|
Κεφάλαιο 33
|
Chapter 33
|
|
1
|
1
|
| ΑΝΑΒΛΕΨΑΣ δὲ ᾿Ιακὼβ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. καὶ διεῖλεν ᾿Ιακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπί Ραχὴλ καὶ τὰς δύος παιδίσκας. | And Jacob lifted up his eyes, and beheld, and lo! Esau his brother coming, and four hundred men with him; and Jacob divided the children to Lea and to Rachel, and the two handmaidens. |
|
2
|
2
|
| καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχὴλ καὶ ᾿Ιωσὴφ ἐσχάτους. | And he put the two handmaidens and their children with the first, and Lea and her children behind, and Rachel and Joseph last. |
|
3
|
3
|
| αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τῷ ἀδελφῷ αὐτοῦ. | But he advanced himself before them, and did reverence to the ground seven times, until he drew near to his brother. |
|
4
|
4
|
| καὶ προσέδραμεν ῾Ησαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσαν ἀμφότεροι. | And Esau ran on to meet him, and embraced him, and fell on his neck, and kissed him; and they both wept. |
|
5
|
5
|
| καὶ ἀναβλέψας ῾Ησαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπε· τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε· τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. | And Esau looked up and saw the women and the children, and said, What are these to thee? And he said, The children with which God has mercifully blessed thy servant. |
|
6
|
6
|
| καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν, | And the maid-servants and their children drew near and did reverence. |
|
7
|
7
|
| καὶ προσήγγισε Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν. καὶ μετὰ ταῦτα προσήγγισε Ραχὴλ καὶ ᾿Ιωσὴφ καὶ προσεκύνησαν. | And Lea and her children drew near and did reverence; and after this drew near Rachel and Joseph, and did reverence. |
|
8
|
8
|
| καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε. | And he said, What are these things to thee, all these companies that I have met? And he said, That thy servant might find grace in thy sight, my lord. |
|
9
|
9
|
| εἶπε δὲ ῾Ησαῦ· ἔστι μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά. | And Esau said, I have much, my brother; keep thine own. |
|
10
|
10
|
| εἶπε δὲ ᾿Ιακώβ· εἰ εὗρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με. | And Jacob said, If I have found grace in thy sight, receive the gifts through my hands; therefore have I seen thy face, as if any one should see the face of God, and thou shalt be well-pleased with me. |
|
11
|
11
|
| λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς καὶ ἔστι μοι πάντα. καὶ ἐβιάσατο αὐτὸν καὶ ἔλαβε· | Receive my blessings, which I have brought thee, because God has had mercy on me, and I have all things; and he constrained him, and he took them. |
|
12
|
12
|
| καὶ εἶπεν· ἀπάραντες πορευσώμεθα ἐπ᾿ εὐθεῖαν. | And he said, Let us depart, and proceed right onward. |
|
13
|
13
|
| εἶπε δὲ αὐτῷ· ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. | And he said to him, My lord knows, that the children are very tender, and the flocks and the herds with me are with young; if then I shall drive them hard one day, all the cattle will die. |
|
14
|
14
|
| προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. | Let my lord go on before his servant, and I shall have strength on the road according to the ease of the journey before me, and according to the strength of the children, until I come to my lord to Seir. |
|
15
|
15
|
| εἶπε δὲ ῾Ησαῦ· καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν· ἱνατί τοῦτο; ἱκανόν, ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. | And Esau said, I will leave with thee some of the people who are with me. And he said, Why so? it is enough that I have found favour before thee, my lord. |
|
16
|
16
|
| ἀπέστρεψε δὲ ῾Ησαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ. | And Esau returned on that day on his journey to Seir. |
|
17
|
17
|
| Καὶ ᾿Ιακὼβ ἀπαίρει εἰς σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί. | And Jacob departs to his tents; and he made for himself there habitations, and for his cattle he made booths; therefore he called the name of that place, Booths. |
|
18
|
18
|
| καὶ ἦλθεν ᾿Ιακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως. | And Jacob came to Salem, a city of Secima, which is in the land of Chanaan, when he departed out of Mesopotamia of Syria, and took up a position in front of the city. |
|
19
|
19
|
| καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ ᾿Εμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν. | And he bought the portion of the field, where he pitched his tent, of Emmor the father of Sychem, for a hundred lambs. |
|
20
|
20
|
| καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν Θεὸν ᾿Ισραήλ. | And he set up there an altar, and called on the God of Israel. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.