Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 8
Chapter 8
1
1
ΚΑΙ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς ᾿Αρταξέρξης ἐδωρήσατο ᾿Εσθὴρ ὅσα ὑπῆρχεν ᾿Αμὰν τῷ διαβόλῳ, καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως· ὑπέδειξε γὰρ ᾿Εσθήρ, ὅτι ἐνοικείωται αὐτῇ. And in that day king Artaxerxes gave to Esther all that belonged to Aman the slanderer: and Mardochæus was called by the king; for Esther had shewn that he was related to her.
2
2
ἔλαβε δὲ ὁ βασιλεὺς τὸν δακτύλιον, ὃν ἀφείλετο ᾿Αμάν, καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ, καὶ κατέστησεν ᾿Εσθὴρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν ᾿Αμάν. And the king took the ring which he had taken away from Aman, and gave it to Mardochæus: and Esther appointed Mardochæus over all that had been Aman's.
3
3
καὶ προσθεῖσα ἐλάλησε πρὸς τὸν βασιλέα καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν ᾿Αμὰν κακίαν καὶ ὅσα ἐποίησε τοῖς ᾿Ιουδαίοις. And she spoke yet again to the king, and fell at his feet, and besought him to do away the mischief of Aman, and all that he had done against the Jews.
4
4
ἐξέτεινε δὲ ὁ βασιλεὺς ᾿Εσθὴρ τὴν ράβδον τὴν χρυσῆν, ἐξηγέρθη δὲ ᾿Εσθὴρ παρεστηκέναι τῷ βασιλεῖ, Then the king stretched out to Esther the golden sceptre: and Esther arose to stand near the king.
5
5
καὶ εἶπεν ᾿Εσθήρ· εἰ δοκεῖ σοι καὶ εὗρον χάριν, πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ ᾿Αμάν, τὰ γραφέντα ἀπολέσθαι τοὺς ᾿Ιουδαίους, οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου· And Esther said, If it seem good to thee, and I have found favour in thy sight, let an order be sent that the letters sent by Aman may be reversed, that were written for the destruction of the Jews, who are in thy kingdom.
6
6
πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου; For how shall I be able to look upon the affliction of my people, and how shall I be able to survive the destruction of my kindred?
7
7
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· εἰ πάντα τὰ ὑπάρχοντα ᾿Αμὰν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου, ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς ᾿Ιουδαίοις, τί ἔτι ἐπιζητεῖς; And the king said to Esther, If I have given and freely granted thee all that was Aman's, and hanged him on a gallows, because he laid his hands upon the Jews, what dost thou yet further seek?
8
8
γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου, ὡς δοκεῖ ὑμῖν, καὶ σφραγίσατε τῷ δακτυλίῳ μου· ὅσα γὰρ γράφετε τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίω μου, οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν. Write ye also in my name, as it seems good to you, and seal it with my ring: for whatever orders are written at the command of the king, and sealed with my ring, it is not lawful to gainsay them.
9
9
ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί, ὅς ἐστι Νισάν, τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους, καὶ ἐγράφη τοῖς ᾿Ιουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν, ἀπὸ τῆς ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας, ἑκατὸν εἰκοσιεπτὰ σατράπαις κατὰ χώραν καὶ χώραν, κατὰ τὴν ἑαυτῶν λέξιν. So the scribes were called in the first month, which is Nisan, on the three and twentieth day of the same year; and orders were written to the Jews, whatever the king had commanded to the local governors and chiefs of the satraps, from India even to Ethiopia, a hundred and twenty-seven satraps, according to the several provinces, according to their dialects.
10
10
ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ, καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιοφόρων, And they were written by order of the king, and sealed with his ring, and they sent the letters by the posts:
11
11
ὡς ἐπέταξε αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὐτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν, ὡς βούλονται, wherein he charged them to use their own laws in every city, and to help each other, and to treat their adversaries, and those who attacked them, as they pleased,
12
12
ἐν ἡμέρα μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ ᾿Αρταξέρξου, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν ᾿Αδάρ. 12α ῟Ων ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα· 12β «βασιλεὺς μέγας ᾿Αρταξέρξης τοῖς ἀπὸ τῆς ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι, χαίρειν. 12γ πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν, τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσιν μηχανᾶσθαι· 12δ καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες, ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες, τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ Θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην. 12ε πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ᾿ ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μετόχους αἱμάτων ἀθώων καταστήσασα, περιέβαλε συμφοραῖς ἀνηκέστοις, 12ζ τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην. 12η σκοπεῖν δὲ ἔξεστιν, οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν, ὅσα ἐστὶ παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι, 12θ καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετ᾿ εἰρήνης παρεξόμεθα, 12ι χρώμενοι ταῖς μεταβολαῖς, τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ᾿ ἐπιεικεστέρας ἀπαντήσεως. 12κ ὡς γὰρ ᾿Αμὰν ᾿Αμαδάθου Μακεδών, ταῖς ἀληθείας ἀλλότριος τοῦ τῶν Περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος, ἐπιξενωθεὶς ἡμῖν 12λ ἔτυχεν, ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον, ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν· 12μ οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσε τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος, 12ν τόν τε ἡμέτερον σωτῆρα καὶ διαπαντὸς εὐεργέτην Μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν ᾿Εσθὴρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν· 12ξ διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους, τὴν τῶν Περσῶν ἐπικράτησιν εἰς τοὺς Μακεδόνας μετάξαι. 12ο ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν ᾿Ιουδαίους, εὑρίσκομεν οὐ κακούργους ὄντας, δικαιοτάτοις δὲ πολιτευομένους νόμοις, 12π ὄντας δὲ υἱοὺς τοῦ ῾Υψίστου μεγίστου ζῶντος Θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει. 12ρ καλῶς οὗν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ ᾿Αμὰν ᾿Αμαδάθου ἀποσταλεῖσι γράμμασι διὰ τὸν αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος Θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν. 12σ τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας, ἐᾶν τοὺς ᾿Ιουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς, ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ᾿Αδὰρ τῇ αὐτῇ ἡμέρᾳ· 12τ ταύτην γὰρ ὁ τὰ πάντα δυναστεύων Θεὸς ἀντ᾿ ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην. 12υ καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγεται, ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν καὶ τοῖς εὐνοοῦσι Πέρσαις, τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσι μνημόσυνον τῆς ἀπωλείας. 12φ πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον, ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ, δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ᾿ ὀργῆς· οὐ μόνον ἀνθρώποις ἄβατος, ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται. on one day in all the kingdom of Artaxerxes, on the thirteenth day of the twelfth month, which is Adar.
13
13
τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ, ἑτοίμους τε εἶναι πάντας τοὺς ᾿Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν, πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους». And let the copies be posted in conspicuous places throughout the kingdom, and let all the Jews be ready against this day, to fight against their enemies.
14
14
Οἱ μὲν οὗν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν· ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις. So the horsemen went forth with haste to perform the king's commands; and the ordinance was also published in Susa.
15
15
ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν. And Mardochæus went forth robed in the royal apparel, and wearing a golden crown, and a diadem of fine purple linen: and the people in Susa saw it and rejoiced.
16
16
τοῖς δὲ ᾿Ιουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη· And the Jews had light and gladness,
17
17
κατὰ πόλιν καὶ χώραν, οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα, οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα, χαρὰ καὶ εὐφροσύνη τοῖς ᾿Ιουδαίοις, κώθων καὶ εὐφροσύνη. καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμνοντο καὶ ἰουδάϊζον διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων. in every city and province wherever the ordinance was published: wherever the proclamation took place, the Jews had joy and gladness, feasting and mirth: and many of the Gentiles were circumcised, and became Jews, for fear of the Jews.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.