|
ΕΞΟΔΟΣ
|
Exodus
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα ᾿Ιακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. | These are the names of the sons of Israel that came into Egypt together with Jacob their father; they came in each with their whole family. |
|
2
|
2
|
| Ρουβήν, Συμεών, Λευΐ, ᾿Ιούδας, | Ruben, Simeon, Levi, Judas, |
|
3
|
3
|
| ᾿Ισσάχαρ, Ζαβουλὼν καὶ Βενιαμίν, | Issachar, Zabulon, Benjamin, |
|
4
|
4
|
| Δὰν καὶ Νεφαθλείμ, Γὰδ καὶ ᾿Ασήρ. | Dan and Nephthalim, Gad and Aser. |
|
5
|
5
|
| ᾿Ιωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ ᾿Ιακὼβ πέντε καὶ ἑβδομήκοντα. | But Joseph was in Egypt. And all the souls born of Jacob were seventy-five. |
|
6
|
6
|
| ἐτελεύτησε δὲ ᾿Ιωσὴφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη. | And Joseph died, and all his brethren, and all that generation. |
|
7
|
7
|
| οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο. καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς. | And the children of Israel increased and multiplied, and became numerous and grew exceedingly strong, and the land multiplied them. |
|
8
|
8
|
| ᾿Ανέστη δὲ βασιλεὺς ἕτερος ἐπ᾿ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν ᾿Ιωσήφ. | And there arose up another king over Egypt, who knew not Joseph. |
|
9
|
9
|
| εἶπε δὲ τῷ ἔθνει αὐτοῦ· ἰδοὺ τὸ γένος τῶν υἱῶν ᾿Ισραὴλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς· | And he said to his nation, Behold, the race of the children of Israel is a great multitude, and is stronger than we: |
|
10
|
10
|
| δεῦτε οὖν κατασοφισώμεθα αὐτούς, μή ποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς. | come then, let us deal craftily with them, lest at any time they be increased, and whensoever war shall happen to us, these also shall be added to our enemies, and having prevailed against us in war, they will depart out of the land. |
|
11
|
11
|
| καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθὼμ καὶ Ραμεσσῆ καὶ ῎Ων, ἥ ἐστιν ῾Ηλιούπολις. | And he set over them task-masters, who should afflict them in their works; and they built strong cities for Pharao, both Pitho, and Ramesses, and On, which is Heliopolis. |
|
12
|
12
|
| καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίγνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ. | But as they humbled them, by so much they multiplied, and grew exceedingly strong; and the Egyptians greatly abhorred the children of Israel. |
|
13
|
13
|
| καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς ᾿Ισραὴλ βίᾳ | And the Egyptians tyrannised over the children of Israel by force. |
|
14
|
14
|
| καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας. | And they embittered their life by hard labours, in the clay and in brick-making, and all the works in the plains, according to all the works, wherein they caused them to serve with violence. |
|
15
|
15
|
| Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν ῾Εβραίων· τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφώρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά, | And the king of the Egyptians spoke to the midwives of the Hebrews; the name of the one was, Sepphora; and the name of the second, Phua. |
|
16
|
16
|
| καὶ εἶπεν· ὅταν μαιοῦσθε τὰς ῾Εβραίας καὶ ὦσι πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό. | And he said, When ye do the office of midwives to the Hebrew women, and they are about to be delivered, if it be a male, kill it; but if a female, save it. |
|
17
|
17
|
| ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα. | But the midwives feared God, and did not as the king of Egypt appointed them; and they saved the male children alive. |
|
18
|
18
|
| ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς· τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα; | And the king of Egypt called the midwives, and said to them, Why is it that ye have done this thing, and saved the male children alive? |
|
19
|
19
|
| εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραώ· οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ ῾Εβραῖαι, τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον. | And the midwives said to Pharao, The Hebrew women are not as the women of Egypt, for they are delivered before the midwives go in to them. So they bore children. |
|
20
|
20
|
| εὖ δὲ ἐποίει ὁ Θεὸς τὰς μαίας, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυε σφόδρα. | And God did well to the midwives, and the people multiplied, and grew very strong. |
|
21
|
21
|
| ἐπεὶ δὲ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας. | And as the midwives feared God, they established for themselves families. |
|
22
|
22
|
| συνέταξε δὲ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· πᾶν ἄρσεν, ὃ ἐὰν τεχθῇ τοῖς ῾Εβραίοις, εἰς τὸν ποταμὸν ρίψατε· καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό. | And Pharao charged all his people, saying, Whatever male child shall be born to the Hebrews, cast into the river; and every female, save it alive. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΗΝ δέ τις ἐκ τῆς φυλῆς Λευΐ, ὃς ἔλαβε τῶν θυγατέρων Λευΐ, | And there was a certain man of the tribe of Levi, who took to wife one of the daughters of Levi. |
|
2
|
2
|
| καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρσεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς. | And she conceived, and bore a male child; and having seen that he was fair, they hid him three months. |
|
3
|
3
|
| ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν, ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν. | And when they could no longer hide him, his mother took for him an ark, and besmeared it with bitumen, and cast the child into it, and put it in the ooze by the river. |
|
4
|
4
|
| καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν, τί τὸ ἀποβησόμενον αὐτῷ. | And his sister was watching from a distance, to learn what would happen to him. |
|
5
|
5
|
| κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν. | And the daughter of Pharao came down to the river to bathe; and her maids walked by the river's side, and having seen the ark in the ooze, she sent her maid, and took it up. |
|
6
|
6
|
| ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ καὶ ἔφη· ἀπὸ τῶν παιδίων τῶν ῾Εβραίων τοῦτο. | And having opened it, she sees the babe weeping in the ark: and the daughter of Pharao had compassion on it, and said, This is one of the Hebrews' children. |
|
7
|
7
|
| καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν ῾Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον; | And his sister said to the daughter of Pharao, Wilt thou that I call to thee a nurse of the Hebrews, and shall she suckle the child for thee? |
|
8
|
8
|
| ἡ δὲ εἶπεν ἡ θυγάτηρ Φαραώ· πορεύου. ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. | And the daughter of Pharao said, Go: and the young woman went, and called the mother of the child. |
|
9
|
9
|
| εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ· διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό. | And the daughter of Pharao said to her, Take care of this child, and suckle it for me, and I will give thee the wages; and the woman took the child, and suckled it. |
|
10
|
10
|
| ἀδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν λέγουσα· ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην. | And when the boy was grown, she brought him to the daughter of Pharao, and he became her son; and she called his name, Moses, saying, I took him out of the water. |
|
11
|
11
|
| ᾿Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ᾿Ισραήλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα ῾Εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν ᾿Ισραήλ· | And it came to pass in that length of time, that Moses having grown, went out to his brethren the sons of Israel: and having noticed their distress, he sees an Egyptian smiting a certain Hebrew of his brethren the children of Israel. |
|
12
|
12
|
| περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. | And having looked round this way and that way, he sees no one; and he smote the Egyptian, and hid him in the sand. |
|
13
|
13
|
| ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας ῾Εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι· διὰ τί σὺ τύπτεις τὸν πλησίον; | And having gone out the second day he sees two Hebrew men fighting; and he says to the injurer, Wherefore smitest thou thy neighbour? |
|
14
|
14
|
| ὁ δὲ εἶπε· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωυσῆς, καὶ εἶπεν· εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ρῆμα τοῦτο; | And he said, Who made thee a ruler and a judge over us? wilt thou slay me as thou yesterday slewest the Egyptian? Then Moses was alarmed, and said, If it be thus, this matter has become known. |
|
15
|
15
|
| ἤκουσε δὲ Φαραὼ τὸ ρῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησε δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ ᾤκησεν ἐν γῇ Μαδιάμ, ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος. | And Pharao heard this matter, and sought to slay Moses; and Moses departed from the presence of Pharao, and dwelt in the land of Madiam; and having come into the land of Madiam, he sat on the well. |
|
16
|
16
|
| τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν ᾿Ιοθόρ· παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν ᾿Ιοθόρ. | And the priest of Madiam had seven daughters, feeding the flock of their father Jothor; and they came and drew water until they filled their pitchers, to water the flock of their father Jothor. |
|
17
|
17
|
| παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν· | And the shepherds came, and were driving them away; and Moses rose up and rescued them, and drew water for them, and watered their sheep. |
|
18
|
18
|
| παρεγένοντο δὲ πρὸς Ραγουὴλ τὸν πατέρα αὐτῶν. ὁ δὲ εἶπεν αὐταῖς· διατί ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; | And they came to Raguel their father; and he said to them, Why have ye come so quickly to-day? |
|
19
|
19
|
| αἱ δὲ εἶπαν· ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν. | And they said, An Egyptian delivered us from the shepherds, and drew water for us and watered our sheep. |
|
20
|
20
|
| ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· καὶ ποῦ ἐστι; καὶ ἱνατί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον. | And he said to his daughters, And where is he? and why have ye left the man? call him therefore, that he may eat bread. |
|
21
|
21
|
| κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα. | And Moses was established with the man, and he gave Sepphora his daughter to Moses to wife. |
|
22
|
22
|
| ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ λέγων· ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ. | And the woman conceived and bore a son, and Moses called his name Gersam, saying, I am a sojourner in a strange land. |
|
23
|
23
|
| Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. καὶ κατεστέναξαν οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. | And in those days after a length of time, the king of Egypt died; and the children of Israel groaned because of their tasks, and cried, and their cry because of their tasks went up to God. |
|
24
|
24
|
| καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν, καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ. | And God heard their groanings, and God remembered his covenant made with Abraam and Isaac and Jacob. |
|
25
|
25
|
| καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ἐγνώσθη αὐτοῖς. | And God looked upon the children of Israel, and was made known to them. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα ᾿Ιοθόρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ. | And Moses was feeding the flock of Jothor his father-in-law, the priest of Madiam; and he brought the sheep nigh to the wilderness, and came to the mount of Choreb. |
|
2
|
2
|
| ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο. | And an angel of the Lord appeared to him in flaming fire out of the bush, and he sees that the bush burns with fire,—but the bush was not consumed. |
|
3
|
3
|
| εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. | And Moses said, I will go near and see this great sight, why the bush is not consumed. |
|
4
|
4
|
| ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστι; | And when the Lord saw that he drew nigh to see, the Lord called him out of the bush, saying, Moses, Moses; and he said, What is it? |
|
5
|
5
|
| ὁ δὲ εἶπε· μή ἐγγίσῃς ὧδε. λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. | And he said, Draw not nigh hither: loose thy sandals from off thy feet, for the place whereon thou standest is holy ground. |
|
6
|
6
|
| καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς ῾Αβραὰμ καὶ Θεὸς ᾿Ισαὰκ καὶ Θεὸς ᾿Ιακώβ. ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. | And he said, I am the God of thy father, the God of Abraam, and the God of Isaac, and the God of Jacob; and Moses turned away his face, for he was afraid to gaze at God. |
|
7
|
7
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, | And the Lord said to Moses, I have surely seen the affliction of my people that is in Egypt, and I have heard their cry caused by their task-masters; for I know their affliction. |
|
8
|
8
|
| καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ ᾿Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὐαίων καὶ ᾿Ιεβουσαίων | And I have come down to deliver them out of the hand of the Egyptians, and to bring them out of that land, and to bring them into a good and wide land, into a land flowing with milk and honey, into the place of the Chananites, and the Chettites, and Amorites, and Pherezites, and Gergesites, and Evites, and Jebusites. |
|
9
|
9
|
| καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν ᾿Ισραὴλ ἥκει πρός με, κἀγὼ ἑώρακα τὸν θλιμμόν, ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς. | And now, behold, the cry of the children of Israel is come to me, and I have seen the affliction with which the Egyptians afflict them. |
|
10
|
10
|
| καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς ᾿Ισρὴλ ἐκ γῆς Αἰγύπτου. | And now come, I will send thee to Pharao king of Egypt, and thou shalt bring out my people the children of Israel from the land of Egypt. |
|
11
|
11
|
| καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεόν· τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου; | And Moses said to God, Who am I, that I should go to Pharao king of Egypt, and that I should bring out the children of Israel from the land of Egypt? |
|
12
|
12
|
| εἶπε δὲ ὁ Θεὸς Μωυσῇ λέγων· ὅτι ἔσομαι μετὰ σοῦ, καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ Θεῷ ἐν τῷ ὄρει τούτῳ. | And God spoke to Moses, saying, I will be with thee, and this shall be the sign to thee that I shall send thee forth,—when thou bringest out my people out of Egypt, then ye shall serve God in this mountain. |
|
13
|
13
|
| καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεόν· ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, καὶ ἐρῶ πρὸς αὐτούς· ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς. ἐρωτήσουσί με· τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; | And Moses said to God, Behold, I shall go forth to the children of Israel, and shall say to them, The God of our fathers has sent me to you; and they will ask me, What is his name? What shall I say to them? |
|
14
|
14
|
| καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν λέγων· ἐγώ εἰμι ὁ ὤν. καὶ εἶπεν· οὕτως ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. | And God spoke to Moses, saying, I am THE BEING; and he said, Thus shall ye say to the children of Israel, THE BEING has sent me to you. |
|
15
|
15
|
| καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν· οὕτως ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς ῾Αβραὰμ καὶ Θεὸς ᾿Ισαὰκ καὶ Θεὸς ᾿Ιακὼβ ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς. | And God said again to Moses, Thus shalt thou say to the sons of Israel, The Lord God of our fathers, the God of Abraam, and God of Isaac, and God of Jacob, has sent me to you: this is my name for ever, and my memorial to generations of generations. |
|
16
|
16
|
| ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν ὦπταί μοι, Θεὸς ᾿Αβραὰμ καὶ Θεὸς ᾿Ισαὰκ καὶ Θεὸς ᾿Ιακώβ, λέγων· ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ. | Go then and gather the elders of the children of Israel, and thou shalt say to them, The Lord God of our fathers has appeared to me, the God of Abraam, and God of Isaac, and God of Jacob, saying, I have surely looked upon you, and upon all the things which have happened to you in Egypt. |
|
17
|
17
|
| καὶ εἶπεν· ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ ᾿Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὐαίων καὶ ᾿Ιεβουσαίων, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι. | And he said, I will bring you up out of the affliction of the Egyptians to the land of the Chananites and the Chettites, and Amorites and Pherezites, and Gergesites, and Evites, and Jebusites, to a land flowing with milk and honey. |
|
18
|
18
|
| καὶ εἰσακούσονταί σου τῆς φωνῆς· καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία ᾿Ισραὴλ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν· ὁ Θεὸς τῶν ῾Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ἵνα θύσωμεν τῷ Θεῷ ἡμῶν. | And they shall hearken to thy voice, and thou and the elders of Israel shall go in to Pharao king of Egypt, and thou shalt say to him, The God of the Hebrews has called us; we will go then a journey of three days into the wilderness, that we may sacrifice to our God. |
|
19
|
19
|
| ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς Αἰγύπτου πορευθῆναι, ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς. | But I know that Pharao king of Egypt will not let you go, save with a mighty hand; |
|
20
|
20
|
| καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου, οἷς ποιήσω ἐν αὐτοῖς, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς. | and I will stretch out my hand, and smite the Egyptians with all my wonders, which I shall work among them, and after that he will send you forth. |
|
21
|
21
|
| καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί· | And I will give this people favour in the sight of the Egyptians, and whenever ye shall escape, ye shall not depart empty. |
|
22
|
22
|
| ἀλλὰ αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν καὶ σκυλεύσετε τούς Αἰγυπτίους. | But every woman shall ask of her neighbour and fellow lodger, articles of gold and silver, and apparel; and ye shall put them upon your sons and upon your daughters,—and spoil ye the Egyptians. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΑΠΕΚΡΙΘΗ δὲ Μωυσῆς καὶ εἶπεν· ἐὰν μὴ πιστεύσωσί μοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου, ἐροῦσι γάρ, ὅτι οὐκ ὦπταί σοι ὁ Θεός, τί ἐρῶ πρὸς αὐτούς; | And Moses answered and said, If they believe me not, and do not hearken to my voice (for they will say, God has not appeared to thee), what shall I say to them? |
|
2
|
2
|
| εἶπε δὲ αὐτῷ Κύριος· τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ράβδος. | And the Lord said to him, What is this thing that is in thine hand? and he said, A rod. |
|
3
|
3
|
| καὶ εἶπε· ρίψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωυσῆς ἀπ᾿ αὐτοῦ. | And he said, Cast it on the ground: and he cast it on the ground, and it became a serpent, and Moses fled from it. |
|
4
|
4
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ράβδος ἐν τῇ χειρὶ αὐτοῦ· | And the Lord said to Moses, Stretch forth thine hand, and take hold of its tail: so he stretched forth his hand and took hold of the tail, |
|
5
|
5
|
| ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι ὁ Θεὸς τῶν πατέρων αὐτῶν, Θεὸς ῾Αβραὰμ καὶ Θεὸς ᾿Ισαὰκ καὶ Θεὸς ᾿Ιακώβ. | and it became a rod in his hand,—that they may believe thee, that the God of thy fathers has appeared to thee, the God of Abraam, and God of Isaac, and God of Jacob. |
|
6
|
6
|
| εἶπε δὲ αὐτῷ Κύριος πάλιν· εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών. | And the Lord said again to him, Put thine hand into thy bosom; and he put his hand into his bosom, and brought his hand out of his bosom, and his hand became as snow. |
|
7
|
7
|
| καὶ εἶπε πάλιν· εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀποκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς. | And he said again, Put thy hand into thy bosom; and he put his hand into his bosom, and brought his hand out of his bosom, and it was again restored to the complexion of his other flesh. |
|
8
|
8
|
| ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου. | And if they will not believe thee, nor hearken to the voice of the first sign, they will believe thee because of the voice of the second sign. |
|
9
|
9
|
| καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. | And it shall come to pass if they will not believe thee for these two signs, and will not hearken to thy voice, that thou shalt take of the water of the river and pour it upon the dry land, and the water which thou shalt take from the river shall be blood upon the dry land. |
|
10
|
10
|
| εἶπε δὲ Μωυσῆς πρὸς Κύριον· δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθές, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾿ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. | And Moses said to the Lord, I pray, Lord, I have not been sufficient in former times, neither from the time that thou hast begun to speak to thy servant: I am weak in speech, and slow-tongued. |
|
11
|
11
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ Θεός; | And the Lord said to Moses, Who has given a mouth to man, and who has made the very hard of hearing, and the deaf, the seeing and the blind? have not I, God? |
|
12
|
12
|
| καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε, ὃ μέλλεις λαλῆσαι. | And now go and I will open thy mouth, and will instruct thee in what thou shalt say. |
|
13
|
13
|
| καὶ εἶπε Μωυσῆς· δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς. | And Moses said, I pray thee, Lord, appoint another able person whom thou shalt send. |
|
14
|
14
|
| καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐπὶ Μωυσῆν εἶπεν· οὐκ ἰδοὺ ᾿Ααρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ. | And the Lord was greatly angered against Moses, and said, Lo! is not Aaron the Levite thy brother? I know that he will surely speak to thee; and, behold, he will come forth to meet thee, and beholding thee he will rejoice within himself. |
|
15
|
15
|
| καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ρήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε. | And thou shalt speak to him; and thou shalt put my words into his mouth, and I will open thy mouth and his mouth, and I will instruct you in what ye shall do. |
|
16
|
16
|
| καὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν. | And he shall speak for thee to the people, and he shall be thy mouth, and thou shalt be for him in things pertaining to God. |
|
17
|
17
|
| καὶ τὴν ράβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα. | And this rod that was turned into a serpent thou shalt take in thine hand, wherewith thou shalt work miracles. |
|
18
|
18
|
| ᾿Επορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψε πρὸς ᾿Ιοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει· πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι, εἰ ἔτι ζῶσι. καὶ εἶπεν ᾿Ιοθὸρ Μωυσῇ· βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. | And Moses went and returned to Jothor his father-in-law, and says, I will go and return to my brethren in Egypt, and will see if they are yet living. And Jothor said to Moses, Go in health. And in those days after some time, the king of Egypt died. |
|
19
|
19
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν ἐν Μαδιάμ· βάδιζε, ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν. | And the Lord said to Moses in Madiam, Go, depart into Egypt, for all that sought thy life are dead. |
|
20
|
20
|
| ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβε δὲ Μωυσῆς τὴν ράβδον τὴν παρὰ τοῦ Θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ. | And Moses took his wife and his children, and mounted them on the beasts, and returned to Egypt; and Moses took the rod which he had from God in his hand. |
|
21
|
21
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα, ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν. | And the Lord said to Moses, When thou goest and returnest to Egypt, see—all the miracles I have charged thee with, thou shalt work before Pharao: and I will harden his heart, and he shall certainly not send away the people. |
|
22
|
22
|
| σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει Κύριος· υἱὸς πρωτότοκός μου ᾿Ισραήλ· | And thou shalt say to Pharao, These things saith the Lord, Israel is my first-born. |
|
23
|
23
|
| εἶπα δέ σοι· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. | And I said to thee, Send away my people, that they may serve me: now if thou wilt not send them away, see, I will slay thy first-born son. |
|
24
|
24
|
| ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. | And it came to pass that the angel of the Lord met him by the way in the inn, and sought to slay him. |
|
25
|
25
|
| καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. | And Sepphora having taken a stone cut off the foreskin of her son, and fell at his feet and said, The blood of the circumcision of my son is staunched: |
|
26
|
26
|
| καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, διότι εἶπεν· ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. | and he departed from him, because she said, The blood of the circumcision of my son is staunched. |
|
27
|
27
|
| Εἶπε δὲ Κύριος πρὸς ᾿Ααρών· πορεύθητι εἰς συνάντησιν Μωυσῆ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ Θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους. | And the Lord said to Aaron, Go into the wilderness to meet Moses; and he went and met him in the mount of God, and they kissed each other. |
|
28
|
28
|
| καὶ ἀνήγγειλε Μωυσῆς τῷ ᾿Ααρὼν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλε, καὶ πάντα τὰ σημεῖα, ἃ ἐνετείλατο αὐτῷ. | And Moses reported to Aaron all the words of the Lord, which he sent, and all the things which he charged him. |
|
29
|
29
|
| ἐπορεύθη δὲ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν ᾿Ισραήλ. | And Moses and Aaron went and gathered the elders of the children of Israel. |
|
30
|
30
|
| καὶ ἐλάλησεν ᾿Ααρὼν πάντα τὰ ρήματα ταῦτα, ἃ ἐλάλησεν ὁ Θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησε τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ. | And Aaron spoke all these words, which God spoke to Moses, and wrought the miracles before the people. |
|
31
|
31
|
| καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλίψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησε. | And the people believed and rejoiced, because God visited the children of Israel, and because he saw their affliction: and the people bowed and worshipped. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΚΑΙ μετὰ ταῦτα εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν πρὸς Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. | And after this went in Moses and Aaron to Pharao, and they said to him, These things says the Lord God of Israel, Send my people away, that they may keep a feast to me in the wilderness. |
|
2
|
2
|
| καὶ εἶπε Φαραώ· τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραήλ; οὐκ οἶδα τὸν Κύριον καὶ τὸν ᾿Ισραὴλ οὐκ ἐξαποστέλλω. | And Pharao said, Who is he that I should hearken to his voice, so that I should send away the children of Israel? I do not know the Lord, and I will not let Israel go. |
|
3
|
3
|
| καὶ λέγουσιν αὐτῷ· ὁ Θεὸς τῶν ῾Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος. | And they say to him, The God of the Hebrews has called us to him: we will go therefore a three days' journey into the wilderness, that we may sacrifice to the Lord our God, lest at any time death or slaughter happen to us. |
|
4
|
4
|
| καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· ἱνατί Μωυσῆ καὶ ᾿Ααρὼν διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων; ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ. | And the king of Egypt said to them, Why do ye, Moses and Aaron, turn the people from their works? depart each of you to your works. |
|
5
|
5
|
| καὶ εἶπε Φαραώ· ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων. | And Pharao said, Behold now, the people is very numerous; let us not then give them rest from their work. |
|
6
|
6
|
| συνέταξε δὲ Φαραὼ τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσι λέγων· | And Pharao gave orders to the task-masters of the people and the accountants, saying, |
|
7
|
7
|
| οὐκέτι προστεθήσεσθε διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ χθὲς καὶ τρίτην ἡμέραν· ἀλλ᾿ αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα. | Ye shall no longer give straw to the people for brick-making as yesterday and the third day; but let them go themselves, and collect straw for themselves. |
|
8
|
8
|
| καὶ τὴν σύνταξιν τῆς πλινθείας, ἧς αὐτοὶ ποιοῦσι, καθ᾿ ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς, οὐκ ἀφελεῖς οὐδέν· σχολάζουσι γάρ· διὰ τοῦτο κεκράγασι λέγοντες· ἐγερθῶμεν καὶ θύσωμεν τῷ Θεῷ ἡμῶν. | And thou shalt impose on them daily the rate of brick-making which they perform: thou shalt not abate anything, for they are idle; therefore have they cried, saying, Let us arise and do sacrifice to our God. |
|
9
|
9
|
| βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς. | Let the works of these men be made grievous, and let them care for these things, and not care for vain words. |
|
10
|
10
|
| κατέσπευδεν δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες· τάδε λέγει Φαραώ· οὐκέτι δίδωμι ὑμῖν ἄχυρα· | And the taskmasters and the accountants hastened them, and they spoke to the people, saying, Thus says Pharao, I will give you straw no longer. |
|
11
|
11
|
| αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα, ὅθεν ἐὰν εὕρητε, οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐδέν. | Go ye, yourselves, get for yourselves straw whencesoever ye can find it, for nothing is diminished from your rate. |
|
12
|
12
|
| καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ γῇ Αἰγύπτῳ, συναγαγεῖν καλάμην εἰς ἄχυρα· | So the people were dispersed in all the land of Egypt, to gather stubble for straw. |
|
13
|
13
|
| οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες· συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ᾿ ἡμέραν, καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν. | And the taskmasters hastened them, saying, Fulfil your regular daily tasks, even as when straw was given you. |
|
14
|
14
|
| καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν ᾿Ισραήλ, οἱ κατασταθέντες ἐπ᾿ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραώ, λέγοντες· διατί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ χθὲς καὶ τρίτην ἡμέραν, καὶ τὸ τῆς σήμερον; | And the accountants of the race of the children of Israel, who were set over them by the masters of Pharao, were scourged, and questioned, men saying, Why have ye not fulfilled your rates of brick-work as yesterday and the third day, to-day also? |
|
15
|
15
|
| εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν ᾿Ισραὴλ κατεβόησαν πρὸς Φαραὼ λέγοντες· ἱνατί σὺ οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις; | And the accountants of the children of Israel went in and cried to Pharao, saying, Why dost thou act thus to thy servants? |
|
16
|
16
|
| ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡμῖν λέγουσι ποιεῖν, καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται· ἀδικήσεις οὖν τὸν λαόν σου. | Straw is not given to thy servants, and they tell us to make brick; and behold thy servants have been scourged: thou wilt therefore injure thy people. |
|
17
|
17
|
| καὶ εἶπεν αὐτοῖς· σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε· πορευθῶμεν, θύσωμεν τῷ Θεῷ ἡμῶν. 18νῦν οὖν πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε. | And he said to them, Ye are idle, ye are idlers: therefore ye say, Let us go and do sacrifice to our God. |
|
19
|
19
|
| ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν ᾿Ισραὴλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες· οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ. | And the accountants of the children of Israel saw themselves in an evil plight, men saying, Ye shall not fail to deliver the daily rate of the brick-making. |
|
20
|
20
|
| συνήντησαν δὲ Μωυσῇ καὶ ᾿Ααρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς, ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραώ. | And they met Moses and Aaron coming forth to meet them, as they came forth from Pharao. |
|
21
|
21
|
| καὶ εἶπαν αὐτοῖς· ἴδοι ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ρομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ, ἀποκτεῖναι ἡμᾶς. | And they said to them, The Lord look upon you and judge you, for ye have made our savour abominable before Pharao, and before his servants, to put a sword into his hands to slay us. |
|
22
|
22
|
| ἐπέστρεψε δὲ Μωυσῆς πρὸς Κύριον καὶ εἶπε· δέομαι, Κύριε· τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἱνατί ἀπέσταλκάς με; | And Moses turned to the Lord, and said, I pray, Lord, why hast thou afflicted this people? and wherefore hast thou sent me? |
|
23
|
23
|
| καὶ ἀφ᾿ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου. | For from the time that I went to Pharao to speak in thy name, he has afflicted this people, and thou hast not delivered thy people. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| Κ ΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. | And the Lord said to Moses, Now thou shalt see what I will do to Pharao; for he shall send them forth with a mighty hand, and with a high arm shall he cast them out of his land. |
|
2
|
2
|
| ᾿Ελάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος· | And God spoke to Moses and said to him, I am the Lord. |
|
3
|
3
|
| καὶ ὤφθην πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· | And I appeared to Abraam and Isaac and Jacob, being their God, but I did not manifest to them my name Lord. |
|
4
|
4
|
| καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς. | And I established my covenant with them, to give them the land of the Chananites, the land wherein they sojourned, in which also they dwelt as strangers. |
|
5
|
5
|
| καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν ᾿Ισραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. | And I hearkened to the groaning of the children of Israel (the affliction with which the Egyptians enslave them) and I remembered the covenant with you. |
|
6
|
6
|
| βάδιζε, εἰπὸν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ | Go, speak to the children of Israel, saying, I am the Lord; and I will lead you forth from the tyranny of the Egyptians, and I will deliver you from bondage, and I will ransom you with a high arm, and great judgment. |
|
7
|
7
|
| καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων, | And I will take you to me a people for myself, and will be your God; and ye shall know that I am the Lord your God, who brought you out from the tyranny of the Egyptians. |
|
8
|
8
|
| καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος. | And I will bring you into the land concerning which I stretched out my hand to give it to Abraam and Isaac and Jacob, and I will give it you for an inheritance: I am the Lord. |
|
9
|
9
|
| ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. | And Moses spoke thus to the sons of Israel, and they hearkened not to Moses for faint-heartedness, and for their hard tasks. |
|
10
|
10
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
11
|
11
|
| εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ. | Go in, speak to Pharao king of Egypt, that he send forth the children of Israel out of his land. |
|
12
|
12
|
| ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι. | And Moses spoke before the Lord, saying, Behold, the children of Israel hearkened not to me, and how shall Pharao hearken to me? and I am not eloquent. |
|
13
|
13
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου. | And the Lord spoke to Moses and Aaron, and gave them a charge to Pharao king of Egypt, that he should send forth the children of Israel out of the land of Egypt. |
|
14
|
14
|
| Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν. | And these are the heads of the houses of their families: the sons of Ruben the first-born of Israel; Enoch and Phallus, Asron, and Charmi, this is the kindred of Ruben. |
|
15
|
15
|
| καὶ υἱοὶ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. | And the sons of Symeon, Jemuel and Jamin, and Aod, and Jachin and Saar, and Saul the son of a Phœnician woman, these are the families of the sons of Symeon. |
|
16
|
16
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά. | And these are the names of the sons of Levi according to their kindreds, Gedson, Caath, and Merari; and the years of the life of Levi were a hundred and thirty-seven. |
|
17
|
17
|
| καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν. | And these are the sons of Gedson, Lobeni and Semei, the houses of their family. And the sons of Caath, |
|
18
|
18
|
| καὶ υἱοὶ Καάθ· ᾿Αμβρὰμ καὶ ᾿Ισαάρ, Χεβρὼν καὶ ᾿Οζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη. | Ambram and Issaar, Chebron, and Oziel; and the years of the life of Caath were a hundred and thirty-three years. |
|
19
|
19
|
| καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ ῾Ομουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. | And the sons of Merari, Moöli, and Omusi, these are the houses of the families of Levi, according to their kindreds. |
|
20
|
20
|
| καὶ ἔλαβεν ᾿Αμβρὰμ τὴν ᾿Ιωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε ᾿Ααρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς ᾿Αμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη. | And Ambram took to wife Jochabed the daughter of his father's brother, and she bore to him both Aaron and Moses, and Mariam their sister: and the years of the life of Ambram were a hundred and thirty-two years. |
|
21
|
21
|
| καὶ υἱοὶ ᾿Ισσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί. | And the sons of Issaar, Core, and Naphec, and Zechri. |
|
22
|
22
|
| καὶ υἱοὶ ᾿Οζειήλ· Μισαὴλ καὶ ᾿Ελισαφὰν καὶ Σεγρεί. | And the sons of Oziel, Misael, and Elisaphan, and Segri. |
|
23
|
23
|
| ἔλαβε δὲ ᾿Ααρὼν τὴν ᾿Ελισαβὲθ θυγατέρα ᾿Αμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ τὸν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. | And Aaron took to himself to wife Elisabeth daughter of Aminadab sister of Naasson, and she bore to him both Nadab and Abiud, and Eleazar and Ithamar. |
|
24
|
24
|
| υἱοὶ δὲ Κορέ· ᾿Ασεὶρ καὶ ῾Ελκανὰ καὶ ᾿Αβιάσαφ· αὗται αἱ γενέσεις Κορέ. | And the sons of Core, Asir, and Elkana, and Abiasar, these are the generations of Core. |
|
25
|
25
|
| καὶ ᾿Ελεάζαρ ὁ τοῦ ᾿Ααρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν. | And Eleazar the son of Aaron took to himself for a wife one of the daughters of Phutiel, and she bore to him Phinees. These are the heads of the family of the Levites, according to their generations. |
|
26
|
26
|
| οὗτος ᾿Ααρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν· | This is Aaron and Moses, whom God told to bring out the children of Israel out of the land of Egypt with their forces. |
|
27
|
27
|
| οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς ᾿Ααρὼν καὶ Μωυσῆς. | These are they that spoke with Pharao king of Egypt, and Aaron himself and Moses brought out the children of Israel from the land of Egypt, |
|
28
|
28
|
| ῟ῌ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ, | in the day in which the Lord spoke to Moses in the land of Egypt; |
|
29
|
29
|
| καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. | then the Lord spoke to Moses, saying, I am the Lord: speak to Pharao king of Egypt whatsoever I say to thee. |
|
30
|
30
|
| καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; | And Moses said before the Lord, Behold, I am not able in speech, and how shall Pharao hearken to me? |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ ᾿Ααρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης· | And the Lord spoke to Moses, saying, Behold, I have made thee a god to Pharao, and Aaron thy brother shall be thy prophet. |
|
2
|
2
|
| σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέλλομαι, ὁ δὲ ᾿Ααρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ. | And thou shalt say to him all things that I charge thee, and Aaron thy brother shall speak to Pharao, that he should send forth the children of Israel out of his land. |
|
3
|
3
|
| ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. | And I will harden the heart of Pharao, and I will multiply my signs and wonders in the land of Egypt. |
|
4
|
4
|
| καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ᾿ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ. | And Pharao will not hearken to you, and I will lay my hand upon Egypt; and will bring out my people the children of Israel with my power out of the land of Egypt with great vengeance. |
|
5
|
5
|
| καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγώ εἰμι Κύριος ἐκτείνων τὴν χεῖρά μου ἐπ᾿ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν. | And all the Egyptians shall know that I am the Lord, stretching out my hand upon Egypt, and I will bring out the children of Israel out of the midst of them. |
|
6
|
6
|
| ἐποίησε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος, οὕτως ἐποίησαν. | And Moses and Aaron did as the Lord commanded them, so did they. |
|
7
|
7
|
| Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, ᾿Ααρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοηκοντατριῶν, ἡνίκα ἐλάλησε πρὸς Φαραώ. | And Moses was eighty years old, and Aaron his brother was eighty-three years old, when he spoke to Pharao. |
|
8
|
8
|
| Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· | And the Lord spoke to Moses and Aaron, saying, |
|
9
|
9
|
| καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ λέγων· δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς ᾿Ααρὼν τῷ ἀδελφῷ σου· λάβε τὴν ράβδον καὶ ρίψον ἐπὶ τὴν γῆν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων. | Now if Pharao should speak to you, saying, Give us a sign or a wonder, then shalt thou say to thy brother Aaron, Take thy rod and cast it upon the ground before Pharao, and before his servants, and it shall become a serpent. |
|
10
|
10
|
| εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἔρριψεν ᾿Ααρὼν τὴν ράβδον ἐναντίον Φαραώ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. | And Moses and Aaron went in before Pharao, and before his servants, and they did so, as the Lord commanded them; and Aaron cast down his rod before Pharao, and before his servants, and it became a serpent. |
|
11
|
11
|
| συνεκάλεσε δὲ Φαραὼ τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως. | But Pharao called together the wise men of Egypt, and the sorcerers, and the charmers also of the Egyptians did likewise with their sorceries. |
|
12
|
12
|
| καὶ ἔρριψαν ἕκαστος τὴν ράβδον αὐτῶν, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ράβδος ἡ ᾿Ααρὼν τὰς ἐκείνων ράβδους. | And they cast down each his rod, and they became serpents, but the rod of Aaron swallowed up their rods. |
|
13
|
13
|
| καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. | And the heart of Pharao was hardened, and he hearkened not to them, as the Lord charged them. |
|
14
|
14
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν. | And the Lord said to Moses, The heart of Pharao is made hard, so that he should not let the people go. |
|
15
|
15
|
| βάδισον πρὸς Φαραὼ τὸ πρωΐ· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ράβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου. | Go to Pharao early in the morning: behold, he goes forth to the water; and thou shalt meet him on the bank of the river, and thou shalt take in thine hand the rod that was turned into a serpent. |
|
16
|
16
|
| καὶ ἐρεῖς πρὸς αὐτόν· Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων ἀπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. | And thou shalt say to him, The Lord God of the Hebrews has sent me to thee, saying, Send my people away, that they may serve me in the wilderness, and, behold, hitherto thou hast not hearkened. |
|
17
|
17
|
| τάδε λέγει Κύριος· ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ Κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ράβδῳ τῇ ἐν χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα· | These things saith the Lord: Hereby shalt thou know that I am the Lord: behold, I strike with the rod that is in my hand on the water which is in the river, and it shall change it into blood. |
|
18
|
18
|
| καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσι, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. | And the fish that are in the river shall die, and the river shall stink thereupon, and the Egyptians shall not be able to drink water from the river. |
|
19
|
19
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· λάβε τὴν ράβδον σου ἐν τῇ χειρί σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα, καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις. | And the Lord said to Moses, Say to thy brother Aaron, Take thy rod in thy hand, and stretch forth thy hand over the waters of Egypt, and over their rivers, and over their canals, and over their ponds, and over all their standing water, and it shall become blood: and there was blood in all the land of Egypt, both in vessels of wood and of stone. |
|
20
|
20
|
| καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ ᾿Ααρών, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἐπάρας τῇ ράβδῳ αὐτοῦ ἐπάταξε τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα. | And Moses and Aaron did so, as the Lord commanded them; and Aaron having lifted up his hand with his rod, smote the water in the river before Pharao, and before his servants, and changed all the water in the river into blood. |
|
21
|
21
|
| καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου. | And the fish in the river died, and the river stank thereupon; and the Egyptians could not drink water from the river, and the blood was in all the land of Egypt. |
|
22
|
22
|
| ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπε Κύριος. | And the charmers also of the Egyptians did so with their sorceries; and the heart of Pharao was hardened, and he did not hearken to them, even as the Lord said. |
|
23
|
23
|
| ἐπιστραφεὶς δὲ Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησε τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ. | And Pharao turned and entered into his house, nor did he fix his attention even on this thing. |
|
24
|
24
|
| ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. | And all the Egyptians dug round about the river, so as to drink water, for they could not drink water from the river. |
|
25
|
25
|
| καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι Κύριον τὸν ποταμόν. | And seven days were fulfilled after the Lord had smitten the river. |
|
26
|
26
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν· | And the Lord said to Moses, Go in to Pharao, and thou shalt say to him, These things says the Lord: send forth my people, that they may serve me. |
|
27
|
27
|
| εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις. | And if thou wilt not send them forth, behold, I afflict all thy borders with frogs: |
|
28
|
28
|
| καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους, καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμιεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασί σου καὶ ἐν τοῖς κλιβάνοις σου· | and the river shall teem with frogs, and they shall go up and enter into thy houses, and into thy bed-chambers, and upon thy beds, and upon the houses of thy servants, and of thy people, and on thy dough, and on thine ovens. |
|
29
|
29
|
| καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι. | And upon thee, and upon thy servants, and upon thy people, shall the frogs come up. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους· | And the Lord said to Moses, Say to Aaron thy brother, Stretch forth with the hand thy rod over the rivers, and over the canals, and over the pools, and bring up the frogs. |
|
2
|
2
|
| καὶ ἐξέτεινεν ᾿Ααρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. | And Aaron stretched forth his hand over the waters of Egypt, and brought up the frogs: and the frog was brought up, and covered the land of Egypt. |
|
3
|
3
|
| ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. | And the charmers of the Egyptians also did likewise with their sorceries, and brought up the frogs on the land of Egypt. |
|
4
|
4
|
| καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν· εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτούς, καὶ θύσωσι τῷ Κυρίῳ. | And Pharao called Moses and Aaron, and said, Pray for me to the Lord, and let him take away the frogs from me and from my people; and I will send them away, and they shall sacrifice to the Lord. |
|
5
|
5
|
| εἶπε δὲ Μωυσῆς πρὸς Φαραώ· τάξαι πρός με πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. | And Moses said to Pharao, Appoint me a time when I shall pray for thee, and for thy servants, and for thy people, to cause the frogs to disappear from thee, and from thy people, and from your houses, only in the river shall they be left behind. |
|
6
|
6
|
| ὁ δὲ εἶπεν· εἰς αὔριον. εἶπεν οὖν· ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ ἔστι ἄλλος πλὴν Κυρίου· | And he said, On the morrow: he said therefore, As thou hast said; that thou mayest know, that there is no other God but the Lord. |
|
7
|
7
|
| καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἀπὸ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. | And the frogs shall be removed away from thee, and from your houses and from the villages, and from thy servants, and from thy people, only in the river they shall be left. |
|
8
|
8
|
| ἐξῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. | And Moses and Aaron went forth from Pharao, and Moses cried to the Lord concerning the restriction of the frogs, as Pharao appointed him. |
|
9
|
9
|
| ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν· | And the Lord did as Moses said, and the frogs died out of the houses, and out of the villages, and out of the fields. |
|
10
|
10
|
| καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ ὤζεσεν ἡ γῆ. | And they gathered them together in heaps, and the land stank. |
|
11
|
11
|
| ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. | And when Pharao saw that there was relief, his heart was hardened, and he did not hearken to them, as the Lord spoke. |
|
12
|
12
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρών, ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. | And the Lord said to Moses, Say to Aaron, Stretch forth thy rod with thy hand and smite the dust of the earth; and there shall be lice both upon man, and upon quadrupeds, and in all the land of Egypt. |
|
13
|
13
|
| ἐξέτεινεν οὖν ᾿Ααρὼν τῇ χειρὶ τὴν ράβδον καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες. | So Aaron stretched out his rod with his hand, and smote the dust of the earth; and the lice were on men and on quadrupeds, and in all the dust of the earth there were lice. |
|
14
|
14
|
| ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. | And the charmers also did so with their sorceries, to bring forth the louse, and they could not. And the lice were both on the men and on the quadrupeds. |
|
15
|
15
|
| εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ· δάκτυλος Θεοῦ ἐστι τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. | So the charmers said to Pharao, This is the finger of God. But the heart of Pharao was hardened, and he hearkened not to them, as the Lord said. |
|
16
|
16
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ· | And the Lord said to Moses, Rise up early in the morning, and stand before Pharao: and, behold, he will go forth to the water, and thou shalt say to him, These things says the Lord: Send away my people, that they may serve me in the wilderness. |
|
17
|
17
|
| ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐφ᾿ ἧς εἰσιν ἐπ᾿ αὐτῆς. | And if thou wilt not let my people go, behold, I send upon thee, and upon thy servants, and upon thy people, and upon your houses, the dog-fly; and the houses of the Egyptians shall be filled with the dog-fly, even throughout the land upon which they are. |
|
18
|
18
|
| καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ᾿ ἧς ὁ λαός μου ἔπεστιν ἐπ᾿ αὐτῆς, ἐφ᾿ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς. | And I will distinguish marvellously in that day the land of Gesem, on which my people dwell, in which the dog-fly shall not be: that thou mayest know that I am the Lord the God of all the earth. |
|
19
|
19
|
| καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς. | And I will put a difference between my people and thy people, and on the morrow shall this be on the land. And the Lord did thus. |
|
20
|
20
|
| ἐποίησε δὲ Κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. | And the dog-fly came in abundance into the houses of Pharao, and into the houses of his servants, and into all the land of Egypt; and the land was destroyed by the dog-fly. |
|
21
|
21
|
| ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ. | And Pharao called Moses and Aaron, saying, Go and sacrifice to the Lord your God in the land. |
|
22
|
22
|
| καὶ εἶπε Μωυσῆς· οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. | And Moses said, It cannot be so, for we shall sacrifice to the Lord our God the abominations of the Egyptians; for if we sacrifice the abominations of the Egyptians before them, we shall be stoned. |
|
23
|
23
|
| ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπε Κύριος ἡμῖν. | We will go a journey of three days into the wilderness, and we will sacrifice to the Lord our God, as the Lord said to us. |
|
24
|
24
|
| καὶ εἶπε Φαραώ· ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ᾿ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον. | And Pharao said, I will let you go, and do ye sacrifice to your God in the wilderness, but do not go very far away: pray then for me to the Lord. |
|
25
|
25
|
| εἶπε δὲ Μωυσῆς· ῞Οδεἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν Θεόν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ. | And Moses said, I then will go forth from thee and pray to God, and the dog-fly shall depart both from thy servants, and from thy people to-morrow. Do not thou, Pharao, deceive again, so as not to send the people away to do sacrifice to the Lord. |
|
26
|
26
|
| ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν· | And Moses went out from Pharao, and prayed to God. |
|
27
|
27
|
| ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία. | And the Lord did as Moses said, and removed the dog-fly from Pharao, and from his servants, and from his people, and there was not one left. |
|
28
|
28
|
| καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν. | And Pharao hardened his heart, even on this occasion, and he would not send the people away. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν· | And the Lord said to Moses, Go in to Pharao, and thou shalt say to him, These things saith the Lord God of the Hebrews; Send my people away that they may serve me. |
|
2
|
2
|
| εἰ μὲν οὖν μή βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλὰ ἔτι ἐγκρατεῖς αὐτοῦ, | If however thou wilt not send my people away, but yet detainest them: |
|
3
|
3
|
| ἰδοὺ χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶ καὶ προβάτοις, θάνατος μέγας σφόδρα. | behold, the hand of the Lord shall be upon thy cattle in the fields, both on the horses, and on the asses, and on the camels and oxen and sheep, a very great mortality. |
|
4
|
4
|
| καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ ᾿Ισραὴλ υἱῶν ρητόν. | And I will make a marvellous distinction in that time between the cattle of the Egyptians, and the cattle of the children of Israel: nothing shall die of all that is of the children's of Israel. |
|
5
|
5
|
| καὶ ἔδωκεν ὁ Θεὸς ὅρον λέγων· ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ρῆμα τοῦτο ἐπὶ τῆς γῆς. | And God fixed a limit, saying, To-morrow the Lord will do this thing on the land. |
|
6
|
6
|
| καὶ ἐποίησε Κύριος τὸ ρῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησε πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἐτελεύτησεν οὐδέν. | And the Lord did this thing on the next day, and all the cattle of the Egyptians died, but of the cattle of the children of Israel there died not one. |
|
7
|
7
|
| ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραὴλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν. | And when Pharao saw, that of all the cattle of the children of Israel there died not one, the heart of Pharao was hardened, and he did not let the people go. |
|
8
|
8
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, | And the Lord spoke to Moses and Aaron, saying, Take you handfuls of ashes of the furnace, and let Moses scatter it toward heaven before Pharao, and before his servants. |
|
9
|
9
|
| καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τούς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. | And let it become dust over all the land of Egypt, and there shall be upon men and upon beasts sore blains breaking forth both on men and on beasts, in all the land of Egypt. |
|
10
|
10
|
| καὶ ἔλαβε τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι. | So he took of the ashes of the furnace before Pharao, and Moses scattered it toward heaven, and it became sore blains breaking forth both on men and on beasts. |
|
11
|
11
|
| καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτῳ. | And the sorcerers could not stand before Moses because of the sores, for the sores were on the sorcerers, and in all the land of Egypt. |
|
12
|
12
|
| ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξε Κύριος. | And the Lord hardened Pharao's heart, and he hearkened not to them, as the Lord appointed. |
|
13
|
13
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι· | And the Lord said to Moses, Rise up early in the morning, and stand before Pharao; and thou shalt say to him, These things saith the Lord God of the Hebrews, Send away my people that they may serve me. |
|
14
|
14
|
| ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ· | For at this present time do I send forth all my plagues into thine heart, and the heart of thy servants and of thy people; that thou mayest know that there is not another such as I in all the earth. |
|
15
|
15
|
| νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς· | For now I will stretch forth my hand and smite thee and kill thy people, and thou shalt be consumed from off the earth. |
|
16
|
16
|
| καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. | And for this purpose hast thou been preserved, that I might display in thee my strength, and that my name might be published in all the earth. |
|
17
|
17
|
| ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς; | Dost thou then yet exert thyself to hinder my people, so as not to let them go? |
|
18
|
18
|
| ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης. | Behold, to-morrow at this hour I will rain a very great hail, such as has not been in Egypt, from the time it was created until this day. |
|
19
|
19
|
| νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη, ὅσα ἐὰν εὑρεθῇ ἐν τοῖς πεδίοις καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ᾿ αὐτὰ ἡ χάλαζα, τελευτήσει. | Now then hasten to gather thy cattle, and all that thou hast in the fields; for all the men and cattle as many as shall be found in the fields, and shall not enter into a house, (but the hail shall fall upon them,) shall die. |
|
20
|
20
|
| ὁ φοβούμενος τὸ ρῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· | He of the servants of Pharao that feared the word of the Lord, gathered his cattle into the houses. |
|
21
|
21
|
| ὃς δὲ μὴ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ρῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς πεδίοις. | And he that did not attend in his mind to the word of the Lord, left the cattle in the fields. |
|
22
|
22
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς. | And the Lord said to Moses, Stretch out thine hand to heaven, and there shall be hail on all the land of Egypt, both on the men and on the cattle, and on all the herbage on the land. |
|
23
|
23
|
| ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ Κύριος ἔδωκε φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξε Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου. | And Moses stretched forth his hand to heaven, and the Lord sent thunderings and hail; and the fire ran along upon the ground, and the Lord rained hail on all the land of Egypt. |
|
24
|
24
|
| ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας γεγένηται ἐπ᾿ αὐτῆς ἔθνος. | So there was hail and flaming fire mingled with hail; and the hail was very great, such as was not in Egypt, from the time there was a nation upon it. |
|
25
|
25
|
| ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα· | And the hail smote in all the land of Egypt both man and beast, and the hail smote all the grass in the field, and the hail broke in pieces all the trees in the field. |
|
26
|
26
|
| πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ ᾿Ισραήλ, οὐκ ἐγένετο ἡ χάλαζα. | Only in the land of Gesem where the children of Israel were, the hail was not. |
|
27
|
27
|
| ἀποστείλας δὲ Φαραώ ἐκάλεσε Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς. | And Pharao sent and called Moses and Aaron, and said to them, I have sinned this time: the Lord is righteous, and I and my people are wicked. |
|
28
|
28
|
| εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν. | Pray then for me to the Lord, and let him cause the thunderings of God to cease, and the hail and the fire, and I will send you forth and ye shall remain no longer. |
|
29
|
29
|
| εἶπε δὲ αὐτῷ Μωυσῆς· ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ. | And Moses said to him, When I shall have departed from the city, I will stretch out my hands to the Lord, and the thunderings shall cease, and the hail and the rain shall be no longer, that thou mayest know that the earth is the Lord's. |
|
30
|
30
|
| καὶ σὺ καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν Κύριον. | But as for thee and thy servants, I know that ye have not yet feared the Lord. |
|
31
|
31
|
| τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον. | And the flax and the barley were smitten, for the barley was advanced, and the flax was seeding. |
|
32
|
32
|
| ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγησαν, ὄψιμα γὰρ ἦν. | But the wheat and the rye were not smitten, for they were late. |
|
33
|
33
|
| ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξέτεινε τὰς χεῖρας πρὸς Κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν. | And Moses went forth from Pharao out of the city, and stretched out his hands to the Lord, and the thunders ceased and the hail, and the rain did not drop on the earth. |
|
34
|
34
|
| ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ. | And when Pharao saw that the rain and the hail and the thunders ceased, he continued to sin; and he hardened his heart, and the heart of his servants. |
|
35
|
35
|
| καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωυσῇ. | And the heart of Pharao was hardened, and he did not send forth the children of Israel, as the Lord said to Moses. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν λέγων· εἴσελθε πρὸς Φαραώ· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούς· | And the Lord spoke to Moses, saying, Go in to Pharao: for I have hardened his heart and the heart of his servants, that these signs may come upon them; in order |
|
2
|
2
|
| ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. | that ye may relate in the ears of your children, and to your children's children, in how many things I have mocked the Egyptians, and my wonders which I wrought among them; and ye shall know that I am the Lord. |
|
3
|
3
|
| εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι. | And Moses and Aaron went in before Pharao, and they said to him, These things saith the Lord God of the Hebrews, How long dost thou refuse to reverence me? Send my people away, that they may serve me. |
|
4
|
4
|
| ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου, | But if thou wilt not send my people away, behold, at this hour to-morrow I will bring an abundance of locusts upon all thy coasts. |
|
5
|
5
|
| καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς· | And they shall cover the face of the earth, and thou shalt not be able to see the earth; and they shall devour all that is left of the abundance of the earth, which the hail has left you, and shall devour every tree that grows for you on the land. |
|
6
|
6
|
| καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου, οὐδ᾿ οἱ πρόπαπποι αὐτῶν, ἀφ᾿ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραώ. | And thy houses shall be filled, and the houses of thy servants, and all the houses in all the land of the Egyptians; things which thy fathers have never seen, nor their forefathers, from the day that they were upon the earth until this day. And Moses turned away and departed from Pharao. |
|
7
|
7
|
| καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν· ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι τῷ Θεῷ αὐτῶν· ἢ εἰδέναι βούλῃ ὅτι ἀπόλωλεν Αἴγυπτος; | And the servants of Pharao say to him, How long shall this be a snare to us? send away the men, that they may serve their God; wilt thou know that Egypt is destroyed? |
|
8
|
8
|
| καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ ᾿Ααρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς· πορεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι; | And they brought back both Moses and Aaron to Pharao; and he said to them, Go and serve the Lord your God; but who are they that are going with you? |
|
9
|
9
|
| καὶ λέγει Μωυσῆς· σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν. | And Moses said, We will go with the young and the old, with our sons, and daughters, and sheep, and oxen, for it is a feast of the Lord. |
|
10
|
10
|
| καὶ εἶπε πρὸς αὐτούς· ἔστω οὕτω, Κύριος μεθ᾿ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόσκειται ὑμῖν. | And he said to them, So let the Lord be with you: as I will send you away, must I send away your store also? see that evil is attached to you. |
|
11
|
11
|
| μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρευσάτωσαν τῷ Θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐκζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ. | Not so, but let the men go and serve God, for this ye yourselves seek; and they cast them out from the presence of Pharao. |
|
12
|
12
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα. | And the Lord said to Moses, Stretch out thine hand over the land of Egypt, and let the locust come up on the land, and it shall devour every herb of the land, and all the fruit of the trees, which the hail left. |
|
13
|
13
|
| καὶ ἐπῇρε Μωυσῆς τὴν ράβδον εἰς τὸν οὐρανόν, καὶ Κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν, ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωΐ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβε τὴν ἀκρίδα | And Moses lifted up his rod towards heaven, and the Lord brought a south wind upon the earth, all that day and all that night: the morning dawned, and the south wind brought up the locusts, |
|
14
|
14
|
| καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονε τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως. | and brought them up over all the land of Egypt. And they rested in very great abundance over all the borders of Egypt. Before them there were not such locusts, neither after them shall there be. |
|
15
|
15
|
| καὶ ἐκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγε πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου, ἐν πάσῃ γῇ Αἰγύπτου. | And they covered the face of the earth, and the land was wasted, and they devoured all the herbage of the land, and all the fruit of the trees, which was left by the hail: there was no green thing left on the trees, nor on all the herbage of the field, in all the land of Egypt. |
|
16
|
16
|
| κατέσπευδε δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἡμάρτηκα ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς· | And Pharao hasted to call Moses and Aaron, saying, I have sinned before the Lord your God, and against you; |
|
17
|
17
|
| προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον. | pardon therefore my sin yet this time, and pray to the Lord your God, and let him take away from me this death. |
|
18
|
18
|
| ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν. | And Moses went forth from Pharao, and prayed to God. |
|
19
|
19
|
| καὶ μετέβαλε Κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβε τὸν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου. | And the Lord brought in the opposite direction a strong wind from the sea, and took up the locusts and cast them into the Red Sea, and there was not one locust left in all the land of Egypt. |
|
20
|
20
|
| καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ. | And the Lord hardened the heart of Pharao, and he did not send away the children of Israel. |
|
21
|
21
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆς Αἰγύπτου, ψηλαφητὸν σκότος. | And the Lord said to Moses, Stretch out thy hand to heaven, and let there be darkness over the land of Egypt—darkness that may be felt. |
|
22
|
22
|
| ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος, θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας, | And Moses stretched out his hand to heaven, and there was darkness very black, even a storm over all the land of Egypt three days. |
|
23
|
23
|
| καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς ᾿Ισραὴλ φῶς ἦν ἐν πᾶσιν, οἷς κατεγίνοντο. | And for three days no man saw his brother, and no man rose up from his bed for three days: but all the children of Israel had light in all the places where they were. |
|
24
|
24
|
| καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· βαδίζετε, λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολείπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶν, | And Pharao called Moses and Aaron, saying, Go, serve the Lord your God, only leave your sheep and your oxen, and let your store depart with you. |
|
25
|
25
|
| καὶ εἶπε Μωυσῆς· ἀλλὰ καὶ σὺ δώσει ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· | And Moses said, Nay, but thou shalt give to us whole burnt-offerings and sacrifices, which we will sacrifice to the Lord our God. |
|
26
|
26
|
| καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ᾿ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ. | And our cattle shall go with us, and we will not leave a hoof behind, for of them we will take to serve the Lord our God: but we know not in what manner we shall serve the Lord our God, until we arrive there. |
|
27
|
27
|
| ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς. | But the Lord hardened the heart of Pharao, and he would not let them go. |
|
28
|
28
|
| καὶ λέγει Φαραώ· ἄπελθε ἀπ᾿ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ. | And Pharao says, Depart from me, beware of seeing my face again, for in what day thou shalt appear before me, thou shalt die. |
|
29
|
29
|
| λέγει δὲ Μωυσῆς· εἴρηκας· οὐκ ἔτι ὀφθήσομαί σοι εἰς πρόσωπον. | And Moses says, Thou hast said, I will not appear in thy presence again. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· ἔτι μίαν πληγὴν ἐγὼ ἐπάξω ἐπὶ Φαραὼ καὶ ἐπ᾿ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν· ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ. | And the Lord said to Moses, I will yet bring one plague upon Pharao and upon Egypt, and after that he will send you forth thence; and whenever he sends you forth with every thing, he will indeed drive you out. |
|
2
|
2
|
| λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν. | Speak therefore secretly in the ears of the people, and let every one ask of his neighbour jewels of silver and gold, and raiment. |
|
3
|
3
|
| Κύριος δὲ ἔδωκε τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ. | And the Lord gave his people favour in the sight of the Egyptians, and they lent to them; and the man Moses was very great before the Egyptians, and before Pharao, and before his servants. |
|
4
|
4
|
| Καὶ εἶπε Μωυσῆς· τάδε λέγει Κύριος· περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου, | And Moses said, These things saith the Lord, About midnight I go forth into the midst of Egypt. |
|
5
|
5
|
| καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραώ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους, | And every first-born in the land of Egypt shall die, from the first-born of Pharao that sits on the throne, even to the first-born of the woman-servant that is by the mill, and to the first-born of all cattle. |
|
6
|
6
|
| καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέγονε καὶ τοιαύτη οὐκ ἔτι προστεθήσεται. | And there shall be a great cry through all the land of Egypt, such as has not been, and such shall not be repeated any more. |
|
7
|
7
|
| καὶ ἐν πᾶσι τοῖς υἱοῖς ᾿Ισραὴλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει Κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καί τοῦ ᾿Ισραήλ. | But among all the children of Israel shall not a dog snarl with his tongue, either at man or beast; that thou mayest know how wide a distinction the Lord will make between the Egyptians and Israel. |
|
8
|
8
|
| καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προσκυνήσουσί με λέγοντες· ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου, οὗ σύ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι. ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ μετὰ θυμοῦ. | And all these thy servants shall come down to me, and do me reverence, saying, Go forth, thou and all the people over whom thou presidest, and afterwards I will go forth. |
|
9
|
9
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· οὐκ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνων πληθυνῶ μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. | And Moses went forth from Pharao with wrath. And the Lord said to Moses, Pharao will not hearken to you, that I may greatly multiply my signs and wonders in the land of Egypt. |
|
10
|
10
|
| Μωυσῆς δὲ καὶ ᾿Ααρὼν ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραώ· ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν ἐξαποστεῖλαι τούς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου. | And Moses and Aaron wrought all these signs and wonders in the land of Egypt before Pharao; and the Lord hardened the heart of Pharao, and he did not hearken to send forth the children of Israel out of the land of Egypt. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν ἐν γῇ Αἰγύπτου λέγων. | And the Lord spoke to Moses and Aaron in the land of Egypt, saying, |
|
2
|
2
|
| ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. | This month shall be to you the beginning of months: it is the first to you among the months of the year. |
|
3
|
3
|
| λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ᾿ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ᾿ οἰκίαν. | Speak to all the congregation of the children of Israel, saying, On the tenth of this month let them take each man a lamb according to the houses of their families, every man a lamb for his household. |
|
4
|
4
|
| ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ᾿ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. | And if they be few in a household, so that there are not enough for the lamb, he shall take with himself his neighbour that lives near to him,—as to the number of souls, every one according to that which suffices him shall make a reckoning for the lamb. |
|
5
|
5
|
| πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήψεσθε. | It shall be to you a lamb unblemished, a male of a year old: ye shall take it of the lambs and the kids. |
|
6
|
6
|
| καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν ᾿Ισραὴλ πρὸς ἑσπέραν. | And it shall be kept by you till the fourteenth of this month, and all the multitude of the congregation of the children of Israel shall kill it toward evening. |
|
7
|
7
|
| καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς, | And they shall take of the blood, and shall put it on the two door-posts, and on the lintel, in the houses in which soever they shall eat them. |
|
8
|
8
|
| καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. | And they shall eat the flesh in this night roast with fire, and they shall eat unleavened bread with bitter herbs. |
|
9
|
9
|
| οὐκ ἔδεσθε ἀπ᾿ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ᾿ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. | Ye shall not eat of it raw nor sodden in water, but only roast with fire, the head with the feet and the appurtenances. |
|
10
|
10
|
| οὐκ ἀπολείψετε ἀπ᾿ αὐτοῦ ἕως πρωΐ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ᾿ αὐτοῦ ἕως πρωΐ ἐν πυρὶ κατακαύσετε. | Nothing shall be left of it till the morning, and a bone of it ye shall not break; but that which is left of it till the morning ye shall burn with fire. |
|
11
|
11
|
| οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶ Κυρίῳ. | And thus shall ye eat it: your loins girded, and your sandals on your feet, and your staves in your hands, and ye shall eat it in haste. It is a passover to the Lord. |
|
12
|
12
|
| καί διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. | And I will go through the land of Egypt in that night, and will smite every first-born in the land of Egypt both man and beast, and on all the gods of Egypt will I execute vengeance: I am the Lord. |
|
13
|
13
|
| καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ. | And the blood shall be for a sign to you on the houses in which ye are, and I will see the blood, and will protect you, and there shall not be on you the plague of destruction, when I smite in the land of Egypt. |
|
14
|
14
|
| καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον· καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν. | And this day shall be to you a memorial, and ye shall keep it a feast to the Lord through all your generations; ye shall keep it a feast for a perpetual ordinance. |
|
15
|
15
|
| ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ ᾿Ισραὴλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. | Seven days ye shall eat unleavened bread, and from the first day ye shall utterly remove leaven from your houses: whoever shall eat leaven, that soul shall be utterly destroyed from Israel, from the first day until the seventh day. |
|
16
|
16
|
| καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν. | And the first day shall be called holy, and the seventh day shall be a holy convocation to you: ye shall do no servile work on them, only as many things as will necessarily be done by every soul, this only shall be done by you. |
|
17
|
17
|
| καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον. | And ye shall keep this commandment, for on this day will I bring out your force out of the land of Egypt; and ye shall make this day a perpetual ordinance for you throughout your generations. |
|
18
|
18
|
| ἐναρχόμενοι τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ᾿ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνός, ἕως ἑσπέρας. | Beginning the fourteenth day of the first month, ye shall eat unleavened bread from evening, till the twenty-first day of the month, till evening. |
|
19
|
19
|
| ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς ᾿Ισραήλ, ἔν τε τοῖς γειώραις καὶ αὐτόχθοσι τῆς γῆς· | Seven days leaven shall not be found in your houses; whosoever shall eat anything leavened, that soul shall be cut off from the congregation of Israel, both among the occupiers of the land and the original inhabitants. |
|
20
|
20
|
| πᾶν ζυμωτὸν οὐκ ἔδεσθε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα. | Ye shall eat nothing leavened, but in every habitation of yours ye shall eat unleavened bread. |
|
21
|
21
|
| ᾿Εκάλεσε δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν ᾿Ισραὴλ καὶ εἶπε πρὸς αὐτούς· ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν καὶ θύσατε τὸ πάσχα. | And Moses called all the elders of the children of Israel, and said to them, Go away and take to yourselves a lamb according to your kindreds, and slay the passover. |
|
22
|
22
|
| λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωΐ. | And ye shall take a bunch of hyssop, and having dipped it into some of the blood that is by the door, ye shall touch the lintel, and shall put it upon both door-posts, even of the blood which is by the door; but ye shall not go out every one from the door of his house till the morning. |
|
23
|
23
|
| καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι. | And the Lord shall pass by to smite the Egyptians, and shall see the blood upon the lintel, and upon both the door-posts; and the Lord shall pass by the door, and shall not suffer the destroyer to enter into your houses to smite you. |
|
24
|
24
|
| καὶ φυλάξασθε τὸ ρῆμα τοῦτο νόμιμον σεαυτῷ, καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος. | And keep ye this thing as an ordinance for thyself and for thy children for ever. |
|
25
|
25
|
| ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ Κύριος ὑμῖν, καθότι ἐλάλησε, φυλάξασθε τὴν λατρείαν ταύτην. | And if ye should enter into the land, which the Lord shall give you, as he has spoken, keep this service. |
|
26
|
26
|
| καὶ ἔσται ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· τίς ἡ λατρεία αὕτη; | And it shall come to pass, if your sons say to you, What is this service? |
|
27
|
27
|
| καὶ ἐρεῖτε αὐτοῖς· θυσία τὸ πάσχα τοῦτο Κυρίῳ, ὡς ἐσκέπασε τοὺς οἴκους τῶν υἱῶν ᾿Ισραὴλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξε τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο. καὶ κύψας ὁ λαὸς προσεκύνησε. | that ye shall say to them, This passover is a sacrifice to the Lord, as he defended the houses of the children of Israel in Egypt, when he smote the Egyptians, but delivered our houses. |
|
28
|
28
|
| καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ᾿Ααρών, οὕτως ἐποίησαν. | And the people bowed and worshipped. And the children of Israel departed and did as the Lord commanded Moses and Aaron, so did they. |
|
29
|
29
|
| ᾿Εγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. | And it came to pass at midnight that the Lord smote all the first-born in the land of Egypt, from the first-born of Pharao that sat on the throne, to the first-born of the captive-maid in the dungeon, and the first-born of all cattle. |
|
30
|
30
|
| καὶ ἀναστὰς Φαραὼ νυκτὸς καὶ οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγή μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. | And Pharao rose up by night, and his servants, and all the Egyptians; and there was a great cry in all the land of Egypt, for there was not a house in which there was not one dead. |
|
31
|
31
|
| καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ ᾿Ισραήλ· βαδίζετε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καθὰ λέγετε· | And Pharao called Moses and Aaron by night, and said to them, Rise and depart from my people, both ye and the children of Israel. Go and serve the Lord your God, even as ye say. |
|
32
|
32
|
| καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, εὐλογήσατε δὲ κἀμέ. | And take with you your sheep, and your oxen: bless me also, I pray you. |
|
33
|
33
|
| καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς· εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνήσκομεν. | And the Egyptians constrained the people, so that they cast them out of the land with haste, for they said, We all shall die. |
|
34
|
34
|
| ἀνέλαβε δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων. | And the people took their dough before their meal was leavened, bound up as it was in their garments, on their shoulders. |
|
35
|
35
|
| οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν· | And the children of Israel did as Moses commanded them, and they asked of the Egyptians articles of silver and gold and apparel. |
|
36
|
36
|
| καὶ ἔδωκε Κύριος τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους. | And the Lord gave his people favour in the sight of the Egyptians, and they lent to them; and they spoiled the Egyptians. |
|
37
|
37
|
| ᾿Απάραντες δὲ οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ Ραμεσσῆ εἰς Σοκχώθ εἰς ἑξακοσίας χιλιάδας πεζῶν, οἱ ἄνδρες, πλὴν τῆς ἀποσκευῆς, | And the children of Israel departed from Ramesses to Socchoth, to the full number of six hundred thousand footmen, even men, besides the baggage. |
|
38
|
38
|
| καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα. | And a great mixed company went up with them, and sheep and oxen and very much cattle. |
|
39
|
39
|
| καὶ ἔπεψαν τὸ σταῖς, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους· οὐ γὰρ ἐζυμώθη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν. | And they baked the dough which they brought out of Egypt, unleavened cakes, for it had not been leavened; for the Egyptians cast them out, and they could not remain, neither did they prepare provision for themselves for the journey. |
|
40
|
40
|
| ἡ δὲ κατοίκησις τῶν υἱῶν ᾿Ισραήλ, ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη τετρακόσια τριάκοντα. | And the sojourning of the children of Israel, while they sojourned in the land of Egypt and the land of Chanaan, was four hundred and thirty years. |
|
41
|
41
|
| καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός. | And it came to pass after the four hundred and thirty years, all the forces of the Lord came forth out of the land of Egypt by night. |
|
42
|
42
|
| προφυλακή ἐστι τῷ Κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ Κυρίῳ, ὥστε πᾶσι τοῖς υἱοῖς ᾿Ισραὴλ εἶναι εἰς γενεὰς αὐτῶν. | It is a watch kept to the Lord, so that he should bring them out of the land of Egypt; that very night is a watch kept to the Lord, so that it should be to all the children of Israel to their generations. |
|
43
|
43
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρών· οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ· | And the Lord said to Moses and Aaron, This is the law of the passover: no stranger shall eat of it. |
|
44
|
44
|
| καὶ πάντα οἰκέτην ἢ ἀργυρώνητον περιτεμεῖς αὐτόν, καὶ τότε φάγεται ἀπ᾿ αὐτοῦ· | And every slave or servant bought with money—him thou shalt circumcise, and then shall he eat of it. |
|
45
|
45
|
| πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ. | A sojourner or hireling shall not eat of it. |
|
46
|
46
|
| ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ. | In one house shall it be eaten, and ye shall not carry of the flesh out from the house; and a bone of it ye shall not break. |
|
47
|
47
|
| πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ ποιήσει αὐτό. | All the congregation of the children of Israel shall keep it. |
|
48
|
48
|
| ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πάσχα Κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ. | And if any proselyte shall come to you to keep the passover to the Lord, thou shalt circumcise every male of him, and then shall he approach to sacrifice it, and he shall be even as the original inhabitant of the land; no uncircumcised person shall eat of it. |
|
49
|
49
|
| νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν. | There shall be one law to the native, and to the proselyte coming among you. |
|
50
|
50
|
| καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ᾿Ααρὼν πρὸς αὐτούς, οὕτως ἐποίησαν. | And the children of Israel did as the Lord commanded Moses and Aaron for them, so they did. |
|
51
|
51
|
| καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξήγαγε Κύριος τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. | And it came to pass in that day that the Lord brought out the children of Israel from the land of Egypt with their forces. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν. | Sanctify to me every first-born, first produced, opening every womb among the children of Israel both of man and beast: it is mine. |
|
3
|
3
|
| Εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν· μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν· καὶ οὐ βρωθήσεται ζύμη. | And Moses said to the people, Remember this day, in which ye came forth out of the land of Egypt, out of the house of bondage, for with a strong hand the Lord brought you forth thence; and leaven shall not be eaten. |
|
4
|
4
|
| ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων. | For on this day ye go forth in the month of new corn. |
|
5
|
5
|
| καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ ᾿Αμορραίων καὶ Εὐαίων καὶ ᾿Ιεβουσαίων καὶ Γεργεσαίων καὶ Φερεζαίων, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ. | And it shall come to pass when the Lord thy God shall have brought thee into the land of the Chananites, and the Chettites, and Amorites, and Evites, and Jebusites, and Gergesites, and Pherezites, which he sware to thy fathers to give thee, a land flowing with milk and honey, that thou shalt perform this service in this month. |
|
6
|
6
|
| ἓξ ἡμέρας ἔδεσθε ἄζυμα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ Κυρίου· | Six days ye shall eat unleavened bread, and on the seventh day is a feast to the Lord. |
|
7
|
7
|
| ἄζυμα ἔδεσθε ἑπτὰ ἡμέρας, οὐκ ὀφθήσεταί σοι ζυμωτόν, οὐδὲ ἔσται σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου. | Seven days shall ye eat unleavened bread; nothing leavened shall be seen with thee, neither shalt thou have leaven in all thy borders. |
|
8
|
8
|
| καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· διὰ τοῦτο ἐποίησε Κύριος ὁ Θεός μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου. | And thou shalt tell thy son in that day, saying, Therefore the Lord dealt thus with me, as I was going out of Egypt. |
|
9
|
9
|
| καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος Κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ὁ Θεὸς ἐξ Αἰγύπτου. | And it shall be to thee a sign upon thy hand and a memorial before thine eyes, that the law of the Lord may be in thy mouth, for with a strong hand the Lord God brought thee out of Egypt. |
|
10
|
10
|
| καὶ φυλάξασθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν, ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας. | And preserve ye this law according to the times of the seasons, from year to year. |
|
11
|
11
|
| καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δώσει σοι αὐτήν, | And it shall come to pass when the Lord thy God shall bring thee into the land of the Chananites, as he sware to thy fathers, and shall give it thee, |
|
12
|
12
|
| καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ Κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ βουκολίων ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικὰ ἁγιάσεις τῷ Κυρίῳ. | that thou shalt set apart every offspring opening the womb, the males to the Lord, every one that opens the womb out of the herds or among thy cattle, as many as thou shalt have: thou shalt sanctify the males to the Lord. |
|
13
|
13
|
| πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό. πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ. | Every offspring opening the womb of the ass thou shalt change for a sheep; and if thou wilt not change it, thou shalt redeem it: every first-born of man of thy sons shalt thou redeem. |
|
14
|
14
|
| ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων· τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ, ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγε Κύριος ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας· | And if thy son should ask thee hereafter, saying, What is this? then thou shalt say to him, With a strong hand the Lord brought us out of Egypt, out of the house of bondage. |
|
15
|
15
|
| ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· καὶ διὰ τοῦτο ἐγὼ θύω πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ Κυρίῳ, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. | And when Pharao hardened his heart so as not to send us away, he slew every first-born in the land of Egypt, both the first-born of man and the first-born of beast; therefore do I sacrifice every offspring that opens the womb, the males to the Lord, and every first-born of my sons I will redeem. |
|
16
|
16
|
| καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ἐξ Αἰγύπτου. | And it shall be for a sign upon thy hand, and immovable before thine eyes, for with a strong hand the Lord brought thee out of Egypt. |
|
17
|
17
|
| ῾Ως δὲ ἐξαπέστειλε Φαραὼ τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ Θεὸς ὁδὸν γῆς Φυλιστιείμ, ὅτι ἐγγὺς ἦν· εἶπε γὰρ ὁ Θεός· μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. | And when Pharao sent forth the people, God led them not by the way of the land of the Phylistines, because it was near; for God said, Lest at any time the people repent when they see war, and return to Egypt. |
|
18
|
18
|
| καὶ ἐκύκλωσεν ὁ Θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον, εἰς τὴν ἐρυθρὰν θάλασσαν, πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου. | And God led the people round by the way to the wilderness, to the Red Sea: and in the fifth generation the children of Israel went up out of the land of Egypt. |
|
19
|
19
|
| καὶ ἔλαβε Μωυσῆς τὰ ὀστᾶ ᾿Ιωσὴφ μεθ᾿ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισε τοὺς υἱοὺς ᾿Ισραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς Κύριος καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ᾿ ὑμῶν. | And Moses took the bones of Joseph with him, for he had solemnly adjured the children of Israel, saying, God will surely visit you, and ye shall carry up my bones hence with you. |
|
20
|
20
|
| ἐξάραντες δὲ οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ Σοκχὼθ ἐστρατοπέδευσαν ἐν ᾿Οθὼμ παρὰ τὴν ἔρημον. | And the children of Israel departed from Socchoth, and encamped in Othom by the wilderness. |
|
21
|
21
|
| ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· | And God led them, in the day by a pillar of cloud, to show them the way, and in the night by a pillar of fire. |
|
22
|
22
|
| οὐκ ἐξέλιπε δὲ ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός. | And the pillar of cloud failed not by day, nor the pillar of fire by night, before all the people. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξεναντίας Βεελσεπφῶν, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης. | Speak to the children of Israel, and let them turn and encamp before the village, between Magdol and the sea, opposite Beel-sepphon: before them shalt thou encamp by the sea. |
|
3
|
3
|
| καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ· οἱ υἱοὶ ᾿Ισραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικε γὰρ αὐτοὺς ἡ ἔρημος. | And Pharao will say to his people, As for these children of Israel, they are wandering in the land, for the wilderness has shut them in. |
|
4
|
4
|
| ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πᾶσι τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐποίησαν οὕτως. | And I will harden the heart of Pharao, and he shall pursue after them; and I will be glorified in Pharao, and in all his host, and all the Egyptians shall know that I am the Lord. And they did so. |
|
5
|
5
|
| καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν· τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραήλ, τοῦ μὴ δουλεύειν ἡμῖν; | And it was reported to the king of the Egyptians that the people had fled: and the heart of Pharao was turned, and that of his servants against the people; and they said, What is this that we have done, to let the children of Israel go, so that they should not serve us? |
|
6
|
6
|
| ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγε μεθ᾿ ἑαυτοῦ | So Pharao yoked his chariots, and led off all his people with himself: |
|
7
|
7
|
| καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων. | having also taken six hundred chosen chariots, and all the cavalry of the Egyptians, and rulers over all. |
|
8
|
8
|
| καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. | And the Lord hardened the heart of Pharao king of Egypt, and of his servants, and he pursued after the children of Israel; and the children of Israel went forth with a high hand. |
|
9
|
9
|
| καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν, καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραὼ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξεναντίας Βεελσεπφῶν. | And the Egyptians pursued after them, and found them encamped by the sea; and all the cavalry and the chariots of Pharao, and the horsemen, and his host were before the village, over against Beel-sepphon. |
|
10
|
10
|
| καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, | And Pharao approached, and the children of Israel having looked up, beheld, and the Egyptians encamped behind them: and they were very greatly terrified, and the children of Israel cried to the Lord; |
|
11
|
11
|
| καὶ εἶπαν πρὸς Μωυσῆν· παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; | and said to Moses, Because there were no graves in the land of Egypt, hast thou brought us forth to slay us in the wilderness? What is this that thou hast done to us, having brought us out of Egypt? |
|
12
|
12
|
| οὐ τοῦτο ἦν τὸ ρῆμα, ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. | Is not this the word which we spoke to thee in Egypt, saying, Let us alone that we may serve the Egyptians? for it is better for us to serve the Egyptians than to die in this wilderness. |
|
13
|
13
|
| εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν· θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον· | And Moses said to the people, Be of good courage: stand and see the salvation which is from the Lord, which he will work for us this day; for as ye have seen the Egyptians to-day, ye shall see them again no more for ever. |
|
14
|
14
|
| Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε. | The Lord shall fight for you, and ye shall hold your peace. |
|
15
|
15
|
| Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀναζευξάτωσαν· | And the Lord said to Moses, Why criest thou to me? speak to the children of Israel, and let them proceed. |
|
16
|
16
|
| καὶ σὺ ἔπαρον τῇ ράβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ρῆξον αὐτήν, καὶ εἰσελθάτωσαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. | And do thou lift up thy rod, and stretch forth thy hand over the sea, and divide it, and let the children of Israel enter into the midst of the sea on the dry land. |
|
17
|
17
|
| καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαιἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασι καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. | And lo! I will harden the heart of Pharao and of all the Egyptians, and they shall go in after them; and I will be glorified upon Pharao, and on all his host, and on his chariots and his horses. |
|
18
|
18
|
| καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασι καὶ ἵπποις αὐτοῦ. | And all the Egyptians shall know that I am the Lord, when I am glorified upon Pharao and upon his chariots and his horses. |
|
19
|
19
|
| ἐξῇρε δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. | And the angel of God that went before the camp of the children of Israel removed and went behind, and the pillar of the cloud also removed from before them and stood behind them. |
|
20
|
20
|
| καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς ᾿Ισραὴλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα· | And it went between the camp of the Egyptians and the camp of Israel, and stood; and there was darkness and blackness; and the night passed, and they came not near to one another during the whole night. |
|
21
|
21
|
| ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ. | And Moses stretched forth his hand over the sea, and the Lord carried back the sea with a strong south wind all the night, and made the sea dry, and the water was divided. |
|
22
|
22
|
| καὶ εἰσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων· | And the children of Israel went into the midst of the sea on the dry land, and the water of it was a wall on the right hand and a wall on the left. |
|
23
|
23
|
| καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν, πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται, εἰς μέσον τῆς θαλάσσης. | And the Egyptians pursued them and went in after them, and every horse of Pharao, and his chariots, and his horsemen, into the midst of the sea. |
|
24
|
24
|
| ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων | And it came to pass in the morning watch that the Lord looked forth on the camp of the Egyptians through the pillar of fire and cloud, and troubled the camp of the Egyptians, |
|
25
|
25
|
| καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι· φύγωμεν ἀπὸ προσώπου ᾿Ισραήλ, ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους. | and bound the axle-trees of their chariots, and caused them to go with difficulty; and the Egyptians said, Let us flee from the face of Israel, for the Lord fights for them against the Egyptians. |
|
26
|
26
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας. | And the Lord said to Moses, Stretch forth thine hand over the sea, and let the water be turned back to its place, and let it cover the Egyptians coming both upon the chariots and the riders. |
|
27
|
27
|
| ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης. | And Moses stretched forth his hand over the sea, and the water returned to its place toward day; and the Egyptians fled from the water, and the Lord shook off the Egyptians in the midst of the sea. |
|
28
|
28
|
| καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν, εἰς τὴν θάλασσαν, καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς. | And the water returned and covered the chariots and the riders, and all the forces of Pharao, who entered after them into the sea: and there was not left of them even one. |
|
29
|
29
|
| οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. | But the children of Israel went along dry land in the midst of the sea, and the water was to them a wall on the right hand, and a wall on the left. |
|
30
|
30
|
| καὶ ἐρρύσατο Κύριος τὸν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν ᾿Ισραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης. | So the Lord delivered Israel in that day from the hand of the Egyptians, and Israel saw the Egyptians dead by the shore of the sea. |
|
31
|
31
|
| εἶδε δὲ ᾿Ισραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ. | And Israel saw the mighty hand, the things which the Lord did to the Egyptians; and the people feared the Lord, and they believed God and Moses his servant. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΤΟΤΕ ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ καὶ εἶπαν λέγοντες· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. | Then sang Moses and the children of Israel this song to God, and spoke, saying, Let us sing to the Lord, for he is very greatly glorified: horse and rider he has thrown into the sea. |
|
2
|
2
|
| βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. | He was to me a helper and protector for salvation: this is my God, and I will glorify him; my father's God, and I will exalt him. |
|
3
|
3
|
| Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. | The Lord bringing wars to nought, the Lord is his name. |
|
4
|
4
|
| ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ, | He has cast the chariots of Pharao and his host into the sea, the chosen mounted captains: they were swallowed up in the Red Sea. |
|
5
|
5
|
| πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. | He covered them with the sea: they sank to the depth like a stone. |
|
6
|
6
|
| ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. | Thy right hand, O God, has been glorified in strength; thy right hand, O God, has broken the enemies. |
|
7
|
7
|
| καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην. | And in the abundance of thy glory thou hast broken the adversaries to pieces: thou sentest forth thy wrath, it devoured them as stubble. |
|
8
|
8
|
| καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. | And by the breath of thine anger the water parted asunder; the waters were congealed as a wall, the waves were congealed in the midst of the sea. |
|
9
|
9
|
| εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου. | The enemy said, I will pursue, I will overtake, I will divide the spoils; I will satisfy my soul, I will destroy with my sword, my hand shall have dominion. |
|
10
|
10
|
| ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. | Thou sentest forth thy wind, the sea covered them; they sank like lead in the mighty water. |
|
11
|
11
|
| τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. | Who is like to thee among the gods, O Lord? who is like to thee? glorified in holiness, marvellous in glories, doing wonders. |
|
12
|
12
|
| ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. | Thou stretchedst forth thy right hand, the earth swallowed them up. |
|
13
|
13
|
| ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. | Thou hast guided in thy righteousness this thy people whom thou hast redeemed, by thy strength thou hast called them into thy holy resting-place. |
|
14
|
14
|
| ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ. | The nations heard and were angry, pangs have seized on the dwellers among the Phylistines. |
|
15
|
15
|
| τότε ἔσπευσαν ἡγεμόνες ᾿Εδώμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. | Then the princes of Edom, and the chiefs of the Moabites hasted; trembling took hold upon them, all the inhabitants of Chanaan melted away. |
|
16
|
16
|
| ἐπιπέσοι ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. | Let trembling and fear fall upon them; by the greatness of thine arm, let them become as stone; till thy people pass over, O Lord, till this thy people pass over, whom thou hast purchased. |
|
17
|
17
|
| εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατηρτίσω, Κύριε, ἁγίασμα, Κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου. | Bring them in and plant them in the mountain of their inheritance, in thy prepared habitation, which thou, O Lord, hast prepared; the sanctuary, O Lord, which thine hands have made ready. |
|
18
|
18
|
| Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾿ αἰῶνα καὶ ἔτι. | The Lord reigns for ever and ever and ever. |
|
19
|
19
|
| ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. | For the horse of Pharao went in with the chariots and horsemen into the sea, and the Lord brought upon them the water of the sea, but the children of Israel walked through dry land in the midst of the sea. |
|
20
|
20
|
| Λαβοῦσα δὲ Μαριάμ, ἡ προφῆτις, ἡ ἀδελφὴ ᾿Ααρών, τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν, | And Mariam the prophetess, the sister of Aaron, having taken a timbrel in her hand—then there went forth all the women after her with timbrels and dances. |
|
21
|
21
|
| ἐξῆρχε δὲ αὐτῶν Μαριὰμ λέγουσα· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. | And Mariam led them, saying, Let us sing to the Lord, for he has been very greatly glorified: the horse and rider has he cast into the sea. |
|
22
|
22
|
| ᾿Εξῇρε δὲ Μωυσῆς τοὺς υἱοὺς ᾿Ισραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν. | So Moses brought up the children of Israel from the Red Sea, and brought them into the wilderness of Sur; and they went three days in the wilderness, and found no water to drink. |
|
23
|
23
|
| ἦλθον δὲ εἰς Μερρᾶ καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρᾶς, πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πικρία. | And they came to Merrha, and could not drink of Merrha, for it was bitter; therefore he named the name of that place, Bitterness. |
|
24
|
24
|
| καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ λέγοντες· τί πιόμεθα; | And the people murmured against Moses, saying, What shall we drink? |
|
25
|
25
|
| ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ αὐτὸν ἐπείρασε. | And Moses cried to the Lord, and the Lord shewed him a tree, and he cast it into the water, and the water was sweetened: there he established to him ordinances and judgments, and there he proved him, |
|
26
|
26
|
| καὶ εἶπεν· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε. | and said, If thou wilt indeed hear the voice of the Lord thy God, and do things pleasing before him, and wilt hearken to his commands, and keep all his ordinances, no disease which I have brought upon the Egyptians will I bring upon thee, for I am the Lord thy God that heals thee. |
|
27
|
27
|
| Καὶ ἤλθοσαν εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. | And they came to Ælim, and there were there twelve fountains of water, and seventy stems of palm-trees; and they encamped there by the waters. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΑΠῌΡΑΝ δὲ ἐξ Αἰλεὶμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ εἰς τὴν ἔρημον Σίν, ὅ ἐστιν ἀνὰ μέσον Αἰλεὶμ καὶ ἀνὰ μέσον Σινά. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, | And they departed from Ælim, and all the congregation of the children of Israel came to the wilderness of Sin, which is between Ælim and Sina; and on the fifteenth day, in the second month after their departure from the land of Egypt, |
|
2
|
2
|
| διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ ἐπὶ Μωυσῆν καὶ ᾿Ααρών, | all the congregation of the children of Israel murmured against Moses and Aaron. |
|
3
|
3
|
| καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ ᾿Ισραήλ· ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξήγαγε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. | And the children of Israel said to them, Would we had died smitten by the Lord in the land of Egypt, when we sat by the flesh-pots, and ate bread to satiety! for ye have brought us out into this wilderness, to slay all this congregation with hunger. |
|
4
|
4
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ· | And the Lord said to Moses, Behold, I will rain bread upon you out of heaven: and the people shall go forth, and they shall gather their daily portion for the day, that I may try them whether they will walk in my law or not. |
|
5
|
5
|
| καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἂν εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσι τὸ καθ᾿ ἡμέραν εἰς ἡμέραν. | And it shall come to pass on the sixth day that they shall prepare whatsoever they have brought in, and it shall be double of what they shall have gathered for the day, daily. |
|
6
|
6
|
| καὶ εἶπε Μωυσῆς καὶ ᾿Ααρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραήλ· ἑσπέρας γνώσεσθε ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, | And Moses and Aaron said to all the congregation of the children of Israel, At even ye shall know that the Lord has brought you out of the land of Egypt; |
|
7
|
7
|
| καὶ πρωΐ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ Θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ᾿ ἡμῶν; | and in the morning ye shall see the glory of the Lord, inasmuch as he hears your murmuring against God; and who are we, that ye continue to murmur against us? |
|
8
|
8
|
| καὶ εἶπε Μωυσῆς· ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωΐ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι Κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ᾿ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ᾿ ἡμῶν ἐστιν ὁ γογγυσμὸς ὑμῶν· ἀλλ᾿ ἢ κατὰ τοῦ Θεοῦ. | And Moses said, This shall be when the Lord gives you in the evening flesh to eat, and bread in the morning to satiety, because the Lord has heard your murmuring, which ye murmur against us: and what are we? for your murmuring is not against us, but against God. |
|
9
|
9
|
| εἶπε δὲ Μωυσῆς πρὸς ᾿Ααρών· εἰπὸν πάσῃ συναγωγῇ υἱῶν ᾿Ισραήλ· προσέλθετε ἐναντίον τοῦ Θεοῦ· εἰσακήκοε γὰρ τὸν γογγυσμὸν ὑμῶν. | And Moses said to Aaron, Say to all the congregation of the children of Israel, Come near before God; for he has heard your murmuring. |
|
10
|
10
|
| ἡνίκα δὲ ἐλάλει ᾿Ααρὼν πάσῃ συναγωγῇ υἱῶν ᾿Ισραήλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ. | And when Aaron spoke to all the congregation of the children of Israel, and they turned toward the wilderness, then the glory of the Lord appeared in a cloud. |
|
11
|
11
|
| καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
12
|
12
|
| εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν ᾿Ισραήλ· λάλησον πρὸς αὐτοὺς λέγων· τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωΐ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. | I have heard the murmuring of the children of Israel: speak to them, saying, Towards evening ye shall eat flesh, and in the morning ye shall be satisfied with bread; and ye shall know that I am the Lord your God. |
|
13
|
13
|
| ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωΐ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς | And it was evening, and quails came up and covered the camp: |
|
14
|
14
|
| καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. | in the morning it came to pass as the dew ceased round about the camp, that, behold, on the face of the wilderness was a small thing like white coriander seed, as frost upon the earth. |
|
15
|
15
|
| ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ· τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ Μωυσῆς αὐτοῖς· οὗτος ὁ ἄρτος, ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν· | And when the children of Israel saw it, they said one to another, What is this? for they knew not what it was; and Moses said to them, |
|
16
|
16
|
| τοῦτο τὸ ρῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ᾿ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομὸρ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε. | This is the bread which the Lord has given you to eat. This is that which the Lord has appointed: gather of it each man for his family, a homer for each person, according to the number of your souls, gather each of you with his fellow-lodgers. |
|
17
|
17
|
| ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ ᾿Ισραὴλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον. | And the children of Israel did so, and gathered some much and some less. |
|
18
|
18
|
| καὶ μετρήσαντες γομόρ, οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ᾿ ἑαυτῷ συνέλεξαν. | And having measured the homer full, he that had gathered much had nothing over, and he that had gathered less had no lack; each gathered according to the need of those who belonged to him. |
|
19
|
19
|
| εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς· μηδεὶς καταλειπέτω ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ. | And Moses said to them, Let no man leave of it till the morning. |
|
20
|
20
|
| καὶ οὐκ εἰσήκουσαν Μωυσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ· καὶ ἐξέζεσε σκώληκας καὶ ἐπώζεσε· καὶ ἐπικράνθη ἐπ᾿ αὐτοῖς Μωυσῆς. | But they did not hearken to Moses, but some left of it till the morning; and it bred worms and stank: and Moses was irritated with them. |
|
21
|
21
|
| καὶ συνέλεξαν αὐτὸ πρωΐ πρωΐ, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο. | And they gathered it every morning, each man what he needed, and when the sun waxed hot it melted. |
|
22
|
22
|
| ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομὸρ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσῇ· | And it came to pass on the sixth day, they gathered double what was needed, two homers for one man; and all the chiefs of the synagogue went in and reported it to Moses. |
|
23
|
23
|
| εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς· οὐ τοῦτο τὸ ρῆμά ἐστιν, ὃ ἐλάλησε Κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωΐ. | And Moses said to them, Is not this the word which the Lord spoke? To-morrow is the sabbath, a holy rest to the Lord: bake that ye will bake, and seethe that ye will seethe, and all that is over leave to be laid by for the morrow. |
|
24
|
24
|
| καὶ κατελίποσαν ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ, καθὼς συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. | And they left of it till the morning, as Moses commanded them; and it stank not, neither was there a worm in it. |
|
25
|
25
|
| εἶπε δὲ Μωυσῆς· φάγετε σήμερον, ἔστι γὰρ σάββατα σήμερον τῷ Κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ. | And Moses said, Eat that to-day, for to-day is a sabbath to the Lord: it shall not be found in the plain. |
|
26
|
26
|
| ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ. | Six days ye shall gather it, and on the seventh day is a sabbath, for there shall be none on that day. |
|
27
|
27
|
| ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον. | And it came to pass on the seventh day that some of the people went forth to gather, and found none. |
|
28
|
28
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; | And the Lord said to Moses, How long are ye unwilling to hearken to my commands and my law? |
|
29
|
29
|
| ἴδετε, ὁ γὰρ Κύριος ἔδωκεν ὑμῖν σάββατα τὴν ἡμέραν ταύτην· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. | See, for the Lord has given you this day as the sabbath, therefore he has given you on the sixth day the bread of two days: ye shall sit each of you in your houses; let no one go forth from his place on the seventh day. |
|
30
|
30
|
| καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. | And the people kept sabbath on the seventh day. |
|
31
|
31
|
| καὶ ἐπωνόμασαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ ὄνομα αὐτοῦ, μάν· ἦν δὲ ὡσεὶ σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι. | And the children of Israel called the name of it Man; and it was as white coriander seed, and the taste of it as a wafer with honey. |
|
32
|
32
|
| εἶπε δὲ Μωυσῆς· τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος· πλήσατε τὸ γομὸρ τοῦ μὰν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου. | And Moses said, This is the thing which the Lord hath commanded, Fill an homer with manna, to be laid up for your generations; that they may see the bread which ye ate in the wilderness, when the Lord led you forth out of the land of Egypt. |
|
33
|
33
|
| καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· λάβε στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν. | And Moses said to Aaron, Take a golden pot, and cast into it one full homer of manna; and thou shalt lay it up before God, to be kept for your generations, |
|
34
|
34
|
| ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, καὶ ἀπέθηκεν ᾿Ααρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν. | as the Lord commanded Moses: and Aaron laid it up before the testimony to be kept. |
|
35
|
35
|
| οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἔφαγον τὸ μὰν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· ἐφάγοσαν τὸ μάν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης. | And the children of Israel ate manna forty years, until they came to the land they ate the manna, until they came to the region of Phœnicia. |
|
36
|
36
|
| τὸ δὲ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν. | Now the homer was the tenth part of three measures. |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΚΑΙ ἀπῇρε πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ ἐκ τῆς ἐρήμου Σὶν κατὰ παρεμβολὰς αὐτῶν διά ρήματος Κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδείν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. | And all the congregation of the children of Israel departed from the wilderness of Sin, according to their encampments, by the word of the Lord; and they encamped in Raphidin: and there was no water for the people to drink. |
|
2
|
2
|
| καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. καὶ εἶπεν αὐτοῖς Μωυσῆς· τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε Κύριον; | And the people reviled Moses, saying, Give us water, that we may drink; and Moses said to them, Why do ye revile me, and why tempt ye the Lord? |
|
3
|
3
|
| ἐδίψησε δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ διεγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ἱνατί τοῦτο; ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει; | And the people thirsted there for water, and there the people murmured against Moses, saying, Why is this? hast thou brought us up out of Egypt to slay us and our children and our cattle with thirst? |
|
4
|
4
|
| ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον λέγων· τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με. | And Moses cried to the Lord, saying, What shall I do to this people? yet a little while and they will stone me. |
|
5
|
5
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ σεαυτῷ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ράβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ. | And the Lord said to Moses, Go before this people, and take to thyself of the elders of the people; and the rod with which thou smotest the river, take in thine hand, and thou shalt go. |
|
6
|
6
|
| ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σε ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. ἐποίησε δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ. | Behold, I stand there before thou come, on the rock in Choreb, and thou shalt smite the rock, and water shall come out from it, and the people shall drink. And Moses did so before the sons of Israel. |
|
7
|
7
|
| καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν ᾿Ισραὴλ καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντας· εἰ ἔστι Κύριος ἐν ἡμῖν ἢ οὔ; | And he called the name of that place, Temptation, and Reviling, because of the reviling of the children of Israel, and because they tempted the Lord, saying, Is the Lord among us or not? |
|
8
|
8
|
| ῏Ηλθε δὲ ᾿Αμαλὴκ καὶ ἐπολέμει ᾿Ισραὴλ ἐν Ραφιδείν. | And Amalec came and fought with Israel in Raphidin. |
|
9
|
9
|
| εἶπε δὲ Μωυσῆς τῷ ᾿Ιησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ ᾿Αμαλὴκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ράβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. | And Moses said to Joshua, Choose out for thyself mighty men, and go forth and set the army in array against Amalec to-morrow; and, behold, I shall stand on the top of the hill, and the rod of God will be in my hand. |
|
10
|
10
|
| καὶ ἐποίησεν ᾿Ιησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ ᾿Αμαλήκ· καὶ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ ῍Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. | And Joshua did as Moses said to him, and he went out and set the army in array against Amalec, and Moses and Aaron and Or went up to the top of the hill. |
|
11
|
11
|
| καὶ ἐγίνετο ὅταν ἐπῇρε Μωυσῆς τὰς χεῖρας, κατίσχυεν ᾿Ισραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν ᾿Αμαλήκ. | And it came to pass, when Moses lifted up his hands, Israel prevailed; and when he let down his hands, Amalec prevailed. |
|
12
|
12
|
| αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ᾿ αὐτόν, καὶ ἐκάθητο ἐπ᾿ αὐτοῦ, καὶ ᾿Ααρὼν καὶ ῍Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου. | But the hands of Moses were heavy, and they took a stone and put it under him, and he sat upon it; and Aaron and Or supported his hands one on this side and the other on that, and the hands of Moses were supported till the going down of the sun. |
|
13
|
13
|
| καὶ ἐτρέψατο ᾿Ιησοῦς τὸν ᾿Αμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. | And Joshua routed Amalec and all his people with the slaughter of the sword. |
|
14
|
14
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνονἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα ᾿Ιησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον ᾿Αμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. | And the Lord said to Moses, Write this for a memorial in a book, and speak this in the ears of Joshua; for I will utterly blot out the memorial of Amalec from under heaven. |
|
15
|
15
|
| καὶ ᾠκοδόμησε Μωυσῆς θυσιαστήριον Κυρίῳ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Κύριος καταφυγή μου· | And Moses built an altar to the Lord, and called the name of it, The Lord my Refuge. |
|
16
|
16
|
| ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ ᾿Αμαλὴκ ἀπὸ γενεῶν εἰς γενεᾶς. | For with a secret hand the Lord wages war upon Amalec to all generations. |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΗΚΟΥΣΕ δὲ ᾿Ιοθὸρ ἱερεὺς Μαδιὰμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησε Κύριος ᾿Ισραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου. | And Jothor the priest of Madiam, the father-in-law of Moses, heard of all that the Lord did to his people Israel; for the Lord brought Israel out of Egypt. |
|
2
|
2
|
| ἔλαβε δὲ ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ Σεπφώραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς | And Jothor the father-in-law of Moses, took Sepphora the wife of Moses after she had been sent away, |
|
3
|
3
|
| καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσὰμ λέγων· πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ· | and her two sons: the name of the one was Gersam, his father saying, I was a sojourner in a strange land;— |
|
4
|
4
|
| καὶ τὸ ὄνομα τοῦ δευτέρου ῾Ελιέζερ λέγων· ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ. | and the name of the second Eliezer, saying, For the God of my father is my helper, and he has rescued me out of the hand of Pharao. |
|
5
|
5
|
| καὶ ἐξῆλθεν ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπ᾿ ὄρους τοῦ Θεοῦ. | And Jothor the father-in-law of Moses, and his sons and his wife, went forth to Moses into the wilderness, where he encamped on the mount of God. |
|
6
|
6
|
| ἀνηγγέλη δὲ Μωυσῇ λέγοντες· ἰδοὺ ὁ γαμβρός σου ᾿Ιοθὸρ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ᾿ αὐτοῦ. | And it was told Moses, saying, Behold, thy father-in-law Jothor is coming to thee, and thy wife and two sons with him. |
|
7
|
7
|
| ἐξῆλθε δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους· καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν. | And Moses went forth to meet his father-in-law, and did him reverence, and kissed him, and they embraced each other, and he brought them into the tent. |
|
8
|
8
|
| καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα, ὅσα ἐποίησε Κύριος τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ ᾿Ισραήλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων. | And Moses related to his father-in-law all things that the Lord did to Pharao and all the Egyptians for Israel's sake, and all the labour that had befallen them in the way, and that the Lord had rescued them out of the hand of Pharao, and out of the hand of the Egyptians. |
|
9
|
9
|
| ἐξέστη δὲ ᾿Ιοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν αὐτοῖς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ. | And Jothor was amazed at all the good things which the Lord did to them, forasmuch as he rescued them out of the hand of the Egyptians and out of the hand of Pharao. |
|
10
|
10
|
| καί εἶπεν ᾿Ιοθόρ· εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ· | And Jothor said, Blessed be the Lord, because he has rescued them out of the hand of the Egyptians and out of the hand of Pharao. |
|
11
|
11
|
| νῦν ἔγνων ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς, ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς. | Now know I that the Lord is great above all gods, because of this, wherein they attacked them. |
|
12
|
12
|
| καὶ ἔλαβεν ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένετο δὲ ᾿Ααρὼν καὶ πάντες οἱ πρεσβύτεροι ᾿Ισραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ Θεοῦ. | And Jothor the father-in-law of Moses took whole burnt-offerings and sacrifices for God, for Aaron and all the elders of Israel came to eat bread with the father-in-law of Moses before God. |
|
13
|
13
|
| Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν ἕως δείλης. | And it came to pass after the morrow that Moses sat to judge the people, and all the people stood by Moses from morning till evening. |
|
14
|
14
|
| καὶ ἰδὼν ᾿Ιοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ, λέγει· τί τοῦτο, ὃ σὺ ποιεῖς τῷ λαῷ; διατί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωΐθεν ἕως δείλης; | And Jothor having seen all that Moses did to the people, says, What is this that thou doest to the people? wherefore sittest thou alone, and all the people stand by thee from morning till evening? |
|
15
|
15
|
| καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ, ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ. | And Moses says to his father-in-law, Because the people come to me to seek judgment from God. |
|
16
|
16
|
| ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ. | For whenever there is a dispute among them, and they come to me, I give judgment upon each, and I teach them the ordinances of God and his law. |
|
17
|
17
|
| εἶπε δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν· οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ρῆμα τοῦτο· | And the father-in-law of Moses said to him, Thou dost not this thing rightly, |
|
18
|
18
|
| φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ· βαρύ σοι τὸ ρῆμα τοῦτο, οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. | thou wilt wear away with intolerable weariness, both thou and all this people which is with thee: this thing is hard, thou wilt not be able to endure it thyself alone. |
|
19
|
19
|
| νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν, | Now then hearken to me, and I will advise thee, and God shall be with thee: be thou to the people in the things pertaining to God, and thou shalt bring their matters to God. |
|
20
|
20
|
| καὶ διαμαρτύρῃ αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι. | And thou shalt testify to them the ordinances of God and his law, and thou shalt shew to them the ways in which they shall walk, and the works which they shall do. |
|
21
|
21
|
| καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατούς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπ᾿ αὐτὸν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, | And do thou look out for thyself out of all the people able men, fearing God, righteous men, hating pride, and thou shalt set over the people captains of thousands and captains of hundreds, and captains of fifties, and captains of tens. |
|
22
|
22
|
| καὶ κρινοῦσι τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ρῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήψονταί σοι. | And they shall judge the people at all times, and the too burdensome matter they shall bring to thee, but they shall judge the smaller cases; so they shall relieve thee and help thee. |
|
23
|
23
|
| ἐὰν τὸ ρῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ Θεός, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ᾿ εἰρήνης ἥξει. | If thou wilt do this thing, God shall strengthen thee, and thou shalt be able to attend, and all this people shall come with peace into their own place. |
|
24
|
24
|
| ἤκουσε δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα εἶπεν αὐτῷ. | And Moses hearkened to the voice of his father-in-law, and did whatsoever he said to him. |
|
25
|
25
|
| καὶ ἐπέλεξε Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς ᾿Ισραὴλ καὶ ἐποίησεν αὐτοὺς ἐπ᾿ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. | And Moses chose out able men out of all Israel, and he made them captains of thousands and captains of hundreds, and captains of fifties and captains of tens over the people. |
|
26
|
26
|
| καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ρῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν, πᾶν δὲ ρῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί. | And they judged the people at all times; and every too burdensome matter they brought to Moses, but every light matter they judged themselves. |
|
27
|
27
|
| ἐξαπέστειλε δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. | And Moses dismissed his father-in-law, and he returned to his own land. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΤΟΥ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινά. | And in the third month of the departure of the children of Israel out of the land of Egypt, on the same day, they came into the wilderness of Sina. |
|
2
|
2
|
| καὶ ἀπῇραν ἐκ Ραφιδεὶν καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινά, καὶ παρενέβαλεν ἐκεῖ ᾿Ισραὴλ κατέναντι τοῦ ὄρους. | And they departed from Raphidin, and came into the wilderness of Sina, and there Israel encamped before the mountain. |
|
3
|
3
|
| καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ Θεοῦ· καὶ ἐκάλεσεν αὐτὸν ὁ Θεός ἐκ τοῦ ὄρους λέγων· τάδε ἐρεῖς τῷ οἴκῳ ᾿Ιακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· | And Moses went up to the mount of God, and God called him out of the mountain, saying, These things shalt thou say to the house of Jacob, and thou shalt report them to the children of Israel. |
|
4
|
4
|
| αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς Αἰγυπτίοις, καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν. | Ye have seen all that I have done to the Egyptians, and I took you up as upon eagles' wings, and I brought you near to myself. |
|
5
|
5
|
| καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπό πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· | And now if ye will indeed hear my voice, and keep my covenant, ye shall be to me a peculiar people above all nations; for the whole earth is mine. |
|
6
|
6
|
| ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ρήματα ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ. | And ye shall be to me a royal priesthood and a holy nation: these words shalt thou speak to the children of Israel. |
|
7
|
7
|
| ἦλθε δὲ Μωυσῆς καὶ ἐκάλεσε τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους, οὓς συνέταξεν αὐτῷ ὁ Θεός. | And Moses came and called the elders of the people, and he set before them all these words, which God appointed them. |
|
8
|
8
|
| ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν· πάντα, ὅσα εἶπεν ὁ Θεός, ποιήσομεν καὶ ἀκουσόμεθα. ἀνήνεγκε δὲ Μωυσῆς τοὺς λόγους τούτους πρὸς τὸν Θεόν. | And all the people answered with one accord, and said, All things that God has spoken, we will do and hearken to: and Moses reported these words to God. |
|
9
|
9
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήγγειλε δὲ Μωυσῆς τὰ ρήματα τοῦ λαοῦ πρὸς Κύριον. | And the Lord said to Moses, Lo! I come to thee in a pillar of a cloud, that the people may hear me speaking to thee, and may believe thee for ever: and Moses reported the words of the people to the Lord. |
|
10
|
10
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια· | And the Lord said to Moses, Go down and solemnly charge the people, and sanctify them to-day and to-morrow, and let them wash their garments. |
|
11
|
11
|
| καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινὰ ἐναντίον παντὸς τοῦ λαοῦ. | And let them be ready against the third day, for on the third day the Lord will descend upon mount Sina before all the people. |
|
12
|
12
|
| καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων· προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θίγειν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει. | And thou shalt separate the people round about, saying, Take heed to yourselves that ye go not up into the mountain, nor touch any part of it: every one that touches the mountain shall surely die. |
|
13
|
13
|
| οὐχ ἅψετε αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. | A hand shall not touch it, for every one that touches shall be stoned with stones or shot through with a dart, whether beast or whether man, it shall not live: when the voices and trumpets and cloud depart from off the mountain, they shall come up on the mountain. |
|
14
|
14
|
| κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια. | And Moses went down from the mountain to the people, and sanctified them, and they washed their clothes. |
|
15
|
15
|
| καὶ εἶπε τῷ λαῷ· γίνεσθε ἕτοιμοι τρεῖς ἡμέρας, μὴ προσέλθητε γυναικί. | And he said to the people, Be ready: for three days come not near to a woman. |
|
16
|
16
|
| ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ᾿ ὄρους Σινά, φωνὴ τῆς σάλπιγγος ἤχει μέγα· καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ. | And it came to pass on the third day, as the morning drew nigh, there were voices and lightnings and a dark cloud on mount Sina: the voice of the trumpet sounded loud, and all the people in the camp trembled. |
|
17
|
17
|
| καὶ ἐξήγαγε Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. | And Moses led the people forth out of the camp to meet God, and they stood by under the mountain. |
|
18
|
18
|
| τὸ ὄρος τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ᾿ αὐτὸ τὸν Θεὸν ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ καπνὸς καμίνου, καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· | The mount of Sina was altogether on a smoke, because God had descended upon it in fire; and the smoke went up as the smoke of a furnace, and the people were exceedingly amazed. |
|
19
|
19
|
| ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα· Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ· | And the sounds of the trumpet were waxing very much louder. Moses spoke, and God answered him with a voice. |
|
20
|
20
|
| κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἀνέβη Μωυσῆς. | And the Lord came down upon mount Sina on the top of the mountain; and the Lord called Moses to the top of the mountain, and Moses went up. |
|
21
|
21
|
| καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν λέγων· καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος· | And God spoke to Moses, saying, Go down, and solemnly charge the people, lest at any time they draw nigh to God to gaze, and a multitude of them fall. |
|
22
|
22
|
| καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ᾿ αὐτῶν Κύριος. | And let the priests that draw nigh to the Lord God sanctify themselves, lest he destroy some of them. |
|
23
|
23
|
| καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεόν· οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινά· σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων· ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό. | And Moses said to God, The people will not be able to approach to the mount of Sina, for thou hast solemnly charged us, saying, Set bounds to the mountain and sanctify it. |
|
24
|
24
|
| εἶπε δὲ αὐτῷ Κύριος· βάδιζε, κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ ᾿Ααρὼν μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν Θεόν, μή ποτε ἀπολέσῃ ἀπ᾿ αὐτῶν Κύριος. | And the Lord said to him, Go, descend, and come up thou and Aaron with thee; but let not the priests and the people force their way to come up to God, lest the Lord destroy some of them. |
|
25
|
25
|
| κατέβη δὲ Μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς. | And Moses went down to the people, and spoke to them. |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Κύριος πάντας τοὺς λόγους τούτους λέγων· | And the Lord spoke all these words, saying: |
|
2
|
2
|
| ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. | I am the Lord thy God, who brought thee out of the land of Egypt, out of the house of bondage. |
|
3
|
3
|
| οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. | Thou shalt have no other gods beside me. |
|
4
|
4
|
| οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. | Thou shalt not make to thyself an idol, nor likeness of anything, whatever things are in the heaven above, and whatever are in the earth beneath, and whatever are in the waters under the earth. |
|
5
|
5
|
| οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με | Thou shalt not bow down to them, nor serve them; for I am the Lord thy God, a jealous God, recompensing the sins of the fathers upon the children, to the third and fourth generation to them that hate me, |
|
6
|
6
|
| καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. | and bestowing mercy on them that love me to thousands of them, and on them that keep my commandments. |
|
7
|
7
|
| οὐ λήψει τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπί ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. | Thou shalt not take the name of the Lord thy God in vain; for the Lord thy God will not acquit him that takes his name in vain. |
|
8
|
8
|
| μνήσθητι τὴν ἡμέρα τῶν σαββάτων ἁγιάζειν αὐτήν. | Remember the sabbath day to keep it holy. |
|
9
|
9
|
| ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· | Six days thou shalt labour, and shalt perform all thy work. |
|
10
|
10
|
| τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁβοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. | But on the seventh day is the sabbath of the Lord thy God; on it thou shalt do no work, thou, nor thy son, nor thy daughter, thy servant nor thy maidservant, thine ox nor thine ass, nor any cattle of thine, nor the stranger that sojourns with thee. |
|
11
|
11
|
| ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν. | For in six days the Lord made the heaven and the earth, and the sea and all things in them, and rested on the seventh day; therefore the Lord blessed the seventh day, and hallowed it. |
|
12
|
12
|
| τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. | Honour thy father and thy mother, that it may be well with thee, and that thou mayest live long on the good land, which the Lord thy God gives to thee. |
|
13
|
13
|
| οὐ μοιχεύσεις. | Thou shalt not commit adultery. |
|
14
|
14
|
| οὐ κλέψεις. | Thou shalt not steal. |
|
15
|
15
|
| οὐ φονεύσεις. | Thou shalt not kill. |
|
16
|
16
|
| οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. | Thou shalt not bear false witness against thy neighbour. |
|
17
|
17
|
| οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σου ἐστί. | Thou shalt not covet thy neighbour's wife; thou shalt not covet thy neighbour's house; nor his field, nor his servant, nor his maid, nor his ox, nor his ass, nor any of his cattle, nor whatever belongs to thy neighbour. |
|
18
|
18
|
| Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν. | And all the people perceived the thundering, and the flashes, and the voice of the trumpet, and the mountain smoking; and all the people feared and stood afar off, |
|
19
|
19
|
| καὶ εἶπαν πρὸς Μωυσῆν· λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μὴ ἀποθάνωμεν. | and said to Moses, Speak thou to us, and let not God speak to us, lest we die. |
|
20
|
20
|
| καὶ λέγει αὐτοῖς Μωυσῆς· θαρσεῖτε, ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. | And Moses says to them, Be of good courage, for God is come to you to try you, that his fear may be among you, that ye sin not. |
|
21
|
21
|
| εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός. | And the people stood afar off, and Moses went into the darkness where God was. |
|
22
|
22
|
| εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τάδε ἐρεῖς τῷ οἴκῳ ᾿Ιακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς· | And the Lord said to Moses, Thus shalt thou say to the house of Jacob, and thou shalt report it to the children of Israel, Ye have seen that I have spoken to you from heaven. |
|
23
|
23
|
| οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς. | Ye shall not make to yourselves gods of silver, and gods of gold ye shall not make to yourselves. |
|
24
|
24
|
| θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ᾿ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε. | Ye shall make to me an altar of earth; and upon it ye shall sacrifice your whole burnt-offerings, and your peace-offerings, and your sheep and your calves in every place, where I shall record my name; and I will come to thee and bless thee. |
|
25
|
25
|
| ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ᾿ αὐτούς, καὶ μεμίανται. | And if thou wilt make to me an altar of stones, thou shalt not build them hewn stones; for thou hast lifted up thy tool upon them, and they are defiled. |
|
26
|
26
|
| οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾿ αὐτοῦ. | Thou shalt not go up to my altar by steps, that thou mayest not uncover thy nakedness upon it. |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΚΑΙ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. | And these are the ordinances which thou shalt set before them. |
|
2
|
2
|
| ἐὰν κτήσῃ παῖδα ῾Εβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. | If thou buy a Hebrew servant, six years shall he serve thee, and in the seventh year he shall go forth free for nothing. |
|
3
|
3
|
| ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ᾿ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ αὐτοῦ. | If he should have come in alone, he shall also go forth alone; and if his wife should have gone in together with him, his wife also shall go out. |
|
4
|
4
|
| καὶ ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ,αὐτὸς δὲ μόνος ἐξελεύσεται. | Moreover, if his master give him a wife, and she have born him sons or daughters, the wife and the children shall be his master's; and he shall go forth alone. |
|
5
|
5
|
| ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς, ἠγάπησα τὸν κύριόν μου καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύθερος· | And if the servant should answer and say, I love my master and wife and children, I will not go away free; |
|
6
|
6
|
| προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν, καὶ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα. | his master shall bring him to the judgment-seat of God, and then shall he bring him to the door,—to the door-post, and his master shall bore his ear through with an awl, and he shall serve him for ever. |
|
7
|
7
|
| ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται, ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι. | And if any one sell his daughter as a domestic, she shall not depart as the maid-servants depart. |
|
8
|
8
|
| ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς ἣν αὐτῷ καθωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστι πωλεῖν αὐτήν, ὅτι ἠθέτησεν ἐν αὐτῇ. | If she be not pleasing to her master, after she has betrothed herself to him, he shall let her go free; but he is not at liberty to sell her to a foreign nation, because he has trifled with her. |
|
9
|
9
|
| ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτήν, κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ. | And if he should have betrothed her to his son, he shall do to her according to the right of daughters. |
|
10
|
10
|
| ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει. | And if he take another to himself, he shall not deprive her of necessaries and her apparel, and her companionship with him. |
|
11
|
11
|
| ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου. | And if he will not do these three things to her, she shall go out free without money. |
|
12
|
12
|
| ᾿Εὰν δὲ πατάξῃ τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· | And if any man smite another and he die, let him be certainly put to death. |
|
13
|
13
|
| ὁ δὲ οὐχ ἑκών, ἀλλ᾿ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. | But as for him that did it not willingly, but God delivered him into his hands, I will give thee a place whither the slayer may flee. |
|
14
|
14
|
| ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. | And if any one lie in wait for his neighbour to slay him by craft, and he go for refuge, thou shalt take him from my altar to put him to death. |
|
15
|
15
|
| ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. | Whoever smites his father or his mother, let him be certainly put to death. |
|
16
|
16
|
| ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ τελευτήσει θανάτῳ. | He that reviles his father or his mother shall surely die. |
|
17
|
17
|
| ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν ᾿Ισραὴλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω. | Whosoever shall steal one of the children of Israel, and prevail over him and sell him, and he be found with him, let him certainly die. |
|
18
|
18
|
| ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, | And if two men revile each other and smite the one the other with a stone or his fist, and he die not, but be laid upon his bed; |
|
19
|
19
|
| ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ράβδου, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. | if the man arise and walk abroad on his staff, he that smote him shall be clear; only he shall pay for his loss of time, and for his healing. |
|
20
|
20
|
| ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ράβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. | And if a man smite his man-servant or his maid-servant, with a rod, and the party die under his hands, he shall be surely punished. |
|
21
|
21
|
| ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. | But if the servant continue to live a day or two, let not the master be punished; for he is his money. |
|
22
|
22
|
| ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος· | And if two men strive and smite a woman with child, and her child be born imperfectly formed, he shall be forced to pay a penalty: as the woman's husband may lay upon him, he shall pay with a valuation. |
|
23
|
23
|
| ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς, | But if it be perfectly formed, he shall give life for life, |
|
24
|
24
|
| ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός, | eye for eye, tooth for tooth, hand for hand, foot for foot, |
|
25
|
25
|
| κατάκαυμα ἀντὶ κατακαύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος. | burning for burning, wound for wound, stripe for stripe. |
|
26
|
26
|
| ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. | And if one smite the eye of his man-servant, or the eye of his maid-servant, and put it out, he shall let them go free for their eye's sake. |
|
27
|
27
|
| ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν. | And if he should smite out the tooth of his man-servant, or the tooth of his maid-servant, he shall send them away free for their tooth's sake. |
|
28
|
28
|
| ᾿Εὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται. | And if a bull gore a man or woman and they die, the bull shall be stoned with stones, and his flesh shall not be eaten; but the owner of the bull shall be clear. |
|
29
|
29
|
| ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται. | But if the bull should have been given to goring in former time, and men should have told his owner, and he have not removed him, but he should have slain a man or woman, the bull shall be stoned, and his owner shall die also. |
|
30
|
30
|
| ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ. | And if a ransom should be imposed on him, he shall pay for the ransom of his soul as much as they shall lay upon him. |
|
31
|
31
|
| ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσωσιν αὐτῷ. | And if the bull gore a son or daughter, let them do to him according to this ordinance. |
|
32
|
32
|
| ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. | And if the bull gore a man-servant or maid-servant, he shall pay to their master thirty silver didrachms, and the bull shall be stoned. |
|
33
|
33
|
| ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ λάκκον καὶ μὴ καλύψῃ αὐτόν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, | And if any one open a pit or dig a cavity in stone, and cover it not, and an ox or an ass fall in there, |
|
34
|
34
|
| ὁ κύριος τοῦ λάκκου ἀποτίσει· ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται. | the owner of the pit shall make compensation; he shall give money to their owner, and the dead shall be his own. |
|
35
|
35
|
| ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. | And if any man's bull gore the bull of his neighbour, and it die, they shall sell the living bull and divide the money, and they shall divide the dead bull. |
|
36
|
36
|
| ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται. | But if the bull be known to have been given to goring in time past, and they have testified to his owner, and he have not removed him, he shall repay bull for bull, but the dead shall be his own. |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΕΑΝ δέ τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου. | And if the thief be found in the breach made by himself and be smitten and die, there shall not be blood shed for him. |
|
2
|
2
|
| ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· | But if the sun be risen upon him, he is guilty, he shall die instead; and if a thief have nothing, let him be sold in compensation for what he has stolen. |
|
3
|
3
|
| ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ᾿ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος. | And if the thing stolen be left and be in his hand alive, whether ox or sheep, he shall restore them two-fold. |
|
4
|
4
|
| ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτίσει. | And if any one should feed down a field or a vineyard, and should send in his beast to feed down another field, he shall make compensation of his own field according to his produce; and if he shall have fed down the whole field, he shall pay for compensation the best of his own field and the best of his vineyard. |
|
5
|
5
|
| ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει. | And if fire have gone forth and caught thorns, and should also set on fire threshing-floors or ears of corn or a field, he that kindled the fire shall make compensation. |
|
6
|
6
|
| ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας. | And if any one give to his neighbour money or goods to keep, and they be stolen out of the man's house, if the thief be found, he shall repay double. |
|
7
|
7
|
| ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν· | But if the thief be not found, the master of the house shall come forward before God, and shall swear that surely he has not wrought wickedly in regard of any part of his neighbour's deposit, |
|
8
|
8
|
| ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφ᾿ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον. | according to every injury alleged, both concerning a calf, and an ass, and a sheep, and a garment, and every alleged loss, whatsoever in fact it may be,—the judgment of both shall proceed before God, and he that is convicted by God shall repay to his neighbour double. |
|
9
|
9
|
| κατὰ πᾶν ρητὸν ἀδίκημα, περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης, ὅ,τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ ἀποτίσει διπλοῦν τῷ πλησίον· | And if any one give to his neighbour to keep a calf or sheep or any beast, and it be wounded or die or be taken, and no one know, |
|
10
|
10
|
| ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ, | an oath of God shall be between both, each swearing that he has surely not at all been guilty in the matter of his neighbour's deposit; and so his master shall hold him guiltless, and he shall not make compensation. |
|
11
|
11
|
| ὅρκος ἔσται τοῦ Θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει. | And if it be stolen from him, he shall make compensation to the owner. |
|
12
|
12
|
| ἐὰν δὲ κλαπῇ παρ᾿ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ. | And if it be seized of beasts, he shall bring him to witness the prey, and he shall not make compensation. |
|
13
|
13
|
| ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτίσει. | And if any one borrow ought of his neighbour, and it be wounded or die or be carried away, and the owner of it be not with it, he shall make compensation. |
|
14
|
14
|
| ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, ὁ δὲ κύριος μὴ ᾖ μετ᾿ αὐτοῦ, ἀποτίσει· | But if the owner be with it, he shall not make compensation: but if it be a hired thing, there shall be a compensation to him instead of his hire. |
|
15
|
15
|
| ἐὰν δὲ ὁ κύριος ᾖ μετ᾿ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ. | And if any one deceive a virgin that is not betrothed, and lie with her, he shall surely endow her for a wife to himself. |
|
16
|
16
|
| ᾿Εὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθῇ μετ᾿ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα. | And if her father positively refuse, and will not consent to give her to him for a wife, he shall pay compensation to her father according to the amount of the dowry of virgins. |
|
17
|
17
|
| ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθ᾿ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων. | Ye shall not save the lives of sorcerers. |
|
18
|
18
|
| φαρμακοὺς οὐ περιποιήσετε. | Every one that lies with a beast ye shall surely put to death. |
|
19
|
19
|
| πᾶν κοιμώμενον μετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτούς. | He that sacrifices to any gods but to the Lord alone, shall be destroyed by death. |
|
20
|
20
|
| ὁ θυσιάζων θεοῖς θανάτῳ ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ. | And ye shall not hurt a stranger, nor afflict him; for ye were strangers in the land of Egypt. |
|
21
|
21
|
| καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψητε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ. | Ye shall hurt no widow or orphan. |
|
22
|
22
|
| πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· | And if ye should afflict them by ill-treatment, and they should cry aloud to me, I will surely hear their voice. |
|
23
|
23
|
| ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς, καὶ κεκράξαντες καταβοήσωσι πρός με, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν | And I will be very angry, and will slay you with the sword, and your wives shall be widows and your children orphans. |
|
24
|
24
|
| καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ παιδία ὑμῶν ὀρφανά. | And if thou shouldest lend money to thy poor brother who is by thee, thou shalt not be hard upon him, thou shalt not exact usury of him. |
|
25
|
25
|
| ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον. | And if thou take thy neighbour's garment for a pledge, thou shalt restore it to him before sunset. |
|
26
|
26
|
| ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· | For this is his clothing, this is the only covering of his nakedness; wherein shall he sleep? If then he shall cry to me, I will hearken to him, for I am merciful. |
|
27
|
27
|
| ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι. | Thou shalt not revile the gods, nor speak ill of the ruler of thy people. |
|
28
|
28
|
| θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς. | Thou shalt not keep back the first-fruits of thy threshing floor and press. The first-born of thy sons thou shalt give to me. |
|
29
|
29
|
| ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. | So shalt thou do with thy calf and thy sheep and thine ass; seven days shall it be under the mother, and the eighth day thou shalt give it to me. |
|
30
|
30
|
| οὕτω ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. | And ye shall be holy men to me; and ye shall not eat flesh taken of beasts, ye shall cast it to the dog. |
|
31
|
|
| καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι. καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ ἀπορρίψατε αὐτό. | |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΟΥ παραδέξῃ ἀκοὴν ματαίαν. οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος. | Thou shalt not receive a vain report: thou shalt not agree with the unjust man to become an unjust witness. |
|
2
|
2
|
| οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ. οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἐκκλῖναι κρίσιν. | Thou shalt not associate with the multitude for evil; thou shalt not join thyself with a multitude to turn aside with the majority so as to shut out judgment. |
|
3
|
3
|
| καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. | And thou shalt not spare a poor man in judgment. |
|
4
|
4
|
| ἐὰν δὲ συναντήσῃς τῷ βοΐ τοῦ ἐχθροῦ σου ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ. | And if thou meet thine enemy's ox or his ass going astray, thou shalt turn them back and restore them to him. |
|
5
|
5
|
| ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόνον αὐτοῦ, οὐ παρελεύσῃ αὐτό, ἀλλὰ συναρεῖς αὐτὸ μετ᾿ αὐτοῦ. | And if thou see thine enemy's ass fallen under its burden, thou shalt not pass by it, but shalt help to raise it with him. |
|
6
|
6
|
| οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ. | Thou shalt not wrest the sentence of the poor in his judgment. |
|
7
|
7
|
| ἀπὸ παντὸς ρήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων. | Thou shalt abstain from every unjust thing: thou shalt not slay the innocent and just, and thou shalt not justify the wicked for gifts. |
|
8
|
8
|
| καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ρήματα δίκαια. | And thou shalt not receive gifts; for gifts blind the eyes of the seeing, and corrupt just words. |
|
9
|
9
|
| καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ. | And ye shall not afflict a stranger, for ye know the heart of a stranger; for ye were yourselves strangers in the land of Egypt. |
|
10
|
10
|
| ῝Εξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γεννήματα αὐτῆς· | Six years thou shalt sow thy land, and gather in the fruits of it. |
|
11
|
11
|
| τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου, τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία. οὕτω ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου. | But in the seventh year thou shalt let it rest, and leave it, and the poor of thy nation shall feed; and the wild beasts of the field shall eat that which remains: thus shalt thou do to thy vineyard and to thine oliveyard. |
|
12
|
12
|
| ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνάπαυσις, ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος. | Six days shalt thou do thy works, and on the seventh day there shall be rest, that thine ox and thine ass may rest, and that the son of thy maid-servant and the stranger may be refreshed. |
|
13
|
13
|
| πάντα, ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε. Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν. | Observe all things whatsoever I have commanded you; and ye shall make no mention of the name of other gods, neither shall they be heard out of your mouth. |
|
14
|
14
|
| τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. | Keep ye a feast to me three times in the year. |
|
15
|
15
|
| τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. | Take heed to keep the feast of unleavened bread: seven days ye shall eat unleavened bread, as I charged thee at the season of the month of new corn, for in it thou camest out of Egypt: thou shalt not appear before me empty. |
|
16
|
16
|
| καὶ ἑορτὴν θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ᾿ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου. | And thou shalt keep the feast of the harvest of first-fruits of thy labours, whatsoever thou shalt have sown in thy field, and the feast of completion at the end of the year in the gathering in of thy fruits out of thy field. |
|
17
|
17
|
| τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου. | Three times in the year shall all thy males appear before the Lord thy God. |
|
18
|
18
|
| ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου, οὐ δὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωΐ. | For when I shall have cast out the nations from before thee, and shall have widened thy borders, thou shalt not offer the blood of my sacrifice with leaven, neither must the fat of my feast abide till the morning. |
|
19
|
19
|
| τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. | Thou shalt bring the first-offerings of the first-fruits of thy land into the house of the Lord thy God. Thou shalt not seethe a lamb in its mother's milk. |
|
20
|
20
|
| Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. | And, behold, I send my angel before thy face, that he may keep thee in the way, that he may bring thee into the land which I have prepared for thee. |
|
21
|
21
|
| πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε, τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ᾿ αὐτῷ. | Take heed to thyself and hearken to him, and disobey him not; for he will not give way to thee, for my name is on him. |
|
22
|
22
|
| ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ρήματα ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι· | If ye will indeed hear my voice, and if thou wilt do all the things I shall charge thee with, and keep my covenant, ye shall be to me a peculiar people above all nations, for the whole earth is mine; and ye shall be to me a royal priesthood, and a holy nation: these words shall ye speak to the children of Israel, If ye shall indeed hear my voice, and do all the things I shall tell thee, I will be an enemy to thine enemies, and an adversary to thine adversaries. |
|
23
|
23
|
| πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν ᾿Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Εὐαῖον καὶ ᾿Ιεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς. | For my angel shall go as thy leader, and shall bring thee to the Amorite, and Chettite, and Pherezite, and Chananite, and Gergesite, and Evite, and Jebusite, and I will destroy them. |
|
24
|
24
|
| οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐ δὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν. | Thou shalt not worship their gods, nor serve them: thou shalt not do according to their works, but shalt utterly destroy them, and break to pieces their pillars. |
|
25
|
25
|
| καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου, καὶ ἀποστρέψω μαλακίαν ἀφ᾿ ὑμῶν. | And thou shalt serve the Lord thy God, and I will bless thy bread and thy wine and thy water, and I will turn away sickness from you. |
|
26
|
26
|
| οὐκ ἔσται ἄγονος οὐδὲ στείρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρῶν ἀναπληρώσω. | There shall not be on thy land one that is impotent or barren. I will surely fulfil the number of thy days. |
|
27
|
27
|
| καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τά ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τούς ὑπεναντίους σου φυγάδας. | And I will send terror before thee, and I will strike with amazement all the nations to which thou shalt come, and I will make all thine enemies to flee. |
|
28
|
28
|
| καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου, καὶ ἐκβαλεῖς τοὺς ᾿Αμορραίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπό σοῦ. | And I will send hornets before thee, and thou shalt cast out the Amorites and the Evites, and the Chananites and the Chettites from thee. |
|
29
|
29
|
| οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς. | I will not cast them out in one year, lest the land become desolate, and the beasts of the field multiply against thee. |
|
30
|
30
|
| κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν. | By little and little I will cast them out from before thee, until thou shalt be increased and inherit the earth. |
|
31
|
31
|
| καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιεὶμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ. | And I will set thy borders from the Red Sea, to the sea of the Phylistines, and from the wilderness to the great river Euphrates; and I will give into your hand those that dwell in the land, and will cast them out from thee. |
|
32
|
32
|
| οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην, | Thou shalt make no covenant with them and their gods. |
|
33
|
33
|
| καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσι πρός με· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκομμα. | And they shall not dwell in thy land, lest they cause thee to sin against me; for if thou shouldest serve their gods, these will be an offence to thee. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΚΑΙ Μωυσῇ εἶπεν· ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ ᾿Ααρὼν καὶ Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ἑβδημήκοντα τῶν πρεσβυτέρων ᾿Ισραήλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ· | And to Moses he said, Go up to the Lord, thou and Aaron and Nadab and Abiud, and seventy of the elders of Israel: and they shall worship the Lord from a distance. |
|
2
|
2
|
| καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν Θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ᾿ αὐτῶν. | And Moses alone shall draw nigh to God; and they shall not draw nigh, and the people shall not come up with them. |
|
3
|
3
|
| εἰσῆλθε δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ρήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες· πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. | And Moses went in and related to the people all the words of God and the ordinances; and all the people answered with one voice, saying, All the words which the Lord has spoken, we will do and be obedient. |
|
4
|
4
|
| καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ρήματα Κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωΐ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ ᾿Ισραήλ· | And Moses wrote all the words of the Lord; and Moses rose up early in the morning, and built an altar under the mountain, and set up twelve stones for the twelve tribes of Israel. |
|
5
|
5
|
| καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. | And he sent forth the young men of the children of Israel, and they offered whole burnt-offerings, and they sacrificed young calves as a peace-offering to God. |
|
6
|
6
|
| λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. | And Moses took half the blood and poured it into bowls, and half the blood he poured out upon the altar. |
|
7
|
7
|
| καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν· πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. | And he took the book of the covenant and read it in the ears of the people, and they said, All things whatsoever the Lord has spoken we will do and hearken therein. |
|
8
|
8
|
| λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ καὶ εἶπεν· ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων. | And Moses took the blood and sprinkled it upon the people, and said, Behold the blood of the covenant, which the Lord has made with you concerning all these words. |
|
9
|
9
|
| Καὶ ἀνέβη Μωυσῆς καὶ ᾿Ααρὼν καὶ Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας ᾿Ισραήλ | And Moses went up, and Aaron, and Nadab and Abiud, and seventy of the elders of Israel. |
|
10
|
10
|
| καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ὁ Θεὸς τοῦ ᾿Ισραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι. | And they saw the place where the God of Israel stood; and under his feet was as it were a work of sapphire slabs, and as it were the appearance of the firmament of heaven in its purity. |
|
11
|
11
|
| καὶ τῶν ἐπιλέκτων τοῦ ᾿Ισραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ καὶ ἔφαγον καὶ ἔπιον. | And of the chosen ones of Israel there was not even one missing, and they appeared in the place of God, and did eat and drink. |
|
12
|
12
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. | And the Lord said to Moses, Come up to me into the mountain, and be there; and I will give thee the tables of stone, the law and the commandments, which I have written to give them laws. |
|
13
|
13
|
| καὶ ἀναστὰς Μωυσῆς καὶ ᾿Ιησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ· | And Moses rose up and Joshua his attendant, and they went up into the mount of God. |
|
14
|
14
|
| καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ ᾿Ααρὼν καὶ ῍Ωρ μεθ᾿ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. | And to the elders they said, Rest there till we return to you; and behold, Aaron and Or are with you: if any man have a cause to be tried, let them go to them. |
|
15
|
15
|
| καὶ ἀνέβη Μωυσῆς καὶ ᾿Ιησοῦς εἰς τό ὄρος, καί ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. | And Moses and Joshua went up to the mountain, and the cloud covered the mountain. |
|
16
|
16
|
| καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. | And the glory of God came down upon the mount Sina, and the cloud covered it six days; and the Lord called Moses on the seventh day out of the midst of the cloud. |
|
17
|
17
|
| τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ. | And the appearance of the glory of the Lord was as burning fire on the top of the mountain, before the children of Israel. |
|
18
|
18
|
| καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. | And Moses went into the midst of the cloud, and went up to the mountain, and was there in the mountain forty days and forty nights. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| εἰπὸν τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ λάβετε ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήψεσθε τὰς ἀπαρχάς μου. | Speak to the children of Israel, and take first-fruits of all, who may be disposed in their heart to give; and ye shall take my first-fruits. |
|
3
|
3
|
| καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή, ἣν λήψεσθε παρ᾿ αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν | And this is the offering which ye shall take of them; gold and silver and brass, |
|
4
|
4
|
| καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας | and blue, and purple, and double scarlet, and fine spun linen, and goats' hair, |
|
5
|
5
|
| καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα | and rams' skins dyed red, and blue skins, and incorruptible wood, |
|
6
|
|
| καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. | |
|
7
|
7
|
| καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν· | and sardius stones, and stones for the carved work of the breast-plate, and the full-length robe. |
|
8
|
8
|
| καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις. | And thou shalt make me a sanctuary, and I will appear among you. |
|
9
|
9
|
| Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος. | And thou shalt make for me according to all things which I shew thee in the mountain; even the pattern of the tabernacle, and the pattern of all its furniture: so shalt thou make it. |
|
10
|
10
|
| καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ, ἔσωθεν καὶ ἔξωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια χρυσᾶ στρεπτὰ κύκλῳ. | And thou shalt make the ark of testimony of incorruptible wood; the length of two cubits and a half, and the breadth of a cubit and a half, and the height of a cubit and a half. |
|
11
|
11
|
| καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη, δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον. | And thou shalt gild it with pure gold, thou shalt gild it within and without; and thou shalt make for it golden wreaths twisted round about. |
|
12
|
12
|
| ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ· | And thou shalt cast for it four golden rings, and shalt put them on the four sides; two rings on the one side, and two rings on the other side. |
|
13
|
13
|
| καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς· | And thou shalt make staves of incorruptible wood, and shalt gild them with gold. |
|
14
|
14
|
| ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι. | And thou shalt put the staves into the rings on the sides of the ark, to bear the ark with them. |
|
15
|
15
|
| καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἃ ἂν δῷ σοι. | The staves shall remain fixed in the rings of the ark. |
|
16
|
16
|
| καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καί πήχεως καὶ ἡμίσους τὸ πλάτος. | And thou shalt put into the ark the testimonies which I shall give thee. |
|
17
|
17
|
| καὶ ποιήσεις δύο Χερουβὶμ χρυσοτορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. | And thou shalt make a propitiatory, a lid of pure gold; the length of two cubits and a half, and the breadth of a cubit and a half. |
|
18
|
18
|
| ποιηθήσονται Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. | And thou shalt make two cherubs graven in gold, and thou shalt put them on both sides of the propitiatory. |
|
19
|
19
|
| ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα· εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ. | They shall be made, one cherub on this side, and another cherub on the other side of the propitiatory; and thou shalt make the two cherubs on the two sides. |
|
20
|
20
|
| καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν· καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῷ σοι. | The cherubs shall stretch forth their wings above, overshadowing the propitiatory with their wings; and their faces shall be toward each other, the faces of the cherubs shall be toward the propitiatory. |
|
21
|
21
|
| καὶ γνωσθήσομαί σοι ἐκεῖθεν καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ. | And thou shalt set the propitiatory on the ark above, and thou shalt put into the ark the testimonies which I shall give thee. |
|
22
|
22
|
| Καὶ ποιήσεις τράπεζαν χρυσῆν χρυσίου καθαροῦ, δύο πήχεων τὸ μῆκος καὶ πήχεως τὸ εὖρος καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος. | And I will make myself known to thee from thence, and I will speak to thee above the propitiatory between the two cherubs, which are upon the ark of testimony, even in all things which I shall charge thee concerning the children of Israel. |
|
23
|
23
|
| καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ. καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ· | And thou shalt make a golden table of pure gold, in length two cubits, and in breadth a cubit, and in height a cubit and a half. |
|
24
|
24
|
| καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ. | And thou shalt make for it golden wreaths twisted round about, and thou shalt make for it a crown of an hand-breadth round about. |
|
25
|
25
|
| καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις τοὺς τέσσαρας δακτυλίους ἐπὶ τὰ τέσσερα μέρη τῶν ποδῶν αὐτῆς ὑπὸ τὴν στεφάνην, | And thou shalt make a twisted wreath for the crown round about. |
|
26
|
26
|
| καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν, ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν. | And thou shalt make four golden rings; and thou shalt put the four rings upon the four parts of its feet under the crown. |
|
27
|
27
|
| καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτούς χρυσίῳ καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα. | And the rings shall be for bearings for the staves, that they may bear the table with them. |
|
28
|
28
|
| καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς καὶ τὰς θυΐσκας καὶ τὰ σπονδεῖα καὶ τοὺς κιάθους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς· ἐκ χρυσίου καθαροῦ ποιήσεις αὐτά. | And thou shalt make the staves of incorruptible wood, and thou shalt gild them with pure gold; and the table shall be borne with them. |
|
29
|
29
|
| καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός. | And thou shalt make its dishes and its censers, and its bowls, and its cups, with which thou shalt offer drink-offerings: of pure gold shalt thou make them. |
|
30
|
30
|
| Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. | And thou shalt set upon the table shewbread before me continually. |
|
31
|
31
|
| ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ ἑνὸς αὐτῆς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου. | And thou shalt make a candlestick of pure gold; thou shalt make the candlestick of graven work: its stem and its branches, and its bowls and its knops and its lilies shall be of one piece. |
|
32
|
32
|
| καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ, σφαιρωτὴρ καὶ κρίνον· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας. | And six branches proceeding sideways, three branches of the candlestick from one side of it, and three branches of the candlestick from the other side. |
|
33
|
33
|
| καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς. | And three bowls fashioned like almonds, on each branch a knop and a lily; so to the six branches proceeding from the candlestick, |
|
34
|
34
|
| ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς, καὶ σφαιρωτὴρ ὑπὸ τούς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας. | and in the candlestick four bowls fashioned like almonds, in each branch knops and the flowers of the same. |
|
35
|
35
|
| καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους. | A knop under two branches out of it, and a knop under four branches out of it; so to the six branches proceeding from the candlestick; and in the candlestick four bowls fashioned like almonds. |
|
36
|
36
|
| οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ. | Let the knops and the branches be of one piece, altogether graven of one piece of pure gold. |
|
37
|
37
|
| καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου. | And thou shalt make its seven lamps: and thou shalt set on it the lamps, and they shall shine from one front. |
|
38
|
38
|
| καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις. | And thou shalt make its funnel and its snuff-dishes of pure gold. |
|
39
|
39
|
| πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ. | All these articles shall be a talent of pure gold. |
|
40
|
40
|
| ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει. | See, thou shalt make them according to the pattern shewed thee in the mount. |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΚΑΙ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου· Χερουβὶμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς. | And thou shalt make the tabernacle, ten curtains of fine linen spun, and blue and purple, and scarlet spun with cherubs; thou shalt make them with work of a weaver. |
|
2
|
2
|
| μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. | The length of one curtain shall be eight and twenty cubits, and one curtain shall be the breadth of four cubits: there shall be the same measure to all the curtains. |
|
3
|
3
|
| πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμενοι ἑτέρα τῇ ἑτέρᾳ. | And the five curtains shall be joined one to another, and the other five curtains shall be closely connected the one with the other. |
|
4
|
4
|
| καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτω ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ. | And thou shalt make for them loops of blue on the edge of one curtain, on one side for the coupling, and so shalt thou make on the edge of the outer curtain for the second coupling. |
|
5
|
5
|
| πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ, καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας, ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην. | Fifty loops shalt thou make for one curtain, and fifty loops shalt thou make on the part of the curtain answering to the coupling of the second, opposite each other, corresponding to each other at each point. |
|
6
|
6
|
| καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς. καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις. καὶ ἔσται ἡ σκηνὴ μία. | And thou shalt make fifty golden rings; and thou shalt join the curtains to each other with the rings, and it shall be one tabernacle. |
|
7
|
7
|
| καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς, ἕνδεκα δέρρεις ποιήσεις αὐτάς. | And thou shalt make for a covering of the tabernacle skins with the hair on, thou shalt make them eleven skins. |
|
8
|
8
|
| τὸ μῆκος τῆς δέρρεως τῆς μιᾶς, τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέρρεως τῆς μιᾶς· τὸ αὐτὸ μέτρον ἔσται ταῖς ἕνδεκα δέρρεσι. | The length of one skin thirty cubits, and the breadth of one skin four cubits: there shall be the same measure to the eleven skins. |
|
9
|
9
|
| καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτό, καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό. καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς. | And thou shalt join the five skins together, and the six skins together; and thou shalt double the sixth skin in front of the tabernacle. |
|
10
|
10
|
| καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς μιᾶς, τῆς ἀνὰ μέσον κατὰ συμβολήν. καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως, τῆς συναπτούσης τῆς δευτέρας. | And thou shalt make fifty loops on the border of one skin, which is in the midst for the joinings; and thou shalt make fifty loops on the edge of the second skin that joins it. |
|
11
|
11
|
| καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα. καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν, καὶ συνάψεις τὰς δέρρεις, καὶ ἔσται ἕν. | And thou shalt make fifty brazen rings; and thou shalt join the rings by the loops, and thou shalt join the skins, and they shall be one. |
|
12
|
12
|
| καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέρρεσι τῆς σκηνῆς. τὸ ἥμισυ τῆς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις εἰς τὸ πλεονάζον τῶν δέρρεων τῆς σκηνῆς. ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς. | And thou shalt fix at the end that which is over in the skins of the tabernacle; the half of the skin that is left shalt thou fold over, according to the overplus of the skins of the tabernacle; thou shalt fold it over behind the tabernacle. |
|
13
|
13
|
| πῆχυν ἐκ τούτου, καὶ πῆχυν ἐκ τούτου, ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων, ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς, ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα καλύπτῃ. | A cubit on this side, and a cubit on that side of that which remains of the skins, of the length of the skins of the tabernacle: it shall be folding over the sides of the tabernacle on this side and that side, that it may cover it. |
|
14
|
14
|
| καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν. | And thou shalt make for a covering of the tabernacle rams' skins dyed red, and blue skins as coverings above. |
|
15
|
15
|
| καὶ ποιήσεις στύλους τῆς σκηνῆς ἐκ ξύλων ἀσήπτων. | And thou shalt make the posts of the tabernacle of incorruptible wood. |
|
16
|
16
|
| δέκα πήχεων ποιήσεις τὸν στύλον τὸν ἕνα, καὶ πήχεως ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός. | Of ten cubits shalt thou make one post, and the breadth of one post of a cubit and a half. |
|
17
|
17
|
| δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνί, ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ. οὕτω ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς. | Two joints shalt thou make in one post, answering the one to the other: so shalt thou do to all the posts of the tabernacle. |
|
18
|
18
|
| καὶ ποιήσεις στύλους τῇ σκηνῇ, εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν. | And thou shalt make posts to the tabernacle, twenty posts on the north side. |
|
19
|
19
|
| καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις. δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. | And thou shalt make to the twenty posts forty silver sockets; two sockets to one post on both its sides, and two sockets to the other post on both its sides. |
|
20
|
20
|
| καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον, εἴκοσι στύλους. | And for the next side, toward the south, twenty posts, |
|
21
|
21
|
| καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς. δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ. | and their forty silver sockets: two sockets to one post on both its sides, and two sockets to the other post on both its sides. |
|
22
|
22
|
| καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους. | And on the back of the tabernacle at the part which is toward the west thou shalt make six posts. |
|
23
|
23
|
| καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων. | And thou shalt make two posts on the corners of the tabernacle behind. |
|
24
|
24
|
| καὶ ἔσται ἐξ ἴσου κάτωθεν. κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλῶν εἰς σύμβλησιν μίαν. οὕτω ποιήσεις ἀμφοτέραις ταῖς δυσὶ γωνίαις. ἴσαι ἔστωσαν. | And it shall be equal below, they shall be equal toward the same part from the heads to one joining; so shalt thou make to both the two corners, let them be equal. |
|
25
|
25
|
| καὶ ἔσονται ὀκτὼ στύλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ. δύο βάσεις τῷ ἑνὶ στύλῳ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ, καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί. | And there shall be eight posts, and their sixteen silver sockets; two sockets to one post on both its sides, and two sockets to the other post. |
|
26
|
26
|
| καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων· πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς, | And thou shalt make bars of incorruptible wood; five to one post on one side of the tabernacle, |
|
27
|
27
|
| καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ἑνὶ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ, καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν. | and five bars to one post on the second side of the tabernacle, and five bars to the hinder posts, on the side of the tabernacle toward the sea. |
|
28
|
28
|
| καὶ ὁ μοχλὸς ὁ μέσος ἀναμέσον τῶν στύλων διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος. | And let the bar in the middle between the posts go through from the one side to the other side. |
|
29
|
29
|
| καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ. καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς, εἰς οὓς εἰσάξεις τοὺς μοχλούς. καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ. | And thou shalt gild the posts with gold; and thou shalt make golden rings, into which thou shalt introduce the bars, and thou shalt gild the bars with gold. |
|
30
|
30
|
| καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει. | And thou shalt set up the tabernacle according to the pattern shewed thee in the mount. |
|
31
|
31
|
| καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καί βύσσου νενησμένης. ἔργον ὑφαντὸν ποιήσεις αὐτὸΧερουβίμ. | And thou shalt make a veil of blue and purple and scarlet woven, and fine linen spun: thou shalt make it cherubs in woven work. |
|
32
|
32
|
| καὶ ἐπιθήσεις αὐτὸ ἐπί τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ. καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. | And thou shalt set it upon four posts of incorruptible wood overlaid with gold; and their tops shall be gold, and their four sockets shall be of silver. |
|
33
|
33
|
| καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τῶν στύλων. καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου. καὶ διοριεῖ τό καταπέτασμα ὑμῖν ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων. | And thou shalt put the veil on the posts, and thou shalt carry in thither within the veil the ark of the testimony; and the veil shall make a separation for you between the holy and the holy of holies. |
|
34
|
34
|
| καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων. | And thou shalt screen with the veil the ark of the testimony in the holy of holies. |
|
35
|
35
|
| καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν. | And thou shalt set the table outside the veil, and the candlestick opposite the table on the south side of the tabernacle; and thou shalt put the table on the north side of the tabernacle. |
|
36
|
36
|
| καὶ ποιήσεις ἐπίσπαστρον τῇ θύρᾳ τῆς σκηνῆς ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ποικιλτοῦ. | And thou shalt make a screen for the door of the tabernacle of blue, and purple, and spun scarlet and fine linen spun, the work of the embroiderer. |
|
37
|
37
|
| καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς. | And thou shalt make for the veil five posts, and thou shalt gild them with gold; and their chapiters shall be gold; and thou shalt cast for them five brazen sockets. |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΚΑΙ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος, τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ. | And thou shalt make an altar of incorruptible wood, of five cubits in the length, and five cubits in the breadth; the altar shall be square, and the height of it shall be of three cubits. |
|
2
|
2
|
| καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα· καὶ καλύψεις αὐτὰ χαλκῷ. | And thou shalt make the horns on the four corners; the horns shall be of the same piece, and thou shalt overlay them with brass. |
|
3
|
3
|
| καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ. | And thou shalt make a rim for the altar; and its covering and its cups, and its flesh-hooks, and its fire-pan, and all its vessels shalt thou make of brass. |
|
4
|
4
|
| καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ὑπὸ τὰ τέσσαρα κλίτη. | And thou shalt make for it a brazen grate with net-work; and thou shalt make for the grate four brazen rings under the four sides. |
|
5
|
5
|
| καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου. | And thou shalt put them below under the grate of the altar, and the grate shall extend to the middle of the altar. |
|
6
|
6
|
| καὶ ποιήσεις τῷ θυσιαστηρίῳ ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτούς χαλκῷ. | And thou shalt make for the altar staves of incorruptible wood, and thou shalt overlay them with brass. |
|
7
|
7
|
| καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους, καὶ ἔστωσαν ἀναφορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό. | And thou shalt put the staves into the rings; and let the staves be on the sides of the altar to carry it. |
|
8
|
8
|
| κοῖλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδεχθέν σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις αὐτό. | Thou shalt make it hollow with boards: according to what was shewed thee in the mount, so thou shalt make it. |
|
9
|
9
|
| Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης, μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει· | And thou shalt make a court for the tabernacle, curtains of the court of fine linen spun on the south side, the length of a hundred cubits for one side. |
|
10
|
10
|
| καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ. | And their pillars twenty, and twenty brazen sockets for them, and their rings and their clasps of silver. |
|
11
|
11
|
| οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία, ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ. | Thus shall there be to the side toward the north curtains of a hundred cubits in length; and their pillars twenty, and their sockets twenty of brass, and the rings and the clasps of the pillars, and their sockets overlaid with silver. |
|
12
|
12
|
| τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. | And in the breadth of the tabernacle toward the west curtains of fifty cubits, their pillars ten and their sockets ten. |
|
13
|
13
|
| καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς νότον, ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα. | And in the breadth of the tabernacle toward the south, curtains of fifty cubits; their pillars ten, and their sockets ten. |
|
14
|
14
|
| καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. | And the height of the curtains shall be of fifteen cubits for the one side of the gate; their pillars three, and their sockets three. |
|
15
|
15
|
| καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. | And for the second side the height of the curtains shall be of fifteen cubits; their pillars three, and their sockets three. |
|
16
|
16
|
| καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πήχεων τὸ ὕψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ραφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες. | And a veil for the door of the court, the height of it of twenty cubits of blue linen, and of purple, and spun scarlet, and of fine linen spun with the art of the embroiderer; their pillars four, and their sockets four. |
|
17
|
17
|
| πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. | All the pillars of the court round about overlaid with silver, and their chapiters silver and their brass sockets. |
|
18
|
18
|
| τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ᾿ ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα, καὶ ὕψος πέντε πήχεων, ἐκ βύσσου κεκλωσμένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. | And the length of the court shall be a hundred cubits on each side, and the breadth fifty on each side, and the height five cubits of fine linen spun, and their sockets of brass. |
|
19
|
19
|
| καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ. | And all the furniture and all the instruments and the pins of the court shall be of brass. |
|
20
|
20
|
| Καὶ σὺ σύνταξον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διαπαντός. | And do thou charge the children of Israel, and let them take for thee refined pure olive-oil beaten to burn for light, that a lamp may burn continually |
|
21
|
21
|
| ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ᾿ ἑσπέρας ἕως πρωΐ ἐναντίον Κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν ᾿Ισραήλ. | in the tabernacle of the testimony, without the veil that is before the ark of the covenant, shall Aaron and his sons burn it from evening until morning, before the Lord: it is a perpetual ordinance throughout your generations of the children of Israel. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΚΑΙ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε ᾿Ααρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν ᾿Ισραὴλ ἱερατεύειν μοι, ᾿Ααρὼν καὶ Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὺς ᾿Ααρών. | And do thou take to thyself both Aaron thy brother, and his sons, even them of the children of Israel; so that Aaron, and Nadab and Abiud, and Eleazar and Ithamar, sons of Aaron, may minister to me. |
|
2
|
2
|
| καὶ ποιήσεις στολὴν ἁγίαν ᾿Ααρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν. | And thou shalt make holy apparel for Aaron thy brother, for honour and glory. |
|
3
|
3
|
| καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησαν πνεύματος σοφίας καὶ αἰσθήσεως, καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν ᾿Ααρὼν εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει μοι. | And speak thou to all those who are wise in understanding, whom I have filled with the spirit of wisdom and perception; and they shall make the holy apparel of Aaron for the sanctuary, in which apparel he shall minister to me as priest. |
|
4
|
4
|
| καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσι· τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι. | And these are the garments which they shall make: the breast-plate, and the shoulder-piece, and the full-length robe, and the tunic with a fringe, and the tire, and the girdle; and they shall make holy garments for Aaron and his sons to minister to me as priests. |
|
5
|
5
|
| καὶ αὐτοὶ λήψονται τὸ χρυσίον καὶ τὸν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον. | And they shall take the gold, and the blue, and the purple, and the scarlet, and the fine linen. |
|
6
|
6
|
| καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ· | And they shall make the shoulder-piece of fine linen spun, the woven work of the embroiderer. |
|
7
|
7
|
| δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι· | It shall have two shoulder-pieces joined together, fastened on the two sides. |
|
8
|
8
|
| καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων, ὅ ἐστιν ἐπ᾿ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης· | And the woven work of the shoulder-pieces which is upon it, shall be of one piece according to the work, of pure gold and blue and purple, and spun scarlet and fine twined linen. |
|
9
|
9
|
| καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραήλ, | And thou shalt take the two stones, the stones of emerald, and thou shalt grave on them the names of the children of Israel. |
|
10
|
10
|
| ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. | Six names on the first stone, and the other six names on the second stone, according to their births. |
|
11
|
11
|
| ἔργον λιθουργικῆς τέχνης, γλύμμα σφραγῖδος, διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν ᾿Ισραήλ. | It shall be the work of the stone-engraver's art; as the graving of a seal thou shalt engrave the two stones with the names of the children of Israel. |
|
12
|
12
|
| καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς ᾿Ισραήλ· καὶ ἀναλήψεται ᾿Ααρὼν τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν. | And thou shalt put the two stones on the shoulders of the shoulder-piece: they are memorial-stones for the children of Israel: and Aaron shall bear the names of the children of Israel before the Lord on his two shoulders, a memorial for them. |
|
13
|
13
|
| καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ· | And thou shalt make circlets of pure gold; |
|
14
|
14
|
| καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων. | and thou shalt make two fringes of pure gold, variegated with flowers, wreathen work; and thou shalt put the wreathen fringes on the circlets, fastening them on their shoulder-pieces in front. |
|
15
|
15
|
| καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ρυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό· ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό. | And thou shalt make the oracle of judgment, the work of the embroiderer: in keeping with the ephod, thou shalt make it of gold, and blue and purple, and spun scarlet, and fine linen spun. |
|
16
|
16
|
| τετράγωνον ἔσται, διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ καὶ σπιθαμῆς τὸ εὖρος. | Thou shalt make it square: it shall be double; of a span the length of it, and of a span the breadth. |
|
17
|
17
|
| καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον. στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· | And thou shalt interweave with it a texture of four rows of stone; there shall be a row of stones, a sardius, a topaz, an emerald, the first row. |
|
18
|
18
|
| καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· | And the second row, a carbuncle, a sapphire, and a jasper. |
|
19
|
19
|
| καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης καὶ ἀμέθυστος· | And the third row, a ligure, an agate, an amethyst: |
|
20
|
20
|
| καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ, ἔστωσαν κατὰ στίχον αὐτῶν. | and the fourth row, a chrysolite, and a beryl, and an onyx stone, set round with gold, bound together with gold: let them be according to their row. |
|
21
|
21
|
| καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν ᾿Ισραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα, ἔστωσαν εἰς δεκαδύο φυλάς. | And let the stones of the names of the children of Israel be twelve according to their names, engravings as of seals: let them be for the twelve tribes each according to the name. |
|
22
|
22
|
| καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ. | And thou shalt make on the oracle woven fringes, a chain-work of pure gold. |
|
23
|
|
| καὶ λήψεται ᾿Ααρὼν τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον, μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. | |
|
24
|
|
| καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπ᾿ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις | |
|
25
|
|
| καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ᾿ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. | |
|
26
|
|
| καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους ᾿Ααρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου. καὶ οἴσει ᾿Ααρὼν τὰς κρίσεις τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός. | |
|
27
|
|
| καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. | |
|
28
|
|
| καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ραγῇ. | |
|
29
|
29
|
| καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ρόας ροΐσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπί τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ροΐσκους χρυσοῦς καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ· | And Aaron shall take the names of the children of Israel, on the oracle of judgment on his breast; a memorial before God for him as he goes into the sanctuary. |
|
30
|
30
|
| παρὰ ροΐσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. | and thou shalt put the two circlets on both the shoulders of the ephod in front. And thou shalt put the Manifestation and the Truth on the oracle of judgment; and it shall be on the breast of Aaron, when he goes into the holy place before the Lord; and Aaron shall bear the judgments of the children of Israel on his breast before the Lord continually. |
|
31
|
31
|
| καὶ ἔσται ᾿Ααρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ. | And thou shalt make the full-length tunic all of blue. |
|
32
|
32
|
| καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος ῾Αγίασμα Κυρίου. | And the opening of it shall be in the middle having a fringe round about the opening, the work of the weaver, woven together in the joining of the same piece that it might not be rent. |
|
33
|
33
|
| καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης, καὶ ἔσται ἐπί τῆς μίτρας· κατά πρόσωποντῆς μίτρας ἔσται. | And under the fringe of the robe below thou shalt make as it were pomegranates of a flowering pomegranate tree, of blue, and purple, and spun scarlet, and fine linen spun, under the fringe of the robe round about: golden pomegranates of the same shape, and bells round about between these. |
|
34
|
34
|
| καὶ ἔσται ἐπὶ τοῦ μετώπου ᾿Ααρών, καὶ ἐξαρεῖ ᾿Ααρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ ᾿Ισραήλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου ᾿Ααρὼν διαπαντός, δεκτὸναὐτοῖς ἔναντι Κυρίου. | A bell by the side of a golden pomegranate, and flower-work on the fringe of the robe round about. |
|
35
|
35
|
| καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. | And the sound of Aaron shall be audible when he ministers, as he goes into the sanctuary before the Lord, and as he goes out, that he die not. |
|
36
|
36
|
| καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν. | And thou shalt make a plate of pure gold, and thou shalt grave on it as the graving of a signet, Holiness of the Lord. |
|
37
|
37
|
| καὶ ἐνδύσεις αὐτὰ ᾿Ααρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσί μοι. | And thou shalt put it on the spun blue cloth, and it shall be on the mitre: it shall be in the front of the mitre. |
|
38
|
38
|
| καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται. | And it shall be on the forehead of Aaron; and Aaron shall bear away the sins of their holy things, all that the children of Israel shall sanctify of every gift of their holy things, and it shall be on the forehead of Aaron continually acceptable for them before the Lord. |
|
39
|
39
|
| καὶ ἕξει ᾿Ααρὼν αὐτὰ καὶ υἱοὶ αὐτοῦ, ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου, καὶ οὐκ ἐπάξονται πρός ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν. | And the fringes of the garments shall be of fine linen; and thou shalt make a tire of fine linen, and thou shalt make a girdle, the work of the embroiderer. |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΚΑΙ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτούς, ὥστε ἱερατεύειν μοι αὐτούς. λήψῃ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς ἀμώμους δύο | And these are the things which thou shalt do to them: thou shalt sanctify them, so that they shall serve me in the priesthood; and thou shalt take one young calf from the herd, and two unblemished rams; |
|
2
|
2
|
| καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ· σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά. | and unleavened loaves kneaded with oil, and unleavened cakes anointed with oil: thou shalt make them of fine flour of wheat. |
|
3
|
3
|
| καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς. | And thou shalt put them on one basket, and thou shalt offer them on the basket, and the young calf and the two rams. |
|
4
|
4
|
| καὶ ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι. | And thou shalt bring Aaron and his sons to the doors of the tabernacle of testimony, and thou shalt wash them with water. |
|
5
|
5
|
| καὶ λαβὼν τὰς στολάς ἐνδύσεις ᾿Ααρὼν τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογεῖον καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα. | And having taken the garments, thou shalt put on Aaron thy brother both the full-length robe and the ephod and the oracle; and thou shalt join for him the oracle to the ephod. |
|
6
|
6
|
| καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ῾Αγίασμα ἐπὶ τὴ μίτραν. | And thou shalt put the mitre on his head; and thou shalt put the plate, even the Holiness, on the mitre. |
|
7
|
7
|
| καὶ λήψῃ τοῦ ἐλαίου τοῦ χρίσματος καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ χρίσεις αὐτόν. | And thou shalt take of the anointing oil, and thou shalt pour it on his head, and shalt anoint him, |
|
8
|
8
|
| καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας | and thou shalt bring his sons, and put garments on them. |
|
9
|
9
|
| καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις, καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις, καὶ ἔσται αὐτοῖς ἱερατεία μοι εἰς τὸν αἰῶνα. καὶ τελειώσεις ᾿Ααρὼν τὰς χεῖρας αὐτοῦ καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ. | And thou shalt gird them with the girdles, and put the tires upon them, and they shall have a priestly office to me for ever; and thou shalt fill the hands of Aaron and the hands of his sons. |
|
10
|
10
|
| καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐπιθήσουσιν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· | And thou shalt bring the calf to the door of the tabernacle of witness; and Aaron and his sons shall lay their hands on the head of the calf, before the Lord, by the doors of the tabernacle of witness. |
|
11
|
11
|
| καὶ σφάξεις τὸν μόσχον ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. | And thou shalt slay the calf before the Lord, by the doors of the tabernacle of witness. |
|
12
|
12
|
| καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου. | And thou shalt take of the blood of the calf, and put it on the horns of the altar with thy finger, but all the rest of the blood thou shalt pour out at the foot of the altar. |
|
13
|
13
|
| καὶ λήψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. | And thou shalt take all the fat that is on the belly, and the lobe of the liver, and the two kidneys, and the fat that is upon them, and shalt put them upon the altar. |
|
14
|
14
|
| τὰ δὲ κρέατα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι. | But the flesh of the calf, and his skin, and his dung, shalt thou burn with fire without the camp; for it is an offering on account of sin. |
|
15
|
15
|
| καὶ τὸν κριὸν λήψῃ τὸν ἕνα, καὶ ἐπιθήσουσιν ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· | And thou shalt take one ram, and Aaron and his sons shall lay their hands on the head of the ram. |
|
16
|
16
|
| καὶ σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. | And thou shalt kill it, and take the blood and pour it on the altar round about. |
|
17
|
17
|
| καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τούς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ. | And thou shalt divide the ram by his several limbs, and thou shalt wash the inward parts and the feet with water, and thou shalt put them on the divided parts with the head. |
|
18
|
18
|
| καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον, ὁλοκαύτωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας· θυσίασμα Κυρίῳ ἐστί. | And thou shalt offer the whole ram on the altar, a whole burnt-offering to the Lord for a sweet-smelling savour: it is an offering of incense to the Lord. |
|
19
|
19
|
| καὶ λήψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· | And thou shalt take the second ram, and Aaron and his sons shall lay their hands on the head of the ram. |
|
20
|
20
|
| καὶ σφάξεις αὐτόν, καὶ λήψῃ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς ᾿Ααρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς δεξιᾶς χειρὸς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν. | And thou shalt kill it, and take of the blood of it, and put it on the tip of Aaron's right ear, and on the thumb of his right hand, and on the great toe of his right foot, and on the tips of the right ears of his sons, and on the thumbs of their right hands, and on the great toes of their right feet. |
|
21
|
21
|
| καὶ λήψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ρανεῖς ἐπὶ ᾿Ααρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ· τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. | And thou shalt take of the blood from the altar, and of the anointing oil; and thou shalt sprinkle it upon Aaron and on his garments, and on his sons and on his sons' garments with him; and he shall be sanctified and his apparel, and his sons and his sons' apparel with him: but the blood of the ram thou shalt pour round about upon the altar. |
|
22
|
22
|
| καὶ λήψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν· ἔστι γὰρ τελείωσις αὕτη· | And thou shalt take from the ram its fat, both the fat that covers the belly, and the lobe of the liver, and the two kidneys, and the fat that is upon them, and the right shoulder, for this is a consecration. |
|
23
|
23
|
| καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι Κυρίου | And one cake made with oil, and one cake from the basket of unleavened bread set forth before the Lord. |
|
24
|
24
|
| καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας ᾿Ααρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀφοριεῖς αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου. | And thou shalt put them all on the hands of Aaron, and on the hands of his sons, and thou shalt separate them as a separate offering before the Lord. |
|
25
|
25
|
| καὶ λήψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι Κυρίου· κάρπωμά ἐστι Κυρίῳ. | And thou shalt take them from their hands, and shalt offer them up on the altar of whole burnt-offering for a sweet-smelling savour before the Lord: it is an offering to the Lord. |
|
26
|
26
|
| καὶ λήψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν ᾿Ααρών, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου, καὶ ἔσται σοι ἐν μερίδι. | And thou shalt take the breast from the ram of consecration which is Aaron's, and thou shalt separate it as a separate offering before the Lord, and it shall be to thee for a portion. |
|
27
|
27
|
| καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος, ὃς ἀφώρισται καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ ᾿Ααρὼν καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ, | And thou shalt sanctify the separated breast and the shoulder of removal which has been separated, and which has been removed from the ram of consecration, of the portion of Aaron and of that of his sons. |
|
28
|
28
|
| καὶ ἔσται ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν ᾿Ισραήλ· ἔστι γὰρ ἀφαίρεμα τοῦτο καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν υἱῶν ᾿Ισραὴλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν ᾿Ισραήλ, ἀφαίρεμα Κυρίῳ. | And it shall be a perpetual statute of the children of Israel to Aaron and his sons, for this is a separate offering; and it shall be a special offering from the children of Israel, from the peace-offerings of the children of Israel, a special offering to the Lord. |
|
29
|
29
|
| καὶ ἡ στολὴ τοῦ ἁγίου, ἥ ἐστιν ᾿Ααρών, ἔσται τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτόν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν. | And the apparel of the sanctuary which is Aaron's shall be his sons' after him, for them to be anointed in them, and to fill their hands. |
|
30
|
30
|
| ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ᾿ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις. | The priest his successor from among his sons who shall go into the tabernacle of witness to minister in the holies, shall put them on seven days. |
|
31
|
31
|
| καὶ τὸν κριὸν τῆς τελειώσεως λήψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ, | And thou shalt take the ram of consecration, and thou shalt boil the flesh in the holy place. |
|
32
|
32
|
| καὶ ἔδονται ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· | And Aaron and his sons shall eat the flesh of the ram, and the loaves in the basket, by the doors of the tabernacle of witness. |
|
33
|
33
|
| ἔδονται αὐτά, ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν, ἁγιάσαι αὐτούς, καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾿ αὐτῶν· ἔστι γὰρ ἅγια. | They shall eat the offerings with which they were sanctified to fill their hands, to sanctify them; and a stranger shall not eat of them, for they are holy. |
|
34
|
34
|
| ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωΐ, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται, ἁγίασμα γάρ ἐστι. | And if aught be left of the flesh of the sacrifice of consecration and of the loaves until the morning, thou shalt burn the remainder with fire: it shall not be eaten, for it is a holy thing. |
|
35
|
35
|
| καὶ ποιήσεις ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτω κατὰ πάντα, ὅσα ἐνετειλάμην σοι· ἑπτὰ ἡμέρας τελειώσεις τὰς χεῖρας αὐτῶν. | And thus shalt thou do for Aaron and for his sons according to all things that I have commanded thee; seven days shalt thou fill their hands. |
|
36
|
36
|
| καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπ᾿ αὐτῷ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό. | And thou shalt sacrifice the calf of the sin-offering on the day of purification, and thou shalt purify the altar when thou dost perform consecration upon it, and thou shalt anoint it so as to sanctify it. |
|
37
|
37
|
| ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται. | Seven days shalt thou purify the altar and sanctify it; and the altar shall be most holy, every one that touches the altar shall be hallowed. |
|
38
|
38
|
| Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. | And these are the offerings which thou shalt offer upon the altar; two unblemished lambs of a year old daily on the altar continually, a constant offering. |
|
39
|
39
|
| τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· | One lamb thou shalt offer in the morning, and the second lamb thou shalt offer in the evening. |
|
40
|
40
|
| καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἲν καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί· | And a tenth measure of fine flour mingled with the fourth part of an hin of beaten oil, and a drink-offering the fourth part of a hin of wine for one lamb. |
|
41
|
41
|
| καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν, κατὰ τὴν θυσίαν τὴν πρωϊνὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας, κάρπωμα Κυρίῳ, | And thou shalt offer the second lamb in the evening, after the manner of the morning-offering, and according to the drink-offering of the morning lamb; thou shalt offer it an offering to the Lord for a sweet-smelling savour, |
|
42
|
42
|
| θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν, ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν, ὥστε λαλῆσαί σοι. | a perpetual sacrifice throughout your generations, at the door of the tabernacle of witness before the Lord; wherein I will be known to thee from thence, so as to speak to thee. |
|
43
|
43
|
| καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου· | And I will there give orders to the children of Israel, and I will be sanctified in my glory. |
|
44
|
44
|
| καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι. | And I will sanctify the tabernacle of testimony and the altar, and I will sanctify Aaron and his sons, to minister as priests to me. |
|
45
|
45
|
| καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἔσομαι αὐτῶν Θεός, | And I will be called upon among the children of Israel, and will be their God. |
|
46
|
46
|
| καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐπικληθῆναι αὐτοῖς καὶ εἶναι αὐτῶν Θεός. | And they shall know that I am the Lord their God, who brought them forth out of the land of Egypt, to be called upon by them, and to be their God. |
|
Κεφάλαιο 30
|
Chapter 30
|
|
1
|
1
|
| ΚΑΙ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων· | And thou shalt make the altar of incense of incorruptible wood. |
|
2
|
2
|
| καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος καὶ πήχεως τὸ εὖρος, τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ. | And thou shalt make it a cubit in length, and a cubit in breadth: it shall be square; and the height of it shall be of two cubits, its horns shall be of the same piece. |
|
3
|
3
|
| καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. | And thou shalt gild its grate with pure gold, and its sides round about, and its horns; and thou shalt make for it a wreathen border of gold round-about. |
|
4
|
4
|
| καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. | And thou shalt make under its wreathen border two rings of pure gold; thou shalt make it to the two corners on the two sides, and they shall be bearings for the staves, so as to bear it with them. |
|
5
|
5
|
| καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ. | And thou shalt make the staves of incorruptible wood, and shalt gild them with gold. |
|
6
|
6
|
| καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖθεν. | And thou shalt set it before the veil that is over the ark of the testimonies, wherein I will make myself known to thee from thence. |
|
7
|
7
|
| καὶ θυμιάσει ἀπ᾿ αὐτοῦ ᾿Ααρὼν θυμίαμα σύνθετον λεπτόν· τὸ πρωΐ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾿ αὐτοῦ, | And Aaron shall burn upon it fine compound incense every morning; whensoever he trims the lamps he shall burn incense upon it. |
|
8
|
8
|
| καὶ ὅταν ἐξάπτῃ ᾿Ααρὼν τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπ᾿ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν. | And when Aaron lights the lamps in the evening, he shall burn incense upon it; a constant incense-offering always before the Lord for their generations. |
|
9
|
9
|
| καὶ οὐκ ἀνοίσεις ἐπ᾿ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾿ αὐτοῦ. | And thou shalt not offer strange incense upon it, nor an offering made by fire, nor a sacrifice; and thou shalt not pour a drink-offering upon it. |
|
10
|
10
|
| καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ ᾿Ααρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ. | And once in the year Aaron shall make atonement on its horns, he shall purge it with the blood of purification for their generations: it is most holy to the Lord. |
|
11
|
11
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
12
|
12
|
| ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν. | If thou take account of the children of Israel in the surveying of them, and they shall give every one a ransom for his soul to the Lord, then there shall not be among them a destruction in the visiting of them. |
|
13
|
13
|
| καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ. | And this is what they shall give, as many as pass the survey, half a didrachm which is according to the didrachm of the sanctuary: twenty oboli go to the didrachm, but the half of the didrachm is the offering to the Lord. |
|
14
|
14
|
| πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. | Every one that passes the survey from twenty years old and upwards shall give the offering to the Lord. |
|
15
|
15
|
| ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. | The rich shall not give more, and the poor shall not give less than the half didrachm in giving the offering to the Lord, to make atonement for your souls. |
|
16
|
16
|
| καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν ᾿Ισραὴλ καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς ᾿Ισραὴλ μνημόσυνον ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. | And thou shalt take the money of the offering from the children of Israel, and shalt give it for the service of the tabernacle of testimony; and it shall be to the children of Israel a memorial before the Lord, to make atonement for your souls. |
|
17
|
17
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
18
|
18
|
| ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, | Make a brazen laver, and a brazen base for it, for washing; and thou shalt put it between the tabernacle of witness and the altar, and thou shalt pour forth water into it. |
|
19
|
19
|
| καὶ νίψεται ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. | And Aaron and his sons shall wash their hands and their feet with water from it. |
|
20
|
20
|
| ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν κα’Ι ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ, | Whensoever they shall go into the tabernacle of witness, they shall wash themselves with water, so they shall not die, whensoever they advance to the altar to do service and to offer the whole burnt-offerings to the Lord. |
|
21
|
21
|
| νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾿ αὐτόν. | They shall wash their hands and feet with water, whensoever they shall go into the tabernacle of witness; they shall wash themselves with water, that they die not; and it shall be for them a perpetual statute, for him and his posterity after him. |
|
22
|
22
|
| καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
23
|
23
|
| καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα | Do thou also take sweet herbs, the flower of choice myrrh five hundred shekels, and the half of this two hundred and fifty shekels of sweet-smelling cinnamon, and two hundred and fifty shekels of sweet-smelling calamus, |
|
24
|
24
|
| καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαιῶν εἲν | and of cassia five hundred shekels of the sanctuary, and a hin of olive oil. |
|
25
|
25
|
| καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται. | And thou shalt make it a holy anointing oil, a perfumed ointment tempered by the art of the perfumer: it shall be a holy anointing oil. |
|
26
|
26
|
| καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου | And thou shalt anoint with it the tabernacle of witness, and the ark of the tabernacle of witness, |
|
27
|
27
|
| καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος | and all its furniture, and the candlestick and all its furniture, and the altar of incense, |
|
28
|
28
|
| καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ | and the altar of whole burnt-offerings and all its furniture, and the table and all its furniture, and the laver. |
|
29
|
29
|
| καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. | And thou shalt sanctify them, and they shall be most holy: every one that touches them shall be hallowed. |
|
30
|
30
|
| καὶ ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. | And thou shalt anoint Aaron and his sons, and sanctify them that they may minister to me as priests. |
|
31
|
31
|
| καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λαλήσεις λέγων· ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. | And thou shalt speak to the children of Israel, saying, This shall be to you a holy anointing oil throughout your generations. |
|
32
|
32
|
| ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστι καὶ ἁγίασμα ἔσται ὑμῖν. | On man's flesh it shall not be poured, and ye shall not make any for yourselves according to this composition: it is holy, and shall be holiness to you. |
|
33
|
33
|
| ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾿ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. | Whosoever shall make it in like manner, and whosoever shall give of it to a stranger, shall be destroyed from among his people. |
|
34
|
34
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἔσται· | And the Lord said to Moses, Take for thyself sweet herbs, stacte, onycha, sweet galbanum, and transparent frankincense; there shall be an equal weight of each. |
|
35
|
35
|
| καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα, μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καθαρόν, ἔργον ἅγιον. | And they shall make with it perfumed incense, tempered with the art of a perfumer, a pure holy work. |
|
36
|
36
|
| καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν. | And of these thou shalt beat some small, and thou shalt put it before the testimonies in the tabernacle of testimony, whence I will make myself known to thee: it shall be to you a most holy incense. |
|
37
|
37
|
| θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ· | Ye shall not make any for yourselves according to this composition; it shall be to you a holy thing for the Lord. |
|
38
|
38
|
| ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ. | Whosoever shall make any in like manner, so as to smell it, shall perish from his people. |
|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν ῎Ωρ, ἐκ τῆς φυλῆς ᾿Ιούδα, | Behold, I have called by name Beseleel the son of Urias the son of Or, of the tribe of Juda. |
|
3
|
3
|
| καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι | And I have filled him with a divine spirit of wisdom, and understanding, and knowledge, to invent in every work, |
|
4
|
4
|
| καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν | and to frame works, to labour in gold, and silver, and brass, and blue, and purple, and spun scarlet, |
|
5
|
5
|
| καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. | and works in stone, and for artificers' work in wood, to work at all works. |
|
6
|
6
|
| καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν ᾿Ελιὰβ τὸν τοῦ ᾿Αχισαμὰχ ἐκ φυλῆς Δὰν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα ὅσα συνέταξά σοι, | And I have appointed him and Eliab the son of Achisamach of the tribe of Dan, and to every one understanding in heart I have given understanding; and they shall make all things as many as I have appointed thee,— |
|
7
|
7
|
| τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ᾿ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς | the tabernacle of witness, and the ark of the covenant, and the propitiatory that is upon it, and the furniture of the tabernacle, |
|
8
|
8
|
| καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς | and the altars, and the table and all its furniture, |
|
9
|
9
|
| καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ | and the pure candlestick and all its furniture, and the laver and its base, |
|
10
|
10
|
| καὶ τὰς στολάς τὰς λειτουργικὰς ᾿Ααρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι | and Aaron's robes of ministry, and the robes of his sons to minister to me as priests, |
|
11
|
11
|
| καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα, ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσι. | and the anointing oil and the compound incense of the sanctuary; according to all that I have commanded thee shall they make them. |
|
12
|
12
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
13
|
13
|
| καὶ σὺ σύνταξον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ὁρᾶτε, καὶ τὰ σάββατά μου φυλάξεσθε· σημεῖόν ἐστι παρ᾿ ἐμοὶ καὶ ἐν ἐμοὶ εἰς τὰς γενεὰς ὑμῶν, ἵνα γνῶτε ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς. | Do thou also charge the children of Israel, saying, Take heed and keep my sabbaths; for they are a sign with me and among you throughout your generations, that ye may know that I am the Lord that sanctifies you. |
|
14
|
14
|
| καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστι Κυρίῳ ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ. | And ye shall keep the sabbaths, because this is holy to the Lord for you; he that profanes it shall surely be put to death: every one who shall do a work on it, that soul shall be destroyed from the midst of his people. |
|
15
|
15
|
| ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ· πᾶς ὃς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, θανατωθήσεται. | Six days thou shalt do works, but the seventh day is the sabbath, a holy rest to the Lord; every one who shall do a work on the seventh day shall be put to death. |
|
16
|
16
|
| καὶ φυλάξουσιν οἱ υἱοὶ ᾿Ισραὴλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος. | And the children of Israel shall keep the sabbaths, to observe them throughout their generations. |
|
17
|
17
|
| ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον· ὅτι ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐπαύσατο καὶ κατέπαυσε. | It is a perpetual covenant with me and the children of Israel, it is a perpetual sign with me; for in six days the Lord made the heaven and the earth, and on the seventh day he ceased, and rested. |
|
18
|
18
|
| Καὶ ἔδωκε Μωυσῇ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ. | And he gave to Moses when he left off speaking to him in mount Sina the two tables of testimony, tables of stone written upon with the finger of God. |
|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
1
|
| ΚΑΙ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικε Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ ᾿Ααρὼν καὶ λέγουσιν αὐτῷ· ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. | And when the people saw that Moses delayed to come down from the mountain, the people combined against Aaron, and said to him, Arise and make us gods who shall go before us; for this Moses, the man who brought us forth out of the land of Egypt—we do not know what is become of him. |
|
2
|
2
|
| καὶ λέγει αὐτοῖς ᾿Ααρών· περιέλεσθε τὰ ἐνώτια τὰ χρυσὰ τὰ ἐκ τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με. | And Aaron says to them, Take off the golden ear-rings which are in the ears of your wives and daughters, and bring them to me. |
|
3
|
3
|
| καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς ᾿Ααρών. | And all the people took off the golden ear-rings that were in their ears, and brought them to Aaron. |
|
4
|
4
|
| καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν· οὗτοι οἱ θεοί σου, ᾿Ισραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. | And he received them at their hands, and formed them with a graving tool; and he made them a molten calf, and said, These are thy gods, O Israel, which have brought thee up out of the land of Egypt. |
|
5
|
5
|
| καὶ ἰδὼν ᾿Ααρὼν ᾠκοδόμησε θυσιαστήριον κατέναντι αὐτοῦ, καὶ ἐκήρυξεν ᾿Ααρὼν λέγων· ἑορτὴν τοῦ Κυρίου αὔριον. | And Aaron having seen it built an altar before it, and Aaron made proclamation saying, To-morrow is a feast of the Lord. |
|
6
|
6
|
| καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκε θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. | And having risen early on the morrow, he offered whole burnt-offerings, and offered a peace-offering; and the people sat down to eat and drink, and rose up to play. |
|
7
|
7
|
| Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· βάδιζε τὸ τάχος, κατάβηθι ἐντεῦθεν· ἠνόμησε γὰρ ὁ λαός σου, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· | And the Lord spoke to Moses, saying, Go quickly, descend hence, for thy people whom thou broughtest out of the land of Egypt have transgressed; |
|
8
|
8
|
| παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν· οὗτοι οἱ θεοί σου, ᾿Ισραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. | they have quickly gone out of the way which thou commandedst; they have made for themselves a calf, and worshipped it, and sacrificed to it, and said, These are thy gods, O Israel, who brought thee up out of the land of Egypt. |
|
9
|
|
| καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτούς ἐκτρίψω αὐτοὺς | |
|
10
|
10
|
| καὶ ποιήσω σε εἰς ἔθνος μέγα. | And now let me alone, and I will be very angry with them and consume them, and I will make thee a great nation. |
|
11
|
11
|
| καὶ ἐδεήθη Μωυσῆς ἔναντι Κυρίου τοῦ Θεοῦ καὶ εἶπεν· ἱνατί, Κύριε, θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ; | And Moses prayed before the Lord God, and said, Wherefore, O Lord, art thou very angry with thy people, whom thou broughtest out of the land of Egypt with great strength, and with thy high arm? |
|
12
|
12
|
| μή ποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες· μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσι καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου, | Take heed lest at any time the Egyptians speak, saying, With evil intent he brought them out to slay them in the mountains, and to consume them from off the earth; cease from thy wrathful anger, and be merciful to the sin of thy people, |
|
13
|
13
|
| μνησθεὶς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων· πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ πᾶσαν τὴν γῆν ταύτην, ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν, καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα. | remembering Abraam and Isaac and Jacob thy servants, to whom thou hast sworn by thyself, and hast spoken to them, saying, I will greatly multiply your seed as the stars of heaven for multitude, and all this land which thou spokest of to give to them, so that they shall possess it for ever. |
|
14
|
14
|
| καὶ ἱλάσθη Κύριος περὶ τῆς κακίας, ἧς εἶπε ποιῆσαι τὸν λαὸν αὐτοῦ. | And the Lord was prevailed upon to preserve his people. |
|
15
|
15
|
| Καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ, πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν, ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι· | And Moses turned and went down from the mountain, and the two tables of testimony were in his hands, tables of stone written on both their sides: they were written within and without. |
|
16
|
16
|
| καὶ αἱ πλάκες ἔργον Θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ Θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί. | And the tables were the work of God, and the writing the writing of God written on the tables. |
|
17
|
17
|
| καὶ ἀκούσας ᾿Ιησοῦς τῆς φωνῆς τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. | And Joshua having heard the voice of the people crying, says to Moses, There is a noise of war in the camp. |
|
18
|
18
|
| καὶ λέγει· οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ᾿ ἰσχύν, οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω. | And Moses says, It is not the voice of them that begin the battle, nor the voice of them that begin the cry of defeat, but the voice of them that begin the banquet of wine do I hear. |
|
19
|
19
|
| καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς, καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας, καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος. | And when he drew nigh to the camp, he sees the calf and the dances; and Moses being very angry cast the two tables out of his hands, and broke them to pieces under the mountain. |
|
20
|
20
|
| καὶ λαβὼν τὸν μόσχον, ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς ᾿Ισραήλ. | And having taken the calf which they made, he consumed it with fire, and ground it very small, and scattered it on the water, and made the children of Israel to drink it. |
|
21
|
21
|
| καὶ εἶπε Μωυσῆς τῷ ᾿Ααρών· τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ᾿ αὐτοὺς ἁμαρτίαν μεγάλην; | And Moses said to Aaron, What has this people done to thee, that thou hast brought upon them a great sin? |
|
22
|
22
|
| καὶ εἶπεν ᾿Ααρὼν πρὸς Μωυσῆν· μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου. | And Aaron said to Moses, Be not angry, my lord, for thou knowest the impetuosity of this people. |
|
23
|
23
|
| λέγουσι γάρ μοι· ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. | For they say to me, Make us gods, which shall go before us; for as for this man Moses, who brought us out of Egypt, we do not know what is become of him. |
|
24
|
24
|
| καὶ εἶπα αὐτοῖς· εἴ τινι ὑπάρχει χρυσία, περιέλεσθε. καὶ ἔδωκάν μοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος. | And I said to them, If any one has golden ornaments, take them off; and they gave them me, and I cast them into the fire, and there came out this calf. |
|
25
|
25
|
| καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται, διεσκέδασε γὰρ αὐτοὺς ᾿Ααρὼν ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν, | And when Moses saw that the people was scattered,—for Aaron had scattered them so as to be a rejoicing to their enemies,— |
|
26
|
26
|
| ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπε· τίς πρὸς Κύριον; ἴτω πρός με. συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευί. | then stood Moses at the gate of the camp, and said, Who is on the Lord's side? let him come to me. Then all the sons of Levi came to him. |
|
27
|
27
|
| καὶ λέγει αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· θέσθε ἕκαστος τὴν ἑαυτοῦ ρομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διά τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸ ἔγγιστα αὐτοῦ. | And he says to them, Thus saith the Lord God of Israel, Put every one his sword on his thigh, and go through and return from gate to gate through the camp, and slay every one his brother, and every one his neighbour, and every one him that is nearest to him. |
|
28
|
28
|
| καὶ ἐποίησαν οἱ υἱοὶ Λευὶ καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας. | And the sons of Levi did as Moses spoke to them, and there fell of the people in that day to the number of three thousand men. |
|
29
|
29
|
| καὶ εἶπεν αὐτοῖς Μωυσῆς· ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον Κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ᾿ ὑμᾶς εὐλογίαν. | And Moses said to them, Ye have filled your hands this day to the Lord each one on his son or on his brother, so that blessing should be given to you. |
|
30
|
30
|
| Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπε Μωυσῆς πρὸς τὸν λαόν· ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν Θεόν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν. | And it came to pass after the morrow had begun, that Moses said to the people, Ye have sinned a great sin; and now I will go up to God, that I may make atonement for your sin. |
|
31
|
31
|
| ὑπέστρεψε δὲ Μωυσῆς πρὸς Κύριον καὶ εἶπε· δέομαι, Κύριε· ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. | And Moses returned to the Lord and said, I pray, O Lord, this people has sinned a great sin, and they have made for themselves golden gods. |
|
32
|
32
|
| καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας. | And now if thou wilt forgive their sin, forgive it; and if not, blot me out of thy book, which thou hast written. |
|
33
|
33
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου, ἐξαλείψω αὐτοὺς ἐκ τῆς βίβλου μου. | And the Lord said to Moses, If any one has sinned against me, I will blot them out of my book. |
|
34
|
34
|
| νυνὶ δὲ βάδιζε, κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου· ᾗ δ᾿ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ᾿ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν. | And now go, descend, and lead this people into the place of which I spoke to thee: behold, my angel shall go before thy face; and in the day when I shall visit I will bring upon them their sin. |
|
35
|
35
|
| καὶ ἐπάταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν ᾿Ααρών. | And the Lord smote the people for the making of the calf, which Aaron made. |
|
Κεφάλαιο 33
|
Chapter 33
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν. | And the Lord said to Moses, Go forward, go up hence, thou and thy people, whom thou broughtest out of the land of Egypt, into the land which I swore to Abraam, and Isaac, and Jacob, saying, I will give it to your seed. |
|
2
|
2
|
| καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν ᾿Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Εὐαῖον καὶ ᾿Ιεβουσαῖον καὶ Χαναναῖον. | And I will send at the same time my angel before thy face, and he shall cast out the Amorite and the Chettite, and the Pherezite and Gergesite, and Evite, and Jebusite, and Chananite. |
|
3
|
3
|
| καὶ εἰσάξω σε εἰς γῆν ρέουσαν γάλα καὶ μέλι· οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ, διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ. | And I will bring thee into a land flowing with milk and honey; for I will not go up with thee, because thou art a stiff-necked people, lest I consume thee by the way. |
|
4
|
4
|
| καὶ ἀκούσας ὁ λαὸς τὸ ρῆμα τὸ πονηρὸν τοῦτο, κατεπένθησεν ἐν πενθικοῖς. | And the people having heard this grievous saying, mourned in mourning apparel. |
|
5
|
5
|
| καὶ εἶπε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· ὑμεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε, μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ᾿ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς. νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τόν κόσμον, καὶ δείξω σοι ἃ ποιήσω σοι. | For the Lord said to the children of Israel, Ye are a stiff-necked people; take heed lest I bring on you another plague, and destroy you: now then put off your glorious apparel, and your ornaments, and I will shew thee what I will do to thee. |
|
6
|
6
|
| καὶ περιείλαντο οἱ υἱοὶ ᾿Ισραὴλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρήβ. | So the sons of Israel took off their ornaments and their array at the mount of Choreb. |
|
7
|
7
|
| Καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου· καὶ ἐγένετο, πᾶς ὁ ζητῶν Κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν τὴν ἔξω τῆς παρεμβολῆς. | And Moses took his tabernacle and pitched it without the camp, at a distance from the camp; and it was called the Tabernacle of Testimony: and it came to pass that every one that sought the Lord went forth to the tabernacle which was without the camp. |
|
8
|
8
|
| ἡνίκα δ᾿ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν. | And whenever Moses went into the tabernacle without the camp, all the people stood every one watching by the doors of his tent; and when Moses departed, they took notice until he entered into the tabernacle. |
|
9
|
9
|
| ὡς δ᾿ ἂν εἰσῆλθε Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει Μωυσῇ· | And when Moses entered into the tabernacle, the pillar of the cloud descended, and stood at the door of the tabernacle, and God talked to Moses. |
|
10
|
10
|
| καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς, καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. | And all the people saw the pillar of the cloud standing by the door of the tabernacle, and all the people stood and worshipped every one at the door of his tent. |
|
11
|
11
|
| καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων ᾿Ιησοῦς υἱὸς Ναυῆ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. | And the Lord spoke to Moses face to face, as if one should speak to his friend; and he retired into the camp: but his servant Joshua the son of Naue, a young man, departed not forth from the tabernacle. |
|
12
|
12
|
| Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· ἰδοὺ σύ μοι λέγεις· ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετ᾿ ἐμοῦ· σὺ δέ μοι εἶπας· οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ᾿ ἐμοί. | And Moses said to the Lord, Lo! thou sayest to me, Lead on this people; but thou hast not shewed me whom thou wilt send with me, but thou hast said to me, I know thee above all, and thou hast favour with me. |
|
13
|
13
|
| εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς, ἵνα ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. | If then I have found favour in thy sight, reveal thyself to me, that I may evidently see thee; that I may find favour in thy sight, and that I may know that this great nation is thy people. |
|
14
|
14
|
| καὶ λέγει· αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε. | And he says, I myself will go before thee, and give thee rest. |
|
15
|
15
|
| καὶ λέγει πρὸς αὐτόν· εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· | And he says to him, If thou go not up with us thyself, bring me not up hence. |
|
16
|
16
|
| καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ᾿ ἢ συμπορευομένου σου μεθ᾿ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. | And how shall it be surely known, that both I and this people have found favour with thee, except only if thou go with us? So both I and thy people shall be glorified beyond all the nations, as many as are upon the earth. |
|
17
|
17
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. | And the Lord said to Moses, I will also do for thee this thing, which thou hast spoken; for thou hast found grace before me, and I know thee above all. |
|
18
|
18
|
| καὶ λέγει· ἐμφάνισόν μοι σεαυτόν, | And Moses says, Manifest thyself to me. |
|
19
|
19
|
| καὶ εἶπεν· ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. | And God said, I will pass by before thee with my glory, and I will call by my name, the Lord, before thee; and I will have mercy on whom I will have mercy, and will have pity on whom I will have pity. |
|
20
|
20
|
| καὶ εἶπεν· οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. | And God said, Thou shalt not be able to see my face; for no man shall see my face, and live. |
|
21
|
21
|
| καὶ εἶπε Κύριος· ἰδοὺ τόπος παρ᾿ ἐμοί, στήσῃ ἐπὶ τῆς πέτρας· | And the Lord said, Behold, there is a place by me: thou shalt stand upon the rock; |
|
22
|
22
|
| ἡνίκα δ᾿ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω· | and when my glory shall pass by, then I will put thee into a hole of the rock; and I will cover thee over with my hand, until I shall have passed by. |
|
23
|
23
|
| καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. | And I will remove my hand, and then shalt thou see my back parts; but my face shall not appear to thee. |
|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ρήματα, ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας. | And the Lord said to Moses, Hew for thyself two tables of stone, as also the first were, and come up to me to the mountain; and I will write upon the tables the words, which were on the first tables, which thou brokest. |
|
2
|
2
|
| καὶ γίνου ἕτοιμος εἰς τὸ πρωΐ καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινὰ καὶ στήσει μοι ἐκεῖ ἐπ᾿ ἄκρου τοῦ ὄρους. | And be ready by the morning, and thou shalt go up to the mount Sina, and shalt stand there for me on the top of the mountain. |
|
3
|
3
|
| καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου. | And let no one go up with thee, nor be seen in all the mountain; and let not the sheep and oxen feed near that mountain. |
|
4
|
4
|
| καὶ ἐλάξευσε δύο πλάκας λιθίνας, καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινά, καθότι συνέταξεν αὐτῷ Κύριος· καὶ ἔλαβε Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας. | And Moses hewed two tables of stone, as also the first were; and Moses having arisen early, went up to the mount Sina, as the Lord appointed him; and Moses took the two tables of stone. |
|
5
|
5
|
| καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. | And the Lord descended in a cloud, and stood near him there, and called by the name of the Lord. |
|
6
|
6
|
| καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσε· Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, | And the Lord passed by before his face, and proclaimed, The Lord God, pitiful and merciful, longsuffering and very compassionate, and true, |
|
7
|
7
|
| καὶ δικαιοσύνην διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. | and keeping justice and mercy for thousands, taking away iniquity, and unrighteousness, and sins; and he will not clear the guilty; bringing the iniquity of the fathers upon the children, and to the children's children, to the third and fourth generation. |
|
8
|
8
|
| καὶ σπεύσας Μωυσῆς, κύψας ἐπὶ τὴν γῆν προσεκύνησε | And Moses hasted, and bowed to the earth and worshipped; |
|
9
|
9
|
| καὶ εἶπεν· εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευθήτω ὁ Κύριός μου μεθ᾿ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστι, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθα σοί. | and said, If I have found grace before thee, let my Lord go with us; for the people is stiff-necked: and thou shalt take away our sins and our iniquities, and we will be thine. |
|
10
|
10
|
| καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγὼ τίθημί σοι διαθήκην· ἐνώπιον παντὸς τοῦ λαοῦ σου ποιήσω ἔνδοξα, ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ ἔθνει, καὶ ὄψεται πᾶς ὁ λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα Κυρίου, ὅτι θαυμαστά ἐστιν, ἃ ἐγὼ ποιήσω σοι. | And the Lord said to Moses, Behold, I establish a covenant for thee in the presence of all thy people; I will do glorious things, which have not been done in all the earth, or in any nation; and all the people among whom thou art shall see the works of the Lord, that they are wonderful, which I will do for thee. |
|
11
|
11
|
| πρόσεχε σὺ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι. ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν ᾿Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Χετταῖον καὶ Εὐαῖον καὶ Γεργεσαῖον καὶ ᾿Ιεβουσαῖον· | Do thou take heed to all things whatsoever I command thee: behold, I cast out before your face the Amorite and the Chananite and the Pherezite, and the Chettite, and Evite, and Gergesite and Jebusite: |
|
12
|
12
|
| πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν. | take heed to thyself, lest at any time thou make a covenant with the dwellers on the land, into which thou art entering, lest it be to thee a stumbling-block among you. |
|
13
|
13
|
| τούς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τάς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί· | Ye shall destroy their altars, and break in pieces their pillars, and ye shall cut down their groves, and the graven images of their gods ye shall burn with fire. |
|
14
|
14
|
| οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ Κύριος ὁ Θεὸς ζηλωτὸν ὄνομα, Θεὸς ζηλωτής ἐστι. | For ye shall not worship strange gods, for the Lord God, a jealous name, is a jealous God; |
|
15
|
15
|
| μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσί σε, καὶ φάγῃς τῶν αἱμάτων αὐτῶν, | lest at any time thou make a covenant with the dwellers on the land, and they go a whoring after their gods, and sacrifice to their gods, and they call thee, and thou shouldest eat of their feasts, |
|
16
|
16
|
| καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν. | and thou shouldest take of their daughters to thy sons, and thou shouldest give of thy daughters to their sons; and thy daughters should go a whoring after their gods, and thy sons should go a whoring after their gods. |
|
17
|
17
|
| καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ. | And thou shalt not make to thyself molten gods. |
|
18
|
18
|
| καὶ τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξῃ· ἑπτὰ ἡμέρας φαγῇ ἄζυμα, καθάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου. | And thou shalt keep the feast of unleavened bread: seven days shalt thou eat unleavened bread, as I have charged thee, at the season in the month of new corn; for in the month of new corn thou camest out from Egypt. |
|
19
|
19
|
| πᾶν διανοῖγον μήτραν ἐμοί, τὰ ἀρσενικά, πᾶν πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου. | The males are mine, everything that opens the womb; every first-born of oxen, and every first-born of sheep. |
|
20
|
20
|
| καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτό, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ· οὐκ ὀφθήση ἐνώπιόν μου κενός. | And the first-born of an ass thou shalt redeem with a sheep, and if thou wilt not redeem it thou shalt pay a price: every first-born of thy sons shalt thou redeem: thou shalt not appear before me empty. |
|
21
|
21
|
| ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ καταπαύσεις· τῷ σπόρῳ καὶ τῷ ἀμήτῳ κατάπαυσις. | Six days thou shalt work, but on the seventh day thou shalt rest: there shall be rest in seed-time and harvest. |
|
22
|
22
|
| καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι, ἀρχὴν θερισμοῦ πυροῦ, καὶ ἑορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ. | And thou shalt keep to me the feast of weeks, the beginning of wheat-harvest; and the feast of ingathering in the middle of the year. |
|
23
|
23
|
| τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ ᾿Ισραήλ· | Three times in the year shall every male of thine appear before the Lord the God of Israel. |
|
24
|
24
|
| ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ. | For when I shall have cast out the nations before thy face, and shall have enlarged thy coasts, no one shall desire thy land, whenever thou mayest go up to appear before the Lord thy God, three times in the year. |
|
25
|
25
|
| οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυσιασμάτων μου, καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωΐ θύματα ἑορτῆς τοῦ πάσχα. | Thou shalt not offer the blood of my sacrifices with leaven, neither shall the sacrifices of the feast of the passover remain till the morning. |
|
26
|
26
|
| τὰ πρωτογεννήματα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. | The first-fruits of thy land shalt thou put into the house of the Lord thy God: thou shalt not boil a lamb in his mother's milk. |
|
27
|
27
|
| Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· γράψον σεαυτῷ τὰ ρήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τῷ ᾿Ισραήλ. | And the Lord said to Moses, Write these words for thyself, for on these words I have established a covenant with thee and with Israel. |
|
28
|
28
|
| καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιε· καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ρήματα ταῦτα τῆς διαθήκης, τοὺς δέκα λόγους. | And Moses was there before the Lord forty days, and forty nights; he did not eat bread, and he did not drink water; and he wrote upon the tables these words of the covenant, the ten sayings. |
|
29
|
29
|
| ὡς δὲ κατέβαινε Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωυσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. | And when Moses went down from the mountain, there were the two tables in the hands of Moses,—as then he went down from the mountain, Moses knew not that the appearance of the skin of his face was glorified, when God spoke to him. |
|
30
|
30
|
| καὶ εἶδεν ᾿Ααρὼν καὶ πάντες οἱ πρεσβύτεροι ᾿Ισραὴλ τὸν Μωυσῆν καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ, καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. | And Aaron and all the elders of Israel saw Moses, and the appearance of the skin of his face was made glorious, and they feared to approach him. |
|
31
|
31
|
| καὶ ἐκάλεσεν αὐτοὺς Μωυσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν ᾿Ααρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἐλάλησεν αὐτοῖς Μωυσῆς. | And Moses called them, and Aaron and all the rulers of the synagogue turned towards him, and Moses spoke to them. |
|
32
|
32
|
| καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐνετείλατο αὐτοῖς πάντα, ὅσα ἐνετείλατο Κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει Σινά. | And afterwards all the children of Israel came to him, and he commanded them all things, whatsoever the Lord had commanded him in the mount of Sina. |
|
33
|
33
|
| καὶ ἐπειδὴ κατέπαυσε λαλῶν πρὸς αὐτούς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. | And when he ceased speaking to them, he put a veil on his face. |
|
34
|
34
|
| ἡνίκα δ᾿ ἂν εἰσεπορεύετο Μωυσῆς ἔναντι Κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι. καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς ᾿Ισραὴλ ὅσα ἐνετείλατο αὐτῷ Κύριος, | And whenever Moses went in before the Lord to speak to him, he took off the veil till he went out, and he went forth and spoke to all the children of Israel whatsoever the Lord commanded him. |
|
35
|
35
|
| καὶ εἶδον οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πρόσωπον Μωυσέως ὅτι δεδόξασται, καὶ περιέθηκε Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ. | And the children of Israel saw the face of Moses, that it was glorified; and Moses put the veil over his face, till he went in to speak with him. |
|
Κεφάλαιο 35
|
Chapter 35
|
|
1
|
1
|
| ΚΑΙ συνήθροισε Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ καὶ εἶπεν· οὗτοι οἱ λόγοι, οὓς εἶπε Κύριος ποιῆσαι αὐτούς. | And Moses gathered all the congregation of the children of Israel together, and said, These are the words which the Lord has spoken for you to do them. |
|
2
|
2
|
| ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγια σάββατα, ἀνάπαυσις Κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω. | Six days shalt thou perform works, but on the seventh day shall be rest—a holy sabbath—a rest for the Lord: every one that does work on it, let him die. |
|
3
|
3
|
| οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ Κύριος. | Ye shall not burn a fire in any of your dwellings on the sabbath-day; I am the Lord. |
|
4
|
4
|
| Καὶ εἶπε Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ λέγων· τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος λέγων· | And Moses spoke to all the congregation of the children of Israel, saying, This is the thing which the Lord has appointed you, saying, |
|
5
|
5
|
| λάβετε παρ᾿ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, | Take of yourselves an offering for the Lord: every one that engages in his heart shall bring the first-fruits to the Lord; gold, silver, brass, |
|
6
|
6
|
| ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας | blue, purple, double scarlet spun, and fine linen spun, and goats' hair, |
|
7
|
7
|
| καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα. | and rams' skins dyed red, and skins dyed blue, and incorruptible wood, |
|
8
|
|
| καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη. | |
|
9
|
9
|
| καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε Κύριος· | and sardine stones, and stones for engraving for the shoulder-piece and full-length robe. |
|
10
|
10
|
| τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ κατακαλύμματα καὶ τά διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους | And every man that is wise in heart among you, let him come and work all things whatsoever the Lord has commanded. |
|
11
|
11
|
| καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα | The tabernacle, and the cords, and the coverings, and the rings, and the bars, and the posts, |
|
12
|
12
|
| καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς | and the ark of the testimony, and its staves, and its propitiatory, and the veil, |
|
13
|
13
|
| καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου | and the table and all its furniture, |
|
14
|
14
|
| καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος | and the candlestick for the light and all its furniture, |
|
15
|
|
| καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς | |
|
16
|
16
|
| καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς | and the altar and all its furniture; |
|
17
|
|
| καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ | |
|
18
|
|
| καὶ τὰς στολὰς τὰς ἁγίας ᾿Ααρὼν τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, | |
|
19
|
19
|
| καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς ᾿Ααρὼν τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως. | and the holy garments of Aaron the priest, and the garments in which they shall do service; and the garments of priesthood for the sons of Aaron and the anointing oil, and the compound incense. |
|
20
|
20
|
| καὶ ἐξῆλθε πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ ἀπὸ Μωυσῆ | And all the congregation of the children of Israel went out from Moses. And they brought, they whose heart prompted them, and they to whomsoever it seemed good in their mind, each an offering: |
|
21
|
21
|
| καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς, καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου. | and they brought an offering to the Lord for all the works of the tabernacle of witness, and all its services, and for all the robes of the sanctuary. |
|
22
|
22
|
| καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ. | And the men, even every one to whom it seemed good in his heart, brought from the women, even brought seals and ear-rings, and finger-rings, and necklaces, and bracelets, every article of gold. |
|
23
|
23
|
| καὶ παρ᾿ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν. | And all as many as brought ornaments of gold to the Lord, and with whomsoever fine linen was found; and they brought skins dyed blue, and rams' skins dyed red. |
|
24
|
24
|
| καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκόν, τὰ ἀφαιρέματα Κυρίῳ, καὶ παρ᾿ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν. | And every one that offered an offering brought silver and brass, the offerings to the Lord; and they with whom was found incorruptible wood; and they brought offerings for all the works of the preparation. |
|
25
|
25
|
| καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον· | And every woman skilled in her heart to spin with her hands, brought spun articles, the blue, and purple, and scarlet and fine linen. |
|
26
|
26
|
| καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. | And all the women to whom it seemed good in their heart in their wisdom, spun the goats' hair. |
|
27
|
27
|
| καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ τὸ λογεῖον | And the rulers brought the emerald stones, and the stones for setting in the ephod, and the oracle, |
|
28
|
28
|
| καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος. | and the compounds both for the anointing oil, and the composition of the incense. |
|
29
|
29
|
| καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διά Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἀφαίρεμα Κυρίῳ. | And every man and woman whose mind inclined them to come in and do all the works as many as the Lord appointed them to do by Moses—they the children of Israel brought an offering to the Lord. |
|
30
|
30
|
| Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ· ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου τὸν ῎Ωρ, ἐκ τῆς φυλῆς ᾿Ιούδα, | And Moses said to the children of Israel, Behold, God has called by name Beseleel the son of Urias the son of Or, of the tribe of Juda, |
|
31
|
31
|
| καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων | and has filled him with a divine spirit of wisdom and understanding, and knowledge of all things, |
|
32
|
32
|
| ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν | to labour skilfully in all works of cunning workmanship, to form the gold and the silver and the brass, |
|
33
|
33
|
| καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας· | and to work in stone, and to fashion the wood, and to work in every work of wisdom. |
|
34
|
34
|
| καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ τῷ ᾿Ελιὰβ τῷ τοῦ ᾿Αχισαμάχ, ἐκ φυλῆς Δάν. | And God gave improvement in understanding both to him, and to Eliab the son of Achisamach of the tribe of Dan. |
|
35
|
35
|
| καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας. | And God filled them with wisdom, understanding and perception, to understand to work all the works of the sanctuary, and to weave the woven and embroidered work with scarlet and fine linen, to do all work of curious workmanship and embroidery. |
|
Κεφάλαιο 36
|
Chapter 36
|
|
2
|
2
|
| καὶ ἐκάλεσε Μωυσῆς Βεσελεὴλ καὶ ᾿Ελιὰβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ἔδωκεν ὁ Θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα, ὥστε συντελεῖν αὐτά, | And Moses called Beseleel and Eliab, and all that had wisdom, to whom God gave knowledge in their heart, and all who were freely willing to come forward to the works, to perform them. |
|
3
|
3
|
| καὶ ἔλαβον παρὰ Μωυσῆ πάντα τὰ ἀφαιρέματα, ἃ ἤνεγκαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά, καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωΐ. | And they received from Moses all the offerings, which the children of Israel brought for all the works of the sanctuary to do them; and they continued to receive the gifts brought, from those who brought them in the morning. |
|
4
|
4
|
| καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον, ὃ εἰργάζοντο αὐτοί, | And there came all the wise men who wrought the works of the sanctuary, each according to his own work, which they wrought. |
|
5
|
5
|
| καὶ εἶπαν πρὸς Μωυσῆν· ὅτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι. | And one said to Moses, The people bring an abundance too great in proportion to all the works which the Lord has appointed them to do. |
|
6
|
6
|
| καὶ προσέταξε Μωυσῆς καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων· ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν. | And Moses commanded, and proclaimed in the camp, saying, Let neither man nor woman any longer labour for the offerings of the sanctuary; and the people were restrained from bringing any more. |
|
7
|
7
|
| καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον. | And they had materials sufficient for making the furniture, and they left some besides. |
|
8
|
8
|
| Καὶ ἐποίησε πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις (Κεφ. ΛΘ´ | And every wise one among those that wrought made the robes of the holy places, which belong to Aaron the priest, as the Lord commanded Moses. |
|
1
|
1
|
| ) τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν ᾿Ααρὼν τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | And Beseleel wrought, and Eliab and every one wise in understanding, to whom was given wisdom and knowledge, to understand to do all the works according to the holy offices, according to all things which the Lord appointed. |
|
9
|
9
|
| καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης. | And he made the ephod of gold, and blue, and purple, and spun scarlet, and fine linen twined. |
|
10
|
10
|
| καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ, ἔργον ὑφαντὸν ἐποίησαν αὐτό· | And the plates were divided, the threads of gold, so as to interweave with the blue and purple, and with the spun scarlet, and the fine linen twined, they made it a woven work; |
|
11
|
11
|
| ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ᾿ ἑαυτὸ | shoulder-pieces joined from both sides, a work woven by mutual twisting of the parts into one another. |
|
12
|
12
|
| ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | They made it of the same material according to the making of it, of gold, and blue, and purple, and spun scarlet, and fine linen twined, as the Lord commanded Moses; |
|
13
|
13
|
| καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐγκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν ᾿Ισραήλ· | and they made the two emerald stones clasped together and set in gold, graven and cut after the cutting of a seal with the names of the children of Israel; |
|
14
|
14
|
| καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν ᾿Ισραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | and he put them on the shoulder-pieces of the ephod, as stones of memorial of the children of Israel, as the Lord appointed Moses. |
|
15
|
15
|
| Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης· | And they made the oracle, a work woven with embroidery, according to the work of the ephod, of gold, and blue, and purple, and spun scarlet, and fine linen twined. |
|
16
|
16
|
| τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος, διπλοῦν. | They made the oracle square and double, the length of a span, and the breadth of a span,—double. |
|
17
|
17
|
| καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς· | And there was interwoven with it a woven work of four rows of stones, a series of stones, the first row, a sardius and topaz and emerald; |
|
18
|
18
|
| καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· | and the second row, a carbuncle and sapphire and jasper; |
|
19
|
19
|
| καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος· | and the third row, a ligure and agate and amethyst; |
|
20
|
20
|
| καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ. | and the fourth row a chrysolite and beryl and onyx set round about with gold, and fastened with gold. |
|
21
|
21
|
| καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν ᾿Ισραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν, ἐγγεγλυμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος, εἰς τὰς δώδεκα φυλάς. | And the stones were twelve according to the names of the children of Israel, graven according to their names like seals, each according to his own name for the twelve tribes. |
|
22
|
22
|
| καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαροῦ· | And they made on the oracle turned wreaths, wreathen work, of pure gold, |
|
23
|
23
|
| καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς | and they made two golden circlets and two golden rings. And they put the two golden rings on both the upper corners of the oracle; |
|
24
|
24
|
| καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ᾿ ἀμφοτέρας τὰς ἀρχάς τοῦ λογείου· | and they put the golden wreaths on the rings on both sides of the oracle, |
|
25
|
25
|
| καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ᾿ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου καὶ εἰς τὰς δύο συμβολάς τὰ δύο ἐμπλόκια | and the two wreaths into the two couplings. And they put them on the two circlets, and they put them on the shoulders of the ephod opposite each other in front. |
|
26
|
26
|
| καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον. | And they made two golden rings, and put them on the two projections on the top of the oracle, and on the top of the hinder part of the ephod within. |
|
27
|
27
|
| καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ᾿ ἄκρου τοῦ λογείου καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν. | And they made two golden rings, and put them on both the shoulders of the ephod under it, in front by the coupling above the connexion of the ephod. |
|
28
|
28
|
| καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπ᾿ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος. | And he fastened the oracle by the rings that were on it to the rings of the ephod, which were fastened with a string of blue, joined together with the woven work of the ephod; that the oracle should not be loosed from the ephod, as the Lord commanded Moses. |
|
29
|
29
|
| καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ᾿ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | And they made the tunic under the ephod, woven work, all of blue. |
|
30
|
30
|
| Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντόν, ὅλον ὑακίνθινον· | And the opening of the tunic in the midst woven closely together, the opening having a fringe round about, that it might not be rent. |
|
31
|
31
|
| τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διϋφασμένον συμπλεκτόν, ὤαν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον. | And they made on the border of the tunic below pomegranates as of a flowering pomegranate tree, of blue, and purple, and spun scarlet, and fine linen twined. |
|
32
|
32
|
| καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ρόας ροΐσκους, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης | And they made golden bells, and put the bells on the border of the tunic round about between the pomegranates: |
|
33
|
33
|
| καὶ ἐποίησαν κώδωνας χρυσοῦς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ροΐσκων· | a golden bell and a pomegranate on the border of the tunic round about, for the ministration, as the Lord commanded Moses. |
|
34
|
34
|
| κώδων χρυσοῦς καὶ ροΐσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | And they made vestments of fine linen, a woven work, for Aaron and his sons, |
|
35
|
35
|
| Καὶ ἐποίησαν χιτῶνας βυσσίνους, ἔργον ὑφαντόν, ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ | and the tires of fine linen, and the mitre of fine linen, and the drawers of fine linen twined; |
|
36
|
36
|
| καὶ τὰς κιδάρεις ἐκ βύσσου καὶ τὴν μίτραν ἐκ βύσσου καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης | and their girdles of fine linen, and blue, and purple, and scarlet spun, the work of an embroiderer, according as the Lord commanded Moses. |
|
37
|
37
|
| καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. | And they made the golden plate, a dedicated thing of the sanctuary, of pure gold; and he wrote upon it graven letters as of a seal, Holiness to the Lord. |
|
38
|
38
|
| Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· | And they put it on the border of blue, so that it should be on the mitre above, as the Lord commanded Moses. |
|
39
|
|
| καὶ ἔγραψεν ἐπ᾿ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος ῾Αγίασμα Κυρίῳ· | |
|
40
|
|
| καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθυνον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. | |
|
Κεφάλαιο 37
|
Chapter 37
|
|
1
|
1
|
| ΚΑΙ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας, | And they made ten curtains for the tabernacle; |
|
2
|
2
|
| ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς (τὸ αὐτὸ ἦν πάσαις) καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς. | of eight and twenty cubits the length of one curtain: the same measure was to all, and the breadth of one curtain was of four cubits. |
|
3
|
3
|
| καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου Χερουβίμ, | And they made the veil of blue, and purple, and spun scarlet, and fine linen twined, the woven work with cherubs. |
|
4
|
4
|
| καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. | And they put it on four posts of incorruptible wood overlaid with gold; and their chapiters were gold, and their four sockets were silver. |
|
5
|
5
|
| καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου Χερουβίμ, | And they made the veil of the door of the tabernacle of witness of blue, and purple, and spun scarlet, and fine linen twined, woven work with cherubs, |
|
6
|
6
|
| καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ τοὺς κρίκους· καὶ τὰς κεφαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ. (Κεφ. ΛΗ´ | and their posts five, and the rings; and they gilded their chapiters and their clasps with gold, and they had five sockets of brass. |
|
7
|
7
|
| Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ᾿ ἑκατόν, | And they made the court toward the south; the curtains of the court of fine linen twined, a hundred cubits every way, |
|
8
|
8
|
| καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· | and their posts twenty, and their sockets twenty; |
|
9
|
9
|
| καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ᾿ ἑκατὸν καὶ τὸ κλίτος τὸ πρὸς νότον ἑκατὸν ἐφ᾿ ἑκατόν, καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· | and on the north side a hundred every way, and on the south side a hundred every way, and their posts twenty and their sockets twenty. |
|
10
|
10
|
| καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων, στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· | And on the west side curtains of fifty cubits, their posts ten and their sockets ten. |
|
11
|
11
|
| καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων, ἱστία | And on the east side curtains of fifty cubits of fifteen cubits behind, |
|
12
|
12
|
| πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς, | and their pillars three, and their sockets three. |
|
13
|
13
|
| καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι πεντεκαίδεκα πήχεων, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς. | And at the second back on this side and on that by the gate of the court, curtains of fifteen cubits, their pillars three and their sockets three; |
|
14
|
14
|
| πᾶσαι αἱ αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσου κεκλωσμένης, | all the curtains of the tabernacle of fine linen twined. |
|
15
|
15
|
| καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ, πάντες οἱ στῦλοι τῆς αὐλῆς. | And the sockets of their pillars of brass, and their hooks of silver, and their chapiters overlaid with silver, and all the posts of the court overlaid with silver: |
|
16
|
16
|
| καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς· | and the veil of the gate of the court, the work of an embroiderer of blue, and purple, and spun scarlet, and fine linen twined; the length of twenty cubits, and the height and the breadth of five cubits, made equal to the curtains of the court; |
|
17
|
17
|
| καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ· | and their pillars four, and their sockets four of brass, and their hooks of silver, and their chapiters overlaid with silver. |
|
18
|
18
|
| καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ, καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ. | And all the pins of the court round about of brass, and they were overlaid with silver. |
|
19
|
19
|
| Καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωυσῇ, τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν διὰ ᾿Ιθάμαρ τοῦ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως. | And this was the construction of the tabernacle of witness, accordingly as it was appointed to Moses; so that the public service should belong to the Levites, through Ithamar the son of Aaron the priest. |
|
20
|
20
|
| καὶ Βεσελεὴλ ὁ τοῦ Οὐρίου, ἐκ φυλῆς ᾿Ιούδα, ἐποίησε καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, | And Beseleel the son of Urias of the tribe of Juda, did as the Lord commanded Moses. |
|
21
|
21
|
| καὶ ᾿Ελιὰβ ὁ τοῦ ᾿Αχισαμάχ, ἐκ φυλῆς Δάν, ὃς ἠρχιτεκτόνησε τὰ ὑφαντὰ καὶ τὰ ραφιδευτὰ καὶ ποικιλτικὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ. | And Eliab the son of Achisamach of the tribe of Dan was there, who was chief artificer in the woven works and needle-works and embroideries, in weaving with the scarlet and fine linen. |
|
Κεφάλαιο 38
|
Chapter 38
|
|
1
|
1
|
| ΚΑΙ ἐποίησε Βεσελεὴλ τὴν κιβωτόν. | And Beseleel made the ark, |
|
2
|
2
|
| καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν. | and overlaid it with pure gold within and without; |
|
3
|
3
|
| καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον, | and he cast for it four golden rings, two on the one side, and two on the other, |
|
4
|
4
|
| εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς. | wide enough for the staves, so that men should bear the ark with them. |
|
5
|
5
|
| καὶ ἐποίησε τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ | And he made the propitiatory over the ark of pure gold, |
|
6
|
6
|
| καὶ τοὺς δύο Χερουβὶμ χρυσοῦς, | and the two cherubs of gold; |
|
7
|
7
|
| Χεροὺβ ἕνα ἐπί τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν καὶ Χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ δεύτερον, | one cherub on the one end of the propitiatory, and another cherub on the other end of the propitiatory, |
|
9
|
9
|
| Καὶ ἐποίησε τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ· | And he made the set table of pure gold, |
|
10
|
10
|
| καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς. | and cast for it four rings: two on the one side and two on the other side, broad, so that men should lift it with the staves in them. |
|
11
|
11
|
| καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησε καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. | And he made the staves of the ark and of the table, and gilded them with gold. |
|
12
|
12
|
| καὶ ἐποίησε τὰ σκεύη τῆς τραπέζης, τά τε τρυβλία καὶ τὰς θυΐσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ. | And he made the furniture of the table, both the dishes, and the censers, and the cups, and the bowls with which he should offer drink-offerings, of gold. |
|
13
|
13
|
| Καὶ ἐποίησε τὴν λυχνίαν, ἣ φωτίζει, χρυσῆν, | And he made the candlestick which gives light, of gold; |
|
14
|
14
|
| στερεὰν τὸν καυλόν, καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς· | the stem solid, and the branches from both its sides; |
|
15
|
15
|
| ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἐκ τούτου, καὶ τρεῖς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις· | and blossoms proceeding from its branches, three on this side, and three on the other, made equal to each other. |
|
16
|
16
|
| καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν, ἵνα ὦσιν οἱ λύχνοι ἐπ᾿ αὐτῶν, καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον, τὸ ἐπ᾿ ἄκρου τοῦ λαμπαδίου, ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· | And as to their lamps, which are on the ends, knops proceeded from them; and sockets proceeding from them, that the lamps might be upon them; and the seventh socket, on the top of the candlestick, on the summit above, entirely of solid gold. |
|
17
|
17
|
| καὶ ἑπτὰ λύχνους ἐπ᾿ αὐτῆς χρυσοῦς καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς. (Κεφ. ΛΣΤ´ | And on the candlestick seven golden lamps, and its snuffers gold, and its funnels gold. |
|
34
|
|
| - | |
|
36
|
|
| ) | |
|
18
|
18
|
| Οὗτος περιηργύρωσε τοὺς στύλους καὶ ἐχώνευσε τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ ἐχρύσωσε τοὺς μοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσε τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ καὶ ἐποίησε τὰς ἀγκύλας χρυσᾶς. | He overlaid the posts with silver, and cast for each post golden rings, and gilded the bars with gold; and he gilded the posts of the veil with gold, and made the hooks of gold. |
|
19
|
19
|
| οὗτος ἐποίησε καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς. | He made also the rings of the tabernacle of gold; and the rings of the court, and the rings for drawing out the veil above of brass. |
|
20
|
20
|
| ) | He cast the silver chapiters of the tabernacle, and the brazen chapiters of the door of the tabernacle, and the gate of the court; and he made silver hooks for the posts, he overlaid them with silver on the posts. |
|
21
|
21
|
| οὗτος ἐποίησε τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς. | He made the pins of the tabernacle and the pins of the court of brass. |
|
22
|
22
|
| οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς. | He made the brazen altar of the brazen censers, which belonged to the men engaged in sedition with the gathering of Core. |
|
23
|
23
|
| οὗτος ἐποίησε πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας τὰς χαλκᾶς. | He made all the vessels of the altar and its grate, and its base, and its bowls, and the brazen flesh-hooks. |
|
24
|
24
|
| οὗτος ἐποίησε θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτὸν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ, καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, εὐρεῖς τοῖς μοχλοῖς ὥστε αἴρεν ἐν αὐτοῖς τὸ θυσιαστήριον. (Κεφ. ΛΖ´ | He made an appendage for the altar of network under the grate, beneath it as far as the middle of it; and he fastened to it four brazen rings on the four parts of the appendage of the altar, wide enough for the bars, so as to bear the altar with them. |
|
29
|
|
| ) | |
|
25
|
25
|
| οὗτος ἐποίησε τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος, καθαρὸν ἔργον μυρεψοῦ. (Κεφ. ΛΗ´ | He made the holy anointing oil and the composition of the incense, the pure work of the perfumer. |
|
8
|
8
|
| ) | overshadowing the propitiatory with their wings. |
|
26
|
26
|
| οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν· (Κεφ. Μ´ | He made the brazen laver, and the brazen base of it of the mirrors of the women that fasted, who fasted by the doors of the tabernacle of witness, in the day in which he set it up. |
|
30
|
|
| - | |
|
31
|
|
| ) | |
|
27
|
27
|
| καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας· εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. | And he made the laver, that at it Moses and Aaron and his sons might wash their hands and their feet: when they went into the tabernacle of witness, or whensoever they should advance to the altar to do service, they washed at it, as the Lord commanded Moses. |
|
Κεφάλαιο 39
|
Chapter 39
|
|
1
|
1
|
| ΠΑΝ τὸ χρυσίον, ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων, ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς, ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον· | All the gold that was employed for the works according to all the fabrication of the holy things, was of the gold of the offerings, twenty-nine talents, and seven hundred and twenty shekels according to the holy shekel. |
|
2
|
2
|
| καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τῶν ἐπεσκεμμένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι, δραχμὴ μία τῇ κεφαλῇ τὸ ἥμισυ τοῦ σίκλου, κατὰ τὸν σίκλον τὸν ἅγιον, | And the offering of silver from the men that were numbered of the congregation a hundred talents, and a thousand seven hundred and seventy-five shekels, one drachm apiece, even the half shekel, according to the holy shekel. |
|
3
|
3
|
| πᾶς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα. | Every one that passed the survey from twenty years old and upwards to the number of six hundred thousand, and three thousand five hundred and fifty. |
|
4
|
4
|
| καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα τοῦ ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεφαλίδων τῆς σκηνῆς καὶ εἰς τὰς κεφαλίδας τοῦ καταπετάσματος, | And the hundred talents of silver went to the casting of the hundred chapiters of the tabernacle, and to the chapiters of the veil; |
|
5
|
5
|
| ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα, τάλαντον τῇ κεφαλίδι. | a hundred chapiters to the hundred talents, a talent to a chapiter. |
|
6
|
6
|
| καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησεν εἰς τὰς ἀγκύλας τοῖς στύλοις, καὶ κατεχρύσωσε τὰς κεφαλίδας αὐτῶν καὶ κατεκόσμησεν αὐτούς. | And the thousand seven hundred and seventy-five shekels he formed into hooks for the pillars, and he gilt their chapiters and adorned them. |
|
7
|
7
|
| καὶ ὁ χαλκὸς τοῦ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι. | And the brass of the offering was seventy talents, and a thousand five hundred shekels; |
|
8
|
8
|
| καὶ ἐποίησαν ἐξ αὐτοῦ τὰς βάσεις τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου | and they made of it the bases of the door of the tabernacle of witness, |
|
9
|
9
|
| καὶ τὰς βάσεις τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ | and the bases of the court round about, and the bases of the gate of the court, and the pins of the tabernacle, and the pins of the court round about; |
|
10
|
10
|
| καὶ τὸ παράθεμα τὸ χαλκοῦν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ πάντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ μαρτυρίου. (Κεφ. ΛΘ´ | and the brazen appendage of the altar, and all the vessels of the altar, and all the instruments of the tabernacle of witness. |
|
32
|
|
| ) | |
|
11
|
11
|
| καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραήλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν. | And the children of Israel did as the Lord commanded Moses, so did they. |
|
12
|
12
|
| Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι Κυρίου. | And of the gold that remained of the offering they made vessels to minister with before the Lord. |
|
13
|
13
|
| καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς ᾿Ααρών, ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ. | And the blue that was left, and the purple, and the scarlet they made into garments of ministry for Aaron, so that he should minister with them in the sanctuary; |
|
14
|
14
|
| Καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους | and they brought the garments to Moses, and the tabernacle, and its furniture, its bases and its bars and the posts; |
|
15
|
15
|
| καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς διωστῆρας αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ | and the ark of the covenant, and its bearers, and the altar and all its furniture. |
|
16
|
16
|
| καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ τὴν λυχνίαν τὴν καθαρὰν | And they made the anointing oil, and the incense of composition, and the pure candlestick, |
|
17
|
17
|
| καὶ τοὺς λύχνους αὐτῆς, λύχνους τῆς καύσεως, καὶ τὸ ἔλαιον τοῦ φωτὸς | and its lamps, lamps for burning, and oil for the light, |
|
18
|
18
|
| καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τοὺς ἄρτους τοὺς προκειμένους, | and the table of shewbread, and all its furniture, and the shewbread upon it, |
|
19
|
19
|
| καὶ τὰς στολὰς τοῦ ἁγίου, αἵ εἰσιν ᾿Ααρών, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν ἱερατείαν | and the garments of the sanctuary which belong to Aaron, and the garments of his sons, for the priestly ministry; |
|
20
|
20
|
| καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς καί τῆς πύλης τῆς αὐλῆς, | and the curtains of the court, and the posts, and the veil of the door of the tabernacle, and the gate of the court, |
|
21
|
21
|
| καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αυτῆς, καὶ τὰς διφθέρας δέρματα κριῶν ἠρυθροδανωμένα καὶ τὰ καλύμματα ὑακίνθινα καὶ τῶν λοιπῶν τὰ ἐπικαλύμματα καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου· | and all the vessels of the tabernacle and all its instruments: and the skins, even rams' skins dyed red, and the blue coverings, and the coverings of the other things, and the pins, and all the instruments for the works of the tabernacle of witness. |
|
22
|
22
|
| ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ πάσαν τὴν ἀποσκευήν. | Whatsoever things the Lord appointed Moses, so did the children of Israel make all the furniture. |
|
23
|
23
|
| καὶ εἶδε Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτά· καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς. | And Moses saw all the works; and they had done them all as the Lord commanded Moses, so had they made them; and Moses blessed them. |
|
Κεφάλαιο 40
|
Chapter 40
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· | And the Lord spoke to Moses, saying, |
|
2
|
2
|
| ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου | On the first day of the first month, at the new moon, thou shalt set up the tabernacle of witness, |
|
3
|
3
|
| καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι | and thou shalt place in it the ark of the testimony, and shalt cover the ark with the veil, |
|
4
|
4
|
| καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. | and thou shalt bring in the table and shalt set forth that which is to be set forth on it; and thou shalt bring in the candlestick and place its lamps on it. |
|
5
|
5
|
| καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου | And thou shalt place the golden altar, to burn incense before the ark; and thou shalt put a covering of a veil on the door of the tabernacle of witness. |
|
6
|
6
|
| καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. | And thou shalt put the altar of burnt-offerings by the doors of the tabernacle of witness, |
|
7
|
|
| καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. | |
|
8
|
8
|
| καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ. | and thou shalt set up the tabernacle round about, and thou shalt hallow all that belongs to it round about. |
|
9
|
9
|
| καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. | And thou shalt take the anointing oil, and shalt anoint the tabernacle, and all things in it; and shalt sanctify it, and all its furniture, and it shall be holy. |
|
10
|
10
|
| καὶ προσάξεις ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι | And thou shalt anoint the altar of burnt-offerings, and all its furniture; and thou shalt hallow the altar, and the altar shall be most holy. |
|
11
|
|
| καὶ ἐνδύσεις ᾿Ααρὼν τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι· | |
|
12
|
12
|
| καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας | And thou shalt bring Aaron and his sons to the doors of the tabernacle of witness, and thou shalt wash them with water. |
|
13
|
13
|
| καὶ ἀλείψεις αὐτούς, ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσί μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν. | And thou shalt put on Aaron the holy garments, and thou shalt anoint him, and thou shalt sanctify him, and he shall minister to me as priest. |
|
14
|
14
|
| καὶ ἐποίησε Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. | And thou shalt bring up his sons, and shalt put garments on them. |
|
15
|
15
|
| Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου, νουμηνίᾳ ἐστάθη ἡ σκηνή· | And thou shalt anoint them as thou didst anoint their father, and they shall minister to me as priests; and it shall be that they shall have an everlasting anointing of priesthood, throughout their generations. |
|
16
|
16
|
| καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας καὶ διενέβαλε τοὺς μοχλοὺς καὶ ἔστησε τοὺς στύλους | And Moses did all things whatsoever the Lord commanded him, so did he. |
|
17
|
17
|
| καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ᾿ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. | And it came to pass in the first month, in the second year after their going forth out of Egypt, at the new moon, that the tabernacle was set up. |
|
18
|
18
|
| καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν | And Moses set up the tabernacle, and put on the chapiters, and put the bars into their places, and set up the posts. |
|
19
|
19
|
| καί εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. | And he stretched out the curtains over the tabernacle, and put the veil of the tabernacle on it above as the Lord commanded Moses. |
|
20
|
20
|
| καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν, ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς, | And he took the testimonies, and put them into the ark; and he put the staves by the sides of the ark. |
|
21
|
21
|
| καὶ προέθηκεν ἐπ᾿ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. | And he brought the ark into the tabernacle, and put on it the covering of the veil, and covered the ark of the testimony, as the Lord commanded Moses. |
|
22
|
22
|
| καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον | And he put the table in the tabernacle of witness, on the north side without the veil of the tabernacle. |
|
23
|
23
|
| καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. | And he put on it the shewbread before the Lord, as the Lord commanded Moses. |
|
24
|
24
|
| καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος | And he put the candlestick into the tabernacle of witness, on the side of the tabernacle toward the south. |
|
25
|
25
|
| καὶ ἐθυμίασεν ἐπ᾿ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. | And he put on it its lamps before the Lord, as the Lord had commanded Moses. |
|
26
|
26
|
| καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς | And he put the golden altar in the tabernacle of witness before the veil; |
|
27
|
27
|
| καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. | and he burnt on it incense of composition, as the Lord commanded Moses. |
|
28
|
|
| Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή· | |
|
29
|
29
|
| καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ᾿ αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. | And he put the altar of the burnt-offerings by the doors of the tabernacle. |
|
30
|
|
| ἡνίκα δ᾿ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ ᾿Ισραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· | |
|
31
|
|
| εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη· | |
|
32
|
|
| νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ᾿ αὐτῆς νυκτὸς ἐναντίον παντὸς ᾿Ισραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.