commandments or no. |
|
3
|
3
|
| καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος. | And he afflicted thee and straitened thee with hunger, and fed thee with manna, which thy fathers knew not; that he might teach thee that man shall not live by bread alone, but by every word that proceeds out of the mouth of God shall man live. |
|
4
|
4
|
| τὰ ἱμάτιά σου οὐκ ἐπαλαιώθη ἀπὸ σοῦ, τὰ ὑποδήματά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώθησαν, ἰδοὺ τεσσαράκοντα ἔτη. | Thy garments grew not old from off thee, thy shoes were not worn from off thee, thy feet were not painfully hardened, lo! these forty years. |
|
5
|
5
|
| καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις ἄνθρωπος παιδεύσῃ τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος ὁ Θεός σου παιδεύσει σε, | And thou shalt know in thine heart, that as if any man should chasten his son, so the Lord thy God will chasten thee. |
|
6
|
6
|
| καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν· | And thou shalt keep the commands of the Lord thy God, to walk in his ways, and to fear him. |
|
7
|
7
|
| ὁ γὰρ Κύριος ὁ Θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων· | For the Lord thy God will bring thee into a good and extensive land, where there are torrents of waters, and fountains of deep places issuing through the plains and through the mountains: |
|
8
|
8
|
| γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι, συκαῖ, ροαί, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· | a land of wheat and barley, wherein are vines, figs, pomegranates; a land of olive oil and honey; |
|
9
|
9
|
| γῆ, ἐφ᾿ ἧς οὐ μετὰ πτωχείας φαγῇ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ ἐπ᾿ αὐτῆς οὐδέν· γῆ, ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν· | a land on which thou shalt not eat thy bread with poverty, and thou shalt not want any thing upon it; a land whose stones are iron, and out of its mountains thou shalt dig brass. |
|
10
|
10
|
| καὶ φαγῇ καὶ ἐμπλησθήσῃ καὶ εὐλογήσεις Κύριον τὸν Θεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς δέδωκέ σοι. | And thou shalt eat and be filled, and shalt bless the Lord thy God on the good land, which he has given thee. |
|
11
|
11
|
| πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, | Take heed to thyself that thou forget not the Lord thy God, so as not to keep his commands, and his judgments, and ordinances, which I command thee this day: |
|
12
|
12
|
| μὴ φαγὼν καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς | lest when thou hast eaten and art full, and hast built goodly houses, and dwelt in them; |
|
13
|
13
|
| καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυνθέντος σοι καὶ πάντων, ὅσων σοι ἔσται, πληθυνθέντων σοι, | and thy oxen and thy sheep are multiplied to thee, and thy silver and thy gold are multiplied to thee, and all thy possessions are multiplied to thee, |
|
14
|
14
|
| ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκγῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, | thou shouldest be exalted in heart, and forget the Lord thy God, who brought thee out of the land of Egypt, out of the house of bondage: |
|
15
|
15
|
| τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, | who brought thee through that great and terrible wilderness, where is the biting serpent, and scorpion, and drought, where there was no water; who brought thee a fountain of water out of the flinty rock: |
|
16
|
16
|
| τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεις σὺ καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σου. | who fed thee with manna in the wilderness, which thou knewest not, and thy fathers knew not; that he might afflict thee, and thoroughly try thee, and do thee good in thy latter days. |
|
17
|
17
|
| μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· ἡ ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέ μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην· | Lest thou shouldest say in thine heart, My strength, and the power of mine hand have wrought for me this great wealth. |
|
18
|
18
|
| καὶ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσι σου, ὡς σήμερον. | But thou shalt remember the Lord thy God, that he gives thee strength to get wealth; even that he may establish his covenant, which the Lord sware to thy fathers, as at this day. |
|
19
|
19
|
| καὶ ἔσται ἐὰν λήθῃ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ὀπίσω θεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε· | And it shall come to pass if thou do at all forget the Lord thy God, and shouldest go after other gods, and serve them, and worship them, I call heaven and earth to witness against you this day, that ye shall surely perish. |
|
20
|
20
|
| καθὰ καὶ τὰ λοιπὰ ἔθνη, ὅσα Κύριος ὁ Θεὸς ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσθε, ἀνθ᾿ ὧν οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. | As also the other nations which the Lord God destroys before your face, so shall ye perish, because ye hearkened not to the voice of the Lord your God. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΑΚΟΥΕ, ᾿Ισραήλ· σὺ διαβαίνεις σήμερον τὸν ᾿Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ, | Hear, O Israel: Thou goest this day across Jordan to inherit nations greater and stronger than yourselves, cities great and walled up to heaven; |
|
2
|
2
|
| λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς ᾿Ενάκ, οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας· τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν ᾿Ενάκ; | a people great and many and tall, the sons of Enac, whom thou knowest, and concerning whom thou hast heard say, Who can stand before the children of Enac? |
|
3
|
3
|
| καὶ γνώσῃ σήμερον, ὅτι Κύριος ὁ Θεός σου, οὗτος προπορεύσεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολοθρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖ αὐτοὺς ἐν τάχει, καθάπερ εἶπέ σοι Κύριος. | And thou shalt know to-day, that the Lord thy God he shall go before thy face: he is a consuming fire; he shall destroy them, and he shall turn them back before thee, and shall destroy them quickly, as the Lord said to thee. |
|
4
|
4
|
| μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου λέγων· διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην· | Speak not in thine heart, when the Lord thy God has destroyed these nations before thy face, saying, For my righteousness the Lord brought me in to inherit this good land. |
|
5
|
5
|
| οὐχὶ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ ῾Αβραὰμ καὶ τῷ ᾿Ισαὰκ καὶ τῷ ᾿Ιακώβ. | Not for thy righteousness, nor for the holiness of thy heart, dost thou go in to inherit their land, but because of the wickedness of these nations the Lord will destroy them from before thee, and that he may establish the covenant, which the Lord sware to our fathers, to Abraam, and to Isaac, and to Jacob. |
|
6
|
6
|
| καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. | And thou shalt know to-day, that it is not for thy righteousnesses the Lord thy God gives thee this good land to inherit, for thou art a stiff-necked people. |
|
7
|
7
|
| μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφ᾿ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον. | Remember, forget not, how much thou provokedst the Lord thy God in the wilderness: from the day that ye came forth out of Egypt, even till ye came into this place, ye continued to be disobedient toward the Lord. |
|
8
|
8
|
| καὶ ἐν Χωρὴβ παρωξύνατε Κύριον, καὶ ἐθυμώθη Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, | Also in Choreb ye provoked the Lord, and the Lord was angry with you to destroy you; |
|
9
|
9
|
| ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας, πλάκας διαθήκης, ἃς διέθετο Κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. | when I went up into the mountain to receive the tables of stone, the tables of the covenant, which the Lord made with you, and I was in the mountain forty days and forty nights, I ate no bread and drank no water. |
|
10
|
10
|
| καὶ ἔδωκέ μοι Κύριος τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ Θεοῦ, καὶ ἐπ᾿ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας· | And the Lord gave me the two tables of stone written with the finger of God, and on them there had been written all the words which the Lord spoke to you in the mountain in the day of the assembly. |
|
11
|
11
|
| καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν ἔδωκε Κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας, πλάκας διαθήκης. | And it came to pass after forty days and forty nights, the Lord gave me the two tables of stone, the tables of the covenant. |
|
12
|
12
|
| καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα. | And the Lord said to me, Arise, go down quickly from hence, for thy people whom thou broughtest out of the land of Egypt have transgressed; they have gone aside quickly out of the way which I commanded them, and have made themselves a molten image. |
|
13
|
13
|
| καὶ εἶπε Κύριος πρός με λέγων· λελάληκα πρός σε ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστι· | And the Lord spoke to me, saying, I have spoken to thee once and again, saying, I have seen this people, and, behold, it is a stiff-necked people. |
|
14
|
14
|
| καὶ νῦν ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο. | And now suffer me utterly to destroy them, and I will blot out their name from under heaven, and will make of thee a nation great and strong, and more numerous than this. |
|
15
|
15
|
| καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες τῶν μαρτυρίων ἐπὶ ταῖς δυσὶ χερσί μου. | And I turned and went down from the mountain; and the mountain burned with fire to heaven; and the two tables of the testimonies were in my two hands. |
|
16
|
16
|
| καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν αὐτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο Κύριος ὑμῖν ποιεῖν, | And when I saw that ye had sinned against the Lord your God, and had made to yourselves a molten image, and had gone astray out of the way, which the Lord commanded you to keep; |
|
17
|
17
|
| καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου, καὶ συνέτριψα ἐναντίον ὑμῶν. | then I took hold of the two tables, and cast them out of my two hands, and broke them before you. |
|
18
|
18
|
| καὶ ἐδεήθην ἐναντίον Κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον, περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ παροξῦναι αὐτόν. | And I made my petition before the Lord as also at the first forty days and forty nights: I ate no bread and drank no water, on account of all your sins which ye sinned in doing evil before the Lord God to provoke him. |
|
19
|
19
|
| καὶ ἔκφοβός εἰμι διὰ τὸν θυμὸν καὶ τὴν ὀργήν, ὅτι παρωξύνθη Κύριος ἐφ᾿ ὑμῖν τοῦ ἐξολοθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ. | And I was greatly terrified because of the wrath and anger, because the Lord was provoked with you utterly to destroy you; yet the Lord hearkened to me at this time also. |
|
20
|
20
|
| καὶ ἐπὶ ᾿Ααρὼν ἐθυμώθη ἐξολοθρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ ᾿Ααρὼν ἐν τῷ καιρῷ ἐκείνῳ. | And he was angry with Aaron to destroy him utterly, and I prayed for Aaron also at that time. |
|
21
|
21
|
| καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα, ἕως οὗ ἐγένετο λεπτόν· καὶ ἐγένετο ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους. | And your sin which ye had made, even the calf, I took, and burnt it with fire, and pounded it and ground it down till it became fine; and it became like dust, and I cast the dust into the brook that descended from the mountain. |
|
22
|
22
|
| καὶ ἐν τῷ ᾿Εμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ, καὶ ἐν τοῖς Μνήμασι τῆς ἐπιθυμίας παροξύναντες ἦτε Κύριον τὸν Θεὸν ὑμῶν. | Also in the burning, and in the temptation, and at the graves of lust, ye provoked the Lord. |
|
23
|
23
|
| καὶ ὅτε ἐξαπέστειλεν ὑμᾶς Κύριος ἐκ Κάδης Βαρνὴ λέγων· ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ. | And when the Lord sent you forth from Cades Barne, saying, Go up and inherit the land which I give to you, then ye disobeyed the word of the Lord your God, and believed him not, and hearkened not to his voice. |
|
24
|
24
|
| ἀπειθοῦντες ἦτε τὰ πρὸς Κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσθη ὑμῖν. | Ye were disobedient in the things relating to the Lord from the day in which he became known to you. |
|
25
|
25
|
| καὶ ἐδεήθην ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην· εἶπε γὰρ Κύριος ἐξολοθρεῦσαι ὑμᾶς· | And I prayed before the Lord forty days and forty nights, the number that I prayed before, for the Lord said that he would utterly destroy you. |
|
26
|
26
|
| καὶ ηὐξάμην πρὸς τὸν Θεὸν καὶ εἶπα· Κύριε βασιλεῦ τῶν θεῶν, μὴ ἐξολοθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ· | And I prayed to God, and said, O Lord, King of gods, destroy not thy people and thine inheritance, whom thou didst redeem, whom thou broughtest out of the land of Egypt with thy great power, and with thy strong hand, and with thy high arm. |
|
27
|
27
|
| μνήσθητι ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα, καὶ τὰ ἁμαρτήματα αὐτῶν, | Remember Abraam, and Isaac, and Jacob thy servants, to whom thou swarest by thyself: look not upon the hardness of heart of this people, and their impieties, and their sins. |
|
28
|
28
|
| μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν, λέγοντες· παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀποκτεῖναι αὐτούς. | Lest the inhabitants of the land whence thou broughtest us out speak, saying, Because the Lord could not bring them into the land of which he spoke to them, and because he hated them, has he brought them forth to slay them in the wilderness. |
|
29
|
29
|
| καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ. | And these are thy people and thy portion, whom thou broughtest out of the land of Egypt with thy great strength, and with thy mighty hand, and with thy high arm. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΕΝ ἐκείνῳ τῷ καιρῷ εἶπε Κύριος πρός με· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, ὥσπερ τὰς πρώτας, καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος· καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην· | At that time the Lord said to me, Hew for thyself two stone tables as the first, and come up to me into the mountain, and thou shalt make for thyself an ark of wood. |
|
2
|
2
|
| καὶ γράψεις ἐπὶ τὰς πλάκας τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, ἃς συνέτριψας, καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν. | And thou shalt write upon the tables the words which were on the first tables which thou didst break, and thou shalt put them into the ark. |
|
3
|
3
|
| καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καί ἐλάξευσα τὰς πλάκας λιθίνας, ὡς αἱ πρῶται· καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσί μου. | So I made an ark of boards of incorruptible wood, and I hewed tables of stone like the first, and I went up to the mountain, and the two tables were in my hand. |
|
4
|
4
|
| καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους, οὓς ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, καὶ ἔδωκεν αὐτὰς Κύριος ἐμοί. | And he wrote upon the tables according to the first writing the ten commandments, which the Lord spoke to you in the mountain out of the midst of the fire, and the Lord gave them to me. |
|
5
|
5
|
| καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν, ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ, καθὰ ἐνετείλατό μοι Κύριος. | And I turned and came down from the mountain, and I put the tables into the ark which I had made; and there they were, as the Lord commanded me. |
|
6
|
6
|
| καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἀπῇραν ἐκ Βηρὼθ υἱῶν ᾿Ιακὶμ Μισαδαΐ· ἐκεῖ ἀπέθανεν ᾿Ααρὼν καὶ ἐτάφη ἐκεῖ, καὶ ἱεράτευσεν ᾿Ελεάζαρ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. | And the children of Israel departed from Beeroth of the sons of Jakim to Misadai: there Aaron died, and there he was buried, and Eleazar his son was priest in his stead. |
|
7
|
7
|
| ἐκεῖθεν ἀπῇραν εἰς Γαδγὰδ καὶ ἀπὸ Γαδγὰδ εἰς ᾿Ετεβαθᾶ, γῆ χείμαρροι ὑδάτων. | Thence they departed to Gadgad; and from Gadgad to Etebatha, a land wherein are torrents of water. |
|
8
|
8
|
| ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. | At that time the Lord separated the tribe of Levi, to bear the ark of the covenant of the Lord, to stand near before the Lord, to minister and bless in his name to this day. |
|
9
|
9
|
| διὰ τοῦτο οὐκ ἔστι τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. | Therefore the Levites have no part nor inheritance among their brethren; the Lord himself is their inheritance, as he said to them. |
|
10
|
10
|
| κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ εἰσήκουσε Κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι ὑμᾶς. | And I remained in the mount forty days and forty nights: and the Lord heard me at that time also, and the Lord would not destroy you. |
|
11
|
11
|
| καὶ εἶπε Κύριος πρός με· βάδιζε, ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομήτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς. | And the Lord said to me, Go, set out before this people, and let them go in and inherit the land, which I sware to their fathers to give to them. |
|
12
|
12
|
| Καὶ νῦν, ᾿Ισραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, | And now, Israel, what does the Lord thy God require of thee, but to fear the Lord thy God, and to walk in all his ways, and to love him, and to serve the Lord thy God with all thy heart, and with all thy soul; |
|
13
|
13
|
| φυλάσσεσθαι τάς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ; | to keep the commandments of the Lord thy God, and his ordinances, all that I charge thee to-day, that it may be well with thee? |
|
14
|
14
|
| ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· | Behold, the heaven and the heaven of heavens belong to the Lord thy God, the earth and all things that are in it. |
|
15
|
15
|
| πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην. | Only the Lord chose your fathers to love them, and he chose out their seed after them, even you, beyond all nations, as at this day. |
|
16
|
16
|
| καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· | Therefore ye shall circumcise the hardness of your heart, and ye shall not harden your neck. |
|
17
|
17
|
| ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν οὗτος Θεὸς τῶν θεῶν καὶ Κύριος τῶν κυρίων, ὁ Θεὸς ὁ μέγας· καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐδ᾿ οὐ μὴ λάβῃ δῶρον, | For the Lord your God, he is God of gods, and Lord of lords, the great, and strong, and terrible God, who does not accept persons, nor will he by any means accept a bribe: |
|
18
|
18
|
| ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. | executing judgment for the stranger and orphan and widow, and he loves the stranger to give him food and raiment. |
|
19
|
19
|
| καὶ ἀγαπήσετε τὸν προσήλυτον· προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ. | And ye shall love the stranger; for ye were strangers in the land of Egypt. |
|
20
|
20
|
| Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ· | Thou shalt fear the Lord thy God, and serve him, and shalt cleave to him, and shalt swear by his name. |
|
21
|
21
|
| οὗτος καύχημά σου καὶ οὗτος Θεός σου, ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου. | He is thy boast, and he is thy God, who has wrought in the midst of thee these great and glorious things, which thine eyes have seen. |
|
22
|
22
|
| ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, νυνὶ δὲ ἐποίησέ σε Κύριος ὁ Θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. | With seventy souls your fathers went down into Egypt; but the Lord thy God has made thee as the stars of heaven in multitude. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΑΙ ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας. | Therefore thou shalt love the Lord thy God, and shalt observe his appointments, and his ordinances, and his commandments, and his judgments, always. |
|
2
|
2
|
| καὶ γνώσεσθε σήμερον, ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν | And ye shall know this day; for I speak not to your children, who know not and have not seen the discipline of the Lord thy God, and his wonderful works, and his strong hand, and his high arm, |
|
3
|
3
|
| καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ, ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραὼ βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ, | and his miracles, and his wonders, which he wrought in the midst of Egypt on Pharao king of Egypt, and all his land; |
|
4
|
4
|
| καὶ ὅσα ἐποίησε τὴν δύναμιν τῶν Αἰγυπτίων, τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν, καὶ τὴν δύναμιν αὐτῶν, ὡς ἐπέκλυσε τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν καὶ ἀπώλεσεν αὐτοὺς Κύριος ἕως τῆς σήμερον ἡμέρας, | and what he did to the host of the Egyptians, and to their chariots, and their cavalry, and their host; how he made the water of the Red Sea to overwhelm the face of them as they pursued after you, and the Lord destroyed them until this day; |
|
5
|
5
|
| καὶ ὅσα ἐποίησεν ὑμῖν ἐν τῇ ἐρήμῳ, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον, | and all the things which he did to you in the wilderness until ye came into this place; |
|
6
|
6
|
| καὶ ὅσα ἐποίησε τῷ Δαθὰν καὶ ᾿Αβειρὼν υἱοὺς ῾Ελιὰβ υἱοῦ Ρουβήν, οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ᾿ αὐτῶν ἐν μέσῳ παντὸς ᾿Ισραήλ, | and all things that he did to Dathan and Abiron the sons of Eliab the son of Ruben, whom the earth opening her mouth swallowed up, and their houses, and their tents, and all their substance that was with them, in the midst of all Israel: |
|
7
|
7
|
| ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα Κυρίου τὰ μεγάλα, ὅσα ἐποίησεν ἐν ὑμῖν σήμερον. | for your eyes have seen all the mighty works of the Lord, which he wrought among you to-day. |
|
8
|
8
|
| καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν, | And ye shall keep all his commandments, as many as I command thee to-day, that ye may live, and be multiplied, and that ye may go in and inherit the land, into which ye go across Jordan to inherit it: |
|
9
|
9
|
| ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς, γῆν ρέουσαν γάλα καὶ μέλι· | that ye may live long upon the land, which the Lord sware to your fathers to give to them, and to their seed after them, a land flowing with milk and honey. |
|
10
|
10
|
| ἔστι γὰρ ἡ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσι τὸν σπόρον καὶ ποτίζωσι τοῖς ποσὶν αὐτῶν ὡσεὶ κῆπον λαχανείας· | For the land into which thou goest to inherit it, is not as the land of Egypt, whence ye came out, whensoever they sow the seed, and water it with their feet, as a garden of herbs: |
|
11
|
11
|
| ἡ δὲ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, γῆ ὀρεινὴ καὶ πεδεινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ, | but the land into which thou goest to inherit it, is a land of mountains and plains; it shall drink water of the rain of heaven. |
|
12
|
12
|
| γῆ, ἣν Κύριος ὁ Θεός σου ἐπισκοπεῖται αὐτὴν διαπαντός, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ σου ἐπ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ. | A land which the Lord thy God surveys continually, the eyes of the Lord thy God are upon it from the beginning of the year to the end of the year. |
|
13
|
13
|
| ᾿Εὰν δὲ ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸ Θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, | Now if ye will indeed hearken to all the commands which I charge thee this day, to love the Lord thy God, and to serve him with all thy heart, and with all thy soul, |
|
14
|
14
|
| καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ᾿ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου· | then he shall give to thy land the early and latter rain in its season, and thou shalt bring in thy corn, and thy wine, and thine oil. |
|
15
|
15
|
| καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου· | And he shall give food in thy fields to thy cattle; and when thou hast eaten and art full, |
|
16
|
16
|
| καὶ φαγὼν καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ, μὴ πλατυνθῇ ἡ καρδία σου καὶ παραβῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, | take heed to thyself that thy heart be not puffed up, and ye transgress, and serve other gods, and worship them: |
|
17
|
17
|
| καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐφ᾿ ὑμῖν καὶ συσχῇ τὸν οὐρανόν, καὶ οὐκ ἔσται ὑετός, καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἀπολεῖσθε ἐν τάχει ἀπό τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ἔδωκεν ὑμῖν. | and the Lord be angry with you, and restrain the heaven; and there shall not be rain, and the earth shall not yield its fruit, and ye shall perish quickly from off the good land, which the Lord has given you. |
|
18
|
18
|
| καὶ ἐμβαλεῖτε τὰ ρήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν· καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν· | And ye shall store these words in your heart and in your soul, and ye shall bind them as a sign on your hand, and it shall be fixed before your eyes. |
|
19
|
19
|
| καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένους ἐν οἴκῳ καὶ πορευομένους ἐν ὁδῷ καὶ καθεύδοντας καὶ διανισταμένους. | And ye shall teach them to your children, so as to speak about them when thou sittest in the house, and when thou walkest by the way, and when thou sleepest, and when thou risest up. |
|
20
|
20
|
| καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν, | And ye shall write them on the lintels of your houses, and on your gates; |
|
21
|
21
|
| ἵνα μακροημερεύσητε καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς. | that your days may be long, and the days of your children, upon the land which the Lord sware to your fathers to give to them, as the days of heaven upon the earth. |
|
22
|
22
|
| καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσθαι αὐτῷ, | And it shall come to pass that if ye will indeed hearken to all these commands, which I charge thee to observe this day, to love the Lord our God, and to walk in all his ways, and to cleave close to him; |
|
23
|
23
|
| καὶ ἐκβαλεῖ Κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρὰ μᾶλλον ἢ ὑμεῖς. | then the Lord shall cast out all these nations before you, and ye shall inherit great nations and stronger than yourselves. |
|
24
|
24
|
| πάντα τὸν τόπον, οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ ᾿Αντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου. | Every place whereon the sole of your foot shall tread shall be yours; from the wilderness and Antilibanus, and from the great river, the river Euphrates, even as far as the west sea shall be your coasts. |
|
25
|
25
|
| οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· τὸν φόβον ὑμῶν καὶ τὸν τρόμον ὑμῶν ἐπιθήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐφ᾿ ἧς ἂν ἐπιβῆτε ἐπ᾿ αὐτῆς, ὃν τρόπον ἐλάλησε πρὸς ὑμᾶς. | No one shall stand before you; and the Lord your God will put the fear of you and the dread of you on the face of all the land, on which ye shall tread, as he told you. |
|
26
|
26
|
| ᾿Ιδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον τὴν εὐλογίαν καὶ τὴν κατάραν· | Behold, I set before you this day the blessing and the curse; |
|
27
|
27
|
| τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, | the blessing, if ye hearken to the commands of the Lord your God, all that I command you this day; |
|
28
|
28
|
| καὶ τὴν κατάραν, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, πορευθέντες· λατρεύειν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε. | and the curse, if ye do not hearken to the commands of the Lord our God, as many as I command you this day, and ye wander from the way which I have commanded you, having gone to serve other gods, which ye know not. |
|
29
|
29
|
| καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις τὴν εὐλογίαν ἐπ᾿ ὄρος Γαριζὶν καὶ τὴν κατάραν ἐπ᾿ ὄρος Γαιβάλ. ( | And it shall come to pass when the Lord thy God shall have brought thee into the land into which thou goest over to inherit it, then thou shalt put blessing on mount Garizin, and the curse upon mount Gæbal. |
|
30
|
30
|
| οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ ᾿Ιορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χαναὰν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγὸλ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς;) | Lo! are not these beyond Jordan, behind, westward in the land of Chanaan, which lies westward near Golgol, by the high oak? |
|
31
|
31
|
| ὑμεῖς γὰρ διαβαίνετε τὸν ᾿Ιορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ· | For ye are passing over Jordan, to go in and inherit the land, which the Lord our God gives you to inherit always, and ye shall dwell in it. |
|
32
|
32
|
| καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας, ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον. | And ye shall take heed to do all his ordinances, and these judgments, as many as I set before you to-day. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις, ἃς φυλάξετε τοῦ ποιεῖν ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς. | And these are the ordinances and the judgments, which ye shall observe to do in the land, which the Lord God of your fathers gives you for an inheritance, all the days which ye live upon the land. |
|
2
|
2
|
| ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους, ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος. | Ye shall utterly destroy all the places in which they served their gods, whose land ye inherit, on the high mountains and on the hills, and under the thick tree. |
|
3
|
3
|
| καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου. | And ye shall destroy their altars, and break in pieces their pillars, and ye shall cut down their groves, and ye shall burn with fire the graven images of their gods, and ye shall abolish their name out of that place. |
|
4
|
4
|
| οὐ ποιήσετε οὕτω Κυρίῳ τῷ Θεῷ ὑμῶν, | Ye shall not do so to the Lord your God. |
|
5
|
5
|
| ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκεῖ | But in the place which the Lord thy God shall choose in one of your cities to name his name there, and to be called upon, ye shall even seek him out and go thither. |
|
6
|
6
|
| καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶνπροβάτων ὑμῶν | And ye shall carry thither your whole-burnt-offerings, and your sacrifices, and your first-fruits, and your vowed-offerings, and your freewill-offerings, and your offerings of thanksgiving, the first-born of your herds, and of your flocks. |
|
7
|
7
|
| καὶ φάγεσθε ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἐὰν ἐπιβάλητε τὴν χεῖρα, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέ σε Κύριος ὁ Θεός σου. | And ye shall eat there before the Lord your God, and ye shall rejoice in all the things on which ye shall lay your hand, ye and your houses, as the Lord your God has blessed you. |
|
8
|
8
|
| οὐ ποιήσετε πάντα ὅσα ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· | Ye shall not do altogether as we do here to-day, every man that which is pleasing in his own sight. |
|
9
|
9
|
| οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. | For hitherto ye have not arrived at the rest and the inheritance, which the Lord our God gives you. |
|
10
|
10
|
| καὶ διαβήσεσθε τὸν ᾿Ιορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλείας. | And ye shall go over Jordan, and shall dwell in the land, which the Lord our God takes as an inheritance for you; and he shall give you rest from all your enemies round about, and ye shall dwell safely. |
|
11
|
11
|
| καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν, | And there shall be a place which the Lord thy God shall choose for his name to be called there, thither shall ye bring all things that I order you to-day; your whole-burnt-offerings, and your sacrifices, and your tithes, and the first-fruits of your hands, and every choice gift of yours, whatsoever ye shall vow to the Lord your God. |
|
12
|
12
|
| καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ᾿ ὑμῶν. | And ye shall rejoice before the Lord your God, ye and your sons, and your daughters, and your men-servants and your maid-servants, and the Levite that is at your gates; because he has no portion or inheritance with you. |
|
13
|
13
|
| πρόσεχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἴδῃς, | Take heed to thyself that thou offer not thy whole-burnt-offerings in any place which thou shalt see; |
|
14
|
14
|
| ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν καὶ ἐκεῖ ποιήσεις πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. | save in the place which the Lord thy God shall choose, in one of thy tribes, there shall ye offer your whole-burnt-offerings, and there shalt thou do all things whatsoever I charge thee this day. |
|
15
|
15
|
| ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φαγῇ κρέα κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτό, ὡς δορκάδα ἢ ἔλαφον. | But thou shalt kill according to all thy desire, and shalt eat flesh according to the blessing of the Lord thy God, which he has given thee in every city; the unclean that is within thee and the clean shall eat it on equal terms, as the doe or the stag. |
|
16
|
16
|
| πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ | Only ye shall not eat the blood; ye shall pour it out on the ground as water. |
|
17
|
17
|
| οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας τάς εὐχάς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, | Thou shalt not be able to eat in thy cities the tithe of thy corn, and of thy wine, and of thine oil, the first-born of thine herd and of thy flock, and all your vows as many as ye shall have vowed, and your thank-offerings, and the first-fruits of thine hands. |
|
18
|
18
|
| ἀλλ᾿ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου. | But before the Lord thy God thou shalt eat it, in the place which the Lord thy God shall choose for himself, thou, and thy son, and thy daughter, thy man-servant, and thy maid-servant, and the stranger that is within thy gates; and thou shalt rejoice before the Lord thy God, on whatsoever thou shalt lay thine hand. |
|
19
|
19
|
| πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον, ὅσον ἂν ζῇς ἐπὶ τῆς γῆς. | Take heed to thyself that thou do not desert the Levite all the time that thou livest upon the earth. |
|
20
|
20
|
| ᾿Εὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, καθάπερ ἐλάλησέ σοι, καὶ ἐρεῖς· φάγομαι κρέα, ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φαγῇ κρέα. | And if the Lord thy God shall enlarge thy borders, as he said to thee, and thou shalt say, I will eat flesh; if thy soul should desire to eat flesh, thou shalt eat flesh according to all the desire of thy soul. |
|
21
|
21
|
| ἐὰν δὲ μακρὰν ἀπέχῃ σου ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου, ὧν ἂν δῷ ὁ Θεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι καὶ φαγῇ ἐν ταῖς πόλεσί σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· | And if the place be far from thee, which the Lord thy God shall choose for himself, that his name be called upon it, then thou shalt kill of thy herd and of thy flock which God shall have given thee, even as I commanded thee, and thou shalt eat in thy cities according to the desire of thy soul. |
|
22
|
22
|
| ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος, οὕτω φαγῇ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται. | As the doe and the stag are eaten, so shalt thou eat it; the unclean in thee and the clean shall eat it in like manner. |
|
23
|
23
|
| πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωθήσεται ψυχὴ μετὰ τῶν κρεῶν, | Take diligent heed that thou eat no blood, for blood is the life of it; the life shall not be eaten with the flesh. |
|
24
|
24
|
| οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ· | Ye shall not eat it; ye shall pour it out on the ground as water. |
|
25
|
25
|
| οὐ φαγῇ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. | Thou shalt not eat it, that it may be well with thee and with thy sons after thee, if thou shalt do that which is good and pleasing before the Lord thy God. |
|
26
|
26
|
| πλὴν τὰ ἅγιά σου, ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, | But thou shalt take thy holy things, if thou hast any, and thy vowed-offerings, and come to the place which the Lord thy God shall choose to have his name named upon it. |
|
27
|
27
|
| καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου· τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου, τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου, τὰ δὲ κρέα φαγῇ. | And thou shalt sacrifice thy whole-burnt-offerings, thou shalt offer the flesh upon the altar of the Lord thy God; but the blood of thy sacrifices thou shalt pour out at the foot of the altar of the Lord thy God, but the flesh thou shalt eat. |
|
28
|
28
|
| φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους, οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι᾿ αἰῶνος, ἐὰν ποιήσῃς τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. | Beware and hearken, and thou shalt do all the commands which I charge thee, that it may be well with thee and with thy sons for ever, if thou shalt do that which is pleasing and good before the Lord thy God. |
|
29
|
29
|
| ᾿Εὰν δὲ ἐξολοθρεύσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτήν, καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν, | And if the Lord thy God shall utterly destroy the nations, to whom thou goest in thither to inherit their land, from before thee, and thou shalt inherit it, and dwell in their land; |
|
30
|
30
|
| πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολοθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου λέγων· πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν, ποιήσω κἀγώ. | take heed to thyself that thou seek not to follow them after they are destroyed before thee, saying, How do these nations act towards their gods? I will do likewise. |
|
31
|
31
|
| οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου, ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν. | Thou shalt not do so to thy God; for they have sacrificed to their gods the abominations of the Lord which he hates, for they burn their sons and their daughters in fire to their gods. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΠΑΝ ρῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπ᾿ αὐτὸ οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ. | Every word that I command you this day, it shalt thou observe to do: thou shalt not add to it, nor diminish from it. |
|
2
|
2
|
| ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας | And if there arise within thee a prophet, or one who dreams a dream, and he gives thee a sign or a wonder, |
|
3
|
3
|
| καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας, ὃ ἐλάλησε πρός σε λέγων· πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε, | and the sign or the wonder come to pass which he spoke to thee, saying, Let us go and serve other gods, which ye know not; |
|
4
|
4
|
| οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεός σου ὑμᾶς εἰδέναι, εἰ ἀγαπᾶτε τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. | ye shall not hearken to the words of that prophet, or the dreamer of that dream, because the Lord thy God tries you, to know whether ye love your God with all your heart and with all your soul. |
|
5
|
5
|
| ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύσεσθε καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε. | Ye shall follow the Lord your God, and fear him, and ye shall hear his voice, and attach yourselves to him. |
|
6
|
6
|
| καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησε γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | And that prophet or that dreamer of a dream, shall die; for he has spoken to make thee err from the Lord thy God who brought thee out of the land of Egypt, who redeemed thee from bondage, to thrust thee out of the way which the Lord thy God commanded thee to walk in: so shalt thou abolish the evil from among you. |
|
7
|
7
|
| ᾿Εὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ ἢ ἡ γυνή σου ἡ ἐν κόλπῳ σου ἢ φίλος ἴσος τῇ ψυχῇ σου λάθρα λέγων· βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου, | And if thy brother by thy father or mother, or thy son, or daughter, or thy wife in thy bosom, or friend who is equal to thine own soul, entreat thee secretly, saying, Let us go and serve other gods, which neither thou nor thy fathers have known, |
|
8
|
8
|
| ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ, ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, | of the gods of the nations that are round about you, who are near thee or at a distance from thee, from one end of the earth to the other; |
|
9
|
9
|
| οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῷ, οὐκ ἐπιποθήσεις ἐπ᾿ αὐτῷ οὐδ᾿ οὐ μὴ σκεπάσῃς αὐτόν· | thou shalt not consent to him, neither shalt thou hearken to him; and thine eye shall not spare him, thou shalt feel no regret for him, neither shalt thou at all protect him: |
|
10
|
10
|
| ἀναγγέλων ἀναγγελεῖς περὶ αὐτοῦ, καὶ αἱ χεῖρές σου ἔσονται ἐπ᾿ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ᾿ ἐσχάτῳ, | thou shalt surely report concerning him, and thy hands shall be upon him among the first to slay him, and the hands of all the people at the last. |
|
11
|
11
|
| καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. | And they shall stone him with stones, and he shall die, because he sought to draw thee away from the Lord thy God who brought thee out of the land of Egypt, out of the house of bondage. |
|
12
|
12
|
| καὶ πᾶς ᾿Ισραὴλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσωσι ποιῆσαι ἔτι κατὰ τὸ ρῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. | And all Israel shall hear, and fear, and shall not again do according to this evil thing among you. |
|
13
|
13
|
| ᾿Εὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων· | And if in one of thy cities which the Lord God gives thee to dwell therein, thou shalt hear men saying, |
|
14
|
14
|
| ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν λέγοντες· πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε, | Evil men have gone out from you, and have caused all the inhabitants of their land to fall away, saying, Let us go and worship other gods, whom ye knew not, |
|
15
|
15
|
| καὶ ἐτάσεις καὶ ἐρωτήσεις καὶ ἐρευνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν, | then thou shalt enquire and ask, and search diligently, and behold, if the thing is clearly true, and this abomination has taken place among you, |
|
16
|
16
|
| ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ | thou shalt utterly destroy all the dwellers in that land with the edge of the sword; ye shall solemnly curse it, and all things in it. |
|
17
|
17
|
| καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι. | And all its spoils thou shalt gather into its public ways, and thou shalt burn the city with fire, and all its spoils publicly before the Lord thy God; and it shall be uninhabited for ever, it shall not be built again. |
|
18
|
18
|
| καὶ οὐ προσκολληθήσεται οὐδὲν ἀπὸ τοῦ ἀναθέματος ἐν τῇ χειρί σου, ἵνα ἀποστραφῇ Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσῃ σοι ἔλεος καὶ ἐλεήσῃ σε καὶ πληθύνῃ σε, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, | And there shall nothing of the cursed thing cleave to thy hand, that the Lord may turn from his fierce anger, and shew thee mercy, and pity thee, and multiply thee, as he sware to thy fathers; |
|
19
|
19
|
| ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. | if thou wilt hear the voice of the Lord thy God, to keep his commandments, all that I charge thee this day, to do that which is good and pleasing before the Lord thy God. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΥΙΟΙ ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ· | Ye are the children of the Lord your God: ye shall not make any baldness between your eyes for the dead. |
|
2
|
2
|
| ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ ἐξελέξατο Κύριος ὁ Θεός σου γενέσθαι σε λαὸν αὐτῷ περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς. | For thou art a holy people to the Lord thy God, and the Lord thy God has chosen thee to be a peculiar people to himself of all the nations on the face of the earth. |
|
3
|
3
|
| Οὐ φάγεσθε πᾶν βδέλυγμα. | Ye shall not eat any abominable thing. |
|
4
|
4
|
| ταῦτα κτήνη, ἃ φάγεσθε, μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν, | These are the beasts which ye shall eat; the calf of the herd, and lamb of the sheep, and kid of the goats; |
|
5
|
5
|
| ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν· | the stag, and doe, and pygarg, and wild goat, and camelopard. |
|
6
|
6
|
| πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε. | Every beast that divides the hoofs, and makes claws of two divisions, and that chews the cud among beasts, these ye shall eat. |
|
7
|
7
|
| καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον, ὅτι ἀνάγουσι μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι· | And these ye shall not eat of them that chew the cud, and of those that divide the hoofs, and make distinct claws; the camel, and the hare, and the rabbit; because they chew the cud, and do not divide the hoof, these are unclean to you. |
|
8
|
8
|
| καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε. | And as for the swine, because he divides the hoof, and makes claws of the hoof, yet he chews not the cud, he is unclean to you; ye shall not eat of their flesh, ye shall not touch their dead bodies. |
|
9
|
9
|
| καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι· πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε. | And these ye shall eat of all that are in the water, ye shall eat all that have fins and scales. |
|
10
|
10
|
| καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστι. | And all that have not fins and scales ye shall not eat; they are unclean to you. |
|
11
|
11
|
| πᾶν ὄρνεον καθαρὸν φάγεσθε. | Ye shall eat every clean bird. |
|
12
|
12
|
| καὶ ταῦτα οὐ φάγεσθε ἀπ᾿ αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον | And these of them ye shall not eat; the eagle, and the ossifrage, and the sea-eagle, |
|
13
|
13
|
| καὶ τὸν γύπα καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ | and the vulture, and the kite and the like to it, |
|
14
|
|
| καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ | |
|
15
|
15
|
| καὶ στρουθὸν καί γλαῦκα καὶ λάρον | and the sparrow, and the owl, and the sea-mew, |
|
16
|
16
|
| καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν | and the heron, and the swan, and the stork, |
|
17
|
17
|
| καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα | and the cormorant, and the hawk, and its like, and the hoopoe, and the raven, |
|
18
|
18
|
| καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα. | and the pelican, and the diver and the like to it, and the red-bill and the bat. |
|
19
|
19
|
| πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν, οὐ φάγεσθε ἀπ᾿ αὐτῶν. | All winged animals that creep are unclean to you; ye shall not eat of them. |
|
20
|
20
|
| πᾶν πετεινὸν καθαρὸν φάγεσθε. | Ye shall eat every clean bird. |
|
21
|
21
|
| πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται, καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. | Ye shall eat nothing that dies of itself; it shall be given to the sojourner in thy cities and he shall eat it, or thou shalt sell it to a stranger, because thou art a holy people to the Lord thy God. Thou shalt not boil a lamb in his mother's milk. |
|
22
|
22
|
| Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν, | Thou shalt tithe a tenth of all the produce of thy seed, the fruit of thy field year by year. |
|
23
|
23
|
| καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. | And thou shalt eat it in the place which the Lord thy God shall choose to have his name called there; ye shall bring the tithe of thy corn and of thy wine, and of thine oil, the first-born of thy herd and of thy flock, that thou mayest learn to fear the Lord thy God always. |
|
24
|
24
|
| ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, | And if the journey be too far for thee, and thou art not able to bring them, because the place is far from thee which the Lord thy God shall choose to have his name called there, because the Lord thy God will bless thee; |
|
25
|
25
|
| καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν, | then thou shalt sell them for money, and thou shalt take the money in thy hands, and thou shalt go to the place which the Lord thy God shall choose. |
|
26
|
26
|
| καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἐπ᾿ οἴνῳ ἢ ἐπὶ σίκερα ἢ ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου | And thou shalt give the money for whatsoever thy soul shall desire, for oxen or for sheep, or for wine, or thou shalt lay it out on strong drink, or on whatsoever thy soul may desire, and thou shalt eat there before the Lord thy God, and thou shalt rejoice and thy house, |
|
27
|
27
|
| καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ. | and the Levite that is in thy cities, because he has not a portion or inheritance with thee. |
|
28
|
28
|
| μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου, | After three years thou shalt bring out all the tithes of thy fruits, in that year thou shalt lay it up in thy cities. |
|
29
|
29
|
| καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις, οἷς ἐὰν ποιῇς. | And the Levite shall come, because he has no part or lot with thee, and the stranger, and the orphan, and the widow which is in thy cities; and they shall eat and be filled, that the Lord thy God may bless thee in all the works which thou shalt do. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΔΙ᾿ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν. | Every seven years thou shalt make a release. |
|
2
|
2
|
| καὶ οὕτω τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ἐπικέκληται γὰρ ἄφεσις Κυρίῳ τῷ Θεῷ σου. | And this is the ordinance of the release: thou shalt remit every private debt which thy neighbour owes thee, and thou shalt not ask payment of it from thy brother; for it has been called a release to the Lord thy God. |
|
3
|
3
|
| τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ᾿ αὐτῷ, τῷ δὲ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου· | Of a stranger thou shalt ask again whatsoever he has of thine, but to thy brother thou shalt remit his debt to thee. |
|
4
|
4
|
| ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν. | For thus there shall not be a poor person in the midst of thee, for the Lord thy God will surely bless thee in the land which the Lord thy God gives thee by inheritance, that thou shouldest inherit it. |
|
5
|
5
|
| ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, | And if ye shall indeed hearken to the voice of the Lord your God, to keep and do all these commandments, as many as I charge thee this day, |
|
6
|
6
|
| ὅτι Κύριος ὁ Θεός σου εὐλόγησέ σε, ὃν τρόπον ἐλάλησέ σοι, καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ, καὶ ἄρξεις ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν. | (for the Lord thy God has blessed thee in the way of which he spoke to thee,) then thou shalt lend to many nations, but thou shalt not borrow; and thou shalt rule over many nations, but they shall not rule over thee. |
|
7
|
7
|
| ᾿Εὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ᾿ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· | And if there shall be in the midst of thee a poor man of thy brethren in one of thy cities in the land, which the Lord thy God gives thee, thou shalt not harden thine heart, neither shalt thou by any means close up thine hand from thy brother who is in want. |
|
8
|
8
|
| ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθότι ἐνδεεῖται. | Thou shalt surely open thine hands to him, and shalt lend to him as much as he wants according to his need. |
|
9
|
9
|
| πρόσεχε σεαυτῷ, μὴ γένηται ρῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων· ἐγγίζει τό ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη. | Take heed to thyself that there be not a secret thing in thine heart, an iniquity, saying, The seventh year, the year of release, draws nigh; and thine eye shall be evil to thy brother that is in want, and thou shalt not give to him, and he shall cry against thee to the Lord, and there shall be great sin in thee. |
|
10
|
10
|
| διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ, ὅτι διά τὸ ρῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου· | Thou shalt surely give to him, and thou shalt lend him as much as he wants, according as he is in need; and thou shalt not grudge in thine heart as thou givest to him, because on this account the Lord thy God will bless thee in all thy works, and in all things on which thou shalt lay thine hand. |
|
11
|
11
|
| οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς σου. διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο λέγων· ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου. | For the poor shall not fail off thy land, therefore I charge thee to do this thing, saying, Thou shalt surely open thine hands to thy poor brother, and to him that is distressed upon thy land. |
|
12
|
12
|
| ᾿Εὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ ῾Εβραῖος ἢ ῾Εβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. | And if thy brother or sister, a Hebrew man or a Hebrew woman, be sold to thee, he shall serve thee six years, and in the seventh year thou shalt send him out free from thee. |
|
13
|
13
|
| ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· | And when thou shalt send him out free from thee, thou shalt not send him out empty. |
|
14
|
14
|
| ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τοῦ οἴνου σου· καθὰ εὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ. | Thou shalt give him provision for the way from thy flock, and from thy corn, and from thy wine; as the Lord thy God has blessed thee, thou shalt give to him. |
|
15
|
15
|
| καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε Κύριος ὁ Θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο. | And thou shalt remember that thou wast a servant in the land of Egypt, and the Lord thy God redeemed thee from thence; therefore I charge thee to do this thing. |
|
16
|
16
|
| ἐὰν δὲ λέγῃ πρός σε, οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπηκέ σε καὶ τὴν οἰκίαν σου, ὅτι εὖ ἐστιν αὐτῷ παρὰ σοί, | And if he should say to thee, I will not go out from thee, because he continues to love thee and thy house, because he is well with thee; |
|
17
|
17
|
| καὶ λήψῃ τὸ ὀπήτιον, καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν, καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ὡσαύτως ποιήσεις. | then thou shalt take an awl, and bore his ear through to the door, and he shall be thy servant for ever; and in like manner shalt thou do to thy maid-servant. |
|
18
|
18
|
| οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι ἐπέτειον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέ σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς. | It shall not seem hard to thee when they are sent out free from thee, because thy servant has served thee six years according to the annual hire of a hireling; so the Lord thy God shall bless thee in all things whatsoever thou mayest do. |
|
19
|
19
|
| Πᾶν πρωτότοκον, ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσί σου καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικά, ἁγιάσεις Κυρίῳ τῷ Θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου· | Every first-born that shall be born among thy kine and thy sheep, thou shalt sanctify the males to the Lord thy God; thou shalt not work with thy first-born calf, and thou shalt not shear the first-born of thy sheep. |
|
20
|
20
|
| ἔναντι Κυρίου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, σὺ καὶ ὁ οἶκός σου. | Thou shalt eat it before the Lord year by year in the place which the Lord thy God shall choose, thou and thy house. |
|
21
|
21
|
| ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος, χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός, οὐ θύσεις αὐτὸ Κυρίῳ τῷ Θεῷ σου· | And if there be in it a blemish, if it be lame or blind, an evil blemish, thou shalt not sacrifice it to the Lord thy God. |
|
22
|
22
|
| ἐν ταῖς πόλεσί σου φαγῇ αὐτό, ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον· | Thou shalt eat it in thy cities; the unclean in thee and the clean shall eat it in like manner, as the doe or the stag. |
|
23
|
23
|
| πλὴν αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ. | Only ye shall not eat the blood; thou shalt pour it out on the earth as water. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΦΥΛΑΞΑΙ τὸν μῆνα τῶν νέων καὶ ποιήσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. | Observe the month of new corn, and thou shalt sacrifice the passover to the Lord thy God; because in the month of new corn thou camest out of Egypt by night. |
|
2
|
2
|
| καὶ θύσεις τὸ πάσχα Κυρίῳ τῷ Θεῷ σου πρόβατα καὶ βόας ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. | And thou shalt sacrifice the passover to the Lord thy God, sheep and oxen in the place which the Lord thy God shall choose to have his name called upon it. |
|
3
|
3
|
| οὐ φαγῇ ἐπ᾿ αὐτοῦ ζύμην· ἑπτὰ ἡμέρας φαγῇ ἐπ᾿ αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου· ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. | Thou shalt not eat leaven with it; seven days shalt thou eat unleavened bread with it, bread of affliction, because ye came forth out of Egypt in haste; that ye may remember the day of your coming forth out of the land of Egypt all the days of your life. |
|
4
|
4
|
| οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν, ὧν ἐὰν θύσῃς τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωΐ. | Leaven shall not be seen with thee in all thy borders for seven days, and there shall not be left of the flesh which thou shalt sacrifice at even on the first day until the morning. |
|
5
|
5
|
| οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, | Thou shalt not have power to sacrifice the passover in any of the cities, which the Lord thy God gives thee. |
|
6
|
6
|
| ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ, ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου, | But in the place which the Lord thy God shall choose, to have his name called there, thou shalt sacrifice the passover at even at the setting of the sun, at the time when thou camest out of Egypt. |
|
7
|
7
|
| καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φαγῇ ἐν τῷ τόπῳ, οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν, καὶ ἀποστραφήσῃ τὸ πρωΐ καὶ ἐλεύσῃ εἰς τοὺς οἴκους σου. | And thou shalt boil and roast and eat it in the place, which the Lord thy God shall choose; and thou shalt return in the morning, and go to thy house. |
|
8
|
8
|
| ἓξ ἡμέρας φαγῇ ἄζυμα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξόδιον, ἑορτὴ Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον πλὴν ὅσα ποιηθήσεται ψυχῇ. | Six days shalt thou eat unleavened bread, and on the seventh day is a holiday, a feast to the Lord thy God: thou shalt not do in it any work, save what must be done by any one. |
|
9
|
9
|
| ἑπτά ἑβδομάδας ἐξαριθμήσεις σεαυτῷ· ἀρξαμένου σου δρέπανον ἐπ᾿ ἀμητόν, ἄρξῃ ἐξαριθμῆσαι ἑπτὰ ἑβδομάδας. | Seven weeks shalt thou number to thyself; when thou hast begun to put the sickle to the corn, thou shalt begin to number seven weeks. |
|
10
|
10
|
| καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ Θεῷ σου καθὼς ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ Θεός σου· | And thou shalt keep the feast of weeks to the Lord thy God, accordingly as thy hand has power in as many things as the Lord thy God shall give thee. |
|
11
|
11
|
| καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, | And thou shalt rejoice before the Lord thy God, thou and thy son, and thy daughter, thy man-servant and thy maid-servant, and the Levite, and the stranger, and the orphan, and the widow which dwells among you, in whatsoever place the Lord thy God shall choose, that his name should be called there. |
|
12
|
12
|
| καὶ μνησθήσῃ ὅτι οἰκέτης ἐγένου ἐν γῇ Αἰγύπτῳ, καὶ φυλάξῃ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας. | And thou shalt remember that thou wast a servant in the land of Egypt, and thou shalt observe and do these commands. |
|
13
|
13
|
| ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας ἐν τῷ συναγαγεῖν σε ἐκ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου· | Thou shalt keep for thyself the feast of tabernacles seven days, when thou gatherest in thy produce from thy corn-floor and thy wine-press. |
|
14
|
14
|
| καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσί σου. | And thou shalt rejoice in thy feast, thou, and thy son, and thy daughter, thy man-servant, and thy maid-servant, and the Levite, and the stranger, and the orphan, and the widow that is in thy cities. |
|
15
|
15
|
| ἑπτὰ ἡμέρας ἑορτάσεις Κυρίῳ τῷ Θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς γενήμασί σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος. | Seven days shalt thou keep a feast to the Lord thy God in the place which the Lord thy God shall choose for himself; and if the Lord thy God shall bless thee in all thy fruits, and in every work of thy hands, then thou shalt rejoice. |
|
16
|
16
|
| τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται αὐτὸν Κύριος, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας. οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός· | Three times in the year shall all thy males appear before the Lord thy God in the place which the Lord shall choose in the feast of unleavened bread, and in the feast of weeks, and in the feast of tabernacles: thou shalt not appear before the Lord thy God empty. |
|
17
|
17
|
| ἕκαστος κατὰ δύναμιν τῶν χειρῶν ὑμῶν, κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι. | Each one according to his ability, according to the blessing of the Lord thy God which he has given thee. |
|
18
|
18
|
| Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι, κατὰ φυλάς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν. | Thou shalt make for thyself judges and officers in thy cities, which the Lord thy God gives thee in thy tribes, and they shall judge the people with righteous judgment: |
|
19
|
19
|
| οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήψονται δῶρον· τὰ γὰρ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων. | they shall not wrest judgment, nor favour persons, nor receive a gift; for gifts blind the eyes of the wise, and pervert the words of the righteous. |
|
20
|
20
|
| δικαίως τὸ δίκαιον διῴξῃ, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι. | Thou shalt justly pursue justice, that ye may live, and go in and inherit the land which the Lord thy God gives thee. |
|
21
|
21
|
| Οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον, παρὰ τὸ θυσιαστήριον τοῦ Θεοῦ σου οὐ ποιήσεις σεαυτῷ. | Thou shalt not plant for thyself a grove; thou shalt not plant for thyself any tree near the altar of thy God. |
|
22
|
22
|
| οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου. | Thou shalt not set up for thyself a pillar, which the Lord thy God hates. |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΟΥ θύσεις Κυρίῳ τῷ Θεῷ σου μόσχον ἢ πρόβατον, ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, πᾶν ρῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστιν. | Thou shalt not sacrifice to the Lord thy God a calf or a sheep, in which there is a blemish, or any evil thing; for it is an abomination to the Lord thy God. |
|
2
|
2
|
| ᾿Εὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀνὴρ ἢ γυνή, ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου παρελθͺειν τὴν διαθήκην αὐτοῦ, | And if there should be found in any one of thy cities, which the Lord thy God gives thee, a man or a woman who shall do that which is evil before the Lord thy God, so as to transgress his covenant, |
|
3
|
3
|
| καὶ ἐλθόντες λατρεύσωσι θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, ἃ οὐ προσέξατέ σοι, | and they should go and serve other gods, and worship them, the sun, or the moon, or any of the host of heaven, which he commanded thee not to do, |
|
4
|
4
|
| καὶ ἀναγγελῇ σοι, καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονε τὸ ρῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ᾿Ισραήλ, | and it be told thee, and thou shalt have enquired diligently, and, behold, the thing really took place, this abomination has been done in Israel; |
|
5
|
5
|
| καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν. | then shalt thou bring out that man, or that woman, and ye shall stone them with stones, and they shall die. |
|
6
|
6
|
| ἐπὶ δυσὶ μάρτυσιν ἢ ἐπὶ τρισὶ μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ᾿ ἑνὶ μάρτυρι. | He shall die on the testimony of two or three witnesses; a man who is put to death shall not be put to death for one witness. |
|
7
|
7
|
| καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ᾿ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ᾿ ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | And the hand of the witnesses shall be upon him among the first to put him to death, and the hand of the people at the last; so shalt thou remove the evil one from among yourselves. |
|
8
|
8
|
| ᾿Εὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ρῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος καὶ ἀναμέσον κρίσις κρίσεως καὶ ἀναμέσον ἁφὴ ἁφῆς καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ρήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ, | And if a matter shall be too hard for thee in judgment, between blood and blood, and between cause and cause, and between stroke and stroke, and between contradiction and contradiction, matters of judgment in your cities; |
|
9
|
9
|
| καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν, ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσί σοι τὴν κρίσιν. | then thou shalt arise and go up to the place which the Lord thy God shall choose, and thou shalt come to the priests the Levites, and to the judge who shall be in those days, and they shall search out the matter and report the judgment to thee. |
|
10
|
10
|
| καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα, ὃ ἂν ἀναγγείλωσί σοι ἐκ τοῦ τόπου, οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἂν νομοθετηθῇ σοι· | And thou shalt act according to the thing which they shall report to thee out of the place which the Lord thy God shall choose, and thou shalt observe to do all whatsoever shall have been by law appointed to thee. |
|
11
|
11
|
| κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν, ἣν ἂν εἴπωσί σοι, ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ρήματος, οὗ ἐὰν ἀναγγείλωσί σοι, δεξιὰ οὐδὲ ἀριστερά. | Thou shalt do according to the law and to the judgment which they shall declare to thee: thou shalt not swerve to the right hand or to the left from any sentence which they shall report to thee. |
|
12
|
12
|
| καὶ ὁ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου ἢ τοῦ κριτοῦ, ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ᾿Ισραήλ· | And the man whosoever shall act in haughtiness, so as not to hearken to the priest who stands to minister in the name of the Lord thy God, or the judge who shall preside in those days, that man shall die, and thou shalt remove the evil one out of Israel. |
|
13
|
13
|
| καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι. | And all the people shall hear and fear, and shall no more commit impiety. |
|
14
|
14
|
| ᾿Εὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾿ αὐτὴν καὶ εἴπῃς· καταστήσω ἐπ᾿ ἐμαυτὸν ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου, | And when thou shalt enter into the land which the Lord thy God gives thee, and shalt inherit it and dwell in it, and shalt say, I will set a ruler over me, as also the other nations round about me; |
|
15
|
15
|
| καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς αὐτόν. ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι. | thou shalt surely set over thee the ruler whom the Lord God shall choose: of thy brethren thou shalt set over thee a ruler; thou shalt not have power to set over thee a stranger, because he is not thy brother. |
|
16
|
16
|
| διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὐτῷ ἵππον, ὁ δὲ Κύριος εἶπεν· οὐ προσθήσεσθε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι. | For he shall not multiply to himself horses, and he shall by no means turn the people back to Egypt, lest he should multiply to himself horses; for the Lord said, Ye shall not any more turn back by that way. |
|
17
|
17
|
| καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, ἵνα μὴ μεταστῇ αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα. | And he shall not multiply to himself wives, lest his heart turn away; and he shall not greatly multiply to himself silver and gold. |
|
18
|
18
|
| καὶ ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν, | And when he shall be established in his government, then shall he write for himself this repetition of the law into a book by the hands of the priests the Levites; |
|
19
|
19
|
| καὶ ἔσται μετ᾿ αὐτοῦ, καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἵνα μάθῃ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν, | and it shall be with him, and he shall read in it all the days of his life, that he may learn to fear the Lord thy God, and to keep all these commandments, and to observe these ordinances: |
|
20
|
20
|
| ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. | that his heart be not lifted up above his brethren, that he depart not from the commandments on the right hand or on the left; that he and his sons may reign long in his dominion among the children of Israel. |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΟΥΚ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευίταις, ὅλῃ φυλῇ Λευί, μερὶς οὐδὲ κλῆρος μετὰ ᾿Ισραήλ· καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά. | The priests, the Levites, even the whole tribe of Levi, shall have no part nor inheritance with Israel; the burnt-offerings of the Lord are their inheritance, they shall eat them. |
|
2
|
2
|
| κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. | And they shall have no inheritance among their brethren; the Lord himself is his portion, as he said to him. |
|
3
|
3
|
| καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων, τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ καὶ τά σιαγόνια καὶ τὸ ἔνυστρον. | And this is the due of the priests in the things coming from the people from those who offer sacrifices, whether it be a calf or a sheep; and thou shalt give the shoulder to the priest, and the cheeks, and the great intestine: |
|
4
|
4
|
| καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· | and the first-fruits of thy corn, and of thy wine, and of thine oil; and thou shalt give to him the first-fruits of the fleeces of thy sheep: |
|
5
|
5
|
| ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. | because the Lord has chosen him out of all thy tribes, to stand before the Lord thy God, to minister and bless in his name, himself and his sons among the children of Israel. |
|
6
|
6
|
| ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν ᾿Ισρήλ, οὗ αὐτὸς παροικεῖ, καθ᾿ ὅτι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος. | And if a Levite come from one of the cities of all the children of Israel, where he himself dwells, accordingly as his mind desires, to the place which he shall have chosen, |
|
7
|
7
|
| καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· | he shall minister to the name of the Lord his God, as all his brethren the Levites, who stand there present before the Lord thy God. |
|
8
|
8
|
| μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν. | He shall eat an allotted portion, besides the sale of his hereditary property. |
|
9
|
9
|
| ᾿Εὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. | And when thou shalt have entered into the land which the Lord thy God gives thee, thou shalt not learn to do according to the abominations of those nations. |
|
10
|
10
|
| οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, | There shall not be found in thee one who purges his son or his daughter with fire, one who uses divination, who deals with omens, and augury, |
|
11
|
11
|
| φαρμακὸς ἐπαείδων ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. | a sorcerer employing incantation, one who has in him a divining spirit, an observer of signs, questioning the dead. |
|
12
|
12
|
| ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. | For every one that does these things is an abomination to the Lord thy God; for because of these abominations the Lord will destroy them from before thy face. |
|
13
|
13
|
| τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· | Thou shalt be perfect before the Lord thy God. |
|
14
|
14
|
| τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται, σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. | For all these nations whose land thou shalt inherit, they will listen to omens and divinations; but the Lord thy God has not permitted thee so to do. |
|
15
|
15
|
| προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε | The Lord thy God shall raise up to thee a prophet of thy brethren, like me; him shall ye hear: |
|
16
|
16
|
| κατὰ πάντα, ὅσα ἠτήσῳ παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες· οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου καὶ τὸ πῦρ τοῦτο τὸ μέγα οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. | according to all things which thou didst desire of the Lord thy God in Choreb in the day of the assembly, saying, We will not again hear the voice of the Lord thy God, and we will not any more see this great fire, and so we shall not die. |
|
17
|
17
|
| καὶ εἶπε Κύριος πρός με· ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ· | And the Lord said to me, They have spoken rightly all that they have said to thee. |
|
18
|
18
|
| προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ, καὶ δώσω τὰ ρήματα ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ᾿ ὅτι ἂν ἐντείλωμαι αὐτῷ· | I will raise up to them a prophet of their brethren, like thee; and I will put my words in his mouth, and he shall speak to them as I shall command him. |
|
19
|
19
|
| καὶ ὁ ἄνθρωπος, ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. | And whatever man shall not hearken to whatsoever words that prophet shall speak in my name, I will take vengeance on him. |
|
20
|
20
|
| πλὴν ὁ προφήτης, ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ρῆμα, ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. | But the prophet whosoever shall impiously speak in my name a word which I have not commanded him to speak, and whosoever shall speak in the name of other gods, that prophet shall die. |
|
21
|
21
|
| ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· πῶς γνωσόμεθα τὸ ρῆμα, ὃ οὐκ ἐλάλησε Κύριος; | But if thou shalt say in thine heart, How shall we know the word which the Lord has not spoken? |
|
22
|
22
|
| ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται καὶ μὴ συμβῇ, τοῦτο τὸ ρῆμα ὃ οὐκ ἐλάλησε Κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος, οὐκ ἐφέξεσθε αὐτοῦ. | Whatsoever words that prophet shall speak in the name of the Lord, and they shall not come true, and not come to pass, this is the thing which the Lord has not spoken; that prophet has spoken wickedly: ye shall not spare him. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΕΑΝ δὲ ἀφανίσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, ἃ ὁ Θεὸς δίδωσί σοι τὴν γῆν αὐτῶν, καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσετε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν, | And when the Lord thy God shall have destroyed the nations, which God gives thee, even the land, and ye shall inherit them, and dwell in their cities, and in their houses, |
|
2
|
2
|
| τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. | thou shalt separate for thyself three cities in the midst of thy land, which the Lord thy God gives thee. |
|
3
|
3
|
| στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου, ἣν καταμερίζει σοι Κύριος ὁ Θεός σου, καὶ ἔσται ἐκεῖ καταφυγὴ παντὶ φονευτῇ. | Take a survey of thy way, and thou shalt divide the coasts of thy land, which the Lord thy God apportions to thee, into three parts, and there shall be there a refuge for every manslayer. |
|
4
|
4
|
| τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ, ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται· ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τρίτης, | And this shall be the ordinance of the manslayer, who shall flee thither, and shall live, whosoever shall have smitten his neighbour ignorantly, whereas he hated him not in times past. |
|
5
|
5
|
| καὶ ὃς ἐὰν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται, | And whosoever shall enter with his neighbour into the thicket, to gather wood, if the hand of him that cuts wood with the axe should be violently shaken, and the axe head falling off from the handle should light on his neighbour, and he should die, he shall flee to one of these cities, and live. |
|
6
|
6
|
| ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται τῇ καρδίᾳ, καὶ καταλάβῃ αὐτόν, ἐὰν μακροτέρα ᾖ ἡ ὁδός, καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ τούτῳ οὐκ ἔστι κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς χθές, οὐδὲ πρὸ τῆς τρίτης. | Lest the avenger of blood pursue after the slayer, because his heart is hot, and overtake him, if the way be too long, and slay him, though there is to this man no sentence of death, because he hated him not in time past. |
|
7
|
7
|
| διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ρῆμα τοῦτο λέγων· τρεῖς πόλεις διαστελεῖς σεαυτῷ· | Therefore I charge thee, saying, Thou shalt separate for thyself three cities. |
|
8
|
8
|
| ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι Κύριος πᾶσαν τὴν γῆν, ἣν εἶπε δοῦναι τοῖς πατράσι σου, | And if the Lord shall enlarge thy borders, as he sware to thy fathers, and the Lord shall give to thee all the land which he said he would give to thy fathers; |
|
9
|
9
|
| ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας, προσθήσειςσεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας, | if thou shalt hearken to do all these commands, which I charge thee this day, to love the Lord thy God, to walk in all his ways continually; thou shalt add for thyself yet three cities to these three. |
|
10
|
10
|
| καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος. | So innocent blood shall not be spilt in the land, which the Lord thy God gives thee to inherit, and there shall not be in thee one guilty of blood. |
|
11
|
11
|
| ἐὰ δὲ γένηται ἐν σοὶ ἄνθρωπος μισῶν τὸν πλησίον καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ᾿ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων, | But if there should be in thee a man hating his neighbour, and he should lay wait for him, and rise up against him, and smite him, that he die, and he should flee to one of these cities, |
|
12
|
12
|
| καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήψονται αὐτὸν ἐκεῖθεν καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται· | then shall the elders of his city send, and take him thence, and they shall deliver him into the hands of the avengers of blood, and he shall die. |
|
13
|
13
|
| οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῷ καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ᾿Ισραήλ, καὶ εὖ σοι ἔσται. | Thine eye shall not spare him; so shalt thou purge innocent blood from Israel, and it shall be well with thee. |
|
14
|
14
|
| Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ, ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ. | Thou shalt not move the landmarks of thy neighbour, which thy fathers set in the inheritance, in which thou hast obtained a share in the land, which the Lord thy God gives thee to inherit. |
|
15
|
15
|
| Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν, ἣν ἐὰν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων στήσεται πᾶν ρῆμα. | One witness shall not stand to testify against a man for any iniquity, or for any fault, or for any sin which he may commit; by the mouth of two witnesses, or by the mouth of three witnesses, shall every word be established. |
|
16
|
16
|
| ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν, | And if an unjust witness rise up against a man, alleging iniquity against him; |
|
17
|
17
|
| καὶ στήσονται οἱ δύο ἄνθρωποι, οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία, ἔναντι Κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν, οἳ ἂν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις, | then shall the two men between whom the controversy is, stand before the Lord, and before the priests, and before the judges, who may be in those days. |
|
18
|
18
|
| καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, | And the judges shall make diligent inquiry, and, behold, if an unjust witness has borne unjust testimony; and has stood up against his brother; |
|
19
|
19
|
| καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | then shall ye do to him as he wickedly devised to do against his brother, and thou shalt remove the evil from yourselves. |
|
20
|
20
|
| καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ρῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. | And the rest shall hear and fear, and do no more according to this evil thing in the midst of you. |
|
21
|
21
|
| οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῷ· ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός. | Thine eye shall not spare him: thou shalt exact life for life, eye for eye, tooth for tooth, hand for hand, foot for foot. |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΕΑΝ δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου. | And if thou shouldest go forth to war against thine enemies, and shouldest see horse, and rider, and a people more numerous than thyself; thou shalt not be afraid of them, for the Lord thy God is with thee, who brought thee up out of the land of Egypt. |
|
2
|
2
|
| καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς· | And it shall come to pass whenever thou shalt draw nigh to battle, that the priest shall draw nigh and speak to the people, and shall say to them, |
|
3
|
3
|
| ἄκουε, ᾿Ισραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν, | Hear, O Israel; ye are going this day to battle against your enemies: let not your heart faint, fear not, neither be confounded, neither turn aside from their face. |
|
4
|
4
|
| ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾿ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς. | For it is the Lord your God who advances with you, to fight with you against your enemies, and to save you. |
|
5
|
5
|
| καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες· τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. | And the scribes shall speak to the people, saying, What man is he that has built a new house, and has not dedicated it? let him go and return to his house, lest he die in the war, and another man dedicate it. |
|
6
|
6
|
| καὶ τίς ὁ ἄνθρωπος, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. | And what man is he that has planted a vineyard, and not been made merry with it? let him go and return to his house, lest he die in the battle, and another man be made merry with it. |
|
7
|
7
|
| καὶ τίς ὁ ἄνθρωπος, ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν. | And what man is he that has betrothed a wife, and has not taken her? let him go and return to his house, lest he die in the battle, and another man take her. |
|
8
|
8
|
| καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσι· τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ. | And the scribes shall speak further to the people, and say, What man is he that fears and is cowardly in his heart? Let him go and return to his house, lest he make the heart of his brother fail, as his own. |
|
9
|
9
|
| καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ. | And it shall come to pass when the scribes shall have ceased speaking to the people, that they shall appoint generals of the army to be leaders of the people. |
|
10
|
10
|
| ᾿Εὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκαλέσαι αὐτοὺς μετ᾿ εἰρήνης· | And if thou shalt draw nigh to a city to overcome them by war, then call them out peaceably. |
|
11
|
11
|
| ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσί σοι καὶ ἀνοίξωσί σοι, ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου· | If then they should answer peaceably to thee, and open to thee, it shall be that all the people found in it shall be tributary and subject to thee. |
|
12
|
12
|
| ἐὰν δὲ μὴ ὑπακούσωσί σοι καὶ ποιῶσι πρὸς σὲ πόλεμον, περικαθαριεῖς αὐτήν, | But if they will not hearken to thee, but wage war against thee, thou shalt invest it; |
|
13
|
13
|
| ἕως ἂν παραδῷ σοι αὐτὴν Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας, | until the Lord thy God shall deliver it into thy hands, and thou shalt smite every male of it with the edge of the sword: |
|
14
|
14
|
| πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει, καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φαγῇ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι. | except the women and the stuff: and all the cattle, and whatsoever shall be in the city, and all the plunder thou shalt take as spoil for thyself, and shalt eat all the plunder of thine enemies whom the Lord thy God gives thee. |
|
15
|
15
|
| οὕτω ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, αἱ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν. | Thus shalt thou do to all the cities that are very far off from thee, not being of the cities of these nations which the Lord thy God gives thee to inherit their land. |
|
16
|
16
|
| ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν ὁ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε ἀπ᾿ αὐτῶν πᾶν ἐμπνέον, | Of these ye shall not take any thing alive; |
|
17
|
17
|
| ἀλλ᾿ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς, τὸν Χετταῖον καὶ ᾿Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ ᾿Ιεβουσαῖον καὶ Γεργεσαῖον, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, | but ye shall surely curse them, the Chettite, and the Amorite, and the Chananite, and the Pherezite, and the Evite, and the Jebusite, and the Gergesite; as the Lord thy God commanded thee: |
|
18
|
18
|
| ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰβδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν. | that they may not teach you to do all their abominations, which they did to their gods, and so ye should sin before the Lord your God. |
|
19
|
19
|
| ᾿Εὰν δὲ περικαθήσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ᾿ αὐτὰ σίδηρον, ἀλλ᾿ ἢ ἀπ᾿ αὐτοῦ φαγῇ, αὐτὸ δὲ οὐκ ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; | And if thou shouldest besiege a city many days to prevail against it by war to take it, thou shalt not destroy its trees, by applying an iron tool to them, but thou shalt eat of it, and shalt not cut it down: Is the tree that is in the field a man, to enter before thee into the work of the siege? |
|
20
|
20
|
| ἀλλὰ ξύλον, ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, τοῦτο ὀλοθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ. | But the tree which thou knowest to be not fruit-bearing, this thou shalt destroy and cut down; and thou shalt construct a mound against the city, which makes war against thee, until it be delivered up. |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΕΑΝ δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ καὶ οὐκ οἴδασι τὸν πατάξαντα, | And if one be found slain with the sword in the land, which the Lord thy God gives thee to inherit, having fallen in the field, and they do not know who has smitten him; |
|
2
|
2
|
| ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου, | thine elders and thy judges shall come forth, and shall measure the distances of the cities round about the slain man: |
|
3
|
3
|
| καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργασται, καὶ ἥτις οὐχ εἵλκυσε ζυγόν, | and it shall be that the city which is nearest to the slain man the elders of that city shall take a heifer of the herd, which has not laboured, and which has not borne a yoke. |
|
4
|
4
|
| καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι. | And the elders of that city shall bring down the heifer into a rough valley, which has not been tilled and is not sown, and they shall slay the heifer in the valley. |
|
5
|
5
|
| καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπέλεξε Κύριος ὁ Θεὸς παρεστηκέναι αὐτῷ καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή. | And the priests the Levites shall come, because the Lord God has chosen them to stand by him, and to bless in his name, and by their word shall every controversy and every stroke be decided. |
|
6
|
6
|
| καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τῷ τραυματίᾳ νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι | And all the elders of that city who draw nigh to the slain man shall wash their hands over the head of the heifer which was slain in the valley; |
|
7
|
7
|
| καὶ ἀποκριθέντες ἐροῦσιν· αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν· | and they shall answer and say, Our hands have not shed this blood, and our eyes have not seen it. |
|
8
|
8
|
| ἵλεως γενοῦ τῷ λαῷ σου ᾿Ισραήλ, οὓς ἐλυτρώσω, Κύριε, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου ᾿Ισραήλ. καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. | Be merciful to thy people Israel, whom thou hast redeemed, O Lord, that innocent blood may not be charged on thy people Israel: and the blood shall be atoned for to them. |
|
9
|
9
|
| σὺ δὲ ἐξαρεῖς τὸ αἷμα· τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου. | And thou shalt take away innocent blood from among you, if thou shouldest do that which is good and pleasing before the Lord thy God. |
|
10
|
10
|
| ᾿Εὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδῷ σοι Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν | And if when thou goest out to war against thine enemies, the Lord thy God should deliver them into thine hands, and thou shouldest take their spoil, |
|
11
|
11
|
| καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτήν σεαυτῷ γυναῖκα | and shouldest see among the spoil a woman beautiful in countenance, and shouldest desire her, and take her to thyself for a wife, |
|
12
|
12
|
| καὶ εἰσάξῃς αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς καὶ περιονυχιεῖς αὐτὴν | and shouldest bring her within thine house: then shalt thou shave her head, and pare her nails; |
|
13
|
13
|
| καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπ᾿ αὐτῆς καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. | and shalt take away her garments of captivity from off her, and she shall abide in thine house, and shall bewail her father and mother the days of a month; and afterwards thou shalt go in to her and dwell with her, and she shall be thy wife. |
|
14
|
14
|
| καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτήν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν καὶ πράσει οὐ πραθήσεται ἀργυρίου· οὐκ ἀθετήσεις αὐτήν, διότι ἐταπείνωσας αὐτήν. | And it shall be if thou do not delight in her, thou shalt send her out free; and she shall not by any means be sold for money, thou shalt not treat her contemptuously, because thou hast humbled her. |
|
15
|
15
|
| ᾿Εὰν δὲ γένωνται ἀνθρώπῳδύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, | And if a man have two wives, the one loved and the other hated, and both the loved and the hated should have born him children, and the son of the hated should be first-born; |
|
16
|
16
|
| καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον, | then it shall be that whensoever he shall divide by inheritance his goods to his sons, he shall not be able to give the right of the first-born to the son of the loved one, having overlooked the son of the hated, which is the first-born. |
|
17
|
17
|
| ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων, ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα. | But he shall acknowledge the first-born of the hated one to give to him double of all things which shall be found by him, because he is the first of his children, and to him belongs the birthright. |
|
18
|
18
|
| ᾿Εὰν δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστής, οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, | And if any man has a disobedient and contentious son, who hearkens not to the voice of his father and the voice of his mother, and they should correct him, and he should not hearken to them; |
|
19
|
19
|
| καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου | then shall his father and his mother take hold of him, and bring him forth to the elders of his city, and to the gate of the place: |
|
20
|
20
|
| καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐχ ὑπακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ· | and they shall say to the men of their city, This our son is disobedient and contentious, he hearkens not to our voice, he is a reveller and a drunkard. |
|
21
|
21
|
| καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται. | And the men of his city shall stone him with stones, and he shall die; and thou shalt remove the evil one from yourselves, and the rest shall hear and fear. |
|
22
|
22
|
| ᾿Εὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου καὶ ἀποθάνῃ καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου, | And if there be sin in any one, and the judgment of death be upon him, and he be put to death, and ye hang him on a tree: |
|
23
|
23
|
| οὐ κοιμηθήσεται τὸ σῶμα αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταφῇ θάψετε αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι κεκατηραμένος ὑπὸ Θεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου· καὶ οὐ μὴ μιανεῖτε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ. | his body shall not remain all night upon the tree, but ye shall by all means bury it in that day; for every one that is hanged on a tree is cursed of God; and ye shall by no means defile the land which the Lord thy God gives thee for an inheritance. |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΜΗ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου, καὶ ἀποδώσεις αὐτῷ. | When thou seest the calf of thy brother or his sheep wandering in the way, thou shalt not overlook them; thou shalt by all means turn them back to thy brother, and thou shalt restore them to him. |
|
2
|
2
|
| ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σὲ μηδὲ ἐπίστῃ αὐτόν, συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετά σοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδώσεις αὐτῷ. | And if thy brother do not come nigh thee, and thou dost not know him, thou shalt bring it into thy house within; and it shall be with thee until thy brother shall seek them, and thou shalt restore them to him. |
|
3
|
3
|
| οὕτω ποιήσεις τὸν ὄνον αὐτοῦ καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἐὰν ἀπολῆται παρ᾿ αὐτοῦ καὶ εὕρῃς· οὐ δυνήσῃ ὑπεριδεῖν. | Thus shalt thou do to his ass, and thus shalt thou do to his garment, and thus shalt thou do to every thing that thy brother has lost; whatsoever shall have been lost by him, and thou shalt have found, thou shalt not have power to overlook. |
|
4
|
4
|
| οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελφοῦ σου ἢ τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτούς· ἀνιστῶν ἀναστήσεις μετ᾿ αὐτοῦ. | Thou shalt not see the ass of thy brother, or his calf, fallen in the way: thou shalt not overlook them, thou shalt surely help him to raise them up. |
|
5
|
5
|
| Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι πᾶς ποιῶν ταῦτα. | The apparel of a man shall not be on a woman, neither shall a man put on a woman's dress; for every one that does these things is an abomination to the Lord thy God. |
|
6
|
6
|
| ᾿Εὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἢ ἐπὶ παντὶ δένδρῳ ἢ ἐπὶ τῆς γῆς, νεοσσοῖς ἢ ὠοῖς, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν ἢ ἐπὶ τῶν ὠῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων· | And if thou shouldest come upon a brood of birds before thy face in the way or upon any tree, or upon the earth, young or eggs, and the mother be brooding on the young or the eggs, thou shalt not take the dam with the young ones. |
|
7
|
7
|
| ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται καὶ πολυήμερος γένῃ. | Thou shalt by all means let the mother go, but thou shalt take the young to thyself; that it may be well with thee, and that thou mayest live long. |
|
8
|
8
|
| ᾿Εὰν δὲ οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου· καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ᾿ αὐτοῦ. | If thou shouldest build a new house, then shalt thou make a parapet to thy house; so thou shalt not bring blood-guiltiness upon thy house, if one should in any wise fall from it. |
|
9
|
9
|
| Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα καὶ τὸ σπέρμα, ὃ ἐὰν σπείρῃς μετὰ τοῦ γενήματος τοῦ ἀμπελῶνός σου. | Thou shalt not sow thy vineyard with diverse seed, lest the fruit be devoted, and whatsoever seed thou mayest sow, with the fruit of thy vineyard. |
|
10
|
10
|
| οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. | Thou shalt not plough with an ox and an ass together. |
|
11
|
11
|
| οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον, ἐν τῷ αὐτῷ. | Thou shalt not wear a mingled garment, woollen and linen together. |
|
12
|
12
|
| Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέ‘δων τῶν περιβολαίων σου, ἃ ἐὰν περιβάλῃ ἐν αὐτοῖς. | Thou shalt make fringes on the four borders of thy garments, with which soever thou mayest be clothed. |
|
13
|
13
|
| ᾿Εὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ καὶ μισήσῃ αὐτὴν | And if any one should take a wife, and dwell with her, and hate her, |
|
14
|
14
|
| καὶἐπιθῇ αὐτῇ προφασιστικοὺς λόγους καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ· τὴν γυναῖκα ταύτην εἴληφα καὶ προσελθὼν αὐτῇ οὐκ εὕρηκα αὐτῆς τὰ παρθένια, | and attach to her reproachful words, and bring against her an evil name, and say, I took this woman, and when I came to her I found not her tokens of virginity: |
|
15
|
15
|
| καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσι τὰ παρθένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην, | then the father and the mother of the damsel shall take and bring out the damsel's tokens of virginity to the elders of the city to the gate. |
|
16
|
16
|
| καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ· τὴν θυγατέρα μου ταύτην δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν | And the father of the damsel shall say to the elders, I gave this my daughter to this man for a wife; |
|
17
|
17
|
| νῦν οὗτος ἐπιτίθησιν αὐτῇ προφασιστικοὺς λόγους λέγων· οὐχ εὕρηκα τῇ θυγατρί σου παρθένια, καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου· καὶ ἀναπτύξουσι τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως. | and now he has hated her, and attaches reproachful words to her, saying, I have not found tokens of virginity with thy daughter; and these are the tokens of my daughter's virginity. And they shall unfold the garment before the elders of the city. |
|
18
|
18
|
| καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνθρωπον ἐκεῖνον καὶ παιδεύσουσιν αὐτὸν | And the elders of that city shall take that man, and shall chastise him, |
|
19
|
19
|
| καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον ᾿Ισραηλῖτιν· καὶ αὐτοῦ ἔσται γυνή, οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. | and shall fine him a hundred shekels, and shall give them to the father of the damsel, because he has brought forth an evil name against a virgin of Israel; and she shall be his wife: he shall never be able to put her away. |
|
20
|
20
|
| ἐὰν δὲ ἐπ᾿ ἀληθείας γένηται ὁ λόγος οὗτος καὶ μὴ εὑρεθῇ παρθένια τῇ νεάνιδι, | But if this report be true, and the tokens of virginity be not found for the damsel; |
|
21
|
21
|
| καὶ ἐξάξουσι τὴν νεᾶνιν ἐπὶ τὰς θύρας τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν ἐν λίθοις, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς ᾿Ισραὴλ ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | then shall they bring out the damsel to the doors of her father's house, and shall stone her with stones, and she shall die; because she has wrought folly among the children of Israel, to defile the house of her father by whoring: so thou shalt remove the evil one from among you. |
|
22
|
22
|
| ᾿Εὰν δὲ εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρί, ἀποκτενεῖτε ἀμφοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς καὶ τὴν γυναῖκα· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ᾿Ισραήλ. | And if a man be found lying with a woman married to a man, ye shall kill them both, the man that lay with the woman, and the woman: so shalt thou remove the wicked one out of Israel. |
|
23
|
23
|
| ᾿Εὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρὶ καὶ εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει κοιμηθῇ μετ᾿ αὐτῆς, | And if there be a young damsel espoused to a man, and a man should have found her in the city and have lain with her; |
|
24
|
24
|
| ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανοῦνται· τὴν νεᾶνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | ye shall bring them both out to the gate of their city, and they shall be stoned with stones, and they shall die; the damsel, because she cried not in the city; and the man, because he humbled his neighbour's spouse: so shalt thou remove the evil one from yourselves. |
|
25
|
25
|
| ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηθῇ μετ᾿ αὐτῆς, ἀποκτενεῖτε τὸν κοιμώμεμον μετ᾿ αὐτῆς μόνον | But if a man find in the field a damsel that is betrothed, and he should force her and lie with her, ye shall slay the man that lay with her only. |
|
26
|
26
|
| καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδέν· οὐκ ἔστιν ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον καὶ φονεύσῃ αὐτοῦ ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο, | And the damsel has not committed a sin worthy of death; as if a man should rise up against his neighbour, and slay him, so is this thing; |
|
27
|
27
|
| ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν, ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ οὐκ ἦν ὁ βοηθήσων αὐτῇ. | because he found her in the field; the betrothed damsel cried, and there was none to help her. |
|
28
|
28
|
| ᾿Εὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηθῇ μετ᾿ αὐτῆς καὶ εὑρεθῇ, | And if any one should find a young virgin who has not been betrothed, and should force her and lie with her, and be found, |
|
29
|
29
|
| δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ᾿ αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή, ἀνθ᾿ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. | the man who lay with her shall give to the father of the damsel fifty silver didrachms, and she shall be his wife, because he has humbled her; he shall never be able to put her away. |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΟΥ λήψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ. | A man shall not take his father's wife, and shall not uncover his father's skirt. |
|
2
|
2
|
| Οὐκ εἰσελεύσεται θλαδίας οὐδὲ ἀποκεκομμένος εἰς τὴν ἐκκλησίαν Κυρίου. | He that is fractured or mutilated in his private parts shall not enter into the assembly of the Lord. |
|
3
|
3
|
| οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου. | One born of a harlot shall not enter into the assembly of the Lord. |
|
4
|
4
|
| οὐκ εἰσελεύσεται ᾿Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου· καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς τὴν ἐκκλησίαν Κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα, | The Ammanite and Moabite shall not enter into the assembly of the Lord, even until the tenth generation he shall not enter into the assembly of the Lord, even for ever: |
|
5
|
5
|
| παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε· | because they met you not with bread and water by the way, when ye went out of Egypt; and because they hired against thee Balaam the son of Beor of Mesopotamia to curse thee. |
|
6
|
6
|
| καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ, καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου. | But the Lord thy God would not hearken to Balaam; and the Lord thy God changed the curses into blessings, because the Lord thy God loved thee. |
|
7
|
7
|
| οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα. | Thou shalt not speak peaceably or profitably to them all thy days for ever. |
|
8
|
8
|
| οὐ βδελύξῃ ᾿Ιδουμαῖον, ὅτι ἀδελφός σού ἐστιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ· | Thou shalt not abhor an Edomite, because he is thy brother; thou shalt not abhor an Egyptian, because thou wast a stranger in his land. |
|
9
|
9
|
| υἱοὶ ἐὰν γεννηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου. | If sons be born to them, in the third generation they shall enter into the assembly of the Lord. |
|
10
|
10
|
| ᾿Εὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ρήματος πονηροῦ. | And if thou shouldest go forth to engage with thine enemies, then thou shalt keep thee from every wicked thing. |
|
11
|
11
|
| ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος, ὃς οὐκ ἔσται καθαρὸς ἐκ ρύσεωςαὐτοῦ νυκτός, καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν· | If there should be in thee a man who is not clean by reason of his issue by night, then he shall go forth out of the camp, and he shall not enter into the camp. |
|
12
|
12
|
| καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν. | And it shall come to pass toward evening he shall wash his body with water, and when the sun has gone down, he shall go into the camp. |
|
13
|
13
|
| καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω· | And thou shalt have a place outside of the camp, and thou shalt go out thither, |
|
14
|
14
|
| καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ· | and thou shalt have a trowel on thy girdle; and it shall come to pass when thou wouldest relieve thyself abroad, that thou shalt dig with it, and shalt bring back the earth and cover thy nuisance. |
|
15
|
15
|
| ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου, καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ. | Because the Lord thy God walks in thy camp to deliver thee, and to give up thine enemy before thy face; and thy camp shall be holy, and there shall not appear in thee a disgraceful thing, and so he shall turn away from thee. |
|
16
|
16
|
| Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ· | Thou shalt not deliver a servant to his master, who coming from his master attaches himself to thee. |
|
17
|
17
|
| μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν κατοικήσει οὗ ἂν ἀρέσῃ αὐτῷ, οὐ θλίψεις αὐτόν. | He shall dwell with thee, he shall dwell among you where he shall please; thou shalt not afflict him. |
|
18
|
18
|
| Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων ᾿Ισραήλ, καὶ οὐκ ἔσταιπορνεύων ἀπὸ υἱῶν ᾿Ισραήλ· οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων ᾿Ισραήλ, καὶ οὐκ ἔσται τελεισκόμενος ἀπὸ υἱῶν ᾿Ισραήλ. | There shall not be a harlot of the daughters of Israel, and there shall not be a fornicator of the sons of Israel; there shall not be an idolatress of the daughters of Israel, and there shall not be an initiated person of the sons of Israel. |
|
19
|
19
|
| οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι καὶ ἀμφότερα. | Thou shalt not bring the hire of a harlot, nor the price of a dog into the house of the Lord thy God, for any vow; because even both are an abomination to the Lord thy God. |
|
20
|
20
|
| Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς. | Thou shalt not lend to thy brother on usury of silver, or usury of meat, or usury of any thing which thou mayest lend out. |
|
21
|
21
|
| τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. | Thou mayest lend on usury to a stranger, but to thy brother thou shalt not lend on usury; that the Lord thy God may bless thee in all thy works upon the land, into which thou art entering to inherit it. |
|
22
|
22
|
| ᾿Εὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία· | And if thou wilt vow a vow to the Lord thy God, thou shalt not delay to pay it; for the Lord thy God will surely require it of thee, and otherwise it shall be sin in thee. |
|
23
|
23
|
| ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία. | But if thou shouldest be unwilling to vow, it is not sin in thee. |
|
24
|
24
|
| τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ σου δόμα, ὃ ἐλάλησας τῷ στόματί σου. | Thou shalt observe the words that proceed from between thy lips; and as thou hast vowed a gift to the Lord God, so shalt thou do that which thou hast spoken with thy mouth. |
|
25
|
25
|
| ᾿Εὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπ᾿ ἀμητὸν τοῦ πλησίον σου. | And if thou shouldest go into the corn field of thy neighbour, then thou mayest gather the ears with thy hands; but thou shalt not put the sickle to thy neighbour's corn. |
|
26
|
26
|
| ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φαγῇ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς. | And if thou shouldest go into the vineyard of thy neighbour, thou shalt eat grapes sufficient to satisfy thy desire; but thou mayest not put them into a vessel. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΕΑΝ δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, | And if any one should take a wife, and should dwell with her, then it shall come to pass if she should not have found favour before him, because he has found some unbecoming thing in her, that he shall write for her a bill of divorcement, and give it into her hands, and he shall send her away out of his house. |
|
2
|
2
|
| καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, | And if she should go away and be married to another man; |
|
3
|
3
|
| καὶ μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀποθάνῃ ὁ ἀνὴρ ὁ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, | and the last husband should hate her, and write for her a bill of divorcement; and should give it into her hands, and send her away out of his house, and the last husband should die, who took her to himself for a wife; |
|
4
|
4
|
| οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμά ἐστιν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· καὶ οὐ μιανεῖτε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρω. | the former husband who sent her away shall not be able to return and take her to himself for a wife, after she has been defiled; because it is an abomination before the Lord thy God, and ye shall not defile the land, which the Lord thy God gives thee to inherit. |
|
5
|
5
|
| ᾿Εὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς πόλεμον, καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα· ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα, εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ, ἣν ἔλαβεν. | And if any one should have recently taken a wife, he shall not go out to war, neither shall any thing be laid upon him; he shall be free in his house; for one year he shall cheer his wife whom he has taken. |
|
6
|
6
|
| Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὗτος ἐνεχυράζει. | Thou shalt not take for a pledge the under millstone, nor the upper millstone; for he who does so takes life for a pledge. |
|
7
|
7
|
| ᾿Εὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν ᾿Ισραὴλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. | And if a man should be caught stealing one of his brethren of the children of Israel, and having overcome him he should sell him, that thief shall die; so shalt thou remove that evil one from yourselves. |
|
8
|
8
|
| Πρόσεχε σαυτῷ ἐν τῇ ἁφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἂν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν. | Take heed to thyself in regard of the plague of leprosy: thou shalt take great heed to do according to all the law, which the priests the Levites shall report to you; take heed to do, as I have charged you. |
|
9
|
9
|
| μνήσθητι ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου. | Remember all that the Lord thy God did to Mariam in the way, when ye were going out of Egypt. |
|
10
|
10
|
| ᾿Εὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου, ὀφείλημα ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον αὐτοῦ· | If thy neighbour owe thee a debt, any debt whatsoever, thou shalt not go into his house to take his pledge: |
|
11
|
11
|
| ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗ τὸδάνειόν σού ἐστιν ἐν αὐτῷ, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. | thou shalt stand without, and the man who is in thy debt shall bring the pledge out to thee. |
|
12
|
12
|
| ἐὰν δὲ ὁ ἄνθρωπος πένηται, οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ· | And if the man be poor, thou shalt not sleep with his pledge. |
|
13
|
13
|
| ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ πρὸς δυσμὰς ἡλίου, καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ καὶ εὐλογήσει σε, καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. | Thou shalt surely restore his pledge at sunset, and he shall sleep in his garment, and he shall bless thee; and it shall be mercy to thee before the Lord thy God. |
|
14
|
14
|
| Οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσί σου· | Thou shalt not unjustly withhold the wages of the poor and needy of thy brethren, or of the strangers who are in thy cities. |
|
15
|
15
|
| αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ, οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ᾿ αὐτῷ, ὅτι πένης ἐστὶ καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα· καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. | Thou shalt pay him his wages the same day, the sun shall not go down upon it, because he is poor and he trusts in it; and he shall cry against thee to the Lord, and it shall be sin in thee. |
|
16
|
16
|
| Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ οἱ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων· ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. | The fathers shall not be put to death for the children, and the sons shall not be put to death for the fathers; every one shall be put to death for his own sin. |
|
17
|
17
|
| Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας· | Thou shalt not wrest the judgment of the stranger and the fatherless, and widow; thou shalt not take the widow's garment for a pledge. |
|
18
|
18
|
| καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐλυτρώσατό σε Κύριος ὁ Θεός σου ἐκεῖθεν· διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο. | And thou shalt remember that thou wast a bondman in the land of Egypt, and the Lord thy God redeemed thee from thence; therefore I charge thee to do this thing. |
|
19
|
19
|
| ᾿Εὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου. | And when thou shalt have reaped corn in thy field, and shalt have forgotten a sheaf in thy field, thou shalt not return to take it; it shall be for the stranger, and the orphan, and the widow, that the Lord thy God may bless thee in all the works of thy hands. |
|
20
|
20
|
| ἐὰν δὲ ἐλαιολογῇς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο. | And if thou shouldest gather thine olives, thou shalt not return to collect the remainder; it shall be for the stranger, and the fatherless, and the widow, and thou shalt remember that thou wast a bondman in the land of Egypt; therefore I command thee to do this thing. |
|
21
|
21
|
| ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται· | And whensoever thou shalt gather the grapes of thy vineyard, thou shalt not glean what thou hast left; it shall be for the stranger, and the orphan, and the widow: |
|
22
|
22
|
| καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ, διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ρῆμα τοῦτο. | and thou shalt remember that thou wast a bondman in the land of Egypt; therefore I command thee to do this thing. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΕΑΝ δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων καὶ προσέλθωσιν εἰς κρίσιν καὶ κρίνωσι καὶ δικαιώσωσι τὸ δίκαιον καὶ καταγνῶσι τοῦ ἀσεβοῦς, | And if there should be a dispute between men, and they should come forward to judgment, and the judges judge, and justify the righteous, and condemn the wicked: |
|
2
|
2
|
| καὶ ἔσται ἐὰν ἄξιος ᾖ πληγῶν ὁ ἀσεβῶν, καθιεῖς αὐτὸν ἔναντι τῶν κριτῶν καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτῶν κατὰ τὴν ἀσέβειαν αὐτοῦ. | then it shall come to pass, if the unrighteous should be worthy of stripes, thou shalt lay him down before the judges, and they shall scourge him before them according to his iniquity. |
|
3
|
3
|
| ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν, οὐ προσθήσουσιν· ἐὰν δὲ προσθῇς μαστιγῶσαι ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου. | And they shall scourge him with forty stripes in number, they shall not inflict more; for if thou shouldest scourge him with more stripes beyond these stripes, thy brother will be disgraced before thee. |
|
4
|
4
|
| Οὐ φιμώσεις βοῦν ἁλοῶντα. | Thou shalt not muzzle the ox that treads out the corn. |
|
5
|
5
|
| ᾿Εὰν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτὸ καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν,σπέρμα δὲ μὴ ᾗ αὐτῷ, οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι· ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήψεται αὐτὴν ἑαυτῷ γυναῖκα καὶ συνοικήσει αὐτῇ. | And if brethren should live together, and one of them should die, and should not have seed, the wife of the deceased shall not marry out of the family to a man not related: her husband's brother shall go in to her, and shall take her to himself for a wife, and shall dwell with her. |
|
6
|
6
|
| καὶ ἔσται τὸ παιδίον, ὃ ἐὰν τέκῃ, κατασταθήσεται ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος, καὶ οὐκ ἐξαλειφθήσεται τὸ ὄνομα αὐτοῦ ἐξ ᾿Ισραήλ. | And it shall come to pass that the child which she shall bear, shall be named by the name of the deceased, and his name shall not be blotted out of Israel. |
|
7
|
7
|
| ἐὰν δὲ μὴ βούληται ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γερουσίαν καὶ ἐρεῖ· οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν ᾿Ισραήλ, οὐκ ἠθέλησεν ὁ ἀδελφὸς τοῦ ἀνδρός μου. | And if the man should not be willing to take his brother's wife, then shall the woman go up to the gate to the elders, and she shall say, My husband's brother will not raise up the name of his brother in Israel, my husband's brother has refused. |
|
8
|
8
|
| καὶ καλέσουσιν αὐτὸν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ ἐροῦσιν αὐτῷ, καὶ στὰς εἴπῃ· οὐ βούλομαι λαβεῖν αὐτήν· | And the elders of his city shall call him, and speak to him; and if he stand and say, I will not take her: |
|
9
|
9
|
| καὶ προσελθοῦσα ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἔναντι τῆς γερουσίας καὶ ὑπολύσει τὸ ὑπόδημα αὐτοῦ τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ καὶ ἐμπτύσεται κατὰ πρόσωπον αὐτοῦ καὶ ἀποκριθεῖσα ἐρεῖ· οὕτω ποιήσουσι τῷ ἀνθρώπῳ, ὃς οὐκ οἰκοδομήσει τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ ἐν ᾿Ισραήλ· | then his brother's wife shall come forward before the elders, and shall loose one shoe from off his foot, and shall spit in his face, and shall answer and say, Thus shall they do to the man who will not build his brother's house in Israel. |
|
10
|
10
|
| καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ ἐν ᾿Ισραὴλ Οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα. | And his name shall be called in Israel, The house of him that has had his shoe loosed. |
|
11
|
11
|
| ᾿Εὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ προσέλθη ἡ γυνὴ ἑνὸς αὐτῶν ἐξελέσθαι τὸν ἄνδρα αὐτῆς ἐκ χειρὸς τοῦ τύπτοντος αὐτὸν καὶ ἐκτείνασα τὴν χεῖρα ἐπιλάβηται τῶν διδύμων αὐτοῦ, | And if men should strive together, a man with his brother, and the wife of one of them should advance to rescue her husband out of the hand of him that smites him, and she should stretch forth her hand, and take hold of his private parts; |
|
12
|
12
|
| ἀποκόψεις τὴν χεῖρα αὐτῆς· οὐ φείσεται ὀ ὀφθαλμός σου ἐπ᾿ αὐτῇ. | thou shalt cut off her hand; thine eye shall not spare her. |
|
13
|
13
|
| Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· | Thou shalt not have in thy bag divers weights, a great and a small. |
|
14
|
14
|
| οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· | Thou shalt not have in thine house divers measures, a great and a small. |
|
15
|
15
|
| στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ· | Thou shalt have a true and just weight, and a true and just measure, that thou mayest live long upon the land which the Lord thy God gives thee for an inheritance. |
|
16
|
16
|
| ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον. | For every one that does this is an abomination to the Lord thy God, even every one that does injustice. |
|
17
|
17
|
| Μνήσθητι ὅσα ἐποίησέ σοι ᾿Αμαλὴκ ἐν τῇ ὁδῷ ἐκπορευομένου σου ἐκ γῆς Αἰγύπτου, | Remember what things Amalec did to thee by the way, when thou wentest forth out of the land of Egypt: |
|
18
|
18
|
| πῶς ἀντέστη σοι ἐν τῇ ὁδῷ, καὶ ἔκοψέ σου τὴν οὐραγίαν, τοὺς κοπιῶντας ὀπίσω σου, σὺ δὲ ἐπείνας καὶ ἐκοπίας, καὶ οὐκ ἐφοβήθη τὸν Θεόν. | how he withstood thee in the way, and harassed thy rear, even those that were weary behind thee, and thou didst hunger and wast weary; and he did not fear God. |
|
19
|
19
|
| καὶ ἔσται ἡνίκα ἐὰν καταπαύσῃ σε Κύριος ὁ Θεός σου ἀπὸ πάντων τῶν ἐχθρῶν σου τῶν κύκλῳ σου ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, ἐξαλείψεις τὸ ὄνομα ᾿Αμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν καὶ οὐ μὴ ἐπιλάθῃ. | And it shall come to pass whenever the Lord thy God shall have given thee rest from all thine enemies round about thee, in the land which the Lord thy God gives thee to inherit, thou shalt blot out the name of Amalec from under heaven, and shalt not forget to do it. |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΚΑΙ ἔσται ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, καὶ κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾿ αὐτῆς, | And it shall be when thou shalt have entered into the land, which the Lord thy God gives thee to inherit it, and thou shalt have inherited it, and thou shalt have dwelt upon it, |
|
2
|
2
|
| καὶ λήψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, | that thou shalt take of the first of the fruits of thy land, which the Lord thy God gives thee, and thou shalt put them into a basket, and thou shalt go to the place which the Lord thy God shall choose to have his name called there. |
|
3
|
3
|
| καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐρεῖς πρὸς αὐτόν· ἀναγγέλλω σήμερον Κυρίῳ τῷ Θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν. | And thou shalt come to the priest who shall be in those days, and thou shalt say to him, I testify this day to the Lord my God, that I am come into the land which the Lord sware to our fathers to give to us. |
|
4
|
4
|
| καὶ λήψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου, | And the priest shall take the basket out of thine hands, and shall set it before the altar of the Lord thy God: |
|
5
|
5
|
| καὶ ἀποκριθεὶς ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου· Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολύ· | and he shall answer and say before the Lord thy God, My father abandoned Syria, and went down into Egypt, and sojourned there with a small number, and became there a mighty nation and a great multitude. |
|
6
|
6
|
| καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμᾶς καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά· | And the Egyptians afflicted us, and humbled us, and imposed hard tasks on us: |
|
7
|
7
|
| καὶ ἀνεβοήσαμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ εἶδε τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν μόχθον ἡμῶν καὶ τὸν θλιμμὸν ἡμῶν· | and we cried to the Lord our God, and the Lord heard our voice, and saw our humiliation, and our labour, and our affliction. |
|
8
|
8
|
| καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασι | And the Lord brought us out of Egypt himself with his great strength, and his mighty hand, and his high arm, and with great visions, and with signs, and with wonders. |
|
9
|
9
|
| καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον καί ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ρέουσαν γάλα καὶ μέλι· | And he brought us into this place, and gave us this land, a land flowing with milk and honey. |
|
10
|
10
|
| καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς, ἧς ἔδωκάς μοι, Κύριε, γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ ἀφήσεις αὐτὰ ἀπέναντι Κυρίου τοῦ Θεοῦ σου καὶ προσκυνήσεις ἔναντι Κυρίου τοῦ Θεοῦ σου· | And now, behold, I have brought the first of the fruits of the land, which thou gavest me, O Lord, a land flowing with milk and honey: and thou shalt leave it before the Lord thy God, and thou shalt worship before the Lord thy God; |
|
11
|
11
|
| καὶ εὐφρανθήσῃ ἐν πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἔδωκέ σοι Κύριος ὁ Θεός σου, καὶ ἡ οἰκία σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί. | and thou shalt rejoice in all the good things, which the Lord thy God has given thee, thou and thy family, and the Levite, and the stranger that is within thee. |
|
12
|
12
|
| ᾿Εὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσί σου καὶ εὐφρανθήσονται. | And when thou shalt have completed all the tithings of thy fruits in the third year, thou shalt give the second tenth to the Levite, and stranger, and fatherless, and widow; and they shall eat it in thy cities, and be merry. |
|
13
|
13
|
| καὶ ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου· ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τάς ἐντολάς, ἃς ἐνετείλω μοι, οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· | And thou shalt say before the Lord thy God, I have fully collected the holy things out of my house, and I have given them to the Levite, and the stranger, and the orphan, and the widow, according to all the commands which thou didst command me: I did not transgress thy command, and I did not forget it. |
|
14
|
14
|
| καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ᾿ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ᾿ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ᾿ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐποίησα καθὰ ἐνετείλω μοι. | And in my distress I did not eat of them, I have not gathered of them for an unclean purpose, I have not given of them to the dead; I have hearkened to the voice of the Lord our God, I have done as thou hast commanded me. |
|
15
|
15
|
| κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν ᾿Ισραὴλ καὶ τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ρέουσαν γάλα καὶ μέλι. | Look down from thy holy house, from heaven, and bless thy people Israel, and the land which thou hast given them, as thou didst swear to our fathers, to give to us a land flowing with milk and honey. |
|
16
|
16
|
| ᾿Εν τῇ ἡμέρᾳ ταύτῃ Κύριος ὁ Θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. | On this day the Lord thy God charged thee to keep all the ordinances and judgments; and ye shall observe and do them, with all your heart, and with all your soul. |
|
17
|
17
|
| τὸν Θεὸν εἵλου σήμερον εἶναί σου Θεὸν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ. | Thou hast chosen God this day to be thy God, and to walk in all his ways, and to observe his ordinances and judgments, and to hearken to his voice. |
|
18
|
18
|
| καὶ Κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπέ σοι, φυλάττειν τὰς ἐντολὰς αὐτοῦ | And the Lord has chosen thee this day that thou shouldest be to him a peculiar people, as he said, to keep his commands; |
|
19
|
19
|
| καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέ σε ὀνομαστὸν καὶ καύχημα καὶ δοξαστόν, εἶναί σε λαὸν ἅγιον Κυρίῳ τῷ Θεῷ σου, καθὼς ἐλάλησε. | and that thou shouldest be above all nations, as he has made thee renowned, and a boast, and glorious, that thou shouldest be a holy people to the Lord thy God, as he has spoken. |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΚΑΙ προσέταξε Μωυσῆς καὶ ἡ γερουσία ᾿Ισραὴλ λέγων· φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. | And Moses and the elders of Israel commanded, saying, Keep all these commands, all that I command you this day. |
|
2
|
2
|
| καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν ᾿Ιορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ | And it shall come to pass in the day when ye shall cross over Jordan into the land which the Lord thy God gives thee, that thou shalt set up for thyself great stones, and shalt plaster them with plaster. |
|
3
|
3
|
| καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν ᾿Ιορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ρέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σού σοι· | And thou shalt write on these stones all the words of this law, as soon as ye have crossed Jordan, when ye are entered into the land, which the Lord God of thy fathers gives thee, a land flowing with milk and honey, according as the Lord God of thy fathers said to thee. |
|
4
|
4
|
| καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν ᾿Ιορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβὰλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ. | And it shall be as soon as ye are gone over Jordan, ye shall set up these stones, which I command thee this day, on mount Gæbal, and thou shalt plaster them with plaster. |
|
5
|
5
|
| καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾿ αὐτὸ σίδηρον· | And thou shalt build there an altar to the Lord thy God, an altar of stones; thou shalt not lift up iron upon it. |
|
6
|
6
|
| λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου καὶ ἀνοίσεις ἐπ᾿ αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου | Of whole stones shalt thou build an altar to the Lord thy God, and thou shalt offer upon it whole-burnt-offerings to the Lord thy God. |
|
7
|
7
|
| καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φαγῇ καὶ ἐμπλησθήσῃ και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. | And thou shalt there offer a peace-offering; and thou shalt eat and be filled, and rejoice before the Lord thy God. |
|
8
|
8
|
| καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. | And thou shalt write upon the stones all this law very plainly. |
|
9
|
9
|
| Καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ ᾿Ισραὴλ λέγοντες· σιώπα καὶ ἄκουε, ᾿Ισραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου· | And Moses and the priests the Levites spoke to all Israel, saying, Be silent and hear, O Israel; this day thou art become a people to the Lord thy God. |
|
10
|
10
|
| καὶ εἰσακούσῃτῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον. | And thou shalt hearken to the voice of the Lord thy God, and shalt do all his commands, and his ordinances, as many as I command thee this day. |
|
11
|
11
|
| Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· | And Moses charged the people on that day, saying, |
|
12
|
12
|
| οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζὶν διαβάντες τὸν ᾿Ιορδάνην· Συμεών, Λευί, ᾿Ιούδας, ᾿Ισσάχαρ, ᾿Ιωσὴφ καὶ Βενιαμίν. | These shall stand to bless the people on mount Garizin having gone over Jordan; Symeon, Levi, Judas, Issachar, Joseph, and Benjamin. |
|
13
|
13
|
| καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ρουβήν, Γὰδ καὶ ᾿Ασήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλί. | And these shall stand for cursing on mount Gæbal; Ruben, Gad, and Aser, Zabulon, Dan, and Nephthali. |
|
14
|
14
|
| καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ ᾿Ισραὴλ φωνῇ μεγάλῃ· | And the Levites shall answer and say to all Israel with a loud voice, |
|
15
|
15
|
| ᾿Επικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο. | Cursed is the man whosoever shall make a graven or molten image, an abomination to the Lord, the work of the hands of craftsmen, and shall put it in a secret place: and all the people shall answer and say, So be it. |
|
16
|
16
|
| ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is the man that dishonours his father or his mother: and all the people shall say, So be it. |
|
17
|
17
|
| ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that removes his neighbour's landmarks: and all the people shall say, So be it. |
|
18
|
18
|
| ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that makes the blind to wander in the way: and all the people shall say, So be it. |
|
19
|
19
|
| ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is every one that shall pervert the judgment of the stranger, and orphan, and widow: and all the people shall say, So be it. |
|
20
|
20
|
| ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that lies with his father's wife, because he has uncovered his father's skirt: and all the people shall say, So be it. |
|
21
|
21
|
| ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that lies with any beast: and all the people shall say, So be it. |
|
22
|
22
|
| ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ μητρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that lies with his sister by his father or his mother: and all the people shall say, So be it. |
|
23
|
23
|
| ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. ἐπικατάρατος ὁ κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that lies with his daughter-in-law: and all the people shall say, So be it. Cursed is he that lies with his wife's sister: and all the people shall say, So be it. |
|
24
|
24
|
| ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον δόλῳ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he that smites his neighbour secretly: and all the people shall say, So be it. |
|
25
|
25
|
| ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is he whosoever shall have taken a bribe to slay an innocent man: and all the people shall say, So be it. |
|
26
|
26
|
| ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. | Cursed is every man that continues not in all the words of this law to do them: and all the people shall say, So be it. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΚΑΙ ἔσται ὡς ἂν διαβῆτε τὸν ᾿Ιορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς, | And it shall come to pass, if thou wilt indeed hear the voice of the Lord thy God, to observe and do all these commands, which I charge thee this day, that the Lord thy God shall set thee on high above all the nations of the earth; |
|
2
|
2
|
| καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου. | and all these blessings shall come upon thee, and shall find thee. If thou wilt indeed hear the voice of the Lord thy God, |
|
3
|
3
|
| εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· | blessed shalt thou be in the city, and blessed shalt thou be in the field. |
|
4
|
4
|
| εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· | Blessed shall be the offspring of thy body, and the fruits of thy land, and the herds of thy oxen, and the flocks of thy sheep. |
|
5
|
5
|
| εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου· | Blessed shall be thy barns, and thy stores. |
|
6
|
6
|
| εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε. | Blessed shalt thou be in thy coming in, and blessed shalt thou be in thy going out. |
|
7
|
7
|
| παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου. | The Lord deliver thine enemies that withstand thee utterly broken before thy face: they shall come out against thee one way, and they shall flee seven ways from before thee. |
|
8
|
8
|
| ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. | The Lord send upon thee his blessing in thy barns, and on all on which thou shalt put thine hand, in the land which the Lord thy God gives thee. |
|
9
|
9
|
| ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ· | The Lord raise thee up for himself a holy people, as he sware to thy fathers; if thou wilt hear the voice of the Lord thy God, and walk in all his ways. |
|
10
|
10
|
| καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε. | And all the nations of the earth shall see thee, that the name of the Lord is called upon thee, and they shall stand in awe of thee. |
|
11
|
11
|
| καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐπὶ τοῖς γενήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι. | And the Lord thy God shall multiply thee for good in the offspring of thy body, and in the offspring of thy cattle, and in the fruits of thy land, on thy land which the Lord sware to thy fathers to give to thee. |
|
12
|
12
|
| ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετόν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ· εὐλογήσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι. | May the Lord open to thee his good treasure, the heaven, to give rain to thy land in season: may he bless all the works of thy hands: so shalt thou lend to many nations, but thou shalt not borrow; and thou shalt rule over many nations, but they shall not rule over thee. |
|
13
|
13
|
| καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνωκαὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν· | The Lord thy God make thee the head, and not the tail; and thou shalt then be above and thou shalt not be below, if thou wilt hearken to the voice of the Lord thy God, in all things that I charge thee this day to observe. |
|
14
|
14
|
| οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς. | Thou shalt not turn aside from any of the commandments, which I charge thee this day, to the right hand or to the left, to go after other gods to serve them. |
|
15
|
15
|
| Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήψονταί σε. | But it shall come to pass, if thou wilt not hearken to the voice of the Lord thy God, to observe all his commandments, as many as I charge thee this day, then all these curses shall come on thee, and overtake thee. |
|
16
|
16
|
| ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· | Cursed shalt thou be in the city, and cursed shalt thou be in the field. |
|
17
|
17
|
| ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου· | Cursed shall be thy barns and thy stores. |
|
18
|
18
|
| ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· | Cursed shall be the offspring of thy body, and the fruits of thy land, the herds of thine oxen, and the flocks of thy sheep. |
|
19
|
19
|
| ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε. | Cursed shalt thou be in thy coming in, and cursed shalt thou be in thy going out. |
|
20
|
20
|
| ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με. | The Lord send upon thee want, and famine, and consumption on all things on which thou shalt put thy hand, until he shall have utterly destroyed thee, and until he shall have consumed thee quickly because of thine evil devices, because thou hast forsaken me. |
|
21
|
21
|
| προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. | The Lord cause the pestilence to cleave to thee, until he shall have consumed thee off the land into which thou goest to inherit it. |
|
22
|
22
|
| πατάξαι σε Κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ρίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσί σε. | The Lord smite thee with distress, and fever, and cold, and inflammation, and blighting, and paleness, and they shall pursue thee until they have destroyed thee. |
|
23
|
23
|
| καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ. | And thou shalt have over thine head a sky of brass, and the earth under thee shall be iron. |
|
24
|
24
|
| δῴη Κύριος ὁ Θεός σου τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει. | The Lord thy God make the rain of thy land dust; and dust shall come down from heaven, until it shall have destroyed thee, and until it shall have quickly consumed thee. |
|
25
|
25
|
| δῴη σε Κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις βασιλείαις τῆς γῆς. | The Lord give thee up for slaughter before thine enemies: thou shalt go out against them one way, and flee from their face seven ways; and thou shalt be a dispersion in all the kingdoms of the earth. |
|
26
|
26
|
| καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. | And your dead men shall be food to the birds of the sky, and to the beasts of the earth; and there shall be none to scare them away. |
|
27
|
27
|
| πατάξαι σε Κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι. | The Lord smite thee with the botch of Egypt in the seat, and with a malignant scab, and itch, so that thou canst not be healed. |
|
28
|
28
|
| πατάξαι σε Κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας, | The Lord smite thee with insanity, and blindness, and astonishment of mind. |
|
29
|
29
|
| καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεί τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν. | And thou shalt grope at mid-day, as a blind man would grope in the darkness, and thou shalt not prosper in thy ways; and then thou shalt be unjustly treated, and plundered continually, and there shall be no helper. |
|
30
|
30
|
| γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ μὴ τρυγήσῃς αὐτόν· | Thou shalt take a wife, and another man shall have her; thou shalt build a house, and thou shalt not dwell in it; thou shalt plant a vineyard, and shalt not gather the grapes of it. |
|
31
|
31
|
| ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν· | Thy calf shall be slain before thee, and thou shalt not eat of it; thine ass shall be violently taken away from thee, and shall not be restored to thee: thy sheep shall be given to thine enemies, and thou shalt have no helper. |
|
32
|
32
|
| οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, οὐκ ἰσχύσει ἡ χείρ σου· | Thy sons and thy daughters shall be given to another nation, and thine eyes wasting away shall look for them: thine hand shall have no strength. |
|
33
|
33
|
| τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας· | A nation which thou knowest not shall eat the produce of thy land, and all thy labours; and thou shalt be injured and crushed always. |
|
34
|
34
|
| καὶ ἔσῃ παράκλητος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ. | And thou shalt be distracted, because of the sights of thine eyes which thou shalt see. |
|
35
|
35
|
| πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου. | The Lord smite thee with an evil sore, on the knees and the legs, so that thou shalt not be able to be healed from the sole of thy foot to the crown of thy head. |
|
36
|
36
|
| ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτόν, ἐπ᾿ ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις. | The Lord carry away thee and thy princes, whom thou shalt set over thee, to a nation which neither thou nor thy fathers know; and thou shalt there serve other gods, wood and stone. |
|
37
|
37
|
| καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ. | And thou shalt be there for a wonder, and a parable, and a tale, among all the nations, to which the Lord thy God shall carry thee away. |
|
38
|
38
|
| σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς. | Thou shalt carry forth much seed into the field, and thou shalt bring in little, because the locust shall devour it. |
|
39
|
39
|
| ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι, οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ. | Thou shalt plant a vineyard, and dress it, and shalt not drink the wine, neither shalt thou delight thyself with it, because the worm shall devour it. |
|
40
|
40
|
| ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου. | Thou shalt have olive trees in all thy borders, and thou shalt not anoint thee with oil, because thine olive shall utterly cast its fruit. |
|
41
|
41
|
| υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι, ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ. | Thou shalt beget sons and daughters, and they shall not be thine, for they shall depart into captivity. |
|
42
|
42
|
| πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρισύβη. | All thy trees and the fruits of thy land shall the blight consume. |
|
43
|
43
|
| ὁ προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω· | The stranger that is within thee shall get up very high, and thou shalt come down very low. |
|
44
|
44
|
| οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά. | He shall lend to thee, and thou shalt not lend to him: he shall be the head, and thou shalt be the tail. |
|
45
|
45
|
| καὶ ἐλεύσονται ἐπί σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἓως ἂν ἀπολέσῃ σε, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι. | And all these curses shall come upon thee, and shall pursue thee, and shall overtake thee, until he shall have consumed thee, and until he shall have destroyed thee; because thou didst not hearken to the voice of the Lord thy God, to keep his commands, and his ordinances which he has commanded thee. |
|
46
|
46
|
| καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, | And these things shall be signs in thee, and wonders among thy seed for ever; |
|
47
|
47
|
| ἀνθ᾿ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων. | because thou didst not serve the Lord thy God with gladness and a good heart, because of the abundance of all things. |
|
48
|
48
|
| καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε. | And thou shalt serve thine enemies, which the Lord will send forth against thee, in hunger, and in thirst, and in nakedness, and in the want of all things; and thou shalt wear upon thy neck a yoke of iron until he shall have destroyed thee. |
|
49
|
49
|
| ἐπάξει ἐπὶ σὲ Κύριος ἔθνος μακρόθεν ἀπ᾿ ἐσχάτου τῆς γῆς ὡσεί ὅρμημα ἀετοῦ, ἔθνος, ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, | The Lord shall bring upon thee a nation from the extremity of the earth, like the swift flying of an eagle, a nation whose voice thou shalt not understand; |
|
50
|
50
|
| ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει, | a nation bold in countenance, which shall not respect the person of the aged and shall not pity the young. |
|
51
|
51
|
| καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε | And it shall eat up the young of thy cattle, and the fruits of thy land, so as not to leave to thee corn, wine, oil, the herds of thine oxen, and the flocks of thy sheep, until it shall have destroyed thee; |
|
52
|
52
|
| καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι. | and have utterly crushed thee in thy cities, until the high and strong walls be destroyed, in which thou trustest, in all thy land; and it shall afflict thee in thy cities, which he has given to thee. |
|
53
|
53
|
| καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου. | And thou shalt eat the fruit of thy body, the flesh of thy sons and of thy daughters, all that he has given thee, in thy straitness and thy affliction, with which thine enemy shall afflict thee. |
|
54
|
54
|
| ὁ ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα, ἃ ἂν καταλειφθῇ αὐτῷ, | He that is tender and very delicate within thee shall look with an evil eye upon his brother, and the wife in his bosom, and the children that are left, which may have been left to him; |
|
55
|
55
|
| ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψωσί σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσί σου. | so as not to give to one of them of the flesh of his children, whom he shall eat, because of his having nothing left him in thy straitness, and in thy affliction, with which thine enemies shall afflict thee in all thy cities. |
|
56
|
56
|
| καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς | And she that is tender and delicate among you, whose foot has not assayed to go upon the earth for delicacy and tenderness, shall look with an evil eye on her husband in her bosom, and her son and her daughter, |
|
57
|
57
|
| καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἐὰν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διά τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσί σου. | and her offspring that comes out between her feet, and the child which she shall bear; for she shall eat them because of the want of all things, secretly in thy straitness, and in thy affliction, with which thine enemy shall afflict thee in thy cities. |
|
58
|
58
|
| ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ρήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεόν σου, | If thou wilt not hearken to do all the words of this law, which have been written in this book, to fear this glorious and wonderful name, the Lord thy God; |
|
59
|
59
|
| καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς | then the Lord shall magnify thy plagues, and the plagues of thy seed, great and wonderful plagues, and evil and abiding diseases. |
|
60
|
60
|
| καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί. | And he shall bring upon thee all the evil pain of Egypt, of which thou wast afraid, and they shall cleave to thee. |
|
61
|
61
|
| καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην καὶ πᾶσαν τὴν γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε. | And the Lord shall bring upon thee every sickness, and every plague that is not written, and every one that is written in the book of this law, until he shall have destroyed thee. |
|
62
|
62
|
| κα’Ι καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ᾿ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου. | And ye shall be left few in number, whereas ye were as the stars of the sky in multitude; because thou didst not hearken to the voice of the Lord thy God. |
|
63
|
63
|
| καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ᾿ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. | And it shall come to pass that as the Lord rejoiced over you to do you good, and to multiply you, so the Lord will rejoice over you to destroy you; and ye shall be quickly removed from the land, into which ye go to inherit it. |
|
64
|
64
|
| καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὕς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου. | And the Lord thy God shall scatter thee among all nations, from one end of the earth to the other; and thou shalt there serve other gods, wood and stone, which thou hast not known, nor thy fathers. |
|
65
|
65
|
| ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου, καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν. | Moreover among those nations he will not give thee quiet, neither by any means shall the sole of thy foot have rest; and the Lord shall give thee there another and a misgiving heart, and failing eyes, and a wasting soul. |
|
66
|
66
|
| καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου· | And thy life shall be in suspense before thine eyes; and thou shalt be afraid by day and by night, and thou shalt have no assurance of thy life. |
|
67
|
67
|
| τὸ πρωΐ ἐρεῖς·πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· πῶς ἂν γένοιτο πρωΐ; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ. | In the morning thou shalt say, Would it were evening! and in the evening thou shalt say, Would it were morning! for the fear of thine heart with which thou shalt fear, and for the sights of thine eyes which thou shalt see. |
|
68
|
68
|
| καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ, ᾗ εἶπα· οὐ προσθήσῃ ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος. | And the Lord shall bring thee back to Egypt in ships, by the way of which I said, Thou shalt not see it again; and ye shall be sold there to your enemies for bondmen and bondwomen, and none shall buy you. |
|
69
|
|
| Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο Κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ. | |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΚΑΙ ἐκάλεσε Μωυσῆς πάντας τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἑωράκατε πάντα, ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ, | These are the words of the covenant, which the Lord commanded Moses to make with the children of Israel in the land of Moab, besides the covenant which he made with them in Choreb. |
|
2
|
2
|
| τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα· | And Moses called all the sons of Israel and said to them, Ye have seen all things that the Lord did in the land of Egypt before you to Pharao and his servants, and all his land; |
|
3
|
3
|
| καὶ οὐκ ἔδωκε Κύριος ὁ Θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. | the great temptations which thine eyes have seen, the signs, and those great wonders. |
|
4
|
4
|
| καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν· | Yet the Lord God has not given you a heart to know, and eyes to see, and ears to hear, until this day. |
|
5
|
5
|
| ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἵνα γνῶτε, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ἐγώ. | And he led you forty years in the wilderness; your garments did not grow old, and your sandals were not worn away off your feet. |
|
6
|
6
|
| καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλθε Σηὼν βασιλεὺς ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ, καὶ ἐπατάξαμεν αὐτοὺς | Ye did not eat bread, ye did not drink wine or strong drink, that ye might know that I am the Lord your God. |
|
7
|
7
|
| καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβὴν καὶ τῷ Γαδδὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. | And ye came as far as this place; and there came forth Seon king of Esebon, and Og king of Basan, to meet us in war. |
|
8
|
8
|
| καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα, ὅσα ποιήσετε. | And we smote them and took their land, and I gave it for an inheritance to Ruben and Gad, and to the half-tribe of Manasse. |
|
9
|
9
|
| ῾Υμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν, καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ ᾿Ισραήλ, | And ye shall take heed to do all the words of this covenant, that ye may understand all things that ye shall do. |
|
10
|
10
|
| αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν, | Ye all stand to-day before the Lord your God, the heads of your tribes, and your elders, and your judges, and your officers, every man of Israel, |
|
11
|
11
|
| παρελθεῖν ἐν τῇ διαθήκῃ Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα Κύριος ὁ Θεός σου διατίθεται πρὸς σὲ σήμερον, | your wives, and your children, and the stranger who is in the midst of your camp, from your hewer of wood even to your drawer of water, |
|
12
|
12
|
| ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν, καὶ αὐτὸς ἔσται σου Θεός, ὃν τρόπον εἶπέ σοι, καὶ ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ. | that thou shouldest enter into the covenant of the Lord thy God and into his oaths, as many as the Lord thy God appoints thee this day; |
|
13
|
13
|
| καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην, | that he may appoint thee to himself for a people, and he shall be thy God, as he said to thee, and as he sware to thy fathers, Abraam, and Isaac, and Jacob. |
|
14
|
14
|
| ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ᾿ ὑμῶν σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσι μεθ᾿ ὑμῶν ὧδε σήμερον. | And I do not appoint to you alone this covenant and this oath; |
|
15
|
15
|
| ὅτι ὑμεῖς οἴδατε πῶς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ, ὡς παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν, οὓς παρήλθετε, | but to those also who are here with you to-day before the Lord your God, and to those who are not here with you to-day. |
|
16
|
16
|
| καὶ ἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστι παρ᾿ αὐτοῖς. | For ye know how we dwelt in the land of Egypt, how we came through the midst of the nations through whom ye came. |
|
17
|
17
|
| μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή, τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων; μὴ τίς ἐστιν ἐν ὑμῖν ρίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ; | And ye beheld their abominations, and their idols, wood and stone, silver and gold, which are among them. |
|
18
|
18
|
| καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ρήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· ὅσιά μοι γένοιτο, ὅτι ἐνῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον. | Lest there be among you man, or woman, or family, or tribe, whose heart has turned aside from the Lord your God, having gone to serve the gods of these nations; lest there be in you a root springing up with gall and bitterness. |
|
19
|
19
|
| οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλ᾿ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν· | And it shall be if one shall hear the words of this curse, and shall flatter himself in his heart, saying, Let good happen to me, for I will walk in the error of my heart, lest the sinner destroy the guiltless with him: |
|
20
|
20
|
| καὶ διαστελεῖ αὐτὸν Κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν ᾿Ισραὴλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. | God shall by no means be willing to pardon him, but then the wrath of the Lord and his jealousy shall flame out against that man; and all the curses of this covenant shall attach themselves to him, which are written in this book, and the Lord shall blot out his name from under heaven. |
|
21
|
21
|
| καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθ᾿ ὑμᾶς, καὶ ὁ ἀλλότριος, ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλε Κύριος ἐπ᾿ αὐτήν, | And the Lord shall separate that man for evil of all the children of Israel, according to all the curses of the covenant that are written in the book of this law. |
|
22
|
22
|
| θεῖον καὶ ἅλα κατακεκαυμένον, πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπ᾿ αὐτὴν πᾶν χλωρόν, ὥσπερ κατεστράφη Σόδομα και Γόμορρα, ᾿Αδαμὰ καὶ Σεβωΐμ, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ ὀργῇ, | And another generation shall say—even your sons who shall rise up after you, and the stranger who shall come from a land afar off, and shall see the plagues of that land and their diseases, which the Lord has sent upon it, |
|
23
|
23
|
| καὶ ἐροῦσι πάντα τὰ ἔθνη· διατὶ ἐποίησε Κύριος οὕτω τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; | brimstone and burning salt, (the whole land shall not be sown, neither shall any green thing spring, nor rise upon it, as Sodom and Gomorrha were overthrown, Adama and Seboim, which the Lord overthrew in his wrath and anger:)— |
|
24
|
24
|
| καὶ ἐροῦσιν· ὅτι κατέλιπον τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, | and all the nations shall say, Why has the Lord done thus to this land? what is this great fierceness of anger? |
|
25
|
25
|
| καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις, οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς· | And men shall say, Because they forsook the covenant of the Lord God of their fathers, the things which he appointed to their fathers, when he brought them out of the land of Egypt: |
|
26
|
26
|
| καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ᾿ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, | and they went and served other gods, which they knew not, neither did he assign them to them. |
|
27
|
27
|
| καὶ ἐξῇρεν αὐτοὺς Κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν. | And the Lord was exceedingly angry with that land to bring upon it according to all the curses which are written in the book of this law. |
|
28
|
28
|
| τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ρήματα τοῦ νόμου τούτου. | And the Lord removed them from their land in anger, and wrath, and very great indignation, and cast them out into another land as at present. |
|
Κεφάλαιο 30
|
Chapter 30
|
|
1
|
1
|
| ΚΑΙ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ρήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσι τοῖς ἔθνεσιν, οὗ ἐὰν διασκορπίσῃ σε Κύριος ἐκεῖ, | And it shall come to pass when all these things shall have come upon thee, the blessing and the curse, which I have set before thy face, and thou shalt call them to mind among all the nations, wherein the Lord shall have scattered thee, |
|
2
|
2
|
| καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, | and shalt return to the Lord thy God, and shalt hearken to his voice, according to all things which I charge thee this day, with all thy heart, and with all thy soul; |
|
3
|
3
|
| καὶ ἰάσεται Κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέ σε Κύριος ἐκεῖ. | then the Lord shall heal thine iniquities, and shall pity thee, and shall again gather thee out from all the nations, among which the Lord has scattered thee. |
|
4
|
4
|
| ἐὰν ᾖ ἡ διασπορά σου ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε Κύριος ὁ Θεός σου, καὶ ἐκεῖθεν λήψεταί σε Κύριος ὁ Θεός σου· | If thy dispersion be from one end of heaven to the other, thence will the Lord thy God gather thee, and thence will the Lord thy God take thee. |
|
5
|
5
|
| καὶ εἰσάξει σε ὁ Θεός σου ἐκεῖθεν εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου. | And the Lord thy God shall bring thee in from thence into the land which thy fathers have inherited, and thou shalt inherit it; and he will do thee good, and multiply thee above thy fathers. |
|
6
|
6
|
| καὶ περικαθαριεῖ Κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου, ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ. | And the Lord shall purge thy heart, and the heart of thy seed, to love the Lord thy God with all thy heart, and with all thy soul, that thou mayest live. |
|
7
|
7
|
| καὶ δώσει Κύριος ὁ Θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε. | And the Lord thy God will put these curses upon thine enemies, and upon those that hate thee, who have persecuted thee. |
|
8
|
8
|
| καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, | And thou shalt return and hearken to the voice of the Lord thy God, and shall keep his commands, all that I charge thee this day. |
|
9
|
9
|
| καὶ πολυωρήσει σε Κύριος ὁ Θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐν τοῖς γενήμασι τῆς γῆς σου· ὅτι ἐπιστρέψει Κύριος ὁ Θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς ἀγαθά, καθότι εὐφράνθη ἐπὶ τοῖς πατράσι σου, | And the Lord thy God shall bless thee in every work of thine hands, in the offspring of thy body, and in the offspring of thy cattle, and in the fruits of thy land, because the Lord thy God will again rejoice over thee for good, as he rejoiced over thy fathers: |
|
10
|
10
|
| ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. | if thou wilt hearken to the voice of the Lord thy God, to keep his commandments, and his ordinances, and his judgments written in the book of this law, if thou turn to the Lord thy God with all thine heart, and with all thy soul. |
|
11
|
11
|
| ῞Οτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν. | For this command which I give thee this day is not grievous, neither is it far from thee. |
|
12
|
12
|
| οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ λέγων· τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήψεται ἡμῖν αὐτήν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν; | It is not in heaven above, as if there were one saying, Who shall go up for us into heaven, and shall take it for us, and we will hear and do it? |
|
13
|
13
|
| οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ λέγων· τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήψεται ἡμῖν αὐτήν, καὶ ἀκουστὴν ἡμῖν ποιήσῃ αὐτήν, καὶ ποιήσομεν; | Neither is it beyond the sea, saying, Who will go over for us to the other side of the sea, and take it for us, and make it audible to us, and we will do it? |
|
14
|
14
|
| ἐγγύς σού ἐστι τὸ ρῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό. | The word is very near thee, in thy mouth, and in thine heart, and in thine hands to do it. |
|
15
|
15
|
| ᾿Ιδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωήν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν. | Behold, I have set before thee this day life and death, good and evil. |
|
16
|
16
|
| ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε, καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. | If thou wilt hearken to the commands of the Lord thy God, which I command thee this day, to love the Lord thy God, to walk in all his ways, and to keep his ordinances, and his judgments; then ye shall live, and shall be many in number, and the Lord thy God shall bless thee in all the land into which thou goest to inherit it. |
|
17
|
17
|
| καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς, | But if thy heart change, and thou wilt not hearken, and thou shalt go astray and worship other gods, and serve them, |
|
18
|
18
|
| ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. | I declare to you this day, that ye shall utterly perish, and ye shall by no means live long upon the land, into which ye go over Jordan to inherit it. |
|
19
|
19
|
| διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωὴν σύ, ἵνα ζήσῃς σὺ καὶ τὸ σπέρμα σου, | I call both heaven and earth to witness this day against you, I have set before you life and death, the blessing and the curse: choose thou life, that thou and thy seed may live; |
|
20
|
20
|
| ἀγαπᾶν Κύριον τὸν Θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, κατοικεῖν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ δοῦναι αὐτοῖς. | to love the Lord thy God, to hearken to his voice, and cleave to him; for this is thy life, and the length of thy days, that thou shouldest dwell upon the land, which the Lord sware to thy fathers, Abraam, and Isaac, and Jacob, to give to them. |
|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΚΑΙ συνετέλεσε Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, | And Moses finished speaking all these words to all the children of Israel; |
|
2
|
2
|
| καὶ εἶπε πρὸς αὐτούς· ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, Κύριος δὲ εἶπε πρός με· οὐ διαβήσῃ τὸν ᾿Ιορδάνην τοῦτον. | and said to them, I am this day a hundred and twenty years old; I shall not be able any longer to come in or go out; and the Lord said to me, Thou shalt not go over this Jordan. |
|
3
|
3
|
| Κύριος ὁ Θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου, αὐτὸς ἐξολοθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ ᾿Ιησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος. | The Lord thy God who goes before thee, he shall destroy these nations before thee, and thou shalt inherit them: and it shall be Joshua that goes before thy face, as the Lord has spoken. |
|
4
|
4
|
| καὶ ποιήσει Κύριος ὁ Θεός σου αὐτοῖς καθὼς ἐποίησε Σηὼν καὶ ῎Ωγ, τοῖς δυσὶ βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσανπέραν τοῦ ᾿Ιορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλόθρευσεν αὐτούς· | And the Lord thy God shall do to them as he did to Seon and Og the two kings of the Amorites, who were beyond Jordan, and to their land, as he destroyed them. |
|
5
|
5
|
| καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς, καθότι ἐνετειλάμην ὑμῖν. | And the Lord has delivered them to you; and ye shall do to them, as I charged you. |
|
6
|
6
|
| ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλιάσης μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθ᾿ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ. | Be courageous and strong, fear not, neither be cowardly, neither be afraid before them; for it is the Lord your God that advances with you in the midst of you, neither will he by any means forsake thee, nor desert thee. |
|
7
|
7
|
| καὶ ἐκάλεσε Μωυσῆς ᾿Ιησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς ᾿Ισραήλ· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς· | And Moses called Joshua, and said to him before all Israel, Be courageous and strong; for thou shalt go in before this people into the land which the Lord sware to your fathers to give to them, and thou shalt give it to them for an inheritance. |
|
8
|
8
|
| καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ μηδὲ δειλία. | And the Lord that goes with thee shall not forsake thee nor abandon thee; fear not, neither be afraid. |
|
9
|
9
|
| Καὶ ἔγραψε Μωυσῆς τὰ ρήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς προσβυτέροις τῶν υἱῶν ᾿Ισραήλ. | And Moses wrote the words of this law in a book, and gave it to the priests the sons of Levi who bear the ark of the covenant of the Lord, and to the elders of the sons of Israel. |
|
10
|
10
|
| καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας, | And Moses charged them in that day, saying, After seven years, in the time of the year of release, in the feast of tabernacles, |
|
11
|
11
|
| ἐν τῷ συμπορεύεσθαι πάντα ᾿Ισραὴλ ὀφθῆναι ἐνώπιον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς ᾿Ισραὴλ εἰς τὰ ὦτα αὐτῶν· | when all Israel come together to appear before the Lord your God, in the place which the Lord shall choose, ye shall read this law before all Israel in their ears, |
|
12
|
12
|
| ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσι καὶ ἵνα μάθωσι φοβεῖσθαι Κύριον τὸν Θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τούς λόγους τοῦ νόμου τούτου· | having assembled the people, the men, and the women, and the children, and the stranger that is in your cities, that they may hear, and that they may learn to fear the Lord your God; and they shall hearken to do all the words of this law. |
|
13
|
13
|
| καὶ οἱ υἱοὶ αὐτῶν, οἳ οὐκ οἴδασιν, ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. | And their sons who have not known shall hear, and shall learn to fear the Lord thy God all the days that they live upon the land, into which ye go over Jordan to inherit it. |
|
14
|
14
|
| Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον ᾿Ιησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωυσῆς καὶ ᾿Ιησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. | And the Lord said to Moses, Behold, the days of thy death are at hand; call Joshua, and stand ye by the doors of the tabernacle of testimony, and I will give him a charge. And Moses and Joshua went to the tabernacle of testimony, and stood by the doors of the tabernacle of testimony. |
|
15
|
15
|
| καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. | And the Lord descended in a cloud, and stood by the doors of the tabernacle of testimony; and the pillar of the cloud stood by the doors of the tabernacle of testimony. |
|
16
|
16
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς οὗτος ὁ λαὸς ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς. | And the Lord said to Moses, Behold, thou shalt sleep with thy fathers, and this people will arise and go a whoring after the strange gods of the land, into which they are entering: and they will forsake me, and break my covenant, which I made with them. |
|
17
|
17
|
| καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ ἔσται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις, καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· διότι οὐκ ἔστι Κύριος ὁ Θεός μου ἐν ἐμοί, εὕροσάν με τὰ κακὰ ταῦτα. | And I will be very angry with them in that day, and I will leave them and turn my face away from them, and they shall be devoured; and many evils and afflictions shall come upon them; and they shall say in that day, Because the Lord my God is not with me, these evils have come upon me. |
|
18
|
18
|
| ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας, ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους. | And I will surely turn away my face from them in that day, because of all their evil doings which they have done, because they turned aside after strange gods. |
|
19
|
19
|
| καὶ νῦν γράψατε τὰ ρήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς ᾿Ισραήλ. | And now write the words of this song, and teach it to the children of Israel, and ye shall put it into their mouth, that this song may witness for me among the children of Israel to their face. |
|
20
|
20
|
| εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσι· καί ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσί με καὶ διασκεδάσουσι τὴν διαθήκην μου. | For I will bring them into the good land, which I sware to their fathers, to give to them a land flowing with milk and honey: and they shall eat and be filled and satisfy themselves; then will they turn aside after other gods, and serve them, and they will provoke me, and break my covenant. |
|
21
|
21
|
| καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα, οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. | And this song shall stand up to witness against them; for they shall not forget it out of their mouth, or out of the mouth of their seed; for I know their wickedness, what they are doing here this day, before I have brought them into the good land, which I sware to their fathers. |
|
22
|
22
|
| καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς ᾿Ισραήλ. | And Moses wrote this song in that day, and taught it to the children of Israel. |
|
23
|
23
|
| καὶ ἐνετείλατο Μωυσῆς ᾿Ιησοῖ καὶ εἶπεν· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ. | And he charged Joshua, and said, Be courageous and strong, for thou shalt bring the sons of Israel into the land, which the Lord sware to them, and he shall be with thee. |
|
24
|
24
|
| ῾Ηνίκα δὲ συνετέλεσε Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος, | And when Moses finished writing all the words of this law in a book, even to the end, |
|
25
|
25
|
| καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου λέγων· | then he charged the Levites who bear the ark of the covenant of the Lord, saying, |
|
26
|
26
|
| λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον. | Take the book of this law, and ye shall put it in the side of the ark of the covenant of the Lord your God; and it shall be there among you for a testimony. |
|
27
|
27
|
| ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν· ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ᾿ ὑμῶν σήμερον, παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν Θεόν, πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου; | For I know thy provocation, and thy stiff neck; for yet during my life with you at this day, ye have been provoking in your conduct toward God: how shall ye not also be so after my death? |
|
28
|
28
|
| ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους, καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν· | Gather together to me the heads of your tribes, and your elders, and your judges, and your officers, that I may speak in their ears all these words; and I call both heaven and earth to witness against them. |
|
29
|
29
|
| οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν. | For I know that after my death ye will utterly transgress, and turn aside out of the way which I have commanded you; and evils shall come upon you in the latter days, because ye will do evil before the Lord, to provoke him to anger by the works of your hands. |
|
30
|
30
|
| καὶ ἐλάλησε Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ρήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος. | And Moses spoke all the words of this song even to the end, in the ears of the whole assembly. |
|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
1
|
| ΠΡΟΣΕΧΕ οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μου. | Attend, O heaven, and I will speak; and let the earth hear the words out of my mouth. |
|
2
|
2
|
| προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μου, ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγνωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. | Let my speech be looked for as the rain, and my words come down as dew, as the shower upon the herbage, and as snow upon the grass. |
|
3
|
3
|
| ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν. | For I have called on the name of the Lord: assign ye greatness to our God. |
|
4
|
4
|
| Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος Κύριος. | As for God, his works are true, and all his ways are judgment: God is faithful, and there is no unrighteousness in him; just and holy is the Lord. |
|
5
|
5
|
| ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη. | They have sinned, not pleasing him; spotted children, a froward and perverse generation. |
|
6
|
6
|
| ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε; | Do ye thus recompense the Lord? is the people thus foolish and unwise? did not he himself thy father purchase thee, and make thee, and form thee? |
|
7
|
7
|
| μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν· ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. | Remember the days of old, consider the years for past ages: ask thy father, and he shall relate to thee, thine elders, and they shall tell thee. |
|
8
|
8
|
| ὅτε διεμέριζεν ὁ ῞Υψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς ᾿Αδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, | When the Most High divided the nations, when he separated the sons of Adam, he set the bounds of the nations according to the number of the angels of God. |
|
9
|
9
|
| καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ ᾿Ιακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ ᾿Ισραήλ. | And his people Jacob became the portion of the Lord, Israel was the line of his inheritance. |
|
10
|
10
|
| αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ, | He maintained him in the wilderness, in burning thirst and a dry land: he led him about and instructed him, and kept him as the apple of an eye. |
|
11
|
11
|
| ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶ μεταφρένων αὐτοῦ. | As an eagle would watch over his brood, and yearns over his young, receives them having spread his wings, and takes them up on his back: |
|
12
|
12
|
| Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾿ αὐτῶν θεὸς ἀλλότριος. | the Lord alone led them, there was no strange god with them. |
|
13
|
13
|
| ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας, | He brought them up on the strength of the land; he fed them with the fruits of the fields; they sucked honey out of the rock, and oil out of the solid rock. |
|
14
|
14
|
| βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον. | Butter of cows, and milk of sheep, with the fat of lambs and rams, of calves and kids, with fat of kidneys of wheat; and he drank wine, the blood of the grape. |
|
15
|
15
|
| καὶ ἔφαγεν ᾿Ιακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. | So Jacob ate and was filled, and the beloved one kicked; he grew fat, he became thick and broad: then he forsook the God that made him, and departed from God his Saviour. |
|
16
|
16
|
| παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανάν με· | They provoked me to anger with strange gods; with their abominations they bitterly angered me. |
|
17
|
17
|
| ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. | They sacrificed to devils, and not to God; to gods whom they knew not: new and fresh gods came in, whom their fathers knew not. |
|
18
|
18
|
| Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. | Thou hast forsaken God that begot thee, and forgotten God who feeds thee. |
|
19
|
19
|
| καὶ εἶδε Κύριος καὶ ἐζήλωσε καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων | And the Lord saw, and was jealous; and was provoked by the anger of his sons and daughters, |
|
20
|
20
|
| καὶ εἶπεν· ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. | and said, I will turn away my face from them, and will show what shall happen to them in the last days; for it is a perverse generation, sons in whom is no faith. |
|
21
|
21
|
| αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. | They have provoked me to jealousy with that which is not God, they have exasperated me with their idols; and I will provoke them to jealousy with them that are no nation, I will anger them with a nation void of understanding. |
|
22
|
22
|
| ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κάτω, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. | For a fire has been kindled out of my wrath, it shall burn to hell below; it shall devour the land, and the fruits of it; it shall set on fire the foundations of the mountains. |
|
23
|
23
|
| συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς. | I will gather evils upon them, and will fight with my weapons against them. |
|
24
|
24
|
| τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν. | They shall be consumed with hunger and the devouring of birds, and there shall be irremediable destruction: I will send forth against them the teeth of wild beasts, with the rage of serpents creeping on the ground. |
|
25
|
25
|
| ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου. | Without, the sword shall bereave them of children, and terror shall issue out of the secret chambers; the young man shall perish with the virgin, the suckling with him who has grown old. |
|
26
|
26
|
| εἶπα· διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν, | I said, I will scatter them, and I will cause their memorial to cease from among men. |
|
27
|
27
|
| εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι, μὴ εἴπωσιν· ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα. | Were it not for the wrath of the enemy, lest they should live long, lest their enemies should combine against them; lest they should say, Our own high arm, and not the Lord, has done all these things. |
|
28
|
28
|
| ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη. | It is a nation that has lost counsel, neither is there understanding in them. |
|
29
|
29
|
| οὐκ ἐφρόνησαν συνιέναι ταῦτα· καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον. | They had not sense to understand: let them reserve these things against the time to come. |
|
30
|
30
|
| πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς; | How should one pursue a thousand, and two rout tens of thousands, if God had not sold them, and the Lord delivered them up? |
|
31
|
31
|
| ὅτι οὐκ εἰσὶν ὡς ὁ Θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι. | For their gods are not as our God, but our enemies are void of understanding. |
|
32
|
32
|
| ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· | For their vine is of the vine of Sodom, and their vine-branch of Gomorrha: their grape is a grape of gall, their cluster is one of bitterness. |
|
33
|
33
|
| θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. | Their wine is the rage of serpents, and the incurable rage of asps. |
|
34
|
34
|
| οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾿ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; | Lo! are not these things stored up by me, and sealed among my treasures? |
|
35
|
35
|
| ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν. | In the day of vengeance I will recompense, whensoever their foot shall be tripped up; for the day of their destruction is near to them, and the judgments at hand are close upon you. |
|
36
|
36
|
| ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους. | For the Lord shall judge his people, and shall be comforted over his servants; for he saw that they were utterly weakened, and failed in the hostile invasion, and were become feeble: |
|
37
|
37
|
| καὶ εἶπε Κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς; | and the Lord said, Where are their gods on whom they trusted? |
|
38
|
38
|
| ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί. | the fat of whose sacrifices ye ate, and ye drank the wine of their drink-offerings? let them arise and help you, and be your protectors. |
|
39
|
39
|
| ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. | Behold, behold that I am he, and there is no god beside me: I kill, and I will make to live: I will smite, and I will heal; and there is none who shall deliver out of my hands. |
|
40
|
40
|
| ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, | For I will lift up my hand to heaven, and swear by my right hand, and I will say, I live for ever. |
|
41
|
41
|
| ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω· | For I will sharpen my sword like lightning, and my hand shall take hold of judgment; and I will render judgment to my enemies, and will recompense them that hate me. |
|
42
|
42
|
| μεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα, ἀφ᾿ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν. | I will make my weapons drunk with blood, and my sword shall devour flesh, it shall glut itself with the blood of the wounded, and from the captivity of the heads of their enemies that rule over them. |
|
43
|
43
|
| εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. | Rejoice, ye heavens, with him, and let all the angels of God worship him; rejoice ye Gentiles, with his people, and let all the sons of God strengthen themselves in him; for he will avenge the blood of his sons, and he will render vengeance, and recompense justice to his enemies, and will reward them that hate him; and the Lord shall purge the land of his people. |
|
44
|
44
|
| Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς ᾿Ισραήλ. καὶ εἰσῆλθε Μωυσῆς καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή. | And Moses wrote this song in that day, and taught it to the children of Israel; and Moses went in and spoke all the words of this law in the ears of the people, he and Joshua the son of Naue. |
|
45
|
45
|
| καὶ συνετέλεσε Μωυσῆς λαλῶν παντὶ ᾿Ισραήλ. | And Moses finished speaking to all Israel. |
|
46
|
46
|
| καὶ εἶπε πρὸς αὐτούς· προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους, οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου· | And he said to them, Take heed with your heart to all these words, which I testify to you this day, which ye shall command your sons, to observe and do all the words of this law. |
|
47
|
47
|
| ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν, ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν. | For this is no vain word to you; for it is your life, and because of this word ye shall live long upon the land, into which ye go over Jordan to inherit it. |
|
48
|
48
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ λέγων· | And the Lord spoke to Moses in this day, saying, |
|
49
|
49
|
| ἀνάβηθι εἰς τὸ ὄρος τὸ ᾿Αβαρὶμ τοῦτο, ὄρος Ναβαῦ, ὅ ἐστιν ἐν γῇ Μωὰβ κατὰ πρόσωπον ῾Ιεριχώ, καὶ ἰδὲ τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραήλ, εἰς κατάσχεσιν, | Go up to the mount Abarim, this mountain Nabau which is in the land of Moab over against Jericho, and behold the land of Chanaan, which I give to the sons of Israel: |
|
50
|
50
|
| καὶ τελεύτα ἐν τῷ ὄρει, εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου, ὃν τρόπον ἀπέθανεν ᾿Ααρὼν ὁ ἀδελφός σου ἐν ῍Ωρ τῷ ὄρει, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ, | and die in the mount whither thou goest up, and be added to thy people; as Aaron thy brother died in mount Or, and was added to his people. |
|
51
|
51
|
| ὅτι ἠπειθήσατε τῷ ρήματί μου ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σίν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς ᾿Ισραήλ· | Because ye disobeyed my word among the children of Israel, at the waters of strife of Cades in the wilderness of Sin; because ye sanctified me not among the sons of Israel. |
|
52
|
52
|
| ὅτι ἀπέναντι ὄψῃ τὴν γῆν καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. | Thou shalt see the land before thee, but thou shalt not enter into it. |
|
Κεφάλαιο 33
|
Chapter 33
|
|
1
|
1
|
| ΚΑΙ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς ᾿Ισραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ· | And this is the blessing with which Moses the man of God blessed the children of Israel before his death. |
|
2
|
2
|
| καὶ εἶπε· Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ. | And he said, The Lord is come from Sina, and has appeared from Seir to us, and has hasted out of the mount of Pharan, with the ten thousands of Cades; on his right hand were his angels with him. |
|
3
|
3
|
| καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσι, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ | And he spared his people, and all his sanctified ones are under thy hands; and they are under thee; and he received of his words |
|
4
|
4
|
| νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς ᾿Ιακώβ. | the law which Moses charged us, an inheritance to the assemblies of Jacob. |
|
5
|
5
|
| καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς ᾿Ισραήλ. | And he shall be prince with the beloved one, when the princes of the people are gathered together with the tribes of Israel. |
|
6
|
6
|
| ζήτω Ρουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. | Let Ruben live, and not die; and let him be many in number. |
|
7
|
7
|
| καὶ αὕτη ᾿Ιούδα. εἰσάκουσον, Κύριε, φωνῆς ᾿Ιούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ. | And this is the blessing of Juda; Hear, Lord, the voice of Juda, and do thou visit his people: his hands shall contend for him, and thou shalt be a help from his enemies. |
|
8
|
8
|
| καὶ τῷ Λευὶ εἶπε· δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ, τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· | And to Levi he said, Give to Levi his manifestations, and his truth to the holy man, whom they tempted in the temptation; they reviled him at the water of strife. |
|
9
|
9
|
| ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί· οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησε. | Who says to his father and mother, I have not seen thee; and he knew not his brethren, and he refused to know his sons: he kept thine oracles, and observed thy covenant. |
|
10
|
10
|
| δηλώσουσι τὰ δικαιώματά σου τῷ ᾿Ιακὼβ καὶ τὸν νόμον σου τῷ ᾿Ισραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου. | They shall declare thine ordinances to Jacob, and thy law to Israel: they shall place incense in the time of thy wrath continually upon thine altar. |
|
11
|
11
|
| εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. | Bless, Lord, his strength, and accept the works of his hands; break the loins of his enemies that have risen up against him, and let not them that hate him rise up. |
|
12
|
12
|
| καὶ τῷ Βενιαμὶν εἶπεν· ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε. | And to Benjamin he said, The beloved of the Lord shall dwell in confidence, and God overshadows him always, and he rested between his shoulders. |
|
13
|
13
|
| καὶ τῷ ᾿Ιωσὴφ εἶπεν· ἀπ᾿ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν | And to Joseph he said, His land is of the blessing of the Lord, of the seasons of sky and dew, and of the deeps of wells below, |
|
14
|
14
|
| καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν, | and of the fruits of the changes of the sun in season, and of the produce of the months, |
|
15
|
15
|
| ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων | from the top of the ancient mountains, and from the top of the everlasting hills, |
|
16
|
16
|
| καὶ καθ᾿ ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν ᾿Ιωσήφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπ᾿ ἀδελφοῖς. | and of the fulness of the land in season: and let the things pleasing to him that dwelt in the bush come on the head of Joseph, and on the crown of him who was glorified above his brethren. |
|
17
|
17
|
| πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου γῆς. αὗται μυριάδες ᾿Εφραΐμ, καὶ αὗται χιλιάδες Μανασσῆ. | His beauty is as the firstling of his bull, his horns are the horns of a unicorn; with them he shall thrust the nations at once, even from the end of the earth: these are the ten thousands of Ephraim, and these are the thousands of Manasse. |
|
18
|
18
|
| καὶ τῷ Ζαβουλὼν εἶπεν· εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου καὶ ᾿Ισσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ. | And to Zabulon he said, Rejoice, Zabulon, in thy going out, and Issachar in his tents. |
|
19
|
19
|
| ἔθνη ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων. | They shall utterly destroy the nations, and ye shall call men there, and there offer the sacrifice of righteousness; for the wealth of the sea shall suckle thee, and so shall the marts of them that dwell by the sea-coast. |
|
20
|
20
|
| καὶ τῷ Γὰδ εἶπεν· εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα. | And to Gad he said, Blessed be he that enlarges Gad: as a lion he rested, having broken the arm and the ruler. |
|
21
|
21
|
| καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε καὶ κρίσιν αὐτοῦ μετὰ ᾿Ισραήλ. | And he saw his first-fruits, that there the land of the princes gathered with the chiefs of the people was divided; the Lord wrought righteousness, and his judgment with Israel. |
|
22
|
22
|
| καὶ τῷ Δὰν εἶπε· Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν. | And to Dan he said, Dan is a lion's whelp, and shall leap out of Basan. |
|
23
|
23
|
| καὶ τῷ Νεφθαλὶ εἶπε· Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει. | And to Nephthali he said, Nephthali has the fulness of good things; and let him be filled with blessing from the Lord: he shall inherit the west and the south. |
|
24
|
24
|
| καὶ τῷ ᾿Ασὴρ εἶπεν· εὐλογημένος ἀπὸ τέκνων ᾿Ασὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ· | And to Aser he said, Aser is blessed with children; and he shall be acceptable to his brethren: he shall dip his foot in oil. |
|
25
|
25
|
| σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου. | His sandal shall be iron and brass; as thy days, so shall be thy strength. |
|
26
|
26
|
| οὔκ ἐστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος. | There is not any such as the God of the beloved; he who rides upon the heaven is thy helper, and the magnificent One of the firmament. |
|
27
|
27
|
| καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων· ἀπόλοιο. | And the rule of God shall protect thee, and that under the strength of the everlasting arms; and he shall cast forth the enemy from before thy face, saying, Perish. |
|
28
|
28
|
| καὶ κατασκηνώσει ᾿Ισραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς ᾿Ιακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ. | And Israel shall dwell in confidence alone on the land of Jacob, with corn and wine; and the sky shall be misty with dew upon thee. |
|
29
|
29
|
| μακάριος σύ, ᾿Ισραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ. | Blessed art thou, O Israel; who is like to thee, O people saved by the Lord? thy helper shall hold his shield over thee, and his sword is thy boast; and thine enemies shall speak falsely to thee, and thou shalt tread upon their neck. |
|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
1
|
| ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ ᾿Αραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου ᾿Ιεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν | And Moses went up from Araboth Moab to the mount of Nabau, to the top of Phasga, which is before Jericho; and the Lord shewed him all the mount of Galaad to Dan, and all the land of Nephthali, |
|
2
|
2
|
| καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν ᾿Εφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν ᾿Ιούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης | and all the land of Ephraim and Manasse, and all the land of Juda to the farthest sea; |
|
3
|
3
|
| καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ῾Ιεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ. | and the wilderness, and the country round about Jericho, the city of palm-trees, to Segor. |
|
4
|
4
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. | And the Lord said to Moses, This is the land of which I sware to Abraam, and Isaac, and Jacob, saying, To your seed will I give it: and I have shewed it to thine eyes, but thou shalt not go in thither. |
|
5
|
5
|
| καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ρήματος Κυρίου. | So Moses the servant of the Lord died in the land of Moab by the word of the Lord. |
|
6
|
6
|
| καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. | And they buried him in Gai near the house of Phogor; and no one has seen his sepulchre to this day. |
|
7
|
7
|
| Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ. | And Moses was a hundred and twenty years old at his death; his eyes were not dimmed, nor were his natural powers destroyed. |
|
8
|
8
|
| καὶ ἔκλαυσαν οἱ υἱοὶ ᾿Ισραὴλ Μωυσῆν ἐν ᾿Αραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ. | And the children of Israel wept for Moses in Araboth of Moab at Jordan near Jericho thirty days; and the days of the sad mourning for Moses were completed. |
|
9
|
9
|
| καὶ ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ. | And Joshua the son of Naue was filled with the spirit of knowledge, for Moses had laid his hands upon him; and the children of Israel hearkened to him; and they did as the Lord commanded Moses. |
|
10
|
10
|
| καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ᾿Ισραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον, | And there rose up no more a prophet in Israel like Moses, whom the Lord knew face to face, |
|
11
|
11
|
| ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ, | in all the signs and wonders, which the Lord sent him to work in Egypt on Pharao, and his servants, and all his land; |
|
12
|
12
|
| τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς ᾿Ισραήλ. | the great wonders, and the mighty hand which Moses displayed before all Israel. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.