|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Κύριος τῷ ῞Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· | And the Lord said to Abram, Go forth out of thy land and out of thy kindred, and out of the house of thy father, and come into the land which I shall shew thee. |
|
2
|
2
|
| καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος· | And I will make thee a great nation, and I will bless thee and magnify thy name, and thou shalt be blessed. |
|
3
|
3
|
| καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. | And I will bless those that bless thee, and curse those that curse thee, and in thee shall all the tribes of the earth be blessed. |
|
4
|
4
|
| καὶ ἐπορεύθη ῞Αβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ῞Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαρράν. | And Abram went as the Lord spoke to him, and Lot departed with him, and Abram was seventy-five years old, when he went out of Charrhan. |
|
5
|
5
|
| καὶ ἔλαβεν ῞Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν. | And Abram took Sara his wife, and Lot the son of his brother, and all their possessions, as many as they had got, and every soul which they had got in Charrhan, and they went forth to go into the land of Chanaan. |
|
6
|
6
|
| καὶ διώδευσεν ῞Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. | And Abram traversed the land lengthwise as far as the place Sychem, to the high oak, and the Chananites then inhabited the land. |
|
7
|
7
|
| καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ῞Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. | And the Lord appeared to Abram, and said to him, I will give this land to thy seed. And Abram built an altar there to the Lord, who appeared to him. |
|
8
|
8
|
| καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ ᾿Αγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. | And he departed thence to the mountain eastward of Bæthel, and there he pitched his tent in Bæthel near the sea, and Aggai toward the east, and there he built an altar to the Lord, and called on the name of the Lord. |
|
9
|
9
|
| καὶ ἀπῇρεν ῞Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. | And Abram departed and went and encamped in the wilderness. |
|
10
|
10
|
| Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη ῞Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. | And there was a famine in the land, and Abram went down to Egypt to sojourn there, because the famine prevailed in the land. |
|
11
|
11
|
| ἐγένετο δέ, ἡνίκα ἤγγισεν ῞Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ῞Αβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ· | And it came to pass when Abram drew nigh to enter into Egypt, Abram said to Sara his wife, I know that thou art a fair woman. |
|
12
|
12
|
| ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. | It shall come to pass then that when the Egyptians shall see thee, they shall say, This is his wife, and they shall slay me, but they shall save thee alive. |
|
13
|
13
|
| εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. | Say, therefore, I am his sister, that it may be well with me on account of thee, and my soul shall live because of thee. |
|
14
|
14
|
| ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ῞Αβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα, | And it came to pass when Abram entered into Egypt—the Egyptians having seen his wife that she was very beautiful— |
|
15
|
15
|
| καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ· | that the princes of Pharao saw her, and praised her to Pharao and brought her into the house of Pharao. |
|
16
|
16
|
| καὶ τῷ ῞Αβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι. | And they treated Abram well on her account, and he had sheep, and calves, and asses, and men-servants, and women-servants, and mules, and camels. |
|
17
|
17
|
| καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς ῞Αβραμ. | And God afflicted Pharao with great and severe afflictions, and his house, because of Sara, Abram's wife. |
|
18
|
18
|
| καλέσας δὲ Φαραὼ τὸν ῞Αβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν; | And Pharao having called Abram, said, What is this thou hast done to me, that thou didst not tell me that she was thy wife? |
|
19
|
19
|
| ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε. | Wherefore didst thou say, She is my sister? and I took her for a wife to myself; and now, behold, thy wife is before thee, take her and go quickly away. |
|
20
|
20
|
| καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ ῞Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ. | And Pharao gave charge to men concerning Abram, to join in sending him forward, and his wife, and all that he had. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.