|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΜΕΤΑ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς ᾿Αρταξέρξης ᾿Αμὰν ᾿Αμαδάθου Βουγαῖον καὶ ὕψωσεν αὐτόν, καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ. | And after this king Artaxerxes highly honoured Aman son of Amadathes, the Bugæan, and exalted him, and set his seat above all his friends. |
|
2
|
2
|
| καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ. | And all in the palace did him obeisance, for so the king had given orders to do: but Mardochæus did not do him obeisance. |
|
3
|
3
|
| καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ· Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα; | And they in the king's palace said to Mardochæus, Mardochæus, why dost thou transgress the commands of the king? |
|
4
|
4
|
| καθ᾿ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ ᾿Αμὰν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι ᾿Ιουδαῖός ἐστι. | Thus they spoke daily to him, but he hearkened not unto them; so they represented to Aman that Mardochæus resisted the commands of the king: and Mardochæus had shewn to them that he was a Jew. |
|
5
|
5
|
| καὶ ἐπιγνοὺς ᾿Αμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα | And when Aman understood that Mardochæus did not obeisance to him, he was greatly enraged, |
|
6
|
6
|
| καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν ᾿Αρταξέρξου βασιλείαν ᾿Ιουδαίους. | and took counsel to destroy utterly all the Jews who were under the rule of Artaxerxes. |
|
7
|
7
|
| καὶ ἐποίησε ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας ᾿Αρταξέρξου καὶ ἔβαλε κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνός, ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὅς ἐστιν ᾿Αδάρ. | And he made a decree in the twelfth year of the reign of Artaxerxes, and cast lots daily and monthly, to slay in one day the race of Mardochæus: and the lot fell on the fourteenth day of the month which is Adar. |
|
8
|
8
|
| καὶ ἐλάλησε πρὸς τὸν βασιλέα ᾿Αρταξέρξης λέγων· ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσι, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς· | And he spoke to king Artaxerxes, saying, There is a nation scattered among the nations in all thy kingdom, and their laws differ from those of all the other nations; and they disobey the laws of the king; and it is not expedient for the king to let them alone. |
|
9
|
9
|
| εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια. | If it seem good to the king, let him make a decree to destroy them: and I will remit into the king's treasury ten thousand talents of silver. |
|
10
|
10
|
| καὶ περιελόμενος ὁ βασιλεὺς τὸ δακτύλιον ἔδωκεν εἰς χεῖρας τῷ ᾿Αμὰν σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν ᾿Ιουδαίων. | And the king took off his ring, and gave it into the hands of Aman, to seal the decrees against the Jews. |
|
11
|
11
|
| καὶ εἶπεν ὁ βασιλεὺς τῷ ᾿Αμάν· τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει. | And the king said to Aman, Keep the silver, and treat the nation as thou wilt. |
|
12
|
12
|
| καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν, ὡς ἐπέταξεν ᾿Αμάν, τοῖς στρατηγοῖς, καὶ τοῖς ἄρχουσι κατὰ πᾶσαν χώραν ἀπὸ ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἰκοσιεπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν δι᾿ ᾿Αρταξέρξου τοῦ βασιλέως. | So the king's recorders were called in the first month, on the thirteenth day, and they wrote as Aman commanded to the captains and governors in every province, from India even to Ethiopia, to a hundred and twenty-seven provinces; and to the rulers of the nations according to their several languages, in the name of king Artaxerxes. |
|
13
|
13
|
| καὶ ἀπεστάλη διὰ βιβλιοφόρων εἰς τὴν ᾿Αρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν ᾿Ιουδαίων ἐν ἡμέρᾳ μιᾶ μηνὸς δωδεκάτου, ὅς ἐστιν ᾿Αδάρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν. 13α Τῆς δὲ ἐπιστολῆς ἐστι τὸ ἀντίγραφον τόδε· «Βασιλεὺς μέγας ᾿Αρταξέρξης τοῖς ἀπὸ τῆς ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει· 13β πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένων ἀκυμάντους διαπαντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. ῟13γ πυθομένου δέ μου τῶν συμβούλων, πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, ὁ σωφροσύνῃ παρ᾿ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος ᾿Αμὰν 13δ ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ᾿ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν. 13ε διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διαπαντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασι τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν· 13ζ προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ ᾿Αμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν συναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ᾿Αδάρ, τοῦ ἐνεστῶτος ἔτους, 13η ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα». | And the message was sent by posts throughout the kingdom of Artaxerxes, to destroy utterly the race of the Jews on the first day of the twelfth month, which is Adar, and to plunder their goods. |
|
14
|
14
|
| Τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν, καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην. | And the copies of the letters were published in every province; and an order was given to all the nations to be ready against that day. |
|
15
|
15
|
| ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σοῦσαν· ὁ δὲ βασιλεὺς καὶ ᾿Αμὰν ἐκωθωνίζοντο, ἐταράσσετο δὲ ἡ πόλις. | And the business was hastened, and that at Susa: and the king and Aman began to drink; but the city was troubled. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.