Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 4
Chapter 4
1
1
Ο δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ· αἴρεται ἔθνος μηδὲν ἠδικηκός. But Mardochæus having perceived what was done, rent his garments, and put on sackcloth, and sprinkled dust upon himself; and having rushed forth through the open street of the city, he cried with a loud voice, A nation that has done no wrong is going to be destroyed.
2
2
καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη· οὐ γὰρ ἦν αὐτῷ ἐξὸν εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν. And he came to the king's gate, and stood; for it was not lawful for him to enter into the palace, wearing sackcloth and ashes.
3
3
καὶ ἐν πάσῃ χώρᾳ, οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς ᾿Ιουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς. And in every province where the letters were published, there was crying and lamentation and great mourning on the part of the Jews: they spread for themselves sackcloth and ashes.
4
4
καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ, καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλε στολίσαι τὸν Μαρδαχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη. And the queen's maids and chamberlains went in and told her: and when she had heard what was done, she was disturbed; and she sent to clothe Mardochæus, and take away his sackcloth; but he consented not.
5
5
ἡ δὲ ᾿Εσθὴρ προσεκαλέσατο ᾿Αχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλε μαθεῖν αὕτη παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές. So Esther called for her chamberlain Achrathæus, who waited upon her; and she sent to learn the truth from Mardochæus.
7
7
ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο ᾿Αμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς ᾿Ιουδαίους· And Mardochæus shewed him what was done, and the promise which Aman had made the king of ten thousand talents to be paid into the treasury, that he might destroy the Jews.
8
8
καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ ᾿Εσθήρ. καὶ εἶπεν αὐτῷ, ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου, ὡς ἐτράφης ἐν χειρί μου, διότι ᾿Αμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησε καθ᾿ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν Κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν ρῦσαι ἡμᾶς ἐκ θανάτου. And he gave him the copy of the writing that was published in Susa concerning their destruction, to shew to Esther; and told him to charge her to go in and intreat the king, and to beg him for the people, remembering, said he, the days of thy low estate, how thou wert nursed by my hand: because Aman who holds the next place to the king has spoken against us for death. Do thou call upon the Lord, and speak to the king concerning us, to deliver us from death.
9
9
εἰσελθὼν δὲ ὁ ᾿Αχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους. So Achrathæus went in and told her all these words.
10
10
εἶπε δὲ ᾿Εσθὴρ πρὸς ᾿Αχραθαῖον· πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπόν, And Esther said to Achrathæus, Go to Mardochæus, and say,
11
11
ὅτι τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνή, ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνῃ ὁ βασιλεὺς τὴν χρυσῆν ράβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα. All the nations of the empire know, that whoever, man or woman, shall go in to the king into the inner court uncalled, that person cannot live: only to whomsoever the king shall stretch out his golden sceptre, he shall live: and I have not been called to go in to the king, for these thirty days.
12
12
καὶ ἀπήγγειλεν ᾿Αχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους ᾿Εσθήρ, And Achrathæus reported to Mardochæus all the words of Esther.
13
13
καὶ εἶπε Μαρδοχαῖος πρὸς ᾿Αχραθαῖον· πορεύθητι καὶ εἶπον αὐτῇ· ᾿Εσθήρ, μὴ εἴπῃς σεαυτῇ, ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς ᾿Ιουδαίους· Then Mardochæus said to Achrathæus, Go, and say to her, Esther, say not to thyself that thou alone wilt escape in the kingdom, more than all the other Jews.
14
14
ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς ᾿Ιουδαίοις, σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς οἶδεν, εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; For if thou shalt refuse to hearken on this occasion, help and protection will be to the Jews from another quarter; but thou and thy father's house will perish: and who knows, if thou hast been made queen for this very occasion?
15
15
καὶ ἐξαπέστειλεν ᾿Εσθὴρ τὸν ἥκοντα πρὸς αὐτήν, πρὸς Μαρδοχαῖον λέγουσα· And Esther sent the man that came to her to Mardochæus, saying,
16
16
βαδίσας ἐκκλησίασον τοὺς ᾿Ιουδαίους τοὺς ἐν Σούσοις καὶ νηστεύσατε ἐπ᾿ ἐμοὶ καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν, κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν, καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με δέῃ. Go and assemble the Jews that are in Susa, and fast ye for me, and eat not and drink not for three days, night and day: and I also and my maidens will fast; and then I will go in to the king contrary to the law, even if I must die.
17
17
Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ ᾿Εσθήρ. 17α καὶ ἐδεήθη Κυρίου μνημονεύων πάντα τὰ ἔργα Κυρίου καὶ εἶπε· 17β Κύριε Κύριε, βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστι, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν ᾿Ισραήλ· 17γ ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾿ οὐρανὸν καὶ Κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ Κυρίῳ. 17δ σὺ πάντα γινώσκεις· σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον ᾿Αμάν, ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν ᾿Ισραήλ· 17ε ἀλλ᾿ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης Θεοῦ, καὶ οὐ προσκυνήσω οὐδένα, πλὴν σοῦ τοῦ Κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ. 17ζ καὶ νῦν, Κύριε ὁ Θεός, ὁ βασιλεύς, ὁ Θεὸς ῾Αβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου· 17η μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· 17θ ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σε, Κύριε. 17ι καὶ πᾶς ᾿Ισραὴλ ἐκέκραξεν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. 17κ Καὶ ᾿Εσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν Κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη, καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων, σποδοῦ καὶ κοπριῶν ἐνέπλησε τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσε σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο Κυρίου Θεοῦ ᾿Ισραήλ, καὶ εἶπε· 17λ Κύριέ μου, βασιλεὺς ἡμῶν σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, ὅτι κίνδυνός μου ἐν χειρί μου. 17μ ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, Κύριε, ἔλαβες τὸν ᾿Ισραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. 17ν καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθ᾿ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, Κύριε. 17ξ καὶ νῦν οὐκ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλ᾿ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξάραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίου σου, 17ο καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. 17π μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾿ αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ᾿ ἡμᾶς παραδειγμάτισον. 17ρ μνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν· 17σ δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονούντων αὐτῶ· 17τ ἡμᾶς δὲ ρῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰς μὴ σέ, Κύριε· 17υ πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου. 17φ σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ράκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. 17χ καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν ᾿Αμὰν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν· 17ψ καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾿ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοί, Κύριε, ὁ Θεὸς ῾Αβραάμ. 17ω ὁ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ρῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ρῦσαί με ἐκ τοῦ φόβου μου. So Mardochæus went and did all that Esther commanded him.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.